Ἔργον
Ἰσίδωρος ὁ Πηλουσιώτης – Ἐπιστολαὶ περὶ τῆς ἑρμηνείας τῆς θείας γραφῆς
Βιβλίο Β΄, Επιστολές 1-50
Έναρξη του δευτέρου βιβλίου με παραινέσεις για την υπομονή, τη σωφροσύνη, την άσκηση της ιερωσύνης και την αποφυγή της υποκρισίας.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Βιβλίο Β΄, Επιστολές 1-50
Έναρξη του δευτέρου βιβλίου με παραινέσεις για την υπομονή, τη σωφροσύνη, την άσκηση της ιερωσύνης και την αποφυγή της υποκρισίας.
ΤΩΝ ΤΟΥ ΑΓΙΟΥ ΙΣΙΔΩΡΟΥ ΤΟΥ ΠΗΛΟΥΣΙΩΤΟΥ ΙΣΙΔΩΡΟΥ ΤΟΥ ΠΗΛΟΥΣΙΩΤΟΥ ΕΠΙΣΤΟΛΩΝ ΒΙΒΛΙΟΝ Βʹ. Αʹ. ΘΕΟΓΝΩΣΤῼ ΠΡΕΣΒΥΤΕΡῼ. Τί ἐστι τό, «Ἱερεῖς, λαλήσατε εἰς τὴν καρδίαν Ἱερουσαλήμ.» Οἱ τὸν διδασκάλοις πρέποντα βίον μεταδιώκοντες ὑφηγηταί, μὴ μόνον μέμψεως κρείττους [ἑαυτοὺς] διατηρείτωσαν, ἀλλὰ καὶ θείοις πλεονεκτήμασι πλουτείτωσαν.
Τὸ μὲν γὰρ καὶ τῶν τυχόντων ἐστί, τὸ δὲ τῶν ἄκρων εἰς ἀρετήν, [οἳ] κἂν μηδὲν φθέγξοιντο, τρανοτέρᾳ φωνῆς ἡσυχίᾳ τοὺς φοιτητὰς παιδεύουσιν, οὐ τὰς ἀκοὰς αὐτῶν τέρποντες, ἀλλὰ τὰς ψυχὰς φωτίζοντες. Οἱ γὰρ λόγων πλέον μηδὲν προσεῖναι τῷ διδασκάλῳ νομίζοντες, καὶ τὰς ἀκοὰς ἐνοχλοῦσι, [καὶ γέλωτα ὀφλισκάνουσιν·] οἱ δὲ τοῖς ἔργοις ἀστράπτοντες, [κἂν σιγὴν ἀσκήσωσι, τὰς τῶν θεωμένων παιδεύουσι ψυχάς.] Καὶ τοῦτ’ ἔστιν ἄρα ὅπερ ἐπεζήτησας μαθεῖν, «Ἱερεῖς, λαλήσατε εἰς τὴν καρδίαν Ἱερουσαλήμ.» Πολλοὶ [μὲν] γὰρ οἱ διὰ λόγων ἐνοχλοῦντες, ὀλίγοι δὲ οἱ διὰ τῶν ἔργων παιδεύοντες, οἷς καὶ τὸ ἱερᾶσθαι μάλιστα προσήκει.
Βʹ. ΕΥΣΤΑΘΙῼ ΠΡΕΣΒΥΤΕΡῼ. Εἰ πάλαι εἶχεν ἡ τῶν ἀνθρώπων φύσις τὰ εἰς καλοκαγαθίαν σπέρματα (διὸ καὶ τινὲς μὲν γεωργήσαντες αὐτά, διέλαμψαν, τινὲς δὲ νεκρώσαντες, δίκην ἔδοσαν), νῦν ὅτε ἐπὶ τὸ κρεῖττον διεκοσμήθη, καὶ μυρίοις χαρίσμασιν ἐστέφθη, καὶ εὐήνιος πρὸς ἀρετὴν γέγονεν, οὐχ ἡγῇ κἀκεῖνα μεμενηκέναι ἐν αὐτῇ ἀκέραια, δεῖσθαι δὲ τῶν αὐτοῖς χρησομένων;
Οὐ γὰρ δήπουθεν ἡνίκα τὴν ἄλλην εὐημερίαν προσείληφε, τηνικαῦτα τῶν ἔμπροσθεν καλῶν δεῖ νομίζειν αὐτὴν ἐστερῆσθαι. Μᾶλλον γὰρ εἰκὸς ὑπὸ τῆς παρούσης χάριτος κἀκεῖνα δοθῆναι πρότερον ἀπόντα, ἢ πρότερον ὑπάρχοντα νῦν ἀνῃρῆσθαι. Ἀλλὰ ταυτὸν οἶμαι τοὺς πολλοὺς πεπονθέναι τοῖς ῥᾳθύμοις ναυκλήροις, οἴ, παρὸν ἀπολαύειν δεξιοῦ πνεύματος, ἐν τοῖς λιμέσι παραμένοντες, καὶ ἐν καπηλείοις καλινδούμενοι ἐγκαλοῖεν τῇ ὥρᾳ, ὡς οὐ δεόντως χορηγησάσῃ τὰ πνεύματα. Πρὸς οὓς δικαίως ἄν τις εἴποι, Ἀργότατοι πλωτήρων, ἡ μὲν ἐφύλαττε τὸν αὑτῆς θεσμόν, ὑμεῖς δὲ οὐκ ἐχρήσασθε τοῖς καιροῖς. Ἔστι δὲ τῆς μὲν θείας προνοίας ἐπικουρῆσαι τοῖς πλέουσι· τὰ δὲ ἔργα παρ’ ἑαυτοῦ τις ἀπαιτείτω. Καὶ ἡμεῖς τοίνυν δεδόσθαι παρὰ τῆς θείας δεξιᾶς εἰδότες τῇ φύσει τὴν περὶ τὴν ἀρετὴν ῥοπήν, συνενέγκωμεν τοὺς πόνους· οὕτως γὰρ αἴσιον ἕψεται τὸ τέλος.
