Ἔργον
Ἰσίδωρος ὁ Πηλουσιώτης – Ἐπιστολαὶ περὶ τῆς ἑρμηνείας τῆς θείας γραφῆς
Βιβλίο Α΄, Επιστολές 401-450
Επιστολές κατά των Πνευματομάχων, παραινέσεις περί της εναρέτου ζωής των λειτουργών και σχολιασμός της θείας οικονομίας.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Βιβλίο Α΄, Επιστολές 401-450
Επιστολές κατά των Πνευματομάχων, παραινέσεις περί της εναρέτου ζωής των λειτουργών και σχολιασμός της θείας οικονομίας.
ΥΑʹ. ΒΕΝΙΑΜΙΝ ΕΒΡΑΙῼ. Καινὴν καὶ ξένην τὴν τῆς Ἐκκλησίας ἔφης προσφορὰν ἐπινενοῆσθαι, ἐπειδὴ ἄρτος τὸν ἁγιασμὸν ἐνεπιστεύθη, τοῦ νόμου αἵμασι τὰς θυσίας ὁρίζοντος. Πῶς δὲ οὐ συνορᾷς ὁ ἐπὶ νόμῳ αὐχῶν, καὶ τὸν νόμον ἀγνοῶν, ὅτι τὰ αἵματα καὶ τὰς κνίσσας ἐν τῇ αὐλῇ καὶ τοῖς προσκηνίοις τοῦ ἁγιάσματος ὁ νόμος ἐκέλευσε γίνεσθαι; τοὺς ἄρτους δὲ ἡ ἕσω ἐδέχετο τράπεζα, ἡ τῷ παλαιῷ ἀθέατος λαῷ, ὧν εἶς ὑπάρχει αὐτός, ὁ τὴν ἐν τῷ νόμῳ κρυπτομένην, καὶ νῦν δεδηλωμένην ἀλήθειαν μὴ γνούς.
ΥΒʹ. ΘΑΥΜΑΣΙῼ. Ὅτι ἀμήχανον ἐν μέσῳ θορύβων ἀρετὴν κατορθῶσαι. Ἐμοὶ τὴν μετρίαν εἴδησιν ἡ καταμόνας προσέθηκεν ἀναχώρησις. Ὁ γὰρ ἐν μέσῳ θορύβων στρεφόμενος, καὶ γνῶναι τὰ οὐράνια βουλόμενος, λέληθεν, ὅτι τὸ ἐν ἀκάνθαις σπειρόμενον, ὑπ’ ἐκείνων συμπνίγεται· καὶ ὁ μὴ σχολάσας, Θεὸν γνῶναι οὐ δύναται.
ΥΓʹ. ΙΣΙΔΩΡῼ ΔΙΑΚΟΝῼ. Καὶ ζωγράφοι καὶ ὑφάνται, οἱ τοὺς σηρῶν ὑμένας ἐξεργαζόμενοι, πολλοῖς χρώμασί τε καὶ νήμασι τὰς ἑαυτῶν τεχνουργίας ποικίλλουσιν, εἰς τελείας εἰκόνος ἢ ἐσθῆτος ἐκπλήρωσιν. Καὶ ἡ κατὰ Θεὸν προκοπὴ οὐκ ἔστι μονοειδής. Πασῶν γὰρ δεῖται τῶν ἀρετῶν εἰς τελείωσιν. Οὐδὲν οὖν νηστεία βρωμάτων ὀνίνησι τοὺς μὴ πάσαις νηστεύοντας αἰσθήσεσιν.
Ὁ γὰρ ἀγωνιζόμενος, πάντα ἐγκρατεύεται.
ΥΔʹ. ΘΕΟΔΟΣΙῼ ΔΙΑΚΟΝῼ. Περὶ τῆς τοῦ Κυρίου ἀναστάσεως. Ὥσπερ παρθενευούσης τῆς φύσεως ὁ τόκος τοῦ Κυρίου γεγένηται, καὶ ἡ πρόοδος τῆς σαρκώσεως τῇ ἁγνείᾳ μείωσιν οὐκ ἐποίησεν· οὕτως ἐσφραγισμένου τοῦ μνήματος, ἡ ἀνάστασις γέγονε· Θεοῦ γὰρ ἐνανθρωπήσαντος τὰ ἀμφότερα.
ΥΕʹ. Τῼ ΑΥΤῼ. Περὶ [τοῦ] αὐτοῦ. Οὐκ ἔστι φυσικὰς ἀποδείξεις τῶν ὑπὲρ φύσιν ζητεῖν. Εἰ γὰρ καὶ σὰρξ ἀληθὴς ὁ Λόγος γεγένηται, ἀλλ’ οὐ ψιλὸς ἄνθρωπος ὁ Χριστός· ἐνανθρωπήσας δὲ μᾶλλον Θεός, ἐν ἑκατέραις ταῖς φύσεσιν εἷς ὑπάρχει Υἱὸς [τοῦ] Θεοῦ.
Υϛʹ. Τῼ ΑΥΤῼ. Περὶ [τοῦ] αὐτοῦ. Τὸν λίθον τοῦ μνήματος μετὰ τὴν ἀνάστασιν τοῦ Κυρίου ὁ ἄγγελος ἀπεκύλισε. Καὶ μὴ μετ’ ἐκεῖνο νόμιζε γεγενῆσθαι τὴν ἀνάστασιν. Εἰ δὲ λέγεις· Τίς οὖν ἡ χρεία τῆς τοῦ ἀγγέλου παρουσίας; φαίην ἐγώ, ὅτι ἔπειθε τοὺς ζητοῦντας ἐγηγέρθαι, ἀλλ’ οὐ κεκλέφθαι τὸν Κύριον, ἄγγελος τοῦτο πιστούμενος, καὶ πρὸς τοῦτο διακονούμενος. Θεῷ γὰρ μόνῳ λειτουργοῦσιν οἱ ἄγγελοι.
ΥΖʹ. ΠΑΛΛΑΔΙῼ ΔΙΑΚΟΝῼ. Ὅτι οὐ πρὸς τὸν νόμον ὑποστρέφων ὁ Παῦλος, ἀλλ’ οἰκονομικῶς τὰ τοῦ νόμου πεποίηκεν. Ὁ θέλων ὑπὲρ Ἰσραηλιτῶν γενέσθαι ἀνάθεμα, καὶ τῆς Χριστοῦ βασιλείας δι’ ἐκείνους ἀλλότριος, τί οὐκ ἂν καὶ ὑπέστη καὶ ἔδρασεν, ἵνα τύχοιεν σωτηρίας ἐκεῖνοι; Οὔτε οὖν περιτέμνων Τιμόθεον, οὔτε ἐν ἀζύμοις κειρόμενος, οὔτε δι’ αὐτοὺς λέγων περικεῖσθαι τὴν ἅλυσιν, πρὸς τὸν νόμον ὑπέστρεφεν· ἀλλ’ ὃν ἀφῆκεν ὡς τέλειος νηπίοις μᾶλλον ἀρμόζοντα, οἰκονομικῶς δι’ ἐκείνους ἐδέχετο, ἵνα γένωνται τέλειοι.
