Ἔργον
Ἰσίδωρος ὁ Πηλουσιώτης – Ἐπιστολαὶ περὶ τῆς ἑρμηνείας τῆς θείας γραφῆς
Βιβλίο Α΄, Επιστολές 350-400
Απάντηση σε θεολογικά ερωτήματα, αυστηρός έλεγχος της πλεονεξίας και υπεράσπιση της χριστιανικής πίστεως έναντι των Ελλήνων.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Βιβλίο Α΄, Επιστολές 350-400
Απάντηση σε θεολογικά ερωτήματα, αυστηρός έλεγχος της πλεονεξίας και υπεράσπιση της χριστιανικής πίστεως έναντι των Ελλήνων.
ΤΜΗʹ. ΣΙΛΟΥΑΝῼ. Ὅτι τὸν ἐπίσκοπον ἑαυτῶν περιέβαλε κακὸν [περιέβαλον κακοῖς]. Τοῦτο καὶ Ἰουδαῖοι πάλαι πεποιήκεισαν περὶ θυσίας δαψιλῶς διακείμενοι, καὶ τοὺς τοῦ νόμου διδασκάλους καὶ ποιητὰς καταλεύοντες· ὅπερ καὶ ὑμεῖς ἐκείνους ζηλοῦντες πεπράχατε, ἀναθήμασι μὲν κοσμοῦντες τὸν θεῖον νεών, τὸν δὲ ποιμένα τούτου περιβάλλοντες κακοῖς. Οὐκ ἐξ ἀγάπης ἄρα πρὸς Θεὸν γέγονεν ὑμῶν ἡ τῶν δώρων προσφορά, ἀλλὰ ἐκ δόξης κενῆς, ἐντεῦθεν ἐχούσης ἀποχὴν τοῦ μισθοῦ αὐτῆς.
ΤΜΘʹ. Τῼ ΑΥΤῼ. Περὶ τοῦ πρεσβυτέρου. Εἰ ἀληθῶς βούλει Θεῷ δωροφορεῖν, τὸν μεσίτην τῶν δώρων μὴ ἀτίμαζε, οὖ ταῖς χερσὶ διακόνοις κεχρῆσθαι Θεὸς φιλανθρώπως ἠξίωσεν. Ἱερεὺς γάρ, εἰ καὶ βίῳ τινὶ ῥᾳθύμῳ, ὥς φατε, κεκηλίδωται, αὐτὸς μὲν ὑφέξει εὐθύνας, ἄγγελος δὲ Κυρίου παντοκράτορός ἐστι, τῇ τε θείας τελετῆς μυσταγωγίᾳ, καὶ τῇ πρὸς σωτηρίαν πολλῶν διακονίᾳ.
ΤΝʹ. ΛΑΜΠΕΤΙῼ. Εἰ μὴ ἀνέγνως τῶν ἀχυρμιῶν τὸν σῖτον διακρινόμενον, καὶ τὰ μὲν πυρί, τὰ δὲ ἀποθήκῃ τηρούμενα, οὐδ’ οὕτως εἶχες ἀπολογίαν τὴν ἄγνοιαν, πάντων τῶν καλλίστων ἐχούσης γνῶσιν τῆς φύσεως. Ἃ γὰρ παθεῖν οὐ βουλόμεθα, ταῦτα καὶ μὴ ποιεῖν διδασκόμεθα.
Εἰ δὲ καὶ ἔνδον ἑαυτῶν τῶν χρηστῶν τὴν εἴδησιν ἔχομεν, καὶ τῷ θείῳ νόμῳ ταύτην σαφῶς παιδευόμεθα, τί ταῖς ἡδυπαθέσι ῥιπίζῃ πνοαῖς, ἀχύρων δίκην πρὸς αὐτὰς ἐκριπτούμενος; Ὅρα τοίνυν ὅτι πῦρ ἔχει τελευτὴν τὸ ἀβέβαιον, ἢ καθαῖρον, ἢ εἰς τέλος ἐκκαῖον.
ΤΝΑʹ. ΑΜΜΩΝΙ. Περὶ Καππαδοκῶν. Τί σοὶ καὶ τῷ γένει τῷ θηροτρόπῳ; Τί σοὶ καὶ τῷ ἔθνει τῷ ἀλλοφύλῳ; Τί τοῖς δυσμενέσι συμφύρῃ; Τί τοῖς Καππαδόκαις συγκόπτῃ; Τί τοὺς Γιγαντείους συγγίγαντας καθ’ ἑαυτοῦ ἐξοπλίζεις; Τί τοὺς οἰνοδυνάστας ἐρεθίζεις; Τί τοὺς λελυττηκότας κύνας ἀγριαίνεις, ὧν τὰ δήγματα θάνατος; Τί τὰς λοιδόρους γλώττας παραθήγεις; Τί τὰς ἑαυτοῦ χραίνεις ὑπολήψεις ἐκείνοις συγκρινόμενος, οἷς καὶ ἀνδραπόδοις τις χρήσασθαι νουνεχὴς οὐκ ἂν ἕληται;
ΤΝΒʹ. Τῼ ΑΥΤῼ. Ἀνάξια μέν, ὡς ἔφης, τῶν πάλαι ἁγίων Πατέρων τὰ ἤθη τῶν νῦν ᾀδομένων πανταχοῦ Καππαδοκῶν, καὶ οὐκ ἐκ τούτων ἐκείνους γεγενῆσθαι νομίζεις. Ἀλλ’ ἐγὼ Καππαδόκας τοὺς ἁγίους ἐκείνους σύμφημι γεγενῆσθαι. Καὶ τοῦτο μάλιστα γνώρισμα τῆς τούτων τυγχάνει κακοφροσύνης. Εἰ γὰρ μὴ [ἐκ τούτων] ἐκεῖνοι ἐξέλαμψαν, εἶχεν ἀπολογίαν τὸ κακόσχολον ἔθνος τὴν γενικὴν πονηρίαν, ὡς ἔμφυτον, καὶ αἴτιον ἄν τις κακίας τὸν Δημιουργὸν ἐποιήσατο.
Ἀλλ’ [ἐν] ἐκείνοις τοῖς θεοφόροις ἀνδράσι λαμψάσης τῆς φύσεως, ἐν τούτοις τρανῶς τὰ τῆς γνώμης γνωρίζεται.
ΤΝΓʹ. ΣΥΜΦΟΡῼ. Εἰς τὸ γεγραμμένον, «Οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφ’ ἑαυτοῦ οὐδέν.» Τό, «Οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφ’ ἑαυτοῦ οὐδέν, ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα,» οὐκ ἀσθενείας σημεῖον, ἀλλὰ τοῦ μὴ ἐνδέχεσθαι, ἄλλην Πατρὸς καὶ ἑτέραν Υἱοῦ εἶναι τὴν βούλησιν. Εἰ δὲ ἂ ποιεῖ ὁ Πατὴρ ὁρᾷ ὁ Υἱός, ποιεῖ δὲ ὁ Πατὴρ βουλευόμενος· βλέπει ἄρα ὁ Υἱὸς καὶ αὐτὰ τοῦ Πατρὸς [τὰ] βουλεύματα· ἐπειδὴ ποίησις Θεοῦ, αὐτή ἐστιν ἡ βούλησις.