Γʹ. ΤΙΜΟΘΕῼ ΑΝΑΓΝΩΣΤῌ. Πῶς ἡ σοφία ἐκέρασε τὸν ἑαυτῆς κρατῆρα. Κρατῆρα λόγων, ἡ τοῦ Θεοῦ σοφία, ὦ φιλομαθέστατε, τὰς θείας ἐκέρασε Γραφάς, κρατῆρα, οὐ μέλιτος, οὐ γάλακτος, οὐκ οἴνου, ἀλλὰ παιδείας καὶ φιλοσοφίας πεπληρωμένον, καὶ θείοις χαρίσμασιν ἐστεμμένον, ὅστις τοὺς χρωμένους εἰς ἀρετὴν καὶ εὐσέβειαν προτρέπει, τῶν μὲν ἐπιγείων ἀμελεῖν παρασκευάζων, τῶν δὲ οὐρανίων εἴσω χωρεῖν· κρατῆρα, οὐ μεθόδους περιέχοντα, οὐδὲ σοφίσματα, οὐδὲ φυσιολογίας ἀτόμους καὶ ἀπείρους, ἀλλ’ ἔργα ἀνδρῶν ὀνομαστοτάτων καὶ ἐνδοξοτάτων, οἷς ὅμοια καὶ πράττων καὶ λέγων, ἀρετῆς κόσμον ἕξεις. Ἀλλ’ οὐδὲ τῶν πταισάντων τοὺς βίους καὶ τὰς τιμωρίας ἀπεσιώπησεν· ὅπως μαθών, τὰ μὲν καλὰ ἔχοις, εἰ θέλοις, ζηλοῦν· τὰ δὲ φαῦλα, φεύγειν. Ὅσον μὲν οὖν χρήσιμον εἰς τὴν καθ’ ἡμᾶς φιλοσοφίαν· ἐκ τῆς ἔξωθεν παιδεύσεως, ὥσπερ ἡ μέλιττα, δρεψάμενος (πολλὰ γάρ, εἰ χρὴ τἀληθῆ λέγειν, ἀρετῆς ἕνεκεν πεφιλοσοφήκασι), τὸ λοιπὸν ἅπαν χαίρειν ἔα· μάλιστα ὁρῶν αὐτοὺς κατ’ ἀλλήλων διαπρύσιον κεκινηκότας πόλεμον. Ἀριστοτέλης μὲν γὰρ ἐπανέστη Πλάτωνι· οἱ Στωϊκοὶ δὲ πρὸς τοῦτον ἐφράξαντο.
Τοῖς δὲ θείοις χρησμοῖς διὰ βίου δίδου σαυτόν. Οὕτω γὰρ καὶ ἐξ ἐκείνων καὶ ἐκ τούτων ὠφελούμενος, μέγα καὶ σαυτῷ καὶ πᾶσιν ἔσῃ χρῆμα. Ἐπειδὴ δὲ βούλει [γνῶναί] τί ἐστιν, «Ἐκέρασεν ἡ σοφία τὸν ἑαυτῆς οἶνον,» καὶ δι’ ἢν αἰτίαν, οὐκ ἄκρατον αὐτὸν προὔθηκε, μάνθανε δι’ ὀλίγων πολλά· Τὰ θεῖα καὶ ὑπερφυῆ παιδεύματα, λόγοις καὶ παραδείγμασι σωματικοῖς ἐκέρασεν. Οὐ γὰρ οἷόν τε ἦν ἡμᾶς ἄλλως νοῆσαι. Τὴν γοῦν ἕνωσιν τῶν θείων νοημάτων καὶ τῶν ἐπιγείων λόγων, κρᾶσιν οὐκ ἀπεικότως ἐκάλεσε.
Δʹ. Τῼ ΑΥΤῼ. Πῶς νοητέον τό, «Ἔχομεν τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσι.» Πολλὰ ἂν εἶχον γράψαι εἰς τὸ ῥητὸν ἀποστολικόν, εἰ μὴ ἀπέστειλας μείζονα ἢ κατ’ ἐμὲ ἐγκώμια τυγχάνοντα, ἂ μικροῦ δεῖν τὴν σιωπὴν τιμῆσαι παρεσκεύασε.
Πέπαυσο τοίνυν οὕτως [ἐπαινῶν]· τοὺς μὲν γὰρ ἀφραίνοντας ὑπτιώσεις· τοὺς δὲ ἐχέφρονας, ἐρυθριᾷν παρασκευάσεις. Πλὴν ἀλλ’ ἀποχρώντως παραινέσας, [ὀλίγα] περὶ τῆς ἀποστολικῆς εἴποιμι ῥήσεως. Τό, «Ἔχομεν τοίνυν τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσι,» διττήν μοι δοκεῖ ἔννοιαν ἔχειν· ἢ ὅτι Ἔχομεν τὸν θησαυρὸν τοῦτον, τουτέστι τὸν οὐράνιον πλοῦτον, καὶ τὰ ὑπερφυῆ καὶ μείζονα τῆς ἡμετέρας ἀξίας χαρίσματα ἐν τῷ θνητῷ τούτῳ σώματι, ὀστρακίνῳ δικαίως κληθέντι, ἐπειδήπερ ἐκ γῆς γέγονεν· ἢ ὅτι Ἔχομεν τὸν πλοῦτον τῆς θείας σοφίας ἐν ταῖς ἱεραῖς Γραφαῖς, εὐτελέσι καὶ ἰδιωτικαῖς λέξεσι καὶ παραδείγμασιν ἐμπεριεχόμενον.
Ὅτι γὰρ τοῦτο δηλοῖ, ἐπήγαγε καὶ τὴν αἰτίαν, «ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾗ τοῦ Θεοῦ, καὶ μὴ ἐξ ἡμῶν.» Οἱ γὰρ ὁρῶντες τοὺς κήρυκας τοῦ λόγου, ἀμαθεῖς μὲν ὄντας καὶ ἰδιώτας καὶ ἀσθενεῖς (ἐτύπτοντο γὰρ καὶ ἠλαύνοντο πάντοθεν), περιγινομένους δὲ καὶ νικῶντας, τὸν Θεὸν ἐδόξαζον. Ἡ γὰρ δύναμις τοῦ Θεοῦ ἐν τῇ ἀσθενείᾳ τῶν ἀποστόλων ἐδείκνυτο μειζόνως καὶ διέλαμπεν· ὅτι ἀσθενεῖς ὄντες, τῶν ἰσχυρῶν περιεγένοντο· καὶ πένητες ὄντες, τῶν πλουσίων ἐκράτουν· καὶ ἰδιῶται τυγχάνοντες, τῶν σοφῶν περιῆσαν.