ΥΗʹ. ΑΘΑΝΑΣΙῼ. Περὶ μετανοίας. Καλὴ μὲν καὶ ἐπαινετὴ ἡ μετάνοια, ἀλλ’ ὀλίγοις γίνεται δυνατή. Ὁ τοίνυν Θεὸς ὁ θέλων τὴν ἐν ἐπιστροφῇ ζωὴν ἡμῶν, ἐξάξει ὕδωρ ἐκ τῆς καρδίας σου, δεύτερόν σοι λουτρὸν γενησόμενον, καὶ ἑκούσιον κολυμβήθραν, καθαίρουσάν σου τῶν μολυσμάτων τὴν συνείδησιν, ἵνα ποιήσῃς χαρὰν τοῖς ἀγγέλοις, οὓς ἁμαρτήσας ἐλύπησας.
ΥΘʹ. ΛΕΟΝΤΙῼ ΔΙΑΚΟΝῼ. Τὰ ὑπερφυῆ καὶ θεῖα παιδεύματα διδάσκων ὁ Κύριος τὸν Παῦλον, ἐξ οὐρανοῦ αὐτῷ διαλέγεται, οὐράνιον εἶναι δεικνὺς τὸ μέλλον αὐτῷ ἐγχειρίζεσθαι κήρυγμα.
ΥΙʹ. ΛΕΟΝΤΙῼ ΕΠΙΣΚΟΠῼ. «Μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος.» Μὴ παρόρα τῶν ὑπηκόων τὰ πταίσματα, ἵνα μὴ ὑπ’ ἐκείνων γινόμενα, ὑπὸ δὲ σοῦ συγχωρούμενα, σὰ γένηται μᾶλλον, ὡς δυναμένου μέν, μὴ βουλομένου δὲ ταῦτα ἰάσασθαι.
ΥΙΑʹ. ΚΥΡΗΚΙῼ. Ἔχεις πλοῦτον δικαίως, συνέχεις δὲ τοῦτον ἀδίκως· ποίησον ταυτὸν κοινόν, ἵνα οὕτως γένηται σός, λύτρον σοι καὶ ἐξίλασμα ἐν καιρῷ ἀνάγκης γινόμενος.
ΥΙΒʹ. ΝΙΚΑΝΟΡΙ ΣΧΟΛΑΣΤΙΚῼ. Οἱ λόγοι, τῶν ἠθῶν εἰσιν ἡγεμόνες, ἄγειν πάντα τὰ ἐν ἡμῖν λογικῶς τεταγμένοι. Εἰ δὲ τούτους εἰς ἔριδας ἀσχολοῦμεν καὶ μάχας, κιχρῶντες αὐτοὺς τοῖς οὐκ εἰδόσιν, ἐμμανέστερον γυμνάζειν τὰς ἔχθρας· μεγάλας τῷ Θεῷ Λόγῳ τὰς εὐθύνας ὑφέξομεν, μηδὲ τὴν αὐτοῦ κλῆσιν αἰδεσθέντες, καὶ τιμῆς μεταδόντες τοῖς λόγοις, ἀλλ’ εἰς κρίσεις καὶ μάχας, ὡς ἔοικε, παιδευθέντες.
ΥΙΓʹ. ΣΕΡΗΝῼ ΤΡΙΒΟΥΝῼ. Εἰς τό, «Ὁ καιρὸς συνεσταλμένος ἐστὶ τὸ λοιπόν.» Οὐδὲν τῶν ἀποστολικῶν νόμων ἐστὶν ἀγέραστον, οὐδὲν αὐτῶν ὠφελείας ἐστέρηται, ὡς οἱ κακόφρονες διαβάλλουσι Μανιχαῖοι, οἱ πολλῷ τὸν διάβολον σχετλιασμοῖς ὑπερβάλλοντες. «Ὁ καιρὸς γὰρ συνεσταλμένος ἐστὶ λοιπόν, ἔγραψεν, ἵνα καὶ οἱ ἔχοντες γυναῖκας, ὡς μὴ ἔχοντες ὦσιν,» οὐχὶ τὴν ἔνθεσμον κωλύων συνάφειαν, ἀλλὰ τὴν ἄτακτον ἡδυπάθειαν εἴργων, ἅμα δὲ καὶ τὴν τοῦ χρόνου συμπλήρωσιν σημαίνων. Εἰ σπουδαίως, φησίν, ὁ βίος παράγει, οὐ χρὴ αὐτῷ προσπαθεῖν ὡς ἑστῶτι.
ΥΙΔʹ. ΠΑΛΛΑΔΙῼ ΔΙΑΚΟΝῼ. Εἰς τό, «Τοὺς πόνους τῶν καρπῶν σου φάγεσαι.» «Τοὺς πόνους τῶν καρπῶν σου φάγεσαι.» Ψαλμικόν ἐστι μελῴδημα, παντὶ βίῳ χρήσιμον. Καὶ οἱ σεμνότητος φροντίζοντες, φησί, φάγεσθε τοὺς καρποὺς αὐτῆς, στεφάνοις παρὰ τοῦ Θεοῦ ἀκηράτοις τιμώμενοι· καὶ οἱ ἀκόλαστοι δηλονότι καὶ ἄδικοι, τὰ ἐπίχειρα τῶν κακῶν πράξεων κομιούμενοι.
ΥΙΕʹ. ΤΙΜΟΘΕῼ ΑΝΑΓΝΩΣΤῌ. Εἰς τὸ γεγραμμένον, «Τρία ἐστὶν ἀδύνατά μοι νοῆσαι, καὶ τὸ τέταρτον οὐκ ἐπιγινώσκω,» κ.τ.λ. Οὐκ ἔστιν ἔξω διπλόης ἂ ἐζήτησας, ἀλλὰ καὶ μάλα σοφὴν ὠδίνει διάνοιαν. Ἡ τοῦ Θεοῦ γὰρ γνῶσις ἡ ἄβυσσος τὸν ἐμφρονέστατον Σολομῶντα σοφίσασα, πολλὰς ἀφορμὰς αὐτῷ τῆς θείας ἐνανθρωπήσεως ἐγκατέσπειρεν· εἰ μὲν αὐτῷ ἀγνοηθείσας, οὐκ οἶδα· ἡμῖν δὲ κομιδῇ ἁρμοζούσας, ὧν ἐστι καὶ τὰ τέσσαρα ἅπερ Σολομῶν μὲν ἠπόρησεν, ὡς νοεῖσθαι ἀδύνατα· αὐτὸς δὲ ζητεῖς διδαχθῆναι, ὡς εὔληπτα. Ἀλλ’ οὐκ ἔγωγέ σοι λέξω ἱκανῷ ὄντι εὑρεῖν, εἰ μὴ φεύγοις καμεῖν.