Εἰ δὲ βλέπει βουλευόμενον, καὶ κοινωνεῖ τῆς βουλήσεως, δηλονότι καὶ φύσεως· μία ἄρα οὐσία Πατρὸς καὶ Υἱοῦ, ὥσπερ θέλησις.
ΤΝΔʹ. ΣΕΡΗΝῼ. Περὶ τοῦ μάγου ὃν ὁ Παῦλος τῇ οἰκείᾳ ἀποφάσει ἐτύφλωσε. Οὐκ ἔστιν ἐναντίον τῷ θείῳ νόμῳ, ἐμφρονέστατε, τῷ ἀγαπᾷν τοὺς ἐχθροὺς παραγγέλλοντι, τὸ παρὰ τοῦ Ἀποστόλου εἰς τὸν μάγον γενόμενον. Ἀλλ’ ἐπειδὴ τὰς ὁδοὺς διέστρεφε τοῦ κηρύγματος, καὶ τὸν ἀνθύπατον ἀφίστα τῆς πίστεως, δι’ οὗ ἅπαν τὸ ἔθνος χειρωθῆναι ἦν πρὸς σωτηρίαν ῥᾴδιον· ἐκ τῆς καθ’ ἑαυτὸν οἰκονομίας σωφρονίζει ὁ Παῦλος τὸν βλάσφημον, τύφλωσιν ἐπαγαγὼν πρὸς νουθεσίαν, τὴν καὶ αὐτὸν χειραγωγήσασαν πρὸς μαθητείαν. Ἐδιδάχθη γὰρ ἐκείνῳ θεραπεύειν τῷ φαρμάκῳ τὴν ἀπιστίαν, ᾧπερ αὐτὸς ἰάθη, τὴν ἐκ τοῦ νόμου ἀντιλογίαν. Τὸ δέ, ἄχρι καιροῦ, ὅριον τῇ γνώμῃ διδοὺς ἐν ἑαυτῇ ἔχειν τοῦ φωτὸς τὴν ἀπόληψιν, τὸν τρόπον μεταβάλλουσαν πρὸς τὸ βέλτιον.
ΤΝΕʹ. ΛΥΣΙΜΑΧῼ. Τί αἰνίττεται τό, «Ἅγνισον αὐτοὺς σήμερον καὶ αὔριον, καὶ πλυνάτωσαν τὰ ἱμάτια αὐτῶν, καὶ ἔστωσαν ἕτοιμοι εἰς τὴν ἡμέραν.» «Πλυνάτωσαν τὰ ἱμάτια σήμερον καὶ αὔριον, καὶ ἔστωσαν ἕτοιμοι εἰς τὴν ἡμέραν τὴν τρίτην,» λέγει ἡ Γραφή, τοῦτο δηλοῦσα· Οἱ ἐν ταῖς δύο Διαθήκαις καὶ ταῖς αὐτῶν διανοίαις τὴν καθαρότητα τῆς πολιτείας κτησάμενοι, καὶ τῆς πίστεως τὴν ἀγνείαν εὑράμενοι, εἰς τὴν τριήμερον τοῦ Κυρίου χειραγωγοῦνται ἀνάστασιν· ἢ καὶ βασιλεία οὐρανῶν ὀνομάζεται. Σήμερον γάρ, τὴν τοῦ νόμου λέγει κατάστασιν· αὔριον δέ, τὴν εὐαγγελικὴν σημαίνει ἀλήθειαν, ὡς ὑπὸ τοῦ νόμου μηνυθεῖσαν, καὶ μετ’ ἐκεῖνον φανεῖσαν.
ΤΝϛʹ. ΣΕΛΕΥΚῼ. Περὶ τῆς ἀρνήσεως Πέτρου. Τρὶς τὸν Κύριον ἀρνησάμενος τῶν ἀποστόλων ὁ ἔξαρχος, τὴν τῶν ἀνθρώπων πάντων ἁμαρτίαν ὑπέδειξε, τρὶς ἀθετησάντων τὸν Κτίσαντα, ἐν τῇ δόσει τῆς πρώτης ἐντολῆς, ἐν τῇ θέσει τοῦ νόμου τοῦ γραπτοῦ, ἐν τῇ σαρκώσει τοῦ Λόγου καὶ Θεοῦ ἡμῶν· ἣν τριπλῇ πάλιν μεταγνώσει ἰάσατο, ἀνάλογον τῷ τραύματι πορισάμενος καὶ τὸ φάρμακον, καὶ δείξας ὡς πάντων τῶν κακῶν θεραπεία, ἡ τοῦ Κυρίου γέγονε παρουσία.
ΤΝΖʹ. Τῼ ΑΥΤῼ. Περὶ τοῦ αὐτοῦ. Τὸ πρὶν ἀλέκτορα φωνῆσαι, πρὶν τὴν ἡμέραν ἐπιφᾶναι τῆς ἀναστάσεως. Αἱ γὰρ τούτων τῶν ὀρνίθων ᾠδαί, ἐγγιζούσης μὲν ἕω, ἔτι δὲ σκιᾶς ὑπαρχούσης, γίνονται. Πλησιαζούσης τοίνυν τῆς ζωοφόρου ἀνατολῆς, ἡ τοῦ ὀρνέου φωνὴ κατήγορος τῆς ἀρνήσεως γέγονε, δηλοῦσα, καὶ τῆς νυκτὸς τῆς ἀρᾶς τὴν κατάλυσιν, καὶ τοῦ φωτὸς τῆς ζωῆς τὴν ἐπίφαυσιν.
ΤΝΗʹ. Τῼ ΑΥΤῼ. Περὶ τοῦ αὐτοῦ. Ὅτι τριπλῆ γέγονε τῶν ἀνθρώπων ἡ ἀθέτησις, καὶ αὐτὸς ὁ Κύριος ἐδήλου, τρὶς λέγων πρὸς τὴν συκῆν ἐληλυθέναι, καὶ καρπὸν ἐν αὐτῇ μὴ εὑρηκέναι· ἧς πᾶσαν τὴν κάκωσιν ἐν ἑαυτῷ ἐθεράπευσε, μηκέτι καρπὸν οἴσειν ἀποφηνάμενος τὴν παράβασιν.
ΤΝΘʹ. Τῼ ΑΥΤῼ. Περὶ τοῦ αὐτοῦ. Ἡ πρώτη ἀθέτησις, τῆς ἐντολῆς ἐστιν ἡ παράβασις, ἀπὸ τοῦ ξύλου τοῦ ἐν μέσῳ τοῦ παραδείσου προσταττούσης μὴ γεύσασθαι. Ἡ ἐν τῷ νόμῳ δευτέρα δυσσέβεια, ἡ πρὸς τὸν μόσχον Ἑβραίων διάθεσις. Ἡ δὲ τρίτη ἀσέβεια, ἡ ἐν τῇ χάριτι τυγχάνει παραίτησις· «Οὐκ ἔχομεν βασιλέα, εἰπόντων, εἰ μὴ Καίσαρα,» καὶ τὸν Κύριον τῆς δόξης ἀπαρνουμένων.
