Ἔργον
Ἰσίδωρος ὁ Πηλουσιώτης – Ἐπιστολαὶ περὶ τῆς ἑρμηνείας τῆς θείας γραφῆς
Βιβλίο Α΄, Επιστολές 451-500
Αντιρρητικοί λόγοι κατά των αιρετικών και ηθικές διδασκαλίες για την αποφυγή των σαρκικών ηδονών και της ραθυμίας.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Βιβλίο Α΄, Επιστολές 451-500
Αντιρρητικοί λόγοι κατά των αιρετικών και ηθικές διδασκαλίες για την αποφυγή των σαρκικών ηδονών και της ραθυμίας.
ΥΝΑʹ. ΛΕΟΝΤΙῼ ΕΠΙΣΚΟΠῼ. Περὶ ἀνδρείας. Οὐ χρή, θαυμάσιε, ἀεὶ τοῖς ἀνέμοις ὑπείκειν, ἀλλ’ ἔστιν ὅτε καὶ ἀντίπρωρον ταῖς καταιγίσιν ἀνθίστασθαι, καὶ τὰς ἐμβολὰς τῶν πνευμάτων ἐκκρούεσθαι, μήποτε μεγαλυνόμεναι αἱ λαίλαπες, καὶ τῶν οἰάκων ἡμᾶς ἐκτινάξωσι, καὶ μερισμὸν τοῦ σκάφους ἐργάσωνται πολυσκέδαστον. Ἀνθίστασο τοίνυν τῷ νῦν ταράσσοντι κλύδωνι, εἰ καὶ τῇ κακοτέχνῳ πραότητι, ὡς πρὸς λιμένα τὴν ἑαυτοῦ προκαλεῖται κακόνοιαν, μήποτε ὡς ἐγκρατὴς τῆς νηὸς καὶ τοῦ φόρτου σου γένηται, καὶ εἰς δύσορμον ἐξωθήσῃ σε, ἀφ’ ἧς ναυάγιον οἱ ἁλόντες ὑφίστανται.
ΥΝΒʹ. Τῼ ΑΥΤῼ. Εἰς τὸ τοῦ Ἑζεκίου εἰρημένον· «Γενέσθω δὴ εἰρήνη ἐν ταῖς ἡμέραις.» Γενέσθω εἰρήνη ἐν ταῖς ἡμέραις μου, ὁ θεοφιλέστατος ἔλεγεν Ἐζεκίας, οὐκ ἐνδιδοὺς τοῖς πολέμοις, οὐκ ἀφεστὼς τῆς πρεσβείας, ἀλλὰ [τὴν] μὲν Θεῷ προσῆγεν ἱκέτιν, τοῖς δὲ ἐκεῖθεν τὴν ἧτταν ἐζήτει, αὐτοῖς δηλῶν τοῖς κατορθώμασιν, ὡς φίλην κτησάμενος τὴν εἰρήνην, μέχρι παντὸς ἔχειν αὐτὴν ἠντιβόλει.
Ὅθεν ἀγγέλου χειρὶ τὴν νίκην εἰργάσατο, εἰς βέλη μὲν οὐ χωρῶν, οὐδὲ εἰσκύρσεις ποιῶν, εἰς δεήσεις δὲ καὶ λιτὰς τὰς πρὸς Θεὸν ἀγρυπνῶν.
ΥΝΓʹ. ΘΕΟΔΟΣΙῼ. Ὅτε ἐπάλαισεν ὁ Ἰακώβ, τί εἶπε τὸ ὄνομα αὐτοῦ ὁ παλαίων. Ἡ μὲν θεία φύσις ἀκατονόμαστος. Ὄνομα δὲ ἐζήτει Ἰακὼβ τοῦ παλαίοντος, καὶ ἰσχύειν αὐτὸν κατὰ τῶν παθῶν ἐκδιδάσκοντος, διὰ τῆς τοῦ νεύρου τοῦ μηροῦ ψηλαφήσεως. Ἀλλ’ «Ἵνα τί ἐρωτᾷς τὸ ὄνομά μου;» ἀκούει, οὐ τοῦ νόμου εἶναι, οὐδὲ τῶν πρὸ τοῦ νόμου τοῦτο μαθεῖν ἐκπαιδεύοντος· ὀψὲ δὲ καιροῦ, ὅτε ἐλεύσεται τῶν χρόνων τὸ πλήρωμα, καὶ πληθυνθῶσι τῶν ἀνθρώπων τὰ πλημμελήματα, Ἰησοῦς ἐνανθρωπήσας κληθήσομαι, ὅπερ Σωτὴρ ἑρμηνεύεται.
Ἐπὶ σωτηρίᾳ γὰρ τῶν ἁμαρτόντων τὴν οἰκονομίαν ἐκείνην ποιήσομαι.
ΥΝΔʹ. ΤΙΜΟΘΕῼ ΑΝΑΓΝΩΣΤῌ. Οὐ ψευδὴς [μόνη] κατηγορία, ὦ σκεῦος Θεοῦ, ἀλλὰ καὶ κομιδῇ ἀληθής, εἰ κατὰ πατρὸς γένοιτο μόνον, ὄλεθρον τῷ πατραλοίᾳ ὠδίνει, ὡς τῷ Χάμ, ἡ τοῦ Νῶε· ἧς καθαρεύσαντες Σὴμ καὶ Ἰάφεθ, καὶ σὺ ὁ ἐκείνων συναγωνιστὴς καὶ συγκληρονόμος, καὶ τὴν ἐκ μέθης σκεπάσαντες παροινίαν, μιᾶς καὶ ὁμοίας ἀξιωθήσεσθε εὐλογίας εἰκότως.
ΥΝΕʹ. ΣΥΜΜΑΧῼ. Περὶ ἀκτημοσύνης. Ὅσα καὶ κτᾶται σπανίως, ὡς πολύτιμα, καὶ τηρεῖται δυσκόλως, ὡς ἐπίβουλα, καὶ τὴν αὐτὴν ἔχει χρῆσιν τοῖς εὐτελέσι καὶ εὐώνοις, ταῦτα Χριστιανῶν οὐ κτήσεως μόνον, ἀλλὰ καὶ ὄψεως ἠλλοτριῶσθαι προσήκει· οἷα ταῖς μὲν εἰς τοὺς πένητας λυμαινόμενα εὐποιίαις· τοῖς δὲ κεκτημένοις βασκαίνοντα τῆς σωτηρίας.