ΥΙϛʹ. Τῼ ΑΥΤῼ. Εἰς τὸ αὐτό. Ἔχεις καὶ σὺ τὸ τάλαντον, καὶ μὴ κρῖνε, τοῖς αὐτοῖς κριθησόμενος. «Τρία ἐστὶν ἀδύνατά μοι νοῆσαι, καὶ τὸ τέταρτον οὐκ ἐπιγινώσκω,» εἶπεν ὁ Σολομῶν. «Ἴχνη ἀετοῦ πετομένου.» Τοῦτο ἡ θεία φύσις τοῦ Υἱοῦ, πάσῃ ἀνθρωπίνῃ διανοίᾳ ἀνέφικτος. «Καὶ τὰ ἴχνη σου, φησίν, οὐ γνωσθήσονται,» τὸ θεῖον Πνεῦμα ἐν Ψαλμοῖς. Εἶδε δὲ αὐτὸν ἀετὸν καὶ Μωσῆς ταῖς πτέρυξιν τὸν λαὸν ἐν ἐρήμῳ σκεπάζοντα. «Καὶ ὁδὸν ὄφεως ἐπὶ πέτρας.» Αἱ σκολιαὶ τοῦ ὄφεως ὁδοί, τοῦ ψιθυρίσαντος ἡμῖν τὴν παράβασιν, αἵπερ εἰσὶν ἁμαρτήματα, ὁδὸν ἐπὶ τῆς πέτρας οὐχ εὕροσαν.
Πέτρα δὲ ὁ Χριστός ἐστιν, ἄτρεπτος μείνας, ὅτε σεσάρκωτο· «Ἀμαρτίαν γὰρ οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ.» —«Τρίβους νηὸς ποντοπορούσης.» Τῆς πάντας σωζούσης θείας οἰκονομίας, τῆς ὁλκάδος δίκην τὴν ἄβυσσον τοῦ θανάτου διοδευσάσης, τὸ μὲν γένος τὸ ἡμέτερον ἀνεκέκλητο, αὐτῆς δὲ τρίβος ἐν ᾅδου νεκρώσεως οὐχ εὑρίσκετο. «Καὶ ὁδοὺς ἀνδρὸς ἐν νεότητι.» Νεότητα οἶδεν ἐνταῦθα τὴν ἐκ νεκρῶν ἐξανάστασιν, τῆς φθορᾶς ἀλλοιουμένης, καὶ τῆς φύσεως εἰς ἀφθαρσίαν νεαζομένης.
Ἐκείνην ζήτει τὴν κατάστασιν. Τίνες, φησίν, ἀναστάντες ἐκ νεκρῶν γενησόμεθα; ἣν ὑποδεικνὺς ἔφη ὁ Κύριος· Οἱ δίκαιοι εἰς ζωὴν αἰώνιον, οἱ δὲ ἁμαρτωλοὶ εἰς κόλασιν αἰώνιον ἥξουσιν.
ΥΙΖʹ. Τῼ ΑΥΤῼ. Τί ἐστιν, «Οὕτως ὁδὸς μοιχαλίδος,» καὶ τὰ ἑξῆς. Καὶ μάλα συνᾴδει τοῖς φθάσασι τὸ λειπόμενον, ὅπερ εἰς πάνυ πυκνὴν ἁρμογήν, αὐτίκα τῷ λόγῳ συμβήσεται. «Οὕτως ὁδὸς γυναικὸς μοιχαλίδος,» ἑξῆς τὰ ἐχόμενα, «ἢ ὅταν πράξῃ ἀπονιψαμένη, οὐδὲν ἄτοπόν φησι πεπραχέναι.» Ὡς ἄδηλα, φησίν, ἐστὶ τὰ προφανθέντα, τὰ μὲν ὡς οὐ γενόμενα, τὰ δὲ Θεῷ μόνον ὁρώμενα· οὕτως ἔσονται τὰ τοῦ νέου λαοῦ ἁμαρτήματα, τῷ λουτρῷ τοῦ βαπτίσματος καθαιρόμενα.
Ὅπερ ἀπόνιψιν καλεῖ παντελῆ τῶν ῥυτίδων, καὶ τῶν στιγμάτων ἐκείνων ἀφανισμόν, ὂν πίστει δεχομένη ἡ τοῦ Χριστοῦ Ἐκκλησία, οὐδὲν ἄτοπον πέπεισται πεπραχέναι, τῶν προτέρων ἀμνηστίαν πορισαμένη τῷ λουτρῷ. Ὅτι δὲ μοιχαλίδα ὁ Κύριος καλεῖ πᾶσαν γνώμην ἄπιστον, καὶ τῶν αὐτοῦ ἐντολῶν ἀντίθετον, πολλαχοῦ τῶν θείων εὑρήσεις χρησμῶν, ὡς τό, «Ἐμοίχευσαν τὸ ξύλον καὶ τὸν λίθον·» καί, «Γενεὰ πονηρὰ καὶ μοιχαλίς, σημεῖον ἐπιζητεῖ.»
ΥΙΗʹ. ΣΥΝΕΣΙῼ. Εἰς τὸ γεγραμμένον ἐν τῷ Ἰωήλ, «Ὁ πρᾶος ἔστω μαχητής.» Τὸν πρᾶον μαχητὴν ἡ Γραφὴ ἀπεργάζεται, ὅτε κατὰ Θεοῦ ἡ ἐγχείρησις γίνεται. Οὕτως Μωϋσέα κατὰ τῶν συμφυλετῶν ἐξανέστησεν· οὕτως τὸν Φινεὲς τοὺς ἀνομοῦντας διακεντήσαντα. Οὕτως τὸν Δαβὶδ τῷ ἀλλοφύλῳ παραταξάμενον. Οὕτω τὸν Πέτρον ζηλώσαντα, καὶ μαχαίρᾳ χρησάμενον, ὅτε ὁ Κύριος τῆς εἰρήνης ὑπὸ Ἰουδαίων ἐπολεμεῖτο.