ΤΞʹ. ΘΕΩΝΙ. Εἰς τὸ γεγραμμένον, «Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς.» Ἄρτος ὁ Κύριος κέκληται, αὐτὸς ἑαυτὸν τούτῳ καλῶν τῷ ὀνόματι. Κατὰ μὲν τὴν πρόχειρον ἔκληψιν, ὡς πᾶσι τροφὴ σωτηρίας γενόμενος κατὰ δὲ τὴν ἀπόῤῥητον ἔννοιαν, τὴν ζύμην τοῦ ἀνθρωπείου φυράματος ἑνώσας καὶ καθάρας, καὶ ὥσπερ ἐξοπτήσας τῷ οἰκείῳ πυρὶ τῆς θεότητος, καὶ εἰς ἓν σὺν αὐτῇ γεγονὼς πρόσωπον καὶ μίαν προσκυνουμένην ὑπόστασιν.
ΤΞΑʹ. ΕΥΣΤΑΘΙῼ. Περὶ γαστριμαργίας. Καταφρόνει τῶν ὄψων, ὡς μετ’ ὀλίγον οὐκ ὄντων, ἀλλὰ σύγχρονον ἐχόντων τῇ καταπόσει τὴν πολυτέλειαν. Αἱ γὰρ ὑπέρχρειοι μεταλήψεις, νῦν μὲν νόσων εἰσὶ μητέρες, ἐν δὲ τῷ μέλλοντι, κριμάτων ἐπάγουσιν εὐθύνας.
ΤΞΒʹ. ΛΕΩΝΙΔῌ. Περὶ τῆς εἰς τοὺς παῖδας εὐλογίας τοῦ πατριάρχου Ἰακώβ. Ἡ εὐλογία τοῦ πατριάρχου, ἢν τοῖς υἱέσι τοῦ Ἰωσὴφ ἐπευξάμενος ἔδωκεν, οὐκ εἰς ἐκείνους μόνους πεπλήρωτο, ἀλλὰ καὶ τύπος μειζόνων πραγμάτων γεγένηται. Ἡ γὰρ ἐναλλαγὴ τῶν χειρῶν, τὸν σωτήριον προεδήλου σταυρόν· καὶ ἡ τοῦ ἥττονος προσαγωγή, τὸν νέον ὑπεδείκνυ λαόν, μονονουχὶ βοῶσα διὰ τοῦ σχήματος· Ὅτε σταυρὸς εἰς εὐλογίαν φανῇ, ὁ ἥττων λαὸς μεγαλυνθήσεται, [καὶ ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.]
ΤΞΓʹ. ΣΕΡΗΝῼ. Εἰς τὸ εἰρημένον ὑπὸ τῆς Ἐλισάβετ, «Καὶ πόθεν μοι τοῦτο ἵνα.» Μηδέν σε ταραττέτω τῆς Ἐλισάβετ ἡ προφητεία, «Πόθεν μοι τοῦτο, λεγούσης, ἵνα ἡ Μήτηρ τοῦ Κυρίου ἔλθῃ πρός με;» Ὁ γὰρ θέμενος ἐν αὐτῇ τοῦ Βαπτιστοῦ τὴν διάπλασιν, καὶ πρὸ τοῦ ἐξελθεῖν ἐκ μήτρας εἰς προφήτην ἁγιάσας τὸν πρόδρομον, ἔνδον αὐτῷ παρέσχετο τοῦ μυστηρίου τὴν δήλωσιν. Ἐπεὶ [δὲ] οὐκ ἔδωκε λαλεῖν τοῖς ἐμβρύοις τὸ ἄωρον, σπεύδοντι τῷ Βαπτιστῇ κηρύξαι τὸν Λυτρωτήν, ἔχρησεν ἡ μήτηρ τὸ τοῦ στόματος ὄργανον.
ΤΞΔʹ. ΠΩΜΑΣΙῼ. Πῶς νοητέον, «Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος·» Περὶ τῆς μουσικῆς, ἧς ἡ Γραφὴ μέμνηται. «Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, καὶ ὀργάνῳ καὶ χορδαῖς,» φησὶν ὁ Ψαλμῳδός, οὐ χαλκῷ ἠχοῦντι καὶ ὀργάνοις θελκτικοῖς τὰς θείας ἐπιτρέπων ᾠδάς, ἀλλὰ τύμπανον ἡμᾶς τὴν ἑαυτῶν ἀποτελεῖν σάρκα παρεγγυῶν, οὐδὲν ἔχουσαν πάθους κίνημα, ἀλλὰ νεκρὰν τοῖς γηΐνοις ὑπάρχουσαν μέλεσι. Χορὸν δὲ τὴν σύμφωνον τῆς Ἐκκλησίας ἁρμονίαν ζητεῖ· καὶ χορδάς, τὰς ἐν ἡμῖν αἰσθήσεις δηλοῖ, ὑφ’ ὧν τὸ τῆς γλώττης ἀνακρούεται πλῆκτρον· καὶ ὄργανον, ὁ πᾶς εὑρίσκεται ἄνθρωπος, Θεῷ εὐάρεστος, καὶ ἀνθρώποις εὐάρμοστος.
ΤΞΕʹ. ΛΕΩΝΙΔῌ. Διὰ τί τελευτῶν ὁ Ἰακὼβ καὶ τοὺς υἱοὺς εὐλογῶν, τὰ μέλλοντα αὐτῶν λέγει. Τὰ μέλλοντα λέγειν ὁ Ἰακὼβ ὑποσχόμενος, καὶ τὰ φθάσαντα τοῖς υἱοῖς ἐξηγούμενος, οὐ κατόπιν ἐπαγγελίας ἐβάδισεν, ἀλλὰ Θεοῦ δακτύλῳ ἐψηλαφήθη τὴν αἴσθησιν, καὶ σιγὴν ἐπετάγη συμφέρουσαν. Προθέμενος γὰρ εἰπεῖν αὐτοῖς τὴν ἐξ αὐτῶν ἐσομένην τῆς θείας οἰκονομίας σάρκωσιν, λήθην τῶν βουλευθέντων ὑπέμεινεν, ἀμείψας τοῖς παρελθοῦσι τὰ μήπω γενόμενα.
Σὺ μὲν γάρ, φησίν, ἀξίαν γνώμην τοῦ τοσούτου μυστηρίου κτησάμενος, εἰκότως ἐπιστεύθης αὐτοῦ καὶ τὴν εἴδησιν· οἱ δὲ οὐ κατάλληλον ἕξουσι τῷ πατρὶ τὴν εὐσέβειαν.
ΤΞϛʹ. Τῼ ΑΥΤῼ. Εἰ καὶ Γραφικὴν μαρτυρίαν ζητεῖς τῶν γραφέντων, Ἡσαΐας τῶν προφητῶν ὁ σαφέστατος, τὴν ἀπορίαν τοῦ Ἰακὼβ ἐξηγούμενος, καὶ ἣν ἔπαθεν ἐγκοπὴν τῆς προθέσεως, ἄλλα μὲν βουληθείς, ἄλλα δὲ κελευσθείς, οὕτω φησί· Μὴ εἴπῃς Ἰακώβ, καὶ τί ἐλάλησας Ἰσραήλ, ἀπεκρύβη ἡ ὁδός μου ἀπὸ Κυρίου, καὶ ὁ Θεός μου ἀφεῖλε τὴν κρίσιν, καὶ ἀπέστη ἀπ’ ἐμοῦ.