ΥΝϛʹ. ΠΑΛΛΑΔΙῼ ΔΙΑΚΟΝῼ. Εἰς τό, «Μὴ κώμοις καὶ μέθαις.» Κῶμός ἐστιν, ὦ φιλότης, μεθυστικὸς αὐλός, ἐγχρονίζοντος οἴνου, ἐρεθίζων τὴν ἡδυπάθειαν, καὶ θέατρον ἄσχημον ποιῶν τὸ συμπόσιον, κυμβάλοις τισὶ καὶ ὀργάνοις ἀπάτης καταθέλγων τοὺς δαιτυμόνας· ὃς ἔξω στήσειν τῆς βασιλείας τοὺς χρωμένους αὐτῷ γέγραπται, ὡς ἐπίστασαι.
ΥΝΖʹ. Τῼ ΑΥΤῼ. Πῶς νοητέον, «Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος.» Περὶ τῆς μουσικῆς ἧς ἡ Γραφὴ μέμνηται. Εἰ τῆς Γραφικῆς ζητεῖς μουσικῆς διασάφησιν, οὔτω νοητέον· «Αἰνεῖτε τὸν Κύριον ἐν ἤχῳ σάλπιγγος,» ἐν τῇ μνήμῃ τῆς ἀναστάσεως, σάλπιγγι γενησομένης, ὡς γέγραπται· «Αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ,» τῇ γλώσσῃ ἡμῶν καὶ τῷ στόματι, ὡς πλήκτρῳ τινὶ τῷ πνεύματι κρουομένων· «Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ,» ἐν σαρκὶ καὶ ψυχῇ, ἀφ’ ἧς ὡς χοροὶ αἱ πρὸς Θεὸν διαβαίνουσι δεήσεις. «Αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ,» ἐν καρδίᾳ, καὶ παντὶ τῷ ἔσωθεν σπλάγχνῳ, καὶ νεύροις, ἄπερ ὄργανον κέκληκεν. «Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις,» τοῖς χείλεσι, δι’ ὧν τὰ ἐναρμόνια τῆς ψαλμῳδίας πλέκεται μέλη.
ΥΝΗʹ. ΘΕΟΦΙΛῼ. Ὅτι οὐκ ἐναντία τῆς παλαιᾶς νομοθεσίας ἡ εὐαγγελικὴ διδασκαλία. Οὐκ ἀπῳδά, οὐδ’ ἀλλότρια τῆς τοῦ νόμου ἐντολῆς, ἡ εὐαγγελικὴ νομοθεσία παρέδωκε. Τοῦ μὲν γὰρ τὴν ἔκβασιν καὶ τὴν πρᾶξιν τῆς ἁμαρτίας παιδεύοντος, αὔτη τὴν ἀρχὴν τοῦ κακοῦ τὴν ἐπιθυμίαν ἐκώλυσεν, ὡς εὐεμπτωσίαν οὖσαν τῆς πράξεως, ἧς ἀναιρουμένης, οὐκ ἔχει χώραν ἡ ποίησις.
ΥΝΘʹ. ΘΗΡΑΣΙῼ. Εἰς τὸ εἰρημένον, «Μακάριος, ὃς ἐν γλώσσῃ οὐκ ὠλίσθησεν, οὐδὲ κατενύγη ἐν λύπῃ ἁμαρτίας.» Τὸ ἐρώτημα τῆς ἀγάπης σου, τοιοῦτόν ἐστι· «Μακάριος, ὃς οὐκ ὠλίσθησεν ἐν γλώσσῃ αὐτοῦ.» Μακάριος, φησίν, ὃς οὔτε αἰσχρότητι ῥημάτων τὴν γλῶσσαν ἐμόλυνεν, οὐδὲ σκανδάλου τισὶ γεγένηται δι’ ὕβρεως αἴτιος. «Τὸ οὐ κατενύγη ἐν λύπῃ ἁμαρτίας», ἤτοι μεταγνοὺς ἐφ’ οἷς ἀσέμνως καὶ αἰσχρῶς ἀπεφθέγξατο, ἢ τὸ μή τινα λυπῆσαι δεινοῖς ἔπεσι, καὶ δεηθῆναι ἐπ’ αὐταῖς κατανύξεως. Ὀλίσθημα γὰρ ἀπὸ ἐδάφους μᾶλλον, ἢ ἀπὸ γλώσσης. Πολλοὶ μὲν γὰρ πεσόντες, φησίν, ἀνέστησαν, εἰπόντες δὲ προσαπώλοντο.
ΥΞʹ. ΜΑΡΤΙΝΙΑΝῼ. Περὶ κρίσεως. Ἐπίκουρος μὲν ὁ ποιμὴν τῆς ἀγέλης σου, αὐτοσχεδίως πάντα γεγενῆσθαι, καὶ μετὰ ταῦτα ὡς οὐχ ὑπάρξαντα ἔσεσθαι ἀσεβῶς ἀπεφήνατο. Χριστὸς δὲ ὁ πάντων ποιητὴς καὶ Πατὴρ καὶ Θεὸς καὶ Σωτήρ, ἥξειν ἐν δόξῃ ἐπηγγείλατο, καὶ ἀποδοῦναι ἑκάστῳ ὡς ἔπραξεν. Εἰ τοίνυν ἀξιόπιστος οὗτος μᾶλλον ἐκείνου, τῆς σῆς ἐστι συνιδεῖν δυσκατανύκτου καρδίας, μήποτε φθασθῇς καταφρονῶν, καὶ τότε μεταμέλεσθαι ζητῇς, ὅτε τόπος μεταμέλῳ οὐκ ἔστι.
ΥΞΑʹ. ΘΕΑΝῼ. Ἡ φιλοκοσμίᾳ, καὶ ἡ τῶν λίθων ἀνθή, καὶ τοῦ χρυσοῦ ἡ πρὸς τούτους ἀνάκρασις, καὶ πλόκαμοι ἑλικτοί, καὶ ὀφθαλμῶν ὑπογραφαί, καὶ κάλλους σοφισμός, καὶ αἱ περὶ ταῦτα κακοτεχνίαι, ὧν σε φροντίζειν ἀπαγγέλλουσιν ἅπαντες, τὴν μὲν σεμνότητα τῆς χρείας ἐνυβρίζουσι· παθῶν δὲ λύτταν σημαίνουσιν.