ΥΙΘʹ. ΕΡΜΟΓΕΝΕΙ ΕΠΙΣΚΟΠῼ. Ἡ ῥάβδος ἡ καλαμίνη, ἡ ἀστήρικτος βάσις, ἡ πολυδόνητος γνώμη, ἡ βακτηρία νομιζομένη, καὶ βέλος εὑρισκομένη. Οὔτε γὰρ ἰσχύει ὑφίστασθαι, ἀλλὰ καὶ πάσῃ αὔρᾳ ῥιπίζεται, καὶ ταῖς κέδροις θρασύνεται παρεκτείνεσθαι. Αἴγυπτος πάλιν Φαραωνίζεται, οὐκέτι μὲν τοῖς παροικοῦσιν υἱοῖς τοῦ Ἰακὼβ πόνους ἐπιτάττουσα πόλεων, ἀλλὰ πάντας τοὺς ἐῤῥωμένους, φόρους ἀπαιτοῦσα αἱρέσεων. Βλέπετε μή τις ὑμᾶς πλανήσῃ, ἀλλ’ ὡς στερεὸς θεμέλιος στήκετε. Ὁ Θεὸς γὰρ ἐνανθρωπήσας οὐ τέτραπται, οὔτε συγκέχυται, οὔτε διῄρηται. Ἀλλ’ εἷς ἐστιν ἄναρχος καὶ ἀΐδιος Υἱός, καὶ πρὸ σαρκώσεως, καὶ μετὰ σάρκωσιν, οὕτω παρ’ ἡμῶν προσκυνούμενος.
ΥΚʹ. ΚΥΡΗΚΙῼ. Οὐ [σὲ] μόνον τὰ περὶ πλούτου ἐλεγκτικῶς γραφέντα ἐλύπησεν, ἀλλὰ καὶ ἄλλον πρὸ σοῦ, παρ’ αὐτοῦ τοῦ Κυρίου ἀκούσαντα· «Πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς, καὶ δεῦρο ἀκολούθει μοι.» Εἰ οὖν ἐκείνῳ βούλει ἕπεσθαι, καὶ ἀκοινώνητον φυλάττεις τὴν ὕπαρξιν, ἔχεις καὶ ἄλλον λαμπρότερον, βύσσον καὶ πορφύραν ἀμφιεννύμενον, τὰς δὲ τῶν πενήτων κακώσεις μὴ προσποιούμενον. Οὗ τὴν μίμησιν ἔκκλινον, μή σε λάβοι ἐκεῖθεν συμμέτοχον.
ΥΚΑʹ. Τῼ ΑΥΤῼ. Οὐκ ἔστι κατακρίσεως τὰ γραφέντα, ἀλλὰ προῤῥήσεως τῶν πάντως ἐσομένων. Καὶ Χριστὸς γὰρ προείρηκεν, ἵνα πεῖραν μὴ λάβωμεν. Εἰ φοβεῖ τοίνυν ἡμᾶς τὰ ἠπειλημένα, γένηται τὰ ἐντεταλμένα.
ΥΚΒʹ. ΗΡΩΝΙ ΣΧΟΛΑΣΤΙΚῼ. Περὶ Ἀρειανῶν καὶ Εὐνομιανῶν. Τὸ μεῖζον καὶ τὸ ἔλαττον ἐπὶ τῶν ὁμοουσίων ζητεῖται καὶ κρίνεται, ὡς ἄνθρωπος ἀνθρώπου μείζων, καὶ βοῦς βοός, καὶ ἵππος ἵππου. Καὶ ἅπαξ ὁ κανὼν τῆς συγκρίσεως τοῖς ὁμογενέσιν ἁρμόζει. Εἰ τοίνυν ὁ τὰ τοῦ Θεοῦ τολμηρῶς περιεργαζόμενος, καὶ μείζονα λέγων τοῦ Υἱοῦ τὸν Πατέρα, τὴν σύγκρισιν ὡς ὁμοουσίων προσίεται, περὶ τοῦ μείζονος αὐτῷ συντόμως ἀποκρινούμεθα. Ἑτερούσια γὰρ ἀλλήλοις συγκρίνεσθαι οὐ δύναται. Οὔτε λέγεται μείζων ἄνθρωπος βοός, ἢ μείζων ἵππος καμήλου, ἢ μείζων ὄνος ἰχθύος.
ΥΚΓʹ. ΜΑΡΩΝΙ. Περὶ γαστριμαργίας. Βλέπε μὴ τῇ ἀδηφαγίᾳ εἰς οἰστρηλασίαν ἐκπέσῃς, καὶ δύο πώλοις εὑρεθῇς δυσηνίοις συναρπαζόμενος, εἰς βάραθρον ἀπωλείας κατακρημνίζουσι.
ΥΚΔʹ. ΘΩΜᾼ. Περὶ ἰσότητος. Τὸν ἔμφρονα μοναχόν, δόκιμον εἶναι χρὴ ζυγοστάτην, μηδενὶ μέρει τῶν πλαστίγγων καταῤῥέπειν παραχωροῦντα, μήτε τῇ ἀσιτίᾳ εἰς ἀτονίαν, μήτε πολυσιτίᾳ εἰς ἀσωτίαν.
ΥΚΕʹ. ΕΥΣΕΒΙῼ ΕΠΙΣΚΟΠῼ. Ἡράκλειον ζεῦγος, ὡς ἔμαθον, συνῆψας ἀγρίῳ συΐ, καὶ λέοντι θρασεῖ τὴν τῶν πτωχῶν ἐπέτρεψας οἰκονομίαν. Καὶ εἰ μὲν χρήμασι προέδωκας τῇ θαυμαστῇ ξυνωρίδι τὰ πράγματα, τοῦτο καὶ Ἰούδας ἐποίησε, τὸν Κύριον πεπρακὼς τῶν πραγμάτων. Εἰ δὲ καὶ λήμματος καθαρὸν τὸ ἁμάρτημα, αἰσχυνθήτωσαν οἱ ἀνομοῦντες διακενῆς.
ΥΚϛʹ. ΙΣΙΔΩΡῼ ΔΙΑΚΟΝῼ. Εἰς τὸ εἰρημένον πρὸς τὸν ὄφιν, «Ἔχθραν θήσω ἀνὰ μέσον.» Τὸ σπέρμα τῆς γυναικός, ὃ ἐχθραίνειν τῷ ὄφει προστάττει Θεός, ὁ Κύριος ἡμῶν ἐστιν Ἰησοῦς. Αὐτὸς γὰρ σπέρμα γυναικὸς μόνος γέγονεν ἐξ αὐτῆς, μηδὲ σπορᾶς ἀνδρὸς μεσιτευσάσης καὶ τῆς ἁγνείας μὴ μειωθείσης.