Οὐδὲν γὰρ τὸν Ἰακὼβ ἀφείλετο ὁ ἀγαπήσας Θεός, ἢ τὴν πρὸς τοὺς υἱέας, ὡς εἶπον, ὑπόσχεσιν, διὰ τὴν προορωμένην αὐτῶν τῆς εὐσεβείας ἀθέτησιν.
ΤΞΖʹ. Μοναστρίαις εἰς πόλιν φοιτώσαις συχνά. Εἰ μήτε τῆς αἰδοῦς τῆς φύσεως καὶ αὐτῆς τῆς ἀσκήσεως φροντίζετε, μήτε τὴν χαύνωσιν πεφόβησθε, ἢν αἱ πόλεις ποιοῦσι καὶ ὄψει καὶ ἀκοῇ· μήτε τὴν μέλλουσαν δεδοίκατε ἐπὶ τούτοις ἀπειλήν· καλῶς θαμινὰ πρὸς τὴν πόλιν βαδίζετε. Εἰ δὲ τῆς μὲν ἀντέχεσθε, τῶν δὲ πειραθῆναι οὐ βούλεσθε, φεύγετε τῶν θορύβων τὸν πόλεμον, ὂς δεινοῖς βέλεσι τοξεύει τὴν ἄσκησιν.
ΤΞΗʹ. ΣΕΥΗΡῼ. Περὶ οἰήσεως. Ὥσπερ λεαίνῃ συννέμεσθαι πρόβατον ἡ φύσις οὐκ ἔδωκεν· οὕτως οὐδὲ τῦφον μοναχικῇ συνοικεῖν ὅλως ἐνδέχεται. Ὁ μὲν γὰρ θηριώδης ἐστὶ καὶ ἀκάθεκτος· ἡ δὲ πάντα εὐπειθῶς τὰ χρηστὰ καταδέχεται, καὶ τὰ λυπηρὰ καρτερῶς μάλα προσίεται. Εἰ τοίνυν πρὸς ταύτην ἀπεδύσω γυμνάσασθαι, ἐκείνου ἀπόστηθι· μή τί σε δεινὸν διὰ τούτου ἐργάσηται, ὁ ἔναντι Κυρίου τραχηλιάσας, καὶ πάντας ἔχειν ζηλωτὰς τῆς οἰκείας ἐπάρσεως [καὶ πτώσεως] προθυμούμενος.
ΤΞΘʹ. ΚΥΡῼ. Ὅτι οὐδὲν τῶν ἐνδιαθέτων καὶ κεκανονισμένων βιβλίων δεῖ προτιμᾷν εἰς ἀνάγνωσιν. Πᾶσα μὲν Γραφὴ πρὸς εὐσέβειαν βλέπουσα, καλλίστη καὶ ἐπαινετή, καὶ ἐγκωμίων ἀξία. Αἱ δὲ ἱεραὶ πτυκταὶ τῶν μαρτυρουμένων θείων Γραφῶν, τῆς πρὸς Θεόν εἰσιν ἀναβάσεως κλίμακες. Πάντα τοίνυν τὰ ἐν Ἐκκλησίᾳ Θεοῦ προφερόμενα, ὡς δόκιμον δέχου χρυσίον, πεπυρωμένα τῷ θείῳ τῆς ἀληθείας Πνεύματι. Τὰ δὲ ἔξω ταύτης περιφερόμενα, εἰ καί τι ἔχει πιθανὸν πρὸς σεμνότητα, τοῖς ἔξω τῶν σῶν ἀγώνων, ζητεῖν καὶ τηρεῖν καταλίμπανε· οἷς κόμπος λέξεως μᾶλλον ἐσπούδασται, ἢ καὶ μύθους τινὰς ἀναπλάττει[ν] αἱρέσεων.
ΤΟʹ. ΚΥΡΙΛΛῼ ΑΛΕΞΑΝΔΡΕΙΑΣ. Περὶ ἔριδος. Φοβεῖ με τὰ τῆς θείας Γραφῆς ὑποδείγματα, καὶ γράφειν τὰ χρεὼν ἀναγκάζομαι. Εἴτε γὰρ πατήρ εἰμι, ὡς ἔφης αὐτός, δέδια τοῦ Ἠλεὶ τὴν κατάκρισιν, ὅτι τοὺς υἱοὺς ἁμαρτόντας οὐκ ἐσωφρόνισεν· εἴτε υἱός σου τυγχάνω, ὡς μᾶλλον ἐπίσταμαι, τὸν μέγαν ἐκεῖνον σχηματίζοντος Μάρκον, ἀγωνιῶ τοῦ Ἰωνάθαν τὸ ἐπιτίμιον, ὅτι τὸν πατέρα ζητήσαντα ἐγγαστρίμυθον οὐκ ἐκώλυσε. Καὶ πρότερος τοῦ ἁμαρτήσαντος, ὁ κωλῦσαι δυνάμενος τέθνηκεν εἰς τὸν πόλεμον.
Ἵνα τοίνυν κἀγὼ μὴ κατακριθῶ, καὶ αὐτὸς παρὰ Θεοῦ μὴ κριθῇς, παῦσον τὰς ἔριδας· μὴ οἰκείας ὕβρεως ἄμυναν, ἢν παρὰ θνητῶν κεχρεώστησαι, ζῶσαν Ἐκκλησίαν μεθόδευε, καὶ αἰώνιον αὐτῇ διχόνοιαν ἐν προσχήματι εὐσεβείας κατασκεύαζε.
ΤΟΑʹ. ΠΑΝΣΟΦΙῼ. Εἰ προΐσχεται ὁ τῆς Μαρκίωνος συνήγορος βλασφημίας, τὸ παρ’ ἐκείνοις ὀνομαζόμενον Εὐαγγέλιον, λαβὼν ἀνάγνωθι, καὶ εὑρήσεις εὐθὺς ἐν προοιμίοις τὴν ἀτοπίαν. Αὐτὴν γὰρ τὴν κατάγουσαν ἐπὶ Χριστὸν ἁπὸ Δαβὶδ καὶ Ἀβραὰμ γενεαλογίαν ἀπέτεμον· καὶ μικρὸν ὕστερον προϊὼν ἄλλην ὄψει κακόνοιαν.
Ἀμείψαντες γὰρ τὴν τοῦ Κυρίου φωνήν, «Οὐκ ἦλθον, λέγοντος, καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας,» ἐποίησαν· Δοκεῖτε, ὅτι ἦλθον πληρῶσαι τὸν νόμον ἢ τοὺς προφήτας; Ἦλθον καταλῦσαι, ἀλλ’ οὐ πληρῶσαι. Ἐκ τούτων δὲ εἴσῃ, ὅπως ἔχθραν ταῖς δυσὶ Διαθήκαις κατασκευάζουσι, ξένον εἶναι τοῦ νόμου τὸν Χριστὸν σχεδιάσαντες.