Εʹ. Τῼ ΑΥΤῼ. Εἰς τὸ αὐτό. Ἔοικας τὴν κατάστασιν τῆς Ἐκκλησίας, τὴν ἐπὶ τῶν προτέρων χρόνων, ἀγνοεῖν. Οὐ γὰρ ἂν γινώσκων περὶ τούτων ἠπόρησας. Ἐγὼ δέ, δακρύσας θερμῶς, ὅτι τὰς θήκας ἔχοντες τοῦ πλούτου, τὸν πλοῦτον αὐτὸν διὰ ῥᾳθυμίαν, τόγε ἐμαυτοῦ φημι μέρος, ἀπωλέσαμεν, ἐπὶ τὸ σαφηνίσαι τὰ δηλωθέντα ἥξω. Οἱ ἀπόστολοι σῶμα ἔχοντες θνητόν, καὶ πηλοῦ παντὸς ἀσθενέστερον, ἐλαυνόμενοί τε καὶ διωκόμενοι, νεκροὺς ἤγειρον, παραλυτικοὺς ἔσφιγγον, νοσοῦντας ἰῶντο, δαίμονας ἤλαυνον, προφήτευον τὰ μέλλοντα, Πνεύματος ἁγίου παρουσίαν προυξένουν. Ἢ οὐκ ἤκουσας τοῦ Σίμωνος φήσαντος αὐτοῖς, «Δότε κἀμοὶ τὴν ἐξουσίαν ταύτην, ἵνα ᾧ ἐὰν ἐπιθῶ τὰς χεῖρας, λαμβάνῃ Πνεῦμα ἅγιον;» Τί τούτου τοῦ πλούτου ἴσον; τί δὲ τιμαλφέστερον; Ἐγὼ εἰ πάσης τῆς γῆς συναγαγών τις τὰς βασιλείας, τὴν Ἀσσυρίων λέγω, καὶ Περσῶν, καὶ Μακεδόνων, καὶ Ῥωμαίων, μίαν τῷ λόγῳ ποιήσειε, καὶ παραβάλλοι τούτῳ τῷ πλούτῳ, ὡς ἀνοήτου παιδὸς καταγνώσομαι, καὶ μὴ εἰδότος διακρίνειν πραγμάτων φύσιν. Εἰ δὲ καὶ τὰ τούτων μείζονα ἐννοήσειας, μείζονα ὄψει τὸν πλοῦτον· συνέστιοι καὶ ὁμοτράπεζοι τοῦ πάντων Δεσπότου γεγένηνται, ὁμιλίας κατηξιώθησαν θείας, παιδεύσεως ὑπερφυοῦς, υἱοθεσίας καὶ φιλίας ἐντὸς ἐγένοντο.
Οἷον γὰρ ὕπαρχοί τινες ἦσαν περὶ τὸν βασιλέα, ἀστέρες τῷ ἡλίῳ τῆς δικαιοσύνης συμπεριπολοῦντες, καὶ δεχόμενοι οὐχὶ δέλτους ἐξ ἐλέφαντος, ἵσως γέρας ἀνθρώπινον ὠδινούσας, ἀλλ’ ἐξουσίας, οἵαν οὐδ’ οἱ τῆς γῆς βασιλεῖς ἔχουσιν. Ἐῤῥέθη γὰρ αὐτοῖς· «Ὅσα ἐὰν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν τοῖς οὐρανοῖς· καὶ ὅσα ἐὰν λύσητε, ἔσται λελυμένα.» Εἰ δὲ καὶ τὰ ἐκεῖσε ἐπηγγελμένα αὐτοῖς ἀγαθὰ λογίσαιο, πλέον ἐκπλαγήσῃ. Εἰ δέ τις ἀπιστεῖ τοῖς μέλλουσιν, ἀπὸ τῶν παρόντων ἀπόδειξιν λαμβανέτω. Ὁ γὰρ γῆς τε καὶ θαλάττης βασιλεύων, ἄπεισιν εἰς τὸ μνῆμα τοῦ ἁλιέως τὰ ὀστᾶ περιπτυξόμενος. Εἶδες τὸν ἀκήρατον πλοῦτον ἐν ὀστρακίνοις σκεύεσι κείμενον;
Θέα καὶ τὴν θείαν σοφίαν εὐτελέσι λόγοις καὶ παραδείγμασι κραθεῖσαν. Εἰ γὰρ πρὸς τὴν αὑτοῦ ἀξίαν μόνον προσέσχεν ὁ Θεός, καὶ μὴ πρὸς τὴν ὠφέλειαν τῶν ἐντευξομένων, οὐρανίοις ἂν καὶ θείοις λόγοις τε καὶ παραδείγμασιν ἐχρήσατο. Ἀλλ’ ἐπειδὴ ἀνθρώποις ἐνομοθέτει ἀσθενέσι τυγχάνουσι, καὶ ἀνθρωπίνων δεομένοις λόγων (οὕτω γὰρ ῥᾳδίως τὰ ὑπὲρ αὐτοὺς νοῆσαι ἠδύναντο), ἰδιωτικαῖς λέξεσιν ἐκέρασε τὰ θεῖα μαθήματα, ἵνα καὶ γυνὴ καὶ παῖς καὶ ἁπάντων ἀνθρώπων ἀμαθέστατος κερδάνῃ τι καὶ ἐξ αὐτῆς τῆς ἀκροάσεως. Τῆς γὰρ τῶν πολλῶν καὶ ἀγελαιοτέρων φροντίσας σωτηρίας ὁ· λόγος, σαφηνείᾳ τοσαύτῃ διὰ φιλανθρωπίαν τοῦ νομοθέτου κραθείς, οὐδένα τῆς κατὰ δύναμιν ὠφελείας ἀποστερεῖ. Οὔτε δὲ τῶν σοφωτέρων ἠμέλησεν. Ἐν τοσαύτῃ γὰρ σαφηνείᾳ οὕτως ἀπόῤῥητοι λόγοι καθάπερ θησαυροί τινες ἐνοικοῦσιν, ὡς καὶ τοὺς σοφωτάτους καὶ ἐλλογιμωτάτους τῶν ἀνθρώπων πρὸς τὸ βάθος τῶν νοημάτων ἰλιγγιᾷν, καὶ παραχωρεῖν πολλάκις τῷ ἀκαταλήπτῳ τῆς σοφίας.