Εἰ οὖν τῶν συνθηκῶν ἐπιλέλησαι, πρὸς ὑπόμνησιν γέγραφα· εἰ δ’ ἐτράπης ὡς ἄνθρωπος, ἀλλὰ θᾶττον ἀνάνηψον. Τὸ γὰρ μὴ ἐπαγγείλασθαι δῶρον Θεῷ, ἀκίνδυνον· τὸ δὲ εὔξασθαι καὶ ἀθετῆσαι, κατάκριτον.
ΥΞΒʹ. ΣΕΡΗΝῼ ΤΡΙΒΟΥΝῼ. Ἔχεις μὲν Θεὸν ἀεὶ τὰς βουλὰς εὐοδοῦντά σοι. Νῦν δὲ πρὸς Θρᾴκην στελλόμενος καὶ τῶν συγχύσεων τὴν ἀκρόπολιν, χρῄζεις τῆς ὀρέξεως Καίσαρος, ἣν αὐτῷ μαστεύει δαψιλῶς ὁ Ἀνδρόγυνος. Καὶ σὺ μὲν ἀπορῶν ὡς μέσος λεόντων ῥιφησόμενος, γίνου προσευχὴν βοηθὸν κεκτημένος. Οὐ νυστάξει δέ, οἶδα, ὁ φυλάττων σε, τὰς δὲ μύλας συνθλάσει τῆς πονηρίας, καὶ ἀποστρέψει σε μετὰ σωτηρίας εἰς τὴν γῆν κατασχέσεώς σου.
ΥΞΓʹ. ΔΙΟΝΥΣΙῼ ΝΕῼ. Λύπην ἔχω μεγάλην, ὅτι ἀκούω σε, οὐ τὴν πατρῴαν σωφροσύνην ζηλοῦντα, ἀλλὰ ξένην ἐπιτηδεύοντα αἰσχύνην, ἀποκείραντα τὴν ὄψιν τοῦ φυσικοῦ τῆς τιμιότητος ἄνθους, καὶ πρὸς τὴν γυναικονῖτιν σχηματιζόμενον μᾶλλον. Ὅπερ οὐδὲν ἕτερόν ἐστιν, ἢ τῷ ποιήσαντι μέμφεσθαι. Εἰ γὰρ τὴν σύγχρονον τῆς τελειότητος τιμὴν παραιτῇ, ἀτελὴς μᾶλλον εἶναι φιλονεικεῖς, εἰς ἄνδρας οὐ βουλόμενος τελεῖν, ἀλλ’ ἀμφίβολός τις ἐκτομίας καὶ εἶναι καὶ φαίνεσθαι.
ΥΞΔʹ. ΣΑΛΟΥΣΤΙῼ. Διαφορὰν μὲν ἔχειν δοκεῖ κατ’ ἐπιτήδευσιν ἀπὸ τῆς μοιχείας πορνεία. Καὶ μείζων ἡ μανία, ὁπότε τῇ ὑπὸ ζυγόν τις ἐπιλυττήσει. Ἐρευνωμένη δὲ καὶ καθ’ ἑαυτὴν ἡ πορνεία, πολλάκις εὑρίσκεται μοιχεία, τῆς ἐπὶ τοῦ τέγους ἑταιριζομένης ὑπὸ ζυγὸν τελούσης ἔστιν ὅτε, ἀλλὰ καὶ χείρονά τισι συνέβη πορνομανέσι. Πολλάκις γὰρ ὁμοπατρίοις συνεφύρησαν νόθοις, καὶ ἄλλοι θυγατράσιν ἰδίαις πορνικῶς αὐτοῖς γεννηθείσαις. Καὶ γέγονεν αὐτοῖς ἡ φιλήδονος μέθη, βάραθρον Περσικῆς ἀπωλείας.
ΥΞΕʹ. ΖΩΣΙΜῼ. Εἰς τοσοῦτόν σέ φασί τινες ἐληλακέναι γαστριμαργίας, ὡς τῆς διαίτης σου τὰ λείψανα, ἄλλης εἶναι τραπέζης ὀψώνια· καὶ ταῦτα κώμοις μερίζοντα τὴν ἑστίασιν. Ἐφ’ οἷς θερμῶς μοι δακρύειν ἐπέρχεται, ὅτι πλαγίως πρὸς Θεὸν πορευόμενος, καὶ ἐναντίος τοῖς αὐτοῦ νόμοις φαινόμενος, ἕξεις αὐτὸν θυμῷ πλαγίῳ πρὸς σὲ πορευόμενον.
ΥΞϛʹ. ΣΕΡΗΝῼ ΤΡΙΒΟΥΝῼ. Ὥσπερ αἱ τῶν πηγῶν σήραγγες ἀπαντλούμεναι, δαψιλέστερον βρύουσιν, ὑπὲρ τὸ πρότερον μέτρον ἀναπηδῶσαι· καὶ μαστοὶ θηλαζόμενοι οὐκ ἐκλείπουσιν, ἔως πρὸς στερέμνιον τροφὴν ἀνδρωθῇ ὁ ὑποτίτθιος· οὕτω καὶ πλοῦτος ἀντλούμενος, ἐλάττωσιν οὐχ ὑφίσταται. Οὐδὲ μαστὸς εὐποιίας ἐκτρέφων τοὺς διὰ Θεὸν νηπιάζοντας, κένωσιν ὑπομένει ἢ ἔνδειαν, μέχρις ἂν πρὸς τὴν ὄντως παραπέμψῃ τελείωσιν.
ΥΞΖʹ. ΙΣΙΔΩΡῼ ΔΙΑΚΟΝῼ. Πάντα ἡ θεία καὶ ἀκήρατος φύσις τὰ τῶν τιμωριῶν ὑποδείγματα δικαίως ἐπαχθέντα τοῖς πταίσμασι πρὸς διόρθωσιν ἡμῶν ἀνάγραπτα ἔθετο, ἵνα τῷ φόβῳ τῆς ἵσης κολάσεως φύγωμεν τὴν κοινωνίαν τῆς πράξεως. Εἰ τοίνυν δεδίττεται τὰ ἐπιτίμια, φυλαχθῇ τὸ σέβας τοῖς δόγμασι.
ΥΞΗʹ. ΟΡΙΩΝΙ ΜΟΝΑΧῼ. Περὶ πολιτείας μοναχῶν. Οὐκ ἀρκεῖ πρὸς ἀρετὴν τὸ ἀσκεῖν, ἀλλὰ χρὴ καὶ μετριάζειν πρὸς τῷ ἀσκεῖν. Εἰ γὰρ ἀγῶνα πραότητος μετερχόμενοι, γνώμῃ τοῦτον ταραχώδει ἐγκόπτομεν, οὐδὲν ἕτερόν ἐστιν, ἢ θέλειν μὲν σωτηρίας τυχεῖν, μὴ θέλειν δὲ ποιεῖν τὰ πρὸς αὐτὴν συμβαλλόμενα.