ΤΟΒʹ. ΙΩΣΗΦ. Καλῶς μὲν ἤρξω [τὸ] ἀνδρίζεσθαι, ἀλλ’ οὐχὶ καὶ νῦν, ὡς μανθάνομεν. Ἀλλ’ ὅμοιος εἷ τοῖς σπαρεῖσιν ἐπὶ τῆς πέτρας, εὐθὺς μὲν ἐξανατείλασιν, ἐν δὲ καιρῷ καρπῶν ἀτονήσασι. Χρὴ δὲ τὸν τοῦ ἀγῶνος τῶν μοναχῶν ἐφιέμενον, ὡς πύργου οἰκοδομῇ τῇ τοῦτον προσελθεῖν ὑποταγῇ, μήποτε φιλοτίμως ἀρξάμενος, καὶ πρὸς ὁμοίαν εὐοδίαν μὴ ἐκτεινόμενος, δαίμοσι μὲν καταγέλαστος, ἀγγέλοις δὲ λύπης αἴτιος, ἀνθρώποις δὲ δακρύων πρόφασις γένηται.
ΤΟΓʹ. ΠΑΛΛΑΔΙῼ ΥΠΟΔΙΑΚΟΝῼ. Περὶ τοῦ πάντα πειρασμὸν φέρειν γενναίως. Εἰ πύλαι ᾄδου τῆς ἀμωμήτου καὶ ὀρθῆς οὐ κατισχύουσι πίστεως, αἵπερ εἰσὶ τὰ πεπυρωμένα τοῦ Πονηροῦ ἄπαντα βέλη, καὶ κίνδυνος, καὶ γυμνότης, καὶ θάνατος, Χριστοῦ ἡμᾶς χωρίζειν οὐ δύναται· τοῦ χάριν μικρὰς προσβολὰς διὰ Χριστόν σοι γινομένας, δυσανασχετεῖς ὑπομένειν, θαυμάσιε; Ἵστασο τοίνυν ἑδραῖος, καὶ τὰ μὲν ἐπελθόντα σβεσθήσεται πειρατήρια, τὰ δὲ μελετώμενα πρὸ πείρας οἰχήσεται.
Τὸ γὰρ τῆς γνώμης ἀκλινές, ἀπράκτους δείξει τὰς μηχανάς.
ΤΟΔʹ. ΩΡΙΩΝΙ. Περὶ καινοδοξίας [f. κενοδοξίας]. Ἦ κόλαξ κομπαγωγία, ἡ ξηρὰ καὶ ἄψυχος ἔπαρσις, ἡ κενὴ καὶ ἐπίγειος δόξα, ἀρθήτω ἀφ’ ἡμῶν. Ὁ γὰρ τῶν ἀρετῶν καὶ δοτὴρ καὶ ταμίας ὑπογραμμὸν ἡμῖν καταλιμπάνων, φησί· «Δόξαν παρ’ ἀνθρώπων οὐ ζητῶ.» Θεοῦ γάρ ἐστι δόσις ἡ δόξα· εἰ καὶ οἱ ποιηταὶ τῶν ὀνομάτων τῇ ἐνταῦθα σκιᾷ τὴν κλῆσιν ἐκείνην ἐπέθηκαν.
ΤΟΕʹ. ΚΥΡῼ. Περὶ πενίας. Εἰ λυπεῖ ἡ πενία, ἐξουδένωται ἡ θεῖα νομοθεσία, «Μακάριοι, φάσκουσα, οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.» Εἰ τοίνυν ταύτης οὐκ ἀντεχόμεθα, εὔδηλον, ὡς κἀκείνης οὐκ ἐφιέμεθα· εἰ δὲ ἐκείνην εὐχαρίστως δεχόμεθα, καὶ ταύτης εἴκωμεν τοῖς προστάγμασι.
ΤΟϛʹ. Τῼ ΑΥΤῼ Περὶ πενίας. Ἡ τοῦ ἄρτου ἔνδεια οὐκ ἔστι λιμός, καὶ ἐσθημάτων ἀπορία, οὐ γυμνότης. Ὁ γὰρ τριχοφόρος Βαπτιστής, καὶ ὁ τοῦ πλουσίου θυρωρός, ὁ πείνῃ καὶ γυμνώσει τακείς, εἰς τὴν ἄληκτον καὶ ἀπέραντον ἀναστρέφονται καὶ θάλπονται βασιλείαν. Ὁ δὲ πλουτῶν ἐν εὐφροσύνῃ βρωμάτων, καὶ ἐνδύματι βύσσου, γέενναν ἔχει, καὶ τὸ ταύτης πῦρ περιβόλαιον.
ΤΟΖʹ. ΟΛΥΜΠΙῼ ΚΟΜΗΤΙ. Εἰς τὴν γέννησιν τοῦ Χριστοῦ. Τῷ ὑπερφυεῖ καὶ ἀνεκλαλήτῳ τόκῳ πάντα ὑπερφυῆ ἠκολούθησαν, ἡ τοῦ ἀγγέλου διακονία, ἡ Ἰωάννου πρὸ τῆς γεννήσεως λειτουργία, τὸ ἄσπορον τῆς συλλήψεως, τὸ ἄφθορον τῆς κυήσεως. Τούτων ὁμοίαν καὶ τὴν τοῦ ἀστέρος ἔσχηκεν ὑπουργίαν πρὸς τὴν τῶν μάγων ὁδηγίαν, οὐ τῇ συνήθει χρησαμένου πορείᾳ, ἀλλὰ παράδοξον καινοτομήσαντος δρόμον, δι’ οὖ καὶ τοὺς σοφοὺς τῶν τοιούτων ἐπιστήμονας ἐξέπληξε μάγους, πρὸς μακρὰν πείσας στείλασθαι ὁδοιπορίαν.
ΤΟΗʹ. Τῼ ΑΥΤῼ. Περὶ τοῦ ὁδηγήσαντος ἀστέρος τοὺς μάγους. Τὸ ἐν τῇ θείᾳ πτυκτῇ περὶ τοῦ ἀστέρος φερόμενον, «Ἐλθὼν ἕστη ἐπάνω οὗ ἦν τὸ παιδίον,» ἐμφανέστερον ὑποδείξει σοι, οὐ τὴν συνήθη τῶν ἄστρων πορείαν ποιησάμενον τὸν εὐαγγελιστὴν τοῦ θείου τόκου ἀστέρα (οὐδὲ γὰρ ἡ τοῦ ὕψους διάστασις, εὐχερῆ ἐποίει τοῦ ζητουμένου τὴν εὕρεσιν), ἀλλ’ ἑτέραν τινὰ καινοτέραν ἐκείνης, ὡς δακτύλῳ τῷ ἐξηλλαγμένῳ δρόμῳ μηνύουσαν, τό τε ἅγιον ἄντρον, καὶ τὴν ἐν αὐτῷ Κυριοφόρον καὶ σεβάσμιον φάτνην.
ΤΟΘʹ. ΜΑΡΩΝΙ. Εἰ μὲν τῆς θείας τυγχάνεις ἀγέλης, ἡ θεία Γραφὴ παιδευέτω σε, μὴ ἄκριτα εἶναι τὰ ἐνταῦθα πραττόμενα, ἀλλ’ εἰς ἡμέραν φρικτὴν ἐξετάσεως φυλαττόμενα. Εἰ δὲ τῆς Ἰουδαίων μερίδος, Ἡσαΐας ὁ μεγαλοφρονέστατος διδαξάτω σε, ὅτι ἤξει Κύριος ὡς πῦρ, καὶ ὡς καταιγὶς τὰ ἄρματα αὐτοῦ, ἀποδοῦναι ἐκδίκησιν ἐν θυμῷ, καὶ ἀποσκορακισμὸν ἐν φλογὶ πυρός. Εἰ δὲ Ἑλληνικῆς [τινος] συμμορίας ἢ θρησκείας ὑπάρχεις ἐραστής, καὶ τῇ προσπαθείᾳ τὴν ἀληθῆ περιφρονεῖς ἐπαγγελίαν, Πλάτων σε καὶ οἱ ἐκείνου Κωκυτοὶ καὶ Πυριφλεγέθοντες καὶ τὰ ῥόθια τῶν πυριπνόων ποταμῶν σωφρονιζέτωσαν κύματα.