ΥΚΖʹ. ΝΕΙΛῼ ΜΟΝΑΧῼ. Τὰ τῶν μηλωτῶν περιζώματα μόνοις τοῖς τὴν σάρκα νεκρώσασιν ἀνδρείως περίκειται, σημεῖα ὄντα νεκρώσεως. Εἰ δέ τις τοῖς μὲν πάθεσι ζῇ, τοῦ δὲ ταῦτα νεκρώσαντος τὰ ὅπλα φορεῖ, ἔοικε τοῖς ἐν σκηνῇ ἀλλότρια παίζουσι σχήματα, οἷς ἐπεγγελῶσιν οἱ θεαταί, ὡς ἀρνουμένοις τῶν σχημάτων τὰ πράγματα.
ΥΚΗʹ. ΚΥΡῼ. Πῶς ἡ θεία δύναμις ἐν ἀσθενείᾳ τελειοῦται. Ἡ θεία δύναμις ἐν ἀσθενείᾳ τελειοῦται, ὡς τὸ σκεῦος ἔφη τῆς ἐκλογῆς, ἐπειδὴ ἀγράμματοι κρατοῦσι ῥητόρων, καὶ τελῶναι εὐαγγελίζονται ἀκτημοσύνην.
Καὶ αὐτὸς δὲ ὁ Κύριος οὐκ αὐθεντίᾳ βασιλικῇ, ἀλλ’ εὐτελείᾳ τῇ δουλικῇ πρὸς τὴν ἄῤῥητον οἰκονομίαν χρησάμενος, τὴν τῶν πραγμάτων ἀλλοίωσιν πρὸς οὐράνιον πολιτείαν μεθήρμοσε.
ΥΚΘʹ. ΣΕΡΙΝῼ ΤΡΙΒΟΥΝῼ. Πῶς τὴν σοφίαν τοῦ κόσμου τούτου ὁ Θεὸς ἐμώρανεν. Τότε ὁ Θεὸς τὴν σοφίαν τοῦ κόσμου τούτου ἐμώρανε τὴν φθαρτὴν καὶ χαμαίζηλον, ὅτε ἡ ἐνυπόστατος σοφία, ἡ τοὺς αἰῶνας ποιήσασα, δεῦρο ἐπιφοιτήσασα, βαρβαροφώνοις καὶ ἰδιώταις τὰ οὐράνια κηρύττειν ἐνεχείρισε δόγματα. Καὶ ἡ μὲν ἔδυ εἰς σχισμὰς ὀρέων, ἡ δὲ εἰς πᾶσαν ἐξῆλθε τὴν γῆν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης ἐξέλαμψεν.
ΥΛʹ. ΗΛΙᾼ. Περὶ Καππαδοκῶν. Ἐγὼ κομιδῇ τὴν ὑμετέραν ἐλαφρίαν θαυμάζω, ὅτι βραχὺ πνεῦμα καὶ ὀλίγωρον τῆς ἀρχῆς τοῦ Καππαδόκου οὕτως ἅπαντας ὑμᾶς ὡς καλάμην ἐδόνησε, καὶ ταῖς ἀσεβέσιν αὐτοῦ κατασκευαῖς ὑπουργεῖτε, δέει τοῦ μὴ τὰ ὅμοια τοῖς ἤδη πεπονθόσι, παθεῖν.
Εἰ τοίνυν συναπολήγειν αὐτῷ καὶ συμμεταίρειν παυομένῳ βεβούλησθε, εἰκότως τὴν πατρίδα ληΐζεσθε. Εἰ δὲ ἡ μὲν παύσεται καὶ ἀπελεύσεται, ὑμεῖς δὲ μενεῖτε ἐφ’ οἷς πεφύκατε· τῶν ἐναντίων ἀπέχεσθε, τῶν δὲ οἰκείων ἀντέχεσθε.
ΥΛΑʹ. ΠΑΛΛΑΔΙῼ. Ὅτι ἐνέσπαρται τῇ φύσει τὸ ἀγαθόν. Ὅτι φυσικῶς ἐστιν ἐν ἡμῖν ἡ εὐσέβεια, καὶ τῶν ὕστερον χρόνοις πολλοῖς τηρουμένων εἰς ἔκβασιν, κατάδηλος ἦν τοῖς Θεῷ εὐαρεστοῦσιν ἡ εἴδησις, καὶ Ἐνὼς διδασκέτω σε, αὐτοδίδακτος Θεὸν ἐπιστάμενος· καὶ Ἐνώχ, μὴ μόνον εὐαρεστῶν, ἀλλὰ καὶ πρὸς κρείττονα βίον μετιών, καὶ ἔτι ἐν ζῶσι τελῶν, καὶ Μελχισεδέκ, ἄρτῳ καὶ οἴνῳ ἱερατεύων, δι’ ὧν τὸν τῶν θείων μυστηρίων προεσήμαινε τύπον.
ΥΛΒʹ. ΚΕΛΣῼ. Οἱ γεωργοὶ τὰ συμφυόμενα τῷ σίτῳ ζιζάνια ῥιζόθεν ἀνασπῶσιν, ἵνα καθαρὸς ὁ καρπὸς εἰς τὸν ἄμητον ἀπαντήσῃ. Χρὴ τοίνυν καὶ σὲ τὰς ἐπιθολούσας τὸν νοῦν κακίας ἐκτεμεῖν, ἵνα ὑγιὴς ἡ συνείδησις, καὶ παντὸς πάθους ἀμέτοχος, τὴν βρῶσιν τὴν μένουσαν εἰς ζωὴν κατεργάζηται.
ΥΛΓʹ. ΣΟΛΟΜΩΝΙ. Εἰ μέμηνε καὶ λυττᾷ κατὰ σοῦ ἡ ὄρεξις τῆς σαρκός σου, καὶ καύσων ῥᾳθυμίας αὐτὴν ἐξεθέρμανεν, ὑπόμνησον αὐτὴν τοῦ μέλλοντος πυρὸς καὶ σβεσθήσεται. Ἡ γὰρ ἐνταῦθα τῆς πορνείας πυράκτωσις, πρὸς ἐκείνην βλέπει τὴν κάμινον.