ϛʹ. ΕΥΣΤΑΘΙῼ ΠΡΕΣΒΥΤΕΡῼ. Περὶ ὑπομονῆς. Χρὴ τὸν βουλόμενον λαμπρὰν ἀναδήσασθαι νίκην, μὴ μόνον ὑβριζόμενον καὶ ἀδικούμενον φέρειν γενναίως, ἀλλὰ καὶ πλείονα παρέχειν τῷ ἀδικοῦντι ὧν βούλεται λαβεῖν, καὶ τοὺς ὅρους τῆς πονηρᾶς ἐπιθυμίας ἐκείνου τῇ δαψιλείᾳ τῆς οἰκείας ὑπερβαίνειν φιλοτιμίας. Εἰ δέ σοι παράδοξα εἶναι δοκεῖ ταῦτα, ἀπὸ τῶν οὐρανῶν τὴν ψῆφον οἴσομεν, καὶ τὸν νόμον τοῦτον ἐκεῖθεν ἀναγνωσόμεθα. Οὔτε γὰρ εἶπεν ὁ Σωτήρ, Ἐάν τίς σε ῥαπίσῃ εἰς τὴν δεξιὰν σιαγόνα, φέρε γενναίως, καὶ ἡσύχαζε· ἤνυσαν γὰρ τοῦτο καὶ ἄνευ ὑποθηκῶν τινες ἐπὶ φιλοσοφίᾳ διαλάμψαντες, καὶ τῷ ἐμφύτῳ νόμῳ πολιτευσάμενοι· ἀλλὰ προσέθηκε τό, καὶ τὴν ἄλλην τῷ τύπτοντι ἑτοίμην πρὸς τὴν πληγὴν παρέχειν. Αὕτη γὰρ ἡ λαμπρὰ νίκη. Τὸ μὲν γὰρ φιλόσοφον, τὸ δὲ ὑπερφυὲς καὶ οὐράνιον.
Ζʹ. ΑΘΑΝΑΣΙῼ. Περὶ σωφροσύνης. Ὅστις τὸ ἀπόβλεπτον καὶ ὑπέρκαλον τῆς σωφροσύνης κάλλος θεασάμενος, οὐκ ἐδαμάσθη τῷ φίλτρῳ, οὗτος ἀνέραστος τῶν καλῶν παρ’ ἐμοὶ κριτῇ γεγράφθω.
Ηʹ. ΙΟΥΝΙᾼ. Περὶ παρθένων. Οὐ τῇ τοῦ σώματος ἁγνείᾳ μόνον, ὦ σοφέ, ἀλλὰ καὶ τῇ ἀπραγμοσύνῃ τὴν παρθενίαν ὁ θεσπέσιος ὁρίζεται Παῦλος.
Θʹ. ΙΩΣΗΦ ΠΡΕΣΒΥΤΕΡῼ. Περὶ ἀρετῆς. Παντὶ σθένει, ὦ βέλτιστε, προσήκει τὴν ἀρετὴν ἀσκεῖν, ἀλλ’ οὐκ ἀρκεῖν ἡγεῖσθαι τὸ δοκεῖν ἀσκεῖν.
Ιʹ. ΧΑΙΡΗΜΟΝΙ, ΑΝΑΤΟΛΙῼ, ΓΟΤΘΙῼ, ΜΑΡΩΝΙ. Πρὸς ἀσκητάς. Ἐπειδὴ τοῖς ἁγίοις ὁ βίος ὁ ὑμέτερος δακρύων γέγονεν ὑπόθεσις ἀεννάων, λογιζομένοις δι’ ἣν αἰτίαν Χριστιανοὶ φάσκοντες εἶναι, Ἐπικούρειον διαζῆτε βίον, οὔτε ἔργον ἀκολασίας καταλείψαντες ἄπρακτον, οὔτε λόγον αἰσχρὸν ἄῤῥητον· γέγραφα παραινῶν, ὅπως γνωσιμαχήσαντες, ἑαυτοὺς μὲν αἰσχύνης καὶ ὀνειδῶν, καὶ τῆς μελλούσης ἀδεκάστου κρίσεως, τοὺς δὲ ἁγίους τῆς ἐφ’ ἑαυτοῖς λύπης, τὴν δὲ Ἐκκλησίαν δυσεκπλύτου κηλῖδος ἀπαλλάξητε.
ΙΑʹ. ΣΤΡΑΤΗΓΙῼ, ΕΠΙΣΚΟΠῼ ΝΕΩΣΤΙ ΚΑΤΑΣΤΑΝΤΙ. Ἴσθι, τιμιώτατε, ὅτι ἐν παντὶ μὲν τῷ βίῳ, μάλιστα δὲ [νῦν] ἐπιβαίνων τοῖς ὅροις τῆς δοξάσης μὲν εἶναι ἀρχῆς, οὔσης δὲ λειτουργίας, δίκαιος ἂν εἴης κολάζειν τὰς αὑτοῦ ἐπιθυμίας, ὥστε μηδενὸς τῶν παρὰ τοῖς ὑπηκόοις φαύλων ἡττᾶσθαι. Καὶ γὰρ αἴσχιστον εἰ, τοῖς ἀρχομένοις ἐπιτάττειν βουλόμενος, φωραθείης μηδὲ σαυτοῦ ἄρχειν δυνάμενος.
ΙΒʹ. ΓΑΙῼ. Ὅτι ἡ κακία τὸ τερπνὸν ὀλέθριον ἔχει, ἡ δ’ ἀρετὴ τὸ ἐπίπονον, εὐκλεέστατε, καὶ εὐδόκιμον (ἱδρῶσι γὰρ ἡδέως ἀρδεύεται ἡ εὐδοκίμησις), οἶσθα. Χρὴ τοίνυν τὴν μὲν φεύγειν, τῆς δ’ ἀπρὶξ ἔχεσθαι.