ΤΠʹ. ΚΛΕΟΒΟΥΛῼ ΚΟΜΗΤΙ. Εἰς τό, «Ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος.» Ἡ τῶν ἁμαρτημάτων ἐπίτασις ἀναγκάζει ὥσπερ τὴν θείαν καὶ ἀπαθῆ φύσιν ἐκ τῆς κατὰ φύσιν ἀγαθότητος, εἰς τὴν παρὰ φύσιν χωρεῖν ὀργήν, εὐφρονέστατε, αὐτῇ μὲν ἀβούλητον, ἡμῖν δὲ κἂν οὕτως συμφέρουσαν. Τοῦτο καὶ Ἰουδαίοις λέγει ὁ Κύριος· «Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν ὑμᾶς, καὶ οὐκ ἠθελήσατε! Ἰδού, ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος.» Ἐπειδὴ γάρ, φησίν, οὐ δέχεσθε τὴν φιλανθρωπίαν, ἐπιγνώσεσθε τὴν ἐξουσίαν διὰ τῆς τιμωρίας.
ΤΠΑʹ. ΜΑΡΤΙΝΙΑΝῼ. Κάλλιστον μὲν τὸ μὴ ἁμαρτεῖν, καὶ πρὸς Θεὸν ἔχον ἐγγύτητα· καλὸν δὲ καὶ τὸν ἁμαρτόντα γνωσιμαχῆσαι, καὶ ταχέως ἐξαναστῆναι τοῦ πτώματος. Ἐπειδὴ τοίνυν τοῦ προτέρου, ὡς ἀδυνάτου πάντως διήμαρτες, τοῦ δευτέρου, ὡς δυνατοῦ καὶ ῥᾳδίου ἐπιμελήθητι, μήποτέ σε ἡ τύραννος αἰχμαλωτεύσῃ ἀπόγνωσις.
ΤΠΒʹ. Τῼ ΑΥΤῼ ΚΑΙ ΖΩΣΙΜῼ. Εἰ μὲν ἐνεποίουν ὑμῖν ἁμαρτήματα ὁ κωλύων τὰ πολλὰ ἁμαρτήματα, [ὦ] ἀτίθασσοι καὶ ἀνάλγητοι, εἰκότως τὰς πρὸς ὑμᾶς μου διαλέξεις ἀπεστρέφεσθε, συγγενῆ μᾶλλον τὴν τῶν χρηστῶν ἐπιθυμίαν ἔχοντες, ἐξ οὗπερ ἴδιόν τι Θεὸς ἡμῖν ἐνεφύσησεν.
Εἰ δὲ ἔλεγχός εἰσι τῶν οὐ καλῶν ὑμῶν πράξεων, ὡς ἔσοπτρον αἰσχρῷ, καὶ ἰατρὸς ἀσθενοῦντι εὑρίσκομαι. Ὁ μὲν γάρ, ὅτι τῆς κακίστης αὐτὸν ὑπομιμνήσκει μορφῆς, φεύγει τὸ ἔσοπτρον· ὁ δέ, ὅτι τέμνει ἢ καίει τὸ πάθος, τὸν ἰατρὸν οὐκ ἀσμενίζει. Ἢ τοίνυν ἀλλάξατε τὴν δυσμορφίαν, καὶ ἀνακαλέσασθε τὴν ὑγίειαν, ἢ μέχρι παντὸς ὑμῖν ἔσοπτρον καὶ ἰατρὸς ἔσομαι.
ΤΠΓʹ. ΦΙΛΑΓΡΙῼ. Περὶ γαστριμαργίας. Ἡ περιττὴ μετάληψις, οὐ βρῶσις, ἀλλὰ κόρος καὶ ἔστι καὶ καλεῖται. Κόρος δέ, ὕβρεως πατήρ· ὕβρις δέ, παθῶν, ὡς ἐν ἐρήμῳ πάλαι γεγενῆσθαι ἱστόρηται. Ἐχορτάσθησαν γάρ, φησί, καὶ ἀνέστησαν παίζειν.
Ἵνα τοίνυν μὴ παίξωμεν ἀκρασίαν, δι’ ἧς καὶ Θεοῦ κινδυνεύεται λήθη, τὸν αἴτιον τούτων χαλινώσωμεν κόρον, βρώσει ἀναγκαίᾳ καὶ ἐμμέτρῳ προσέχοντες, δι’ ἧς καὶ ἡ δύναμις προσέσται τῷ ὀνόματι, καὶ ἰσχὺν οὐχ ἔξει τῆς γαστριμάργου μέθης ὁ πόλεμος.
ΤΠΔʹ. Τῼ ΑΥΤῼ. Γαστριμαργία κέκληται, ὦ φιλότης, ἡ περιττότης. Γαστριμαργία δέ ἐστιν, ἡ περὶ γαστέρα μανία. Ἐπεὶ μάργος ὁ μεμηνώς. Τοῦ χάριν [οὖν] τὴν ἔμμετρον καὶ εὐχάριστον τῶν τοῦ Θεοῦ δωρεῶν ἀφιέντες μετάληψιν, τὸ μεμηνέναι περὶ τὰ πέμματα καὶ τὰς ὀψαρτυτικὰς ματαιοτεχνίας σπουδάζομεν, οὐκ εἰς τροφὴν συντελούσας, ἀλλ’ εἰς πάθη ἐκβακχευούσας;
ΤΠΕʹ. ΛΥΣΙΜΑΧῼ. Ἀσθενοῦντι στομάχῳ ὀλίγον ἐπιδίδοσθαι οἶνον, ὁ σοφὸς ἐδίδαξε Παῦλος, μὴ δι’ ὑπερβολὴν ἑτέρας δεηθείη ἡ ἀμετρία ὑδροποσίας· τῷ δὲ ὑγιαίνοντι καὶ ζέοντι ἡλικίᾳ, καὶ ταῦτα μοναχῷ, οὔ μοι δοκεῖ καλῶς ἔχειν, ἐγχεῖν οἶνον, τῶν ὑγρῶν τὸ θερμότατον, οἷον πυρὶ ἐπικαίοντας πῦρ. Ἐξ οὖ ὁρμαί τε ἄγριαι καὶ ἐπιθυμίαι φλεγμαίνουσαι ἀνακαίονται· καὶ προπέτεια ἀναζέουσα, δυσηνίους ἀποτελεῖ τοὺς ἀθλητὰς τῆς πραότητος.