ΥΞΘʹ. ΙΕΡΑΚΙ. Ποῖα λέγει ἀγαθὰ τῆς γῆς ὁ προφήτης. Ἀγαθὰ τῆς γῆς τὰ ἐνταῦθα λέγει καλὰ ἡ Γραφή, κατὰ μετουσίαν τῶν μελλόντων συνωνυμοῦντα· παιδαγωγοῦντος τὴν ἀσθένειαν ἡμῶν πανσόφως τοῦ Θεοῦ, καὶ διὰ τῶν αἰσθητῶν χειραγωγοῦντος πρὸς τὰ νοούμενα.
ΥΟʹ. ΘΕΟΔΩΡῼ ΣΧΟΛΑΣΤΙΚῼ. Αὐτὸς μὲν ἐφύβριστον ἡγῇ πᾶσαν χειρόκμητον ἐργασίαν, βιωφελῆ τε ὑπάρχουσαν καὶ πρὸς τὸ ζῇν χρησιμεύουσαν. Ὁ Μιτυληναῖος δὲ Πιττακός, καίτοι βασιλεὺς ὤν, τὸν μύλωνα ηὐτούργει, καὶ ἐνεργῶς γυμναζόμενος, καὶ τὴν τροφὴν ἐργαζόμενος.
ΥΟΑʹ. ΚΥΝΗΓΙῼ. Περὶ οἰκετῶν. Τοῖς οἰκέταις χρηστέον ὡς ἑαυτοῖς. Ἄνθρωποι γάρ εἰσι καθ’ ἡμᾶς. Ἡ γὰρ πρόληψις, ἢ τύχη πολέμου, ἢ τυραννὶς ὅπλων, τούτους ἐποιήσατο κτήματα. Ἀλλ’ οἱ πάντες ἕν ἐσμεν καὶ τῇ φύσει καὶ τῇ πίστει, καὶ τῇ μελλούσῃ κρίσει.
ΥΟΒʹ. ΘΕΩΝΙ. Ὅτι μείζονα τοῖς οὖσι (f. τίσουσι) δίκην τῶν πάλαι ἁμαρτησάντων οἱ μετὰ τὴν χάριν τὸν Θεὸν παροργίζοντες. Ὅτι οὔτε οἱ πρὸ νόμου τὴν τοῦ Θεοῦ παρωσάμενοι γνῶσιν, ἀπολογίαν ἕξουσιν, ὡς ταύτην νόμῳ μὴ διδαχθέντες, ὁ σοφὸς παιδεύει σε Παῦλος, τὰ ἀόρατα τοῦ Θεοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα εἰρηκὼς καθορᾶσθαι. Εἰ δὲ ἐκεῖνοι ἀσύγγνωστοι, τίνα ἕξουσι συγγνώμην, οἱ νῦν εἰς Θεὸν ἁμαρτάνοντες;
ΥΟΓʹ. ΠΑΛΛΑΔΙῼ ΔΙΑΚΟΝῼ. Εἰς τό, «Καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς.» Εἰ ἐλαττώσεως τοῦ Ὑιοῦ τοῦ Θεοῦ σημεῖον νομίζουσιν οἱ κακόσχολοι, τὸ τῷ εὐαγγελιστῇ περὶ αὐτοῦ εἰρημένον, «Δόξαν ὡς Μονογενοῦς παρὰ Πατρός,» ἐλαττοῦσθαι καὶ τὸν Θεὸν εἰς ἀγαθότητα, νομιζέτωσαν. τοῦ Δαβὶδ λέγοντος, «Ὡς ἀγαθὸς τῷ Ἰσραὴλ ὁ Θεός;» Εἰ δὲ ἐνταῦθα κατὰ ἐπίτασιν τό, Ὡς ἀγαθός, εἴρηται, κἀκεῖσε τό, ὡς Μονογενοῦς, κατὰ βεβαίωσιν καὶ ὁμοίωσιν γέγραπται.
ΥΟΔʹ. ΝΕΩΤΕΡΟΙΣ ΜΟΝΑΧΟΙΣ. Περὶ τύφου. Εἰ νομίμως ἀσκεῖτε, νηστεύοντες μὴ τυφοῦσθε· εἰ δὲ ἐπὶ τούτῳ αὐχεῖτε, μᾶλλον κρεωφαγεῖτε.
ΥΟΕʹ. ΠΑΥΛῼ ΔΙΑΚΟΝῼ. Περὶ ἐλεημοσύνης. Σίμωνα τὸν ἀγαπητὸν ἡ σισύρα συνίστησι γυμνόν, ἣν ἀμπέχεται. Καὶ ἐπειδὴ ἀπαίρει πρὸς Αἴγυπτον, σκεπασμὸς δέεται. Ἐγὼ τοίνυν σοι τοῦτον παρὰ σοῦ ἀπαιτεῖ. «Ὁ ἔχων δύο χιτῶνας, μεταδότω τῷ μὴ ἔχοντι,» λέγων. Εἰ δὲ χρὴ καὶ ἐναλλάξαι διὰ περισσείαν τὴν ἀπόφασιν, ὁ ἔχων δεκαδύο χιτῶνας, μεταδότω τῷ μὴ ἔχοντι ἕνα.
ΥΟϚʹ. ΑΘΑΝΑΣΙῼ ΠΡΕΣΒΥΤΕΡῼ Περὶ πίστεως. Τὸ Πῶς, ἐπὶ Θεοῦ χώραν ἔχειν οὐ δύναται, οὗ καὶ μόνη ἡ βούλησις ἔργον ἐστὶ παράδοξον.
ΥΟΖʹ. ΕΥΤΟΝΙῼ ΔΙΑΚΟΝῼ. Εἰς τὸ «Οἱ ἐν σαρκὶ ὄντες, Θεῷ ἀρέσαι οὐ δύνανται.» Τὸ τῆς σαρκὸς ὄνομα, διχῶς παρὰ τῇ θείᾳ εἴρηται Γραφῇ· ποτὲ μὲν κατὰ τὴν φύσιν αὐτήν, ποτὲ δὲ κατὰ τὸ φρόνημα καὶ φθοράν. Καὶ τῆς μὲν ἀπόδειξις, «Τὸ πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθώς με θεωρεῖτε ἔχοντα·» τῶν δέ, ὅτι «Σὰρξ καὶ αἷμα βασιλείαν Θεοῦ κληρονομῆσαι οὐ δύναται.» Ὁ τοίνυν τὴν φθορὰν καὶ τὸ φρόνημα παιδαγωγῆσαι βουλόμενος, μαραίνει τὰ τῆς σαρκὸς ὑπεκκαύματα, καὶ ἀρέσκει Θεῷ ἔτι σαρκὶ συνεχόμενος, καὶ κληρονομεῖ τὴν αὐτοῦ βασιλείαν μετὰ σώματος ὡς ἀσώματος.