ΙΓʹ. ΕΥΤΟΝΙῼ ΔΙΑΚΟΝῼ. Τοσοῦτον οἱ συνοικοῦντες τῇ ἀρετῇ τῶν ἀμοιρούντων αὐτῆς διενηνόχασιν, ὅσον ἄνθρωποι μὲν τῶν θηρίων, ἄγγελοι δὲ τῶν ἀνθρώπων. Καὶ γάρ τοι πορεύονται διὰ τῆς ἀγορᾶς, ὥσπερ φωστῆρες ἐξαίφνης ἐν σκότῳ φανέντες, καὶ ἐπιστρέφοντες πρὸς ἑαυτοὺς τῶν ἄλλων τὰς ὄψεις. Εἰς τοίνυν αὐτῶν τυγχάνων, ἔχου τοῦ κτήματος.
ΙΔʹ. ΙΕΡΙῼ. Οἱ γνήσιοι τῆς ἀρετῆς ἐρασταί, καὶ ζῶντες ἐν σώματι, ὀρθοῦσι τὰς πόλεις· καὶ ἀποθέμενοι τοῦτο, ἐγκαταλείπουσι κέντρον τοῦ πόθου. Τοιγάρτοι ἐπίσημοι μὲν αὐτῶν οἱ τάφοι, ἐν τιμῇ δὲ τὰ γένη, διηνεκὴς δὲ ἡ μνήμη. Δικαίως. Ἀρετὴν γὰρ ἐκτήσαντο, ἧς οὐ πέφυκεν ἅπτεσθαι τελευτή. Εἰ δὲ καὶ ὁμογνωμονῶν ἡμῖν ἐτύγχανες ἐν τῇ περὶ Θείου δόξῃ τῆς μελλούσης δόξης μνημονεύσας, ἐπτέρωσα ἄν σε πλέον πρὸς τὸν τῆς ἀρετῆς ἔρωτα.
ΙΕʹ. ΣΕΡΑΠΙΩΝΙ ΚΟΡΡΙΚΤΟΡΙ. Οὐδὲν οὔτω καὶ παρὰ ἀνθρώποις ἔνδοξον, καὶ παρὰ Θεῷ εὐδόκιμον οἶδε ποιεῖν, ὡς τὸ δύνασθαι μὲν ἃ βούλεται πράττειν, ἀεὶ δὲ φιλάνθρωπα καὶ βούλεσθαι καὶ πράττειν. Οὐκοῦν ἐπειδὴ τὸ δύνασθαι ἐν τῇ ἀρχῇ πάρεστι, τὸ φιλάνθρωπον τούτῳ κιρνάσθω, ἵνα καὶ μετὰ τὴν ἀρχὴν ἀοίδιμος γένοιο.
Εἰ δὲ θυμῷ χαρίσαιο, καὶ τῇ ἐξουσίᾳ ἀποχρήσῃ, σβέσεις μὲν τὸ σαυτοῦ κλέος, θηριωδίας δὲ δόξαν ἀποίσῃ. Τὸ μὲν γὰρ συγγνώμης ἀξιοῦν τοὺς πταίοντας, θεῖον· τὸ δὲ παρὰ πόδας ἀπαραιτήτως κολάζειν, θηριοπρεπὲς καὶ ὀφιῶδες. Τίς [τοι]γαροῦν παρεὶς τὸ μιμήσασθαι τὸ Θεῖον, τοῖς χαμαὶ ἕρπουσιν ἐξομοιωθῆναι βουληθείη; Οὐδείς, πλὴν εἰ μή τις καὶ τοῦ θείου φόβου καὶ τῆς τῶν ἀνθρώπων δόξης καταφρονήσειεν.
Ιϛʹ. ΜΑΡΩΝΙ. Ὁ μὲν ἰατρικὸς Ἱπποκράτης παρῄνεσε, τοῖς κεκρατημένοις μὴ ἐγχειρεῖν. ᾯ τινες πειθόμενοι τῶν ἀπαγορευσάντων σε, ὡς κομιδῇ ἀπηλγηκότα, μᾶλλον δὲ νενεκρωμένον, καὶ ἡμᾶς, τοὺς ἐπὶ μετάνοιάν σε παρακαλοῦντας, κωμῳδοῦσιν, ὡς Αἰθίοπα σμήχειν ἐπιχειροῦντας. Ἐγὼ δὲ πολλὰς ἐν ἀνθρώποις μεταβολὰς καὶ γεγενημένας ἀκούων, καὶ γινομένας ὁρῶν, καὶ ἐσομένας προσδοκῶν, διεγείρειν σε καὶ κατευθύνειν δίκαιον ᾠήθην, ἐλπίδι χρηστῇ τρεφόμενος. Εἰ δὲ καί, ὅπερ μὴ γένοιτο, διαμαρτήσαιμι, τὸ γοῦν ἐμαυτῷ ἐγκαλεῖν κερδανῶ, καὶ οὐκ ἔσομαι τῶν τὴν θάλατταν πλεόντων ἀπηνέστερος· οἲ ὅταν τινὰ ἴδωσιν ἐκπεσόντα νεώς, τὰ ἱστία χαλάσαντες, πειρῶνται αὐτὸν ἀνιμήσασθαι.
Εἰ δὲ μὴ βουληθείη ἐκεῖνος σωθῆναι, οὐδεὶς αὐτούς, [ὡς μὴ] βουληθέντας σῶσαι, αἰτιάσοιτο. Ἀνάνευσον τοιγαροῦν ἐκ τοῦ βυθοῦ τῆς κακίας, πέπαυσο τῆς ἀσελγείας· ἐννόησον τὸ ἐπίκηρον τοῦ τῇδε βίου, καὶ τὴν ἐκεῖσε ἀπαραίτητον τιμωρίαν. Τί μάτην, μᾶλλον δὲ ἐπὶ κακῷ ἀναλίσκεις τὸν χρόνον; Ἐννόησον, ὅτι, μίαν [ἔχων] ψυχήν, πᾶσιν αὐτὴν τοῖς αἰσχροῖς πάθεσι κατεμόλυνας. Ἀπάλλαξον σαυτὸν μὲν κακίας καὶ αἰσχύνης καὶ κωμῳδίας καὶ κολάσεως, τὴν δὲ Ἐκκλησίαν μολυσμοῦ, τὸ δὲ θυσιαστήριον κηλίδος, τὸν δὲ χειροτονήσαντά σε ἐγκλημάτων, ἡμᾶς δὲ λύπης, τοὺς δὲ ἀγίους ἀεννάων δακρύων.