ΤΠϛʹ. ΣΧΟΛΑΣΤΙΚῼ. Περὶ προσευχῆς. Προσευχὴ οὐ ῥήμασι ψιλοῖς, ἀλλὰ πράγμασι μᾶλλον χρηστοῖς κατευθύνεται. Ὅρα γὰρ τὸν θειότατον Δαβὶδ κατὰ τὴν ἑαυτοῦ ἀκακίαν ζητοῦντα κριθῆναι, καὶ τὸν εὐσεβέστατον Ἐζεκίαν, τὴν οἰκείαν εὐλάβειαν προσάγοντα ἱκέτιν, καὶ τὰς χήρας τὰς ἐν Ἰόππῃ τοῖς τῆς τεθνεώσης κατορθώμασι πρεσβευταῖς κεχρημένας. Εἰ οὔτως τὴν δέησίν σου πληρώσειας, εὐθυπορήσει πρὸς Θεόν, καὶ ἐξοίσει ὡς φῶς τὴν δικαιοσύνην σου, καὶ τὸ κρῖμά σου ὡς μεσημβρίαν.
ΤΠΖʹ. Τῼ ΑΥΤῼ. Εἰ καὶ τρανοτέρας ἔφης δεῖσθαι σαφηνείας, λευκότερον αὖθις λελέξεται. Ζητεῖς γενέσθαι σοι τὸν Θεὸν βοηθόν; ὅρα εἰ χρῄζοντι δυνηθεὶς ἐβοήθησας. Αἰτεῖς πλοῦτον προστεθῆναί σοι παρ’ αὐτοῦ; βλέπε εἰ τὸν ὄντα χρηστῶς ᾠκονόμησας. Θέλεις φαίνεσθαί σοι τὸν κριτὴν εὐμενῆ; ἀμνησίκακος ἔσο ἐχθροῖς.
Βούλει φιλανθρωπίας τυχεῖν; συγχώρει τοῖς ὑπευθύνοις αὐτός. Καλὸν γὰρ ἀμοιβῇ σώζεσθαι καὶ ὀφλήματι, ἀλλὰ μὴ ἑκάστοτε χάριτι· ὅπερ ἐστὶν ἀγνώμονος.
ΤΠΗʹ. ΚΑΠΙΤΩΛΙΝῼ. Εἰ καὶ νέον Δωὴκ ὁ παμφόρος χρόνος ἐξέβρασεν· ἀλλὰ σὲ Σαοὺλ γενέσθαι ἱεροκτόνον οὐκ εὔχομαι. Ἱερεὺς γὰρ ἀκατηγόρητον τὴν πρὸς πάντας ἰσότητα ὀφείλει κεκτῆσθαι, οἷα Θεοῦ λειτουργός, τοῦ πᾶσιν ὄντος ἀγαθοῦ. Παῦσαι τοίνυν φλεγμαίνων κατὰ τοῦ γέροντος δύο λαμπρὰ κατορθώσαντος, καὶ σὲ ἀνομῆσαι κωλύσαντος, καὶ ἄνθρωπον κινδυνεύοντα σώσαντος.
ΤΠΘʹ. ΘΗΡΑΣΙῼ. Περὶ ἱερέων. Ἡδέως ἄν σε ἠρόμην τὸν φιλοσκώμμονα, καὶ πικρὸν ἡμῶν δικαστήν, εἴ σε βασιλεὺς πρὸς ἔπαλξιν ἔθετο, καὶ πύργου πόλεως φύλακα, ὑπωρύσσετο δὲ οὗτος καὶ ἐτινάσσετο, ὥστε βάσιμον ποιῆσαι τὴν πόλιν ἐχθροῖς αὐτοῦ, οὐκ ἂν πᾶσιν ἐχρήσω ἀμυντηρίοις οἷς τε εἶχες ἀποκειμένοις, οἷς τε ἐφευρίσκειν ἠπόρεις, εἴργων καὶ βάλλων, καὶ τὴν ἐγχείρησιν· τρέπων, τῇ τε πόλει καὶ σαυτῷ ποιῶν τὸ ἀκίνδυνον, καὶ βασιλεῖ τηρῶν τὸ εὐάρεστον; Ἡμῖν δὲ νεμεσᾷς, οὒς Θεὸς τῆς αὐτῆς Ἐκκλησίας προὐστήσατο διδασκάλους, ὅτι Ἀρείῳ μαχόμεθα, μὴ μόνον πολεμοῦντι τῇ ποίμνῃ τῆς εὐσεβείας, ἀλλ’ ἤδη καὶ πολλοὺς ἀνῃρηκότι. Ἐμοὶ μὲν οὖν ἅπας καταπεφρόνηται κίνδυνος ὑπὲρ τούτου, καὶ πάντα μᾶλλον πράττων παυσαίμην, ἢ ἐκεῖνον, ὅση δύναμις, παίων.
Τϟʹ. ΚΥΝΤΙΝΙΑΝῼ. Ἀκοαί με σκληραὶ ἐξετάραξαν, ἀπευκτά τινα ἀπαγγείλασαι. Φασί σέ τινες οὕτω μεμηνέναι, καὶ τῆς φρενὸς ἐκτετράφθαι, ὥστε βούλεσθαι, τὸ παιδίον ἐκεῖνο τὸ πάσης παιδείας γενόμενον παρὰ Θεοῦ δεκτικόν, εἰς ὅπλα ἀγαγεῖν, καὶ στρατείαν εὔωνον καὶ κατάπτυστον, καὶ θανάτου τυγχάνουσαν παίγνιον. Εἰ τοίνυν μὴ πάντη τῶν λογισμῶν ζημίαν ὑπέμεινας, ἀπόστηθι τῆς ἀκρίτου βουλῆς· μὴ σβέσῃς λύχνον, καλῶς ἀναφθῆναι σπουδάζοντα· ἀλλὰ τοῖς λόγοις [τῷ λογικῷ] προσκαρτερεῖν παραχώρησον.
Ἐκείνην δὲ τὴν ἀξίαν, ἢ μᾶλλον τιμωρίαν, ἄλλοις τισὶν ἀγύρταις προξένει, οἷς ἡ κοινὴ συνήρμοσται ἀλογία.
ΤϟΑʹ. ΔΟΜΕΣΤΙῼ ΙΑΤΡῼ. Τέχνην ἐπαγέλλῃ φιλόσοφον, γνώμην δὲ μετέρχῃ κακόσχολον, μικρὰ θεραπεύων τραυμάτια, μεγάλα δὲ νοσῶν ἐξελκώματα. Εἰ τοίνυν ἰατρὸς βούλει φανῆναι τῷ πράγματι, σαυτοῦ τὸν τρόπον θεράπευσον.
Ψυχρὸν γὰρ καὶ γελοῖον καὶ ἄχαρι, ἄλλους πειρᾶσθαι ἰᾶσθαι, ἑαυτὸν δὲ παρορᾷν ἀσθενοῦντα.
ΤϟΒʹ. ΔΟΣΙΘΕῼ ΑΡΧΙΜΑΝΔΡΙΤῌ. Περὶ μοναχῶν διακόνων. Αἱ τῶν βρωμάτων διακονίαι πολλοῖς ὑπῆρξαν αἴτιαι γαστριμαργίας. Οὐ πάντες γὰρ νηφόντως προσέρχονται τῷ ἀγῶνι. Τὸν ἀδελφὸν οὖν Ἀμβρόσιον ἀπόστησον τῆς τῶν ξένων ὑπηρεσίας, μὴ ξενώσῃς αὐτὸν σαυτοῦ δι’ ἐκείνης.