ΥΟΗʹ. ΙΣΙΔΩΡῼ. Ὅτι ἐκ σπέρματος Δαβὶδ τὴν κατὰ σάρκα γένεσιν ἔσχεν ὁ Κύριος, καὶ Ματθαῖος καὶ Παῦλος καὶ Δαβίδ, οἱ θεσπέσιοι, σαφῶς ἀποφαίνονται· ὁ μὲν γράφων, «Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ υἱοῦ Δαβίδ·» ὁ δὲ πρόδηλον, ὡς ἐξ Ἰούδα ἀνατέταλκεν ὁ Κύριος ἡμῶν τὸ κατὰ σάρκα· ὁ δὲ Δαβίδ, «Ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου, εἰ τῷ Δαβὶδ ψεύσομαι, τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μένει, καὶ ὁ θρόνος αὐτοῦ ὡς ἥλιος ἐναντίον μου· καὶ ὁ μάρτυς ἐν οὐρανῷ πιστός·» τὴν μετὰ σαρκὸς διὰ τούτων σημαίνων τοῦ Κυρίου ἀνάληψιν ἐν οὐρανῷ, ἀϊδίου ἐσομένης, ὡς ἀδιαιρέτως λοιπὸν τῷ Θεῷ Λόγῳ ἡνωμένης.
ΥΟΘʹ. ΚΥΡΗΚΙῼ. Ὥσπερ ὁ οἶνος ὑπερκορὴς ἐγχεόμενος, τοὺς τῆς αἰσθήσεως ἅπαντας καὶ πόρους καὶ αὐλοὺς καὶ μήνιγγας πληροῖ, καὶ τρέπει πρὸς ἄνοιαν τὴν διάνοιαν· οὕτω καὶ [ὁ] θυμὸς ἔξω τῆς οἰκείας τάξεως πηδῶν, μέθης ἔργον ἀποφαίνει τὸν νοῦν, μαινάδα τὴν φρένα ποιῶν, καὶ λύων παροινίᾳ τὴν τάξιν τῆς νήψεως. Ἀμφοτέρων τοιγαροῦν ἀποσχώμεθα, οὔτε ποτῷ οὔτε θυμῷ πολιορκοῦντες τοῦ νοὸς τὴν ἀκρόπολιν.
ΥΠʹ. ΚΑΝΔΙΔΙΑΝῼ. Τί σπεύδεις ἀδικεῖν, ὃν ἔδει μᾶλλον φιλεῖν, τὴν πάντων περὶ σοῦ γνώμην σοι φανερώσαντα; Αἱ γὰρ διαφοραὶ πολλάκις διωρθώσαντο τοὺς ἀγχίνους, τὰ πραχθέντα ὑβριστικῶς ἰαθῆναι παρασκευάσασαι.
Εἰ τοίνυν ὕβριν ἡγῇ ἄπερ ἤκουσας, τῇ πράξει σαυτὸν ἀνύβριστον φύλαξον. Εἰ γὰρ τὰ ἔργα σου βελτιώσειας, καὶ [αἱ] λοιδορίαι οἰχήσονται.
ΥΠΑʹ. ΙΕΡΩΝΙ. Εἴ σέ τι ὤνησεν ἡ τῆς βίβλου ἀνάγνωσις, δεῖξον ἐπὶ τῆς πράξεως. Εἰ δὲ μένεις ἐφ’ ὧν ἐκείνη κατηγορεῖ, φαίνῃ καταγινώσκων αὐτῆς. Καὶ πάντως ἐπὶ τούτοις ἡμεῖς οὔτε φθεγξόμεθά τι πρὸς σὲ διὰ γράμματος, οὔτε βιβλίον αἰτοῦντι παράσχωμεν, εἰ μὴ καὶ τῆς προτέρας καρπὸν θεασώμεθα.
ΥΠΒʹ. ΗΣΑΙᾼ. Τινές σέ φασιν ἐπ’ ἐρημίας ὀχλαγωγεῖν, καὶ ἐν μέσῳ δήμων ὁπλοφορεῖν, καὶ τῷ Δαβὶδ ἐοικέναι φαντάζεσθαι, αὐτὸ τοῦτο πᾶσιν ἐμμανῶς ἐγκαλοῦντα. Ἴσθι δέ, σχέτλιε καὶ ἐμβρόντητε, ὅτι ὁ μέγας Δαβὶδ οἰκονομίᾳ Θεοῦ σκεπαζόμενος, τὴν τοῦ Σαοὺλ ἐπιβουλὴν διεδίδρασκεν, εὐεργετῶν μέν, ἀθετούμενος δέ, καὶ ὡς τεῖχος τοῖς γειτονοῦσιν αὐτῷ καὶ φαινόμενος καὶ γινόμενος, ὡς οἱ παῖδες ἐμαρτύρουν τοῦ Νάβαλ. Σὺ δὲ οὐ μόνον τοῖς γείτοσι δυσμενὴς εἷ καὶ ἀπάνθρωπος, ἀλλὰ καὶ τοῖς πόῤῥω ἐπιβουλεύειν σπουδάζεις. Ὅρα οὖν μή [σέ] τις θεήλατος διορθώσηται μάστιξ, εἰ μὴ μεταβάλοιο τῆς φαύλης καὶ κακίστης σου γνώμης.
ΥΠΓʹ. ΣΥΝΕΣΙῼ. Περὶ Καππαδοκῶν. Πάλιν ὁ Καππαδόκης ἐπὶ στρατοπέδου, ὡς ἔγνωμεν, τὴν ἀρχὴν ἑαυτῷ τὴν ἀθλίαν μνηστεύεται, ἵνα δίδυμος ἡμῖν ἐπιστῇ Καππαδόκης, πρὸς τῇ ἐνοίκῳ μισανθρωπίᾳ καὶ τὴν κακὴν προσλαβὼν δυναστείαν.