ΙΖʹ. ΠΑΜΠΡΕΠΙῼ ΔΙΑΚΟΝῼ. Ἡ εἰς τὸ Θεῖον ἐλπίς, πύργος ἐστὶν ἀῤῥαγής, οὐ τὴν λύσιν μόνον ἐπαγγελλόμενος τῶν δεινῶν, ἀλλ’ οὐδὲ παρόντων αὐτῶν ταράττεσθαι συγχωρῶν. Ὁ γὰρ τῶν ἀνθρωπίνων ἀπηλλαγμένος, καὶ τῇ ἄνωθεν ἐλπίδι ἑαυτὸν ἐξαρτήσας, οὐ μόνον ταχίστην ἐπάγεται τῶν δεινῶν τὴν ἀπαλλαγήν, ἀλλ’ οὐδὲ παρόντων αὐτῶν θορυβοῦται καὶ ταράττεται, τῇ προσδοκίᾳ τῆς ἱερᾶς ἐκείνης ἀγκύρας ὀρθούμενος.
Χρῶ τοίνυν αὐτῇ, καὶ πάντων ἔσῃ κρείττων τῶν λυπηρῶν.
ΙΗʹ. ΙΣΙΔΩΡῼ ΠΡΕΣΒΥΤΕΡῼ. Κορωνίδα ἐπιθεῖναι τῷ κατὰ τὸν θεοσεβέστατον Ἡσύχιον πράγματι καταξίωσον, ἵνα σὺ μὲν ἀοίδιμος γένοιο, ἐγὼ δὲ λίαν ἡσθείην, αὐτός τε πάλιν ἀνακηρύξῃ τὰ σὰ [ἅπαντα]· ἀνὴρ γάρ ἐστιν εἰδέναι χάριτας ἐπιστάμενος.
Θʹ. ΕΥΤΟΚΙῼ ΔΙΑΚΟΝῼ. Ὅτι μὲν τὸ μὴ δεῖσθαι πολλῶν συνωμολόγηται μέγιστον ἀγαθόν, δῆλον. Ὅτι δὲ καὶ τὸ τῆς τῶν ὄντων χρείας ἀνώτερον καὶ κρείττονα εἶναι, πολλῷ μείζονος εὐπραγίας ἂν εἴη, καὶ τοῦτο συνωμολόγηται.
Οὐκοῦν φροντίσωμεν τῆς μὲν ψυχῆς μάλιστα, τοῦ δὲ σώματος ὅσον ἀνάγκη, τῶν δὲ ἔξω μηδ’ ὅσον. Οὕτω γὰρ κἀνταῦθα πρὸς τὴν ἀκροτάτην μακαριότητα φθάσαιμεν, τὴν καὶ τὴν τῶν οὐρανῶν βασιλείαν ὠδίνουσαν. Εἰ δέ τισιν οὐ δοκεῖ ταῦτα [ἀκούουσιν] ἀληθῆ εἶναι, ἐμοὶ δοκεῖ. Οὐ γὰρ τοσοῦτον ὅπως τοῖς ἀκούουσιν ἂ λέγω δόξῃ ἀληθῆ εἶναι, προθυμοῦμαι, εἰ μὴ εἴη πάρεργον, ἀλλ’ ὅπως ἐμοί.
Κʹ. ΜΑΡΩΝΙ. Ἔοικας ἀγνοεῖν ὅσην ὁ ἀπράγμων βίος ἔχει τὴν εὐφροσύνην· τάχα δὲ οὐκ αὐτὸς μόνος, ἀλλὰ καὶ οἱ τὸν αὐτόν σοι βίον ἐπανῃρημένοι, ἅτε μηδέποτε ταύτης γευσάμενοι καθαρῶς. Πέπαυσο τοίνυν μὴ μόνον πολυπραγμονῶν, καὶ συκοφαντῶν, ἀλλὰ καὶ τοὺς συκοφάντας συγκροτῶν. Κινδυνεύεις γὰρ εἰς ἀναλγησίαν ἐκπεπτωκώς, τὴν μὲν κακίαν περιέπειν, τὴν δ’ ἀρετὴν προπηλακίζειν.
ΚΑʹ. ΕΡΜΟΓΕΝΕΙ ΕΠΙΣΚΟΠῼ. Δεινὴν ἡμῶν, ὡς ἐπυθόμην, ἡ σὴ θεοσέβεια ἐπὶ φίλων ἐποιήσατό [τινων] τὴν καταβοήν, ὡς [ἔδει] διὰ γραμμάτων παῤῥησιαστικωτέρων ἐλθεῖν (αἱ γὰρ χρησταὶ παραινέσεις, ἴσχυσαν οὐδὲν), δυναμένων διορθώσασθαι Εὐσέβιον τὸν ἐπίσκοπον, καὶ μὴ βουλόμενον. Ἴσθι τοίνυν, ὦ ἱερὰ κεφαλὴ (χρὴ γὰρ ἀπολογήσασθαι), ὅτι πᾶσαν κεκίνηκα, ὡς οἷός τε ἦν, ἰατρείας ὁδόν, καὶ προσηνεστέραν καὶ τραχυτέραν· καὶ οὐδὲν παραλέλοιπα τῶν ὀφειλόντων ἀναμοχλεῦσαι τὴν νόσον, καὶ οὐ δεδύνημαι, τοῦ πάθους κρείττονος τῶν βοηθημάτων εὑρεθέντος, καὶ εἰς ἀναλγησίαν ἐκπεπτωκότος. Δημοσιεῦσαι μὲν [οὖν] οὐ χρὴ τὰ λήθης ἄξια καὶ βαθείας σιγῆς· ὅμως δὲ ὀλίγα τῶν ἰδικῶς αὐτῷ μετὰ παῤῥησίας ἐπεσταλμένων δηλῶ, ἵν’ εἰδείης ὅτι καὶ τούτου τοῦ μέρους κατεφρόνησε, καὶ παύσαιο ἡμᾶς αἰτιώμενος.