ΤϟΓʹ. ΚΥΡΙΛΛῼ. Ἡ τοῦ πρώτου θαύματος ποίησις, ἁπλῆ τῷ Κυρίῳ οὐ γέγονεν. Εἰ γὰρ καὶ τῷ γάμῳ τὴν χρείαν παρέσχετο, ἀλλὰ καὶ τῷ νόμῳ τὸ λεῖπον ἐπλήρωσεν. Ἐπειδὴ γὰρ ἐκεῖνος ἐν ὕδασι μόνον ἐβάπτιζεν, αὐτὸς τῷ οἰκείῳ αἵματι ἐτελείωσε, κιρνῶν ἐν ἑαυτῷ τὰ ἀμφότερα, καὶ ἑνῶν τὸν νόμον τῇ χάριτι.
ΤϟΔʹ. ΕΚΔΙΚΙῼ. Οἱ βόες μὴ κημούμενοι, προθυμότερον τὸν ἄμητον κατεργάζονται· τῶν δὲ πόνων μετέχειν κωλυόμενοι, ἀργοῦσι καὶ ἀποτρέπονται. Καὶ διδάσκαλοι ἀπειθείᾳ μὴ ὑβριζόμενοι, περιχαρῶς τῶν κόπων ἀνέχονται, καρπὸν δὲ τῶν πονηθέντων μὴ βλέποντες, ὀκνοῦσι διδάσκειν ἀνόνητα. Εἰ τοίνυν βούλει μαθεῖν ἂ νῦν πάλιν ἠρώτησας, δεῖξον ἔργῳ ἂ πρότερον ἔμαθες. Εἰ δὲ φαίνῃ ἐκεῖνα μὴ ἐπιστάμενος, εἰς τί κέρδος καὶ ταῦτά σοι σαφηνίσομεν;
ΤϟΕʹ. ΑΥΣΟΝΙῼ ΚΟΡΡΙΚΤΩΡΙ. Χαλκῇ μὲν εἰκόνι βασιλεύς σε ἠμείψατο, χρυσῷ στιλβώσας τὸ γέρας πρὸς ἔκλαμψιν. Οὐδὲν γὰρ τούτου λαμπρότερον εἶδε τῶν ἀγαθῶν σοι πόνων φιλοτιμήσασθαι ἔπαθλον. Ὅσα δὲ τὴν ἐνταῦθα φθορὰν ὑπερβέβηκε, Χριστὸς ἐκεῖθεν φυλάττει σοι, ἀκήρατον ζωήν, ἀπέραντον τρυφήν, καὶ δόξαν ἀΐδιον, οἷς οὐκ ἔστιν ἀλλοίωσις.
Τϟϛʹ. ΘΕΟΔΩΡῼ ΣΧΟΛΑΣΤΙΚῼ. Τὸν Ἀβραμιαῖον Ἀβράμιον ἐγώ σοι τοῦτον συνίστημι ἀπ’ ἐμαυτοῦ, εἰ καὶ κρείττονα. Φέρει δὲ ὁ ἀνὴρ ὑβριζόμενος δι’ ἀγάπην ἐμοὶ συγκρινόμενος. Ἔχε τοῦτον τιμῶν. Ἔχει γὰρ τέχνην ἐκ Θεοῦ, καὶ πῦρ νεότητος μαραίνειν εἰδυῖαν, καὶ παίδευσιν ζῶσαν τῇ νεκρᾷ ἐπεισαγαγεῖν.
ΤϟΖʹ. ΖΑΚΧΑΙῼ. Εἰ θαύματα ἦν τὰ θρυλλούμενα, καὶ τῇ εἰς Θεὸν ἐλπίδι κατώρθωντο, ἔμενεν ἂν μέχρι παντὸς μὴ τρεπόμενα. Εἰ δὲ φάσματα μαγγανείαις γενόμενα, μήτε στηκέτω, μήτε δυνάσθω. Πάντα γὰρ τὰ ἐξ ἀνθρωπίνων καινουργούμενα, ταχινὴν ἔχει κατάλυσιν, ὅτε τῇ θείᾳ χάριτι μὴ φυλάττεται.
ΤϟΗʹ. Τῼ ΑΥΤῼ. Καινοῖς τινες λόγοις τοὺς ἀνθρώπους ἠπάτησαν, τὸν ἐκ Τυάνων εἰσαγαγόντες Ἀπολλώνιον, πολλαχόσε πολλὰ τελεσάμενον, ἐπ’ ἀσφαλείᾳ, φησί, τῆς οἰκήσεως. Ἀλλ’ οὐδὲν ἔχουσι δεῖξαι παρ’ ἐκείνου γενόμενον. Οἱ γὰρ καὶ λόγους ψιλοὺς τοῦ ἀνδρὸς ἀναγράψαντες, καὶ πάντα τὰ κατ’ αὐτὸν ἀκριβώσαντες, οὐκ ἂν τὰς θρυλλουμένας παρέλιπον πράξεις. Ἔχεις δὲ τὸν Φιλόστρατον ἀκριβῶς τὰ ἐκείνου ἐκθέμενον.
Καὶ μάνθανε ὡς σαφῆ συκοφαντίαν μαγγανειῶν, ἐχθροὶ τοῦ ἀνδρός, ὡς εἰκός, κατεσκεύασαν.
ΤϟΘʹ. ΚΑΝΔΙΔῼ. Ὅτι τῶν πολλῶν βιβλίων ἡ κτῆσις τοῖς μὲν κεχρημένοις ὠφέλιμος· τοῖς δὲ μόνῃ τῇ τούτων κτήσει πλουτεῖν οἰομένοις, ἐσχάτης τιμωρίας γίνεται πρόξενος. Σῖτόν τις γεωργήσας κατέκλεισε, καὶ μὴ δοὺς τοῖς πολίταις δεομένοις, ἀπώλετο, λίθοις βληθείς, καὶ πυρὶ τεφρωθείς· εἰ ἐκεῖνος οἰκεῖα συγκλείσας γεώργια, ὡς κοινὰ συνέχων ἠφάνιστο· σὺ μηδὲν [μὲν] ἴδιον λογικὸν κεκτημένος, πολλῶν δὲ σοφῶν βίβλους ἐωνημένος, οὔτε μετέχων τῆς ὠφελείας, οὔτε παρέχων τοῖς [ταύτης] ἐρῶσι, τί οὐ πείσῃ κἀνταῦθα κατηγορούμενος, καὶ παρὰ Θεοῦ τιμωρούμενος, ὡς θησαυρὸν ἀνωφελῆ καὶ ἀχρεῖον κτησάμενος;
Υʹ. ΠΑΛΛΑΔΙῼ ΔΙΑΚΟΝῼ. Εἰς τό, «ᾘχμαλώτευσας αἰχμαλωσίαν.» Τό, «ᾘχμαλώτευσεν αἰχμαλωσίαν,» τοιοῦτον εἶναί μοι δοκῶ· Οὒς ἀπάτῃ ὁ ἐχθρὸς ᾐχμαλώτευσε, τούτους ὁ Χριστὸς ἐκ τῆς αὐτοῦ τυραννίδος ἀντῃχμαλώτευσε.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.