ΥΛΔʹ. ΚΡΙΣΠῼ. Εἰ καὶ ἑάλως τῷ τῆς φιλαργυρίας ἰῷ, ὅσπερ καὶ παντός ἐστι ῥίζα κακοῦ, καὶ πρὸς εἰδωλολατρίαν ἐκβακχεύει σε, πᾶσαν πρὸς ἑαυτὸν μεταστήσας τὴν αἴσθησιν, ἀλλ’ ἀπόκριναι αὐτῷ τὴν θεοδίδακτον φωνήν, «Κύριον τὸν Θεόν μου προσκυνήσω, καὶ αὐτῷ μόνῳ λατρεύσω.» Καὶ ὁ μὲν οἰχήσεται, σὺ δὲ ἀνανήψεις πρὸς τὴν αὐτάρκειαν.
ΥΛΕʹ. ΑΓΑΘΟΔΑΙΜΟΝΙ. Ἐσκλήρηνας ἐρευνῶν τὴν τῶν μοναχῶν καὶ ἱερέων ζωήν, τὸ ἀναμάρτητον ζητῶν ἐν αὐτῇ, ὅπερ μόνου ἐστὶ Θεοῦ, καὶ τοῦτο ἐν ἀνθρώποις ὁ κατορθῶν οὐχ ὑπάρχει. Εἰ δὲ πρέποντα τῇ φύσει ἐθέλεις ζητεῖν, τὸ μηδενὸς ἐφάπτεσθαι τῶν κατὰ γνώμην ἀδικημάτων, ὅπερ ἐστὶν ἀνθρώπου εὐαγοῦς, καὶ τὸ μὴ πολλοῖς περιπίπτειν τῶν ἀκουσίων, ὅπερ οἰκεῖον τῶν ἐγγίσαι Θεῷ βουλομένων. Καὶ τὸ ἧττον μὲν ἐκείνων, ῥᾷστον δὲ πολλοῖς, τὸ μὴ ἐπὶ μήκιστον ἐμμένειν τοῖς ἁμαρτήμασι.
ΥΛϛʹ. ΖΩΣΙΜῼ. Περὶ τῆς θείας ἐπιδημίας. Ἡ ὑπὲρ τῶν ἀνθρωπίνων ἁμαρτιῶν γενομένη παιώνειος τοῦ Υἱοῦ τοῦ Θεοῦ ἔνσαρκος ἐπιφάνεια, πάντας μὲν ἐφόβησε καὶ ἀνθρώπους καὶ δαίμονας· τοὺς μὲν φείδεσθαι τῆς φύσεως πείσασα, ὡς Θεῷ ἑνωθείσης· τοὺς δὲ ἀπέχεσθαι τῆς κατ’ αὐτῆς ἐπιβουλῆς ἀναγκάσασα, ὡς ἀναμαρτήτου λοιπὸν γενομένης· σὲ δὲ οὐδὲν τούτων ἐμάλαξεν, οὐδὲ δεδιέναι παρεσκεύασεν, οὐδὲ σωφρονεῖν ἐπαιδαγώγησεν. Εἰ τοίνυν ἄνθρωπος εἶ, τῷ προτέρῳ παιδεύθητι. Εἰ δὲ δαίμων, τῷ δευτέρῳ διδάχθητι, μὴ κατακεχρῆσθαι καλλίστῃ φύσει εἰς πάθη. Ἥξεις γὰρ εἰς κρίσιν τούτων ἁπάντων εὐθύνας ὑφέξων, καὶ τῆς μακρᾶς ἀναλγησίας μακρὸν εἰσπραχθησόμενος λόγον.
ΥΛΖʹ. ΟΡΙΒΑΣΙῼ ΙΑΤΡῼ. Ἰατρικὴ μὲν κατὰ Δημόκριτον, σώματος νόσους ἀκέεται· σοφίη δὲ ψυχὴν παθέων ἀφαιρέεται. Ἐπεὶ οὖν ἀμφοτέρας μετείληφας, καὶ θατέρᾳ κέχρησαι πρὸς ἑτέρους, πάθη σωμάτων ἰώμενος· τῇ ἑτέρᾳ σαυτὸν ἐξιάτρευσον, τὴν λείπουσαν ὑγείαν προσκτώμενος, ἧς ἄνευ οὔτε ἰατρὸς ἄριστος, οὔτε σοφὸς ἔσῃ τῷ πράγματι.
ΥΛΗʹ. ΤΙΜΟΘΕῼ ΑΝΑΓΝΩΣΤῌ. Τοῦ Λευϊτικοῦ. Διὰ τί ὁ νόμος ἐθέσπισε προσαγαγέσθαι δύο τρυγόνας, καὶ δύο νεοσσοὺς περιστερῶν ὑπὸ τῶν νεογνῶν βρεφῶν. Δύο τρυγόνας, καὶ δύο νεοττοὺς περιστερῶν, τοὺς νεογνοὺς ἄῤῥενας Ἑβραίων φέρειν δῶρα τῆς πρὸς Θεὸν ἐμφανείας ὁ νόμος προσέταττε, τῶν φιλαρέτων καὶ ἀνεξικάκων ὀρνέων τοῖς τύποις, τὴν ἁπλότητα καὶ ἁπαλότητα τῶν νέων αἰνιττόμενος, καὶ τοῖς ὁμοίοις τὰ ὅμοια διδάσκων καθαίρεσθαι· οὒς [καὶ] ἀρνία προσαγορεύει ἑτέρωθι. Τοὺς γὰρ ἐξοιστροῦντας, καὶ ἀθετοῦντας, καὶ ἀταξίᾳ τὴν φύσιν ὑβρίζοντας, ἐρίφοις παρείκασε.
ΥΛΘʹ. ΘΕΩΝΙ. Πῶς νοητέον, «Μεταμεμέλημαι ὅτι ἔχρισα τὸν Σαοὺλ εἰς βασιλέα.» Ἡ κακόσχολος καὶ φαυλοτριβὴς τῶν ἀθέων ἀπόνοια, οὐδὲν τῶν θείων καταλιμπάνει ἀνύβριστον. Ἐπειδὴ τοίνυν καὶ τὰ νῦν προβληθέντα σοι, τῆς αὐτῶν ἐστιν ἁμαρτίας γεώργια, ἐκεῖνα παρείς, μάνθανε τἀληθῆ. Τό, «Μεταμέλομαι ὅτι ἔχρισα τὸν Σαοὺλ εἰς βασιλέα,» οὐκ ἔστι τῆς θείας προγνώσεως διαβολὴ [οὐδὲ ἀγνοίας αὐτῆς], ἄπαγε! Ἀλλὰ οἴκτου καὶ φιλανθρωπίας ὑπερβολή. Ἐπειδή, ἄξιοι μὲν ἦσαν Ἑβραῖοι, βασιλέα αἰτήσαντες, καὶ ἐμὲ ἀθετήσαντες, παιδευθῆναι, οὐχ οὕτω δὲ ὡς ἐποίησεν αὐτοῖς βασιλεύσας Σαούλ, οἰκτείρει κἀκείνους ὡς δεινὰ πεπονθότας, καὶ τοῦτον ὡς χαλεπὸν αὐτοῖς γεγονότα. Τῆς τοίνυν ἐκείνων προαιρέσεως ἡ αἰτία, οὐ τῆς τοῦ δεδωκότος τὸ αἴτημα φιλανθρωπίας.