Γέγραφα μὲν γὰρ αὐτῷ πολλὰ μὲν ἃ ἐχρῆν, ὀλίγα δὲ δακρύων γράφω· ἐπιτεμοῦμαι γὰρ τὰ πλεῖστα, μακρηγορεῖν δόξαι φυλαττόμενος. Ἡ πόλις πᾶσα τὰ περιφανῆ σου τραγῳδοῦσα δράματα, φησί. Δι’ ἢν αἰτίαν πιπράσκεις τὰς χειροτονίας; Τίνος ἕνεκεν προπίνεις τὴν ἱερωσύνην; Τοῦ χάριν καπηλεύεις τὸ θεῖον; Δι’ ἣν αἰτίαν μιαίνεις τὰ ἀνάκτορα;
Τίνος χάριν τὰ τῶν πενήτων σφετεριζόμενος χρηματίζῃ; Διὰ τί ἐπὶ γήρως οὐδῷ νεωτερίζεις τοῖς ἀδικήμασι; Τίνος ἕνεκεν οὐκ ἔμεινας ἄρχων, ἀλλ’ ἀρχόμενος ὑπὸ τῆς κακίας ἐφωράθης; Ἴσθι τοίνυν ὅτι μείζονα δίκην δοίης ἄν, ὅτι δέδρακας αὐτὸς ἂ κωλύειν ἑτέρους ἐτάχθης.
ΚΒʹ. ΜΑΡΩΝΙ. Δι’ ἢν αἰτίαν ἄσπονδός σοι καὶ ἀκήρυκτος ὁ πρὸς τὴν ἀρετὴν τυγχάνει πόλεμος, ἡδέως ἄν σου πυθοίμην ἐγώ. Εἰ μὲν γὰρ Ἐπίκουρον θαυμάζεις, καὶ πρὸς ἐκεῖνον ὁρῶν τὸν σαυτοῦ ζωγραφεῖς βίον, τίνος ἕνεκεν Χριστιανὸς εἶναι προσποιῇ; Εἰ δὲ Χριστιανὸς χρηματίζειν βούλει, δι’ ἢν αἰτίαν Ἐπικούρειον διαζῇς βίον;
ΚΓʹ. ΕΥΤΟΚΙῼ ΔΙΑΚΟΝῼ. Ἡ μὲν εἰλικρινὴς καὶ ἀκριβὴς ἐλευθερία ἐστί, τὸ μηδενὸς ὅλως δεῖσθαι, ὅπερ κρεῖττον ὂν τῆς ἀνθρωπίνης φύσεως, θεῖον ἔστω. Ἡ δὲ μετ’ ἐκείνην, τὸ ὀλίγων δεῖσθαι, ὅπερ καὶ δυνατὸν καὶ ἐφικτὸν τοῖς ἀνθρώποις καθέστηκε. Ταύτην οὖν περιέπωμεν, ἐπειδήπερ ἡ πρώτη τέως ἡμῖν ἀνέφικτος.
ΚΔʹ. ΟΛΥΜΠΙῼ ΔΙΑΚΟΝῼ. Εἰς τὸ εἰρημένον, «Ἐν τῷ κόσμῳ θλίψιν ἕξετε.» Ὅτι τὴν ἄφραστον καὶ ἄληκτον εὐφροσύνην οἱ πόνοι καὶ οἱ ἀγῶνες φύουσι, καὶ ὅτι οὐδὲν οἱ μόχθοι πρὸς τὸ μέγεθος τῆς εὐκλείας τῆς ὑπὸ τῆς ἀρετῆς τικτομένης, οἶσθα. Πῶς τοίνυν, ταῦτα ἐπιστάμενος, ἐκεῖνο ἐζήτησας μαθεῖν, τό, «Θλίψιν ἕξετε ἐν τῷ κόσμῳ τούτῳ;» Δῆλον μὲν γὰρ ὅτι τῶν μὲν ἀγώνων καὶ τῶν ἄθλων στάδιόν ἐστιν ὁ παρὼν βίος· τῶν δὲ στεφάνων καὶ τῶν ἐπάθλων, ὁ μέλλων.
ΚΕʹ. ΑΥΣΟΝΙῼ ΚΟΡΡΗΚΤΩΡΙ. Πυθόμενος ὑπὸ τῆς πόλεως πάσης τὴν σὴν παρακεκλῆσθαι μεγαλόνοιαν, ἄτοπον ᾠήθην ἀμοιρῆσαι τῆς τοιαύτης παρακλήσεως, τὸν καὶ πρῶτον καὶ μόνον ἴσως φροντίζειν περὶ αὐτῆς ὅπως ἀνυσθείη ὀφείλοντα. Τοῦ μὲν οὖν βραδέως εἰς τοῦτ’ ἐληλυθέναι (χρὴ γὰρ ἀπολογήσασθαι ὑπὲρ αὐτῆς), ἡ τῶν μὴ ῥᾳδίως αὐτῇ πειθομένων ἀρχόντων αἰτία τυγχάνει προαίρεσις. Διὰ γὰρ τοὺς ὠμῶς καὶ ἀπανθρώπως ἡγουμένους, καὶ μὴ κιρνῶντας τῇ καθαρότητι τὴν φιλανθρωπίαν, καὶ ἡ πόλις ἀπενάρκησε λοιπὸν προσάγειν συνεχῶς παρακλήσεις τοῖς [οὐ] κατὰ τὴν σὴν σύνεσιν νομίμως καὶ φιλανθρώπως ἄρχουσι, καὶ αὐτεπαγγέλτως εὐεργετοῦσι. Καὶ ταῦτα μὲν εἰς τοσοῦτον. Τὴν δὲ παράκλησιν τῶν δήμων, εἰς ἔργον ἐνεγκεῖν καταξίωσον. Ὥσπερ γὰρ ἴσμεν ὅτι τῶν δυσκόλων διὰ τὴν σήν· πεπείραται πραγμάτων ὁ κατεχόμενος μεγαλοπρέπειαν, οὔτως ἴσμεν εὐεργετηθῆναι αὐτὸν δύνασθαι, εἰ τῆς σῆς ἐπιλάβοιτο ῥοπῆς.