Εἰσὶ δὲ μᾶλλον [οἱ] τὰ χρηστὰ ἐπαγγέλλοντες, ὅτι δὴ τῶν οἰκείων συμφυλετῶν ἄρξαι ἱμείρεται. ᾯ καὶ [ὁ] Θεὸς ἐπινεύσειεν, ὡς ἂν πρέποντα τροφεῖα τῇ τιτθῇ ἀποδῴη ἀνθ’ οὗ ἔσπασε γάλακτος, ἰὸν αὐτὴν ἀντιποτίζων, ὃν ἴσως σὺν τῷ γάλακτι ἔσπασε.
ΥΠΔʹ. ΣΕΛΕΥΚῼ. Ὁ φθορεὺς τῶν πολιτῶν ἡμῶν Καππαδόκης· νῦν ἐπὶ στρατοπέδου πάλιν ἑαυτῷ τὴν ἀρχὴν ἐκδικεῖ. Σὸν τοίνυν ἐστὶ τοῦ ἔχοντος παρὰ Θεοῦ τὴν ἰσχύν, τοῦτο κωλύσαι, καὶ τῆς προτέρας αὐτὸν εὐθύνας εἰσπράξασθαι κακίας. Εἰς ἐκείνην δὲ λικμῆσαι τὴν ἐνεγκοῦσαν αὐτὸν ἐσχατιάν, ὡς ἂν μάθοιεν οἱ τοῦ ἀνδραπόδου ὁμόφυλοι ἐν αὐτοῖς τὴν πονηρίαν ἐντήκειν, καὶ μὴ πέραν τῆς [ἑαυτῶν] ἐξεμοῦντες, τὰς ὑγιαινούσας αἰσθήσεις καὶ χώρας τοῖς λοιμικοῖς τρόποις αὐτῶν διαφθείρειν.
ΥΠΕʹ. ΙΣΙΔΩΡῼ. Περὶ τῶν αὐτῶν. Καρχηδονίους νόμος κωλύει διέπειν ἀρχήν, ἥττονας κακούς. Καππαδόκας δὲ τοὺς μεγάλους πονηρούς, οὐκ εἴργει νόμος ἀρχῆς. Ἐπειδὴ τοίνυν καὶ βούλει πάντας εὐεργετεῖν, καὶ σύνδρομον ἔχεις τῇ βουλήσει τὴν δύναμιν, ἢ τὸν νόμον ἀντάλλαξον, μᾶλλον Καππαδόκας Καρχηδονίων κωλύων, ἢ σύναψον [καὶ] τούτους ἐκείνοις. Εἰ δέ, ὡς εἰκός, χρήμασι τὰς ἀρχὰς ἐξωνοῦνται, ἂς καὶ βάρβαρός τις ὠνούμενος, οὐ κωλύεται μόνον, εἰ τὰ χρήματα διδῷ, ἀλλὰ κἂν οὕτως ἀρχέτωσαν μόνων τῶν Καππαδοκῶν, ἀξίων ὄντων ταῖς οἰκείαις δεδέσθαι κατήναις.
ΥΠϛʹ. ΦΛΩΡΕΝΤΙῼ. Περὶ αὐτοῦ. Ἔχεις αὐτόθι Γιγάντιον, δέσποτα, οἰόμενον λεληθέναι τὰ πρότερα, καὶ αὖθις περιθήσειν ἑαυτῷ τὴν ἀρχὴν βουλευόμενον. Ἐπειδὴ τοίνυν πολλῶν τὰ ἐνταῦθα δεινῶν ἐν πείρᾳ κατέστησεν, ἐφ’ οἷς τῆς ὑμετέρας δεῖται εἰς διόρθωσιν καθαρότητος, μακρῶν δὲ λόγων εἰς γνῶσιν τῶν κατ’ αὐτὸν οὐ χρῄζετε, ὡς πολλαῖς φροντίσι κυκλούμενοι. Καππαδόκης ἐστίν, ἦρξεν ὡς Καππαδόκης. Καππαδόκου παρ’ ὑμῖν μηδὲν πλέον ἐχέτω.
ΥΠΖʹ. ΑΡΧΟΝΤΙΩ. Περὶ αὐτοῦ. Ὁ δυσσεβὴς Γιγάντιος, ὁ εὐπρόσωπον συκοφαντίαν ἐνθεὶς κατὰ τῶν ἀθλίων γεωργῶν, τελῶν καὶ φόρων τινῶν κλοπήν, καὶ τὴν Αὐγούστου βαρύνας ἀπογραφήν, καίτοι βαρυτάτην αὐτοῖς ὑπάρχουσαν· πάλαι πείσας προσχεῖν αὑτῷ ὡς ἀληθεύοντι τὸν κρατοῦντα, καὶ συμφορῶν αἴτιος γεγονὼς τοῖς κωμήταις, εἰς Θρᾴκην ἤκει αὖθις, τὴν ἀρχὴν περιθέσθαι ζητῶν. Οἶσθα δὲ ὅσους εἰς φυγὴν ἐσκέδασεν ἀπογράφων, ὅσοι τῆς πατρῴας ἐλευθερίας, τὸ σκαπάνην κρατεῖν, καὶ σμινύην ἠλλάξαντο. Καὶ φρόντισον, μὴ λάβηται πάλιν ἡγεμονίας, καὶ πάντας ἐργάσηται Καππαδόκας, οἷς ὁ βίος οὐκ ἄλλοθεν ἢ ἐκ δουλείας καὶ γεηπονίας συνίσταται.
ΥΠΗʹ. ΘΕΟΔΩΡῼ ΣΧΟΛΑΣΤΙΚῼ. Πρὸς μαθητευομένους. Ἅπας καὶ φυτουργὸς καὶ γηπόνος ἐλπίδι κρείττονι ἀνέχεται τῶν πόνων, ὑφαιρουμένης τοὺς κόπους τῆς τῶν καρπῶν προσδοκίας. Οὕτως ἡμεῖς κατηχοῦντες κεκμήκαμεν. Δεῖξον αὐτὸς τὴν γεωργίαν βλαστήσασαν.