ΥΜʹ. ΙΣΙΔΩΡῼ ΔΙΑΚΟΝῼ. Ὥσπερ οἱ τοῖς πρώτοις γράμμασι στοιχειούμενοι παῖδες, τῷ καθηγητῇ ἀτενίζουσι πρὸς ὅπερ ἂν τὴν γραφίδα ἁρμόσῃ, ἄσμενοι καὶ εὐπειθῶς τοὺς χαρακτῆρας δεχόμενοι· οὕτως καὶ τοὺς τῶν θείων φοιτητὰς ἕπεσθαι τοῖς τούτων διδασκάλοις, νηπιώδη ἁπλότητα, καὶ ἀνενδοίαστον συγκατάθεσιν ἔχοντας.
Ἀπεκρύβη γάρ, φησί, ταῦτα ὁ Κύριος ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκαλύφθη νηπίοις.
ΥΜΑʹ. Τῼ ΑΥΤῼ. Πρὸς μαθητευομένους. Εἰ καὶ τελείους ἡμᾶς εἶναι ὁ θεῖος βούλεται νόμος, ὁμώνυμε, ἀλλὰ κατὰ ἀνάβασιν καὶ προκοπὴν πρὸς τὴν τελείωσιν φθάσαντας, πρότερον γάλακτι ποτιζομένους, ὡς ἀρτιγένητα βρέφη, καὶ ἐν αὐτῷ εἰς σωτηρίαν αὐξάνοντας.
ΥΜΒʹ. Τῼ ΑΥΤῼ. Τί ἐστι· «Παιδία γίνεσθε ταῖς φρεσί.» Κἀκεῖνο ὅπερ ἔφης, συνήγορον εὑρίσκω τῶν πρώην γραφέντων σοι, μὴ παιδία γίνεσθαι ταῖς φρεσίν, ἀλλὰ τῇ κακίᾳ νηπιάζειν, ταῖς δὲ φρεσὶ τελειοῦσθαι, τοῦ πανσόφου γράψαντος Παύλου. Οὐ γὰρ ἔστιν, οὐκ ἔστι μὴ ἀποσμήξαντας τὴν κακίαν, καὶ νηπιάσαντας πρὸς ἁγνείαν, ἢ φρεσὶ τελειωθῆναι, ἢ εἰς ἄνδρα τέλειον ἐργάτην ἀνεπαίσχυντον ἀναβῆναι.
ΥΜΓʹ. Τῼ ΑΥΤῼ. «Ὅτε ἤμην νήπιος, ἐφρόνουν.» Τό, «Ὡς νήπιος ἐλάλουν, ὡς νήπιος ἐφρόνουν,» εἰρημένον τῷ θεόφρονι Παύλῳ περὶ τῆς κατὰ νόμον ἀγωγῆς αὐτῷ γέγραπται, καθ’ ἣν ὡς νήπιος λαλῶν, ἐφύλαττε τὸν νόμον νηπίοις δεδομένον, ὡς νήπιος φρονῶν, ἐδίωκε τὸν λόγον, ἀμύνων τοῖς τοῦ νόμου· «Ὅτε δὲ γέγονα, φησίν, ἀνήρ, τὰ τοῦ νηπίου κατήργηκα,» οὐδὲ τὸν νόμον ἀκυρῶν, καὶ τοῦ λόγου κατηχῶν.
ΥΜΔʹ. Τῼ ΑΥΤῼ. Αὐτὸς ὁ μέγας Ἀπόστολος, ὁ πλεῖον πάντων κοπιάσας, ὁ τὸν νόμον ἀκριβῶς μετελθών, παιδευσάτω σε, νηπίαν εἶναι ἐν αὐτῷ γνῶσιν τῆς θείας παιδεύσεως, ὡς ἐν σκιᾷ κεκαλυμμένην, καὶ ἀμυδρῶς διορωμένην.
Σκιὰν εἶχεν ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, ἀποφαινόμενος, οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων, ἢν ἐπιστεύθη τὸ Εὐαγγέλιον, πρὸς ἢν οἱ τόποι ἐπέβλεπον.
ΥΜΕʹ. Τῼ ΑΥΤῼ. Πῶς καὶ τίνας ποτίζει τὸ γάλα ὁ Παῦλος ὡς νηπίους. Πῶς, ἔφης, εἰ ὁ νόμος νηπιώδης ὡς νηπίοις δεδομένος, καὶ ἡ κατὰ Χριστὸν στοιχείωσις, πάλιν τυγχάνει νηπιότης, τοῦ Ἀποστόλου φάσκοντος, «Γάλα ὑμᾶς ἐπότισα, καὶ οὐ βρῶμα· οὔπω γὰρ ἠδύνασθε;» Ἄκουε τοίνυν· νηπίους ἐκ τοῦ νόμου ὁ εὐαγγελικὸς λόγος δεξάμενος, καὶ τῆς ἀκραιφνοῦς καὶ τελειοτάτης γνώσεως μεταδοῦναι αὐτοῖς οὐ δυνάμενος, καὶ ἀθρόαν ἀποδεῖξαι τῶν ὑπὲρ νοῦν μυστηρίων τὴν δι’ αὐτοῦ φανερωθεῖσαν ἀλήθειαν· οἷον τὴν θείαν οὐσίαν ἐν μονάδι ὑφεστῶσαν, ἐν μονάδι δὲ καθεστῶσαν, τοῖς μίαν καὶ ὑπόστασιν Θεοῦ ὥσπερ οὐσίαν φανταζομένοις· πάλιν τῷ νόμῳ χρῆται πρὸς σύστασιν καὶ πειθὼ τῶν ὑπ’ αὐτοῦ παιδαγωγηθέντων, ἐξ αὐτοῦ τὰς τῶν τελείων δογμάτων μαρτυρίας ἐπιφερόμενος.
Οὔτως γάλα ποτίζει Παῦλος τὸν νεογνὸν τοῦ Κυρίου λαόν, σοφῶς αὐτὸν διὰ τῆς νόμου νηπιότητος παιδεύων τὴν τελειότητα.