Κϛʹ. ΩΡΙΩΝΙ ΔΙΑΚΟΝῼ. Χρὴ τοὺς μαθητευομένους, καὶ ὡς πατέρας φιλεῖν τοὺς ὄντως διδασκάλους, καὶ ὡς ἄρχοντας δεδοικέναι, καὶ μήτε διὰ τὴν ἀγάπην ἐκλύειν τὸν φόβον, μήτε διὰ τὸν φόβον ἀμαυροῦν τὴν ἀγάπην.
ΚΖʹ. ΠΑΛΛΑΔΙῼ ΔΙΑΚΟΝῼ. Εἰ σωτηρίας ἐρᾷς, πάντα ποίει τὰ εἰς ταύτην ἄγοντα. Τοῦ γὰρ ἐπιθυμοῦντός τι γενέσθαι, οὐ τὸ γενέσθαι· κωλύειν ἐστίν, ἀλλὰ τὸ πάντα πράττειν ὅπως ἂν γένοιτο.
ΚΗʹ. ΖΩΣΙΜῼ ΠΡΕΣΒΥΤΕΡῼ, ΑΝΑΤΟΛΙῼ ΚΑΙ ΜΑΡΩΝΙ ΔΙΑΚΟΝΟΙΣ. Εἰ τοῖς φιλαρέτοις τὸ μετριοπαθεῖν πρέπει (τοῦτο γὰρ καὶ τὰ ἄλλα πλεονεκτήματα κοσμεῖ τε καὶ φαιδρύνει), τοῖς ἀμαρτωλοῖς τὸ ταπεινοῦσθαι δῆλον ὅτι συμφέρει. Ἐπὶ τίνι γὰρ καὶ ὑψηλὰ φρονήσειαν, ἐνταῦθα μὲν γέλωτα καὶ αἰσχύνην ὑπομένοντες, ἐκεῖσε δὲ δίκην καὶ τιμωρίαν ἀναμένοντες; Οἱ μὲν γὰρ δίκαιοι καὶ ἀφορμὰς ἔχουσι τὰ κατορθώματα πρὸς τὸ καυχᾶσθαι· οἱ δὲ ἁμαρτωλοί, ἀπὸ ποίων πράξεων ἐπαρθεῖέν ποτε; Τί τοίνυν τῶν πεπραγμένων ὑμῖν οὐχ ἱκανὸν ταπεινῶσαι καὶ καθελεῖν τὸ φρόνημα; Τοσαῦτα καθ’ ὑμῶν ἐστιν, ὥς φασι, τὰ πλημμελήματα, ὡς μηδὲ τῶν πολλῶν τινα αὐτῶν ἀγνοεῖν. Οὔτω κωμῳδεῖται ἀνὰ πᾶσαν τὴν πόλιν καὶ περιβόητά ἐστιν. Εἰ δὲ τοσαῦτα δρῶντες, καὶ μέγα φρονεῖτε, καὶ κατὰ τῶν σπουδαίων ὁπλίζεσθε, ἐγκόψαι αὐτοῖς τὸν τῆς ἀρετῆς δρόμον μηχανώμενοι, ὁρᾶτε οἷ τελευτᾷ τὸ κακόν. Εἰ γὰρ τὸν ἀρετῇ κομῶντα Φαρισαῖον (οὐ γὰρ ὡς ψευσάμενον αὐτόν, ἀλλ’ ὡς ἀλαζόνα γράφεται ἡ Γραφὴ) τὸ μέγα φρονεῖν ἐπὶ τοῖς κατορθώμασιν ἔβλαψεν, ὑμᾶς τοὺς μήτε κατὰ τὸν τελώνην, ἀλλὰ πολλῷ πονηροτέρους ἐκείνου, ὥς φασι, τυγχάνοντας, [πῶς οὐ βλάψει τὸ μέγα φρονεῖν ἐπὶ τοῖς πταίσμασι, καὶ εἰς ἔσχατον] ὄλεθρον κατενέγκοι; Ἀνανήψατε τοιγαροῦν ἐκ τῆς τοιαύτης μέθης, καὶ μάλιστα μὲν σπουδάζετε μὴ πλημμελεῖν. Οὕτω γὰρ καὶ εἰς τὸ κατορθοῦν ὁδῷ προϊόντες ἔλθοιτε.
Εἰ δὲ τοῖς ἁμαρτήμασιν, ὅπερ οὐ πιστεύω, μέχρι τέλους ἐγκαλινδεῖσθαι κεκρίκατε, μὴ κακῷ τὸ κακὸν ἰᾶσθε, ὁπλιζόμενοι μὲν καθ’ ὧν οὐ θέμις, ἐπαιρόμενοι δὲ καθ’ ὧν ἥκιστα χρή.
ΚΘʹ. ΤΟΙΣ ΑΥΤΟΙΣ. Οἱ μήτε κρίσιν δεδιότες, μήτε βασιλείας ἐρῶντες, ἀλλ’ εἰς ὠμότητα καὶ ἀπανθρωπίαν ἑαυτοὺς ἀλείφοντες (ὧν κορυφαίους ὑμᾶς τινες κατατάττουσιν, ἐξ ὧν διαῤῥήδην δρᾶτε ταύτην φέροντες τὴν ψῆφον), ἐκεῖνα λογίσασθαι δίκαιοι ἂν εἶεν, ἄπερ καὶ εὔλογα καὶ ἀκόλουθά ἐστιν, ὥσγε ἐμαυτὸν πείθω. Κρινέσθω δὲ καὶ τῇ τῶν ἐντυγχανόντων ψήφῳ, ὅτι ἂν μὴ διὰ τὸν Θεὸν ἕλωνταί τι παθεῖν, ἀνάγκη αὐτὸν καὶ ἄλλως ὑπομεῖναι. Ἂν διὰ τὸν Θεὸν μὲν τελευτήσωσιν