ΥΠΘʹ. ΡΟΥΦΙΝῼ, ΕΠΑΡΧῼ ΠΡΑΙΤΩΡΙΩΝ. Περὶ αὐτοῦ. Αἰγυπτίους μὲν δι’ ἀπήνειαν νόμος εἴργει ἀρχῆς, Καππαδόκας δὲ τοὺς χείρους ἐκείνων, οὐκ ἔτι. Ἐπειδὴ τοίνυν ἡμεῖς μὲν ἄρχοντι Καππαδόκῃ χρησάμενοι, πολλὴν πεῖραν τοῦ διαβόλου ἔθνους ἐσχήκαμεν, ὑμεῖς δὲ τὴν βασιλέως γνώμην πρὸς ὃ βούλεσθε ἔχετε, ἑνώσατε Αἰγυπτίοις καὶ τούτους, μήποτε καὶ ἄλλης ἄρξῃ χώρας Καππαδόκης, εἰ μὴ μόνης τῆς οἰκείας, ὡς πρέπει ὑπ’ ἀλλήλων αὐτοὺς τὴν πάτριον ποτίζεσθαι πικρίαν.
Υϟʹ. ΚΑΤΙΛΛΙΑΝῼ. Ἐκοινώνησας μὲν καὶ αὐτός, ὦ ἱερὰ κεφαλή, τοῦ Καππαδόκου λοιμοῦ, ἡνίκα ᾤκεις τὴν πόλιν· καὶ οὐκ ἔλαθες τοὺς ματαίους καὶ φρικτοὺς τοῦ ἀκαθάρτου στόματος ὅρκους, μετὰ μελιχροῦ καὶ συχνοῦ, Προσκυνῶ σε· τὰς πρὸς ἕκαστον ἰδίᾳ κατὰ πάντων καταλαλιάς, τὰς δυστρόπους καὶ ἱεροσύλους λῃστείας, τὴν νέαν ἀπογραφήν, τὴν κατὰ Θεοῦ καὶ πτωχῶν ἐπικερδῆ σπουδήν, τὰς τῶν συνοικεσίων ἐπιβουλάς, τὰς τῶν μνημάτων διορυγάς, τὰ δεσμὰ οἷς καθείρχθη, τὰς ἀμοιβαίους εἰρκτάς, ἃς ἐπὶ στρατόπεδον ἑλκόμενος ᾤκησε, τὴν ἐκεῖσε βάσανόν τε καὶ γύμνωσιν, ἢν παρὰ Θεοῦ ὑπέμεινε πρὸς διόρθωσιν. Ἀλλ’ ἐπειδὴ πάντων ἐκείνων ἐπιλαθόμενος, πάλιν ἄρξαι ἱμείρεται, ὡς μανθάνομεν, μὴ ἐνδώσεις, κωλύων ὅση σοι δύναμίς ἐστι. Σαυτῷ τε γὰρ καὶ πόλει καὶ αὐτῷ ἐκείνῳ χαριῇ· σαυτῷ τὴν δόξαν, τῇ πόλει τὴν ἡσυχίαν, ἐκείνῳ τὸ μὴ πολλὰ ἁμαρτεῖν, καὶ πλείονα πάλιν παθεῖν
ΥϟΑʹ. ΕΥΤΟΝΙῼ ΔΙΑΚΟΝῼ. Περὶ τοῦ ἐπιτεθέντος τῷ σταυρῷ τοῦ Δεσπότου τίτλου. Ἡ τῆς σανίδος γραφή, ἣν Πιλᾶτος πρὸ τῆς Κυριακῆς ἔπηξε κεφαλῆς, τὴν τοῦ Κυρίου ἐπλήρου φωνήν, «Ἐπειδὰν ὑψωθῶ, λέγοντος, πάντας ἑλκύσω πρὸς ἐμαυτόν.» Ἐδήλου τοίνυν ἡ ἐκεῖθεν ἀνάγνωσις, οὐχ ὑπὲρ Ἰουδαίας μόνης, ἀλλὰ καὶ πάσης Ἕλληνος καὶ βαρβάρου γεγενῆσθαι τὸ σωτήριον πάθος.
ΥϟΒʹ. ΕΥΣΕΒΙῼ ΕΠΙΣΚΟΠῼ. Ἴσθι, θαυμάσιε, ὡς ἡ κρίσις ἀνέλεος τῷ μὴ ποιήσαντι ἕλεος, οὐκ ἐκ τῶν ἀλλοτρίων μόνον δωρεῶν, ὧν αὐτὸς τοὺς πτωχοὺς ἀποστερεῖς, ἀλλὰ καὶ ἐκ τῶν οἰκείων, ὧν ἑκουσίως τὴν μετάδοσιν ποιεῖσθαι χρεωστεῖς.
ΥϟΓʹ. ΚΥΡΗΝΙῼ. «Τί ὑπερηφανεύεται γῆ καὶ σποδός;» τί νεανιεύεται φθορά; τί μέγα φρονεῖ καὶ ὑπεραίρεται σκιά; Τί σε φυσᾷ ὄνειρος ἀρχῆς; Πῶς οὐχ ὁρᾷς τοὺς καταλύοντας αἰσχρῶς; Πῶς οὐ ζηλοῖς τοὺς διατρέψαντας χρηστῶς; Ἀλλὰ βραχυτελῆ ἡγεμονίαν, ὡς ἀτελεύτητον νομίζεις ἐξουσίαν, ἐφ’ ᾗ ὁ τοῦ χρόνου σε κύκλος θεραπεύσει στρεφόμενος, πρὸς τέλος ὠθῶν τὴν ἀρχήν σου, καὶ τέλος ἐπιτιθεὶς τῷ βρασμῷ σου.
ΥϟΔʹ. ΤΙΜΟΘΕῼ ΑΝΑΓΝΩΣΤῌ. Τῶν πράξεων. Περὶ πυρίνων γλωσσῶν. Ὃν τρόπον τὰ τοῦ νόμου προοίμια φόβου ἐδεῖτο, πρὸς φυλακὴν τῶν ἐντολῶν ἐπιστρέφοντος τοὺς ἀκούοντας, καὶ ἐκ μέσου τοῦ πυρὸς ὁ Θεὸς ἐχρημάτιζεν· οὕτω καὶ μετὰ τὴν τοῦ Δεσπότου καὶ Σωτῆρος ἡμῶν ἀνάστασιν, ἐν πυρὶ τὸ Πνεῦμα τὸ ἅγιον τοῖς ἀποστόλοις ἐδίδοτο, βιαίας πνοῆς προηγουμένης, ἵνα εἷς Θεὸς ἐν ἀμφοτέραις ταῖς Διαθήκαις γνωσθῇ, εἰ καὶ πολὺ τῆς δευτέρας τὸ πρὸς τὴν προτέραν διάφορον.
Ἡ μὲν γὰρ τυπικοῖς ἐχρῆτο προστάγμασιν, ἡ δὲ τοῖς ἀληθέσιν ἔλαμψε πράγμασί τε καὶ δόγμασιν.