ΥΜϛʹ. ΠΑΛΛΑΔΙῼ. Περὶ λοιδορίας. Εἰ νηστεύεις ἀπὸ βρωμάτων, τί κρεωφαγεῖς λοιδορίας; Καλὸν γὰρ ἐκείνων ἐμφορεῖσθαι, ἢ ταύταις βεβηλοῦσθαι. Εἰ δὲ τῶν μὲν ἀπέχῃ, ταῖς δὲ μολύνῃ, ἔοικάς τινι μικρὰ προσευχομένῳ, καὶ πλεῖστα βλασφημοῦντι.
ΥΜΖʹ. ΑΝΤΙΟΧῼ. Ὅτι οὐχ ὁ ἀπόστολος Φίλιππος, ἀλλ’ εἶς τῶν γ’ τῶν μετὰ Στεφάνου ἐκλεγέντων ἐστίν, ὁ καὶ τὸν εὐνοῦχον βαπτίσας, καὶ τὸν Σίμωνα κατηχήσας· καὶ ὅτι χρὴ τοὺς ἱερατικοὺς ἄνδρας λύειν τὰς ἐρωτηθείσας ἐρωτήσεις καὶ ἀμφιβολίας. Ἕδει μὲν ἅπαντας τοὺς Κυρίῳ τῷ Θεῷ ἡμῶν ἱερωμένους, καὶ Ἐκκλησίας ὑπηρεσίᾳ ἐντεταγμένους τὰς ἀλλήλων λύειν ἔρεις τε καὶ μανιώδεις ἀμφιβολίας, ἀλλὰ μὴ αὐτοὺς ἑτέρωθεν ἐρανίζεσθαι τὰς ἑαυτῶν συνηγορίας. Ἀλλ’ ἐπειδὴ πρὸς μόνα βλέπουσι τὰ ὀψώνια, κἀκείνην κρίνουσιν ἁγιωτέραν τὴν Ἐκκλησίαν, παρ’ ἧς δαψιλέστερα δέχονται, Θεὸν τὴν κοιλίαν ἡγούμενοι· δι’ οὒς καὶ τὸ θεῖον βλασφημεῖται καὶ σεβάσμιον ὄνομα· τῶν δὲ κρειττόνων ἀμελοῦσι, καὶ οὐδὲ λόγον τὸν τυχόντα ποιοῦνται, ἴσθι, θαυμάσιε, ὡς τὸ εἰρημένον παρὰ τοῦ ἐναρέτου Ἱέρωνος, ἀληθές ἐστι, καὶ ἐκ τῆς θείας ἔχει Γραφῆς [τὴν ἀπόδειξιν·] οὐ γὰρ ὁ ἀπόστολος Φίλιππος, ὁ ἐν τοῖς δεκαδύο καταλεγόμενος, ἀλλ’ ὁ εἰς τοὺς ἑπτὰ τῶν μετὰ τοῦ ἀριστέως καὶ ἀρχιστρατήγου τῶν καλλινίκων μαρτύρων Στεφάνου ἐπιλεγεὶς πρὸς τὴν τῶν χηρῶν οἰκονομίαν, οὖτός ἐστιν ὁ καὶ τὸν εὐνοῦχον βαπτίσας, καὶ τὸν Σίμωνα κατηχήσας.
ΥΜΗʹ. Τῼ ΑΥΤῼ. Περὶ αὐτοῦ. Ἐπειδὴ καὶ μαρτυρίαν ζητεῖς τοῦ πράγματος Γραφικήν, ἄκουε τοῦ παναρίστου Λουκᾶ ἐν ταῖς Πράξεσι γεγραφότος· Ἀναιρεθέντος Στεφάνου ἐγένετο διωγμὸς μέγας ἐπὶ τῆς Ἐκκλησίας τῆς ἐν Ἱεροσολύμοις, πάντες δὲ διεσπάρησαν κατὰ τῆς χώρας τῶν Ἰουδαίων καὶ Σαμαρείας, πλὴν τῶν ἀποστόλων, ὡς δῆλον εἶναι ὅτι ὁ ἀπόστολος Φίλιππος σὺν τοῖς ἄλλοις ἀποστόλοις, ἐπὶ Ἱεροσολύμων κατέμεινε.
ΥΜΘʹ. Τῼ ΑΥΤῼ. Περὶ αὐτοῦ. Εἰ φιλομαθῶς ἐζήτεις τὰς Γραφάς, εὕρισκες καὶ ἑτέρας ἐκεῖθεν μαρτυρίας, διασαφούσας σοι τὸ κινούμενον. Τῶν ἀποστόλων ἐν Ἱεροσολύμοις μόνων περιλειφθέντων, καὶ πάντων τῶν λοιπῶν μαθητῶν, ἄλλου ἀλλαχόσε διασπαρέντος, ἐν τοῖς διασπαρεῖσιν [ἦν] καὶ οὖτος ὁ Φίλιππος, ὂς καὶ τὸν Σίμωνα κατηχήσας ἐν Σαμαρείᾳ, καὶ τὸν εὐνοῦχον κατὰ θεῖον χρησμὸν βαπτίσας, ἁρπαγεὶς ὑπὸ πνεύματος Κυρίου, εἰς Ἄζωτον μὲν εὑρέθη, πρὸς δὲ Καισάρειαν ὥρμησε τὴν αὐτὸν ἐνεγκοῦσαν. Τῆς γὰρ ἐπὶ Στεφάνῳ λύπης πειραθείς, καὶ ἵσως δείσας μὴ τῶν ὁμοίων μετάσχῃ, ἐπαλινόστησεν οἴκαδε.
ΥΝʹ. Τῼ ΑΥΤῼ. Περὶ αὐτοῦ. Ἐπειδὴ πολλῶν ἀποδείξεων ἐρᾷς, ἰδοὺ καὶ ἑτέρα. Φίλιππος μὲν ἐβάπτισε τοὺς ἐν Σαμαρείᾳ μαθητευθέντας. Πέτρος δὲ καὶ Ἰωάννης οἱ ἀπόστολοι, καταβάντες ἀπὸ Ἱεροσολύμων πρὸς αὑτούς, τὴν τοῦ Πνεύματος τοῦ ἁγίου παρέσχοντο χάριν. Εἰ δὲ ὁ βαπτίσας εἶς τῶν ἀποστόλων ἐτύγχανεν, εἷχε τὴν αὐθεντίαν τῆς τοῦ Πνεύματος δόσεως. Βαπτίζει δὲ μόνον ὡς μαθητής, τελειοῦσι δὲ τὴν χάριν οἱ ἀπόστολοι, οἷς ἡ τῆς τοιαύτης δόσεως αὐθεντία ἐδέδοτο.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.