ΥϟΕʹ. ΣΥΝΟΔΙῼ. Περὶ οἴνου καὶ μέθης. Οἷνος εὐφραίνει καρδίαν ἀνθρώπου, ὁ μετρίως πινόμενος πρὸς τὴν χρείαν τοῦ σώματος· ὁ δὲ ταύτης ἐπέκεινα, ἄσωτος καὶ ὑβριστὴς καὶ ἀκόλαστος κέκληται. Ἀκόλαστον γὰρ οἶνος, καὶ ὑβριστικὸν μέθη.
Καί, «Μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία,» φησὶν ἡ θεία Γραφή. Καὶ αὐτὴ δὲ ἡ φύσις ὀχλουμένη τῇ ἀμετρίᾳ, διδάσκαλος γίνεται εὐεξίας.
Υϟϛʹ. ΚΩΝΣΤΑΝΤΙῼ. Οὐκ ἔστιν, ὦ τᾶν, οὐκ ἔστιν ὁ ζῆλός σου κατ’ ἐπίγνωσιν, οὔτε, ὡς φής, τῷ Κυρίῳ ἐκ τῶν αὐτοῦ νόμων ἀμύνεις, τῆς Ἐκκλησίας τινὰς ἐξελαύνων. Ὁ μὲν γὰρ τοὺς θεοκαπήλους ἀπήλαυνε, τοὺς ἐμπόριον τὸ ἀνάκτορον δείξαντας. Σὺ δὲ τοὺς τὸ Θεῖον εὐσεβῶς πρεσβεύοντας διώκεις ἐμμανῶς, σύγχυσίν τινα καὶ ἀνάκρασιν, καὶ τροπὴν τὴν εἰς σάρκα τοῦ Θεοῦ Λόγου κατηχῶν, ἢ ἀλλοιῶν τὴν θείαν φύσιν εἰς σάρκα καὶ ὀστέα, ἢ τὴν ἀλήθειαν τῆς σαρκὸς ἀθετῶν. Οὐ τοίνυν τὸν Κύριον μιμῇ, ἀλλὰ τὸν στρατηγὸν τοῦ ἱεροῦ, τοὺς ἀποστόλους διώκοντα, καὶ κηρύσσειν τὴν εὐσέβειαν κωλύοντα.
ΥϟΖʹ. ΚΥΡΙΛΛῼ. Εἰς τό, «Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες.» Ὃν τρόπον δύο σύνδεσμος τοίχων γωνιαῖός τις εὑρίσκεται λίθος, πρὸς ἀδιαίρετον ἕνωσιν, ἑκατέρους συνδέων· οὔτω τοὺς δύο τῆς οἰκουμένης λαοὺς ἡ τοῦ Δεσπότου ἡμῶν ἔνσαρκος οἰκονομία συνάψασα καὶ εἰς ἓν σῶμα, καὶ [ἒν] πνεῦμα συναρμολογήσασα. εἰς κεφαλὴν γωνίας ἐγένετο, ἀσάλευτον τὴν ἕνωσιν τῇ ἑαυτῆς μεσιτείᾳ φυλάξασα.
ΥϟΗʹ. ΘΕΩΝΙ. Πρὸς μοναχὸν καλλωπιζόμενον. Τὴν Ἐλισσαίου εὐτέλειαν ζήλου, ὑπερώῳ καὶ λύχνῳ ἀρκούμενος· ἅπερ τὴν ὑψηλὴν καὶ πεφωτισμένην τοῦ ἀνδρὸς ᾐνίσσετο πρᾶξιν· ἀλλὰ μὴ μεγάλαις οἰκοδομαῖς ὡς Φαραὼ προστηκόμενος καὶ προστήκων αὐταῖς τοὺς μονάζοντας, τὴν ἀληθῆ ἐργασίαν κατάλυε.
ΥϟΘʹ. ΑΡΧΙᾼ. Κατὰ Μακεδονιανῶν, ἤτοι Πνευματομάχων. Εἰ τὴν ὑπόσχεσιν ἐπλήρωσε τὴν οἰκείαν ὁ Κύριος, οὐ μετὰ πολλὰς ἡμέρας τῆς ἑαυτοῦ ἀναλήψεως, τὴν ἐξ ὕψους δύναμιν περιζώσας τοὺς θιασώτας, καὶ ὁ νόμος τοῦ πνεύματος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσεν ἡμᾶς ἐκ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου, ματαία [ἡ] τοῦ Σατανᾶ Μοντανοῦ κακόνοια, πρὸς τοσαύτην ἀλήθειαν ἀβλεπτήσαντος, καὶ μεῖζόν τι τῆς τελειώσεως ταύτης τοῖς πεισθεῖσιν αὐτῷ προσγενήσεσθαι μυθοποιήσαντος.
Φʹ. Τῼ ΑΥΤῼ. Κατὰ Μακεδονιανῶν, ἤτοι Πνευματομάχων. Τὸ θεῖον καὶ προσκυνούμενον Πνεῦμα δεκάτῃ τῆς ἀναλήψεως, πεντηκοστῇ δὲ τῆς ἀναστάσεως ἡμέρᾳ ἐπὶ τοὺς ἱεροὺς μαθητὰς κατεφοίτησεν, ὡς ὁ Κύριος ἐπηγγείλατο, οὐ μετὰ πολλὰς ἡμέρας τοῦτο ποιήσειν τῷ καιρῷ τῆς εἰς οὐρανοὺς ἀνόδου ὑποσχόμενος. Καὶ Λουκᾶς ἔγραψε πληρωθὲν ὁ θεσπέσιος, ὅπερ πολλοῖς ὕστερον χρόνοις ὁ δυσσεβὴς [μὴ] γεγενῆσθαι Μοντανὸς διεψεύσατο, καὶ τὸν Κύριον διαβάλλων οὐκ ἀληθεύοντα, καὶ τοὺς μαθητὰς ψευσθέντας τῆς ὑποσχέσεως, ἄλλους δέ τινας ἀντ’ ἐκείνων τὴν ἐπαγγελίαν κομισαμένους ἀδίκως, εἴπερ ἄλλων ἐν τοῖς κινδύνοις ἀθλησάντων, ἕτεροι τῶν ἐπάθλων ἀπέλαυσαν.
Ποίῳ δὲ πνεύματι ἐνήργουν τὰ θαύματα, ἢ τὰ ἔθνη ἐπαίδευον τὴν εὐσέβειαν;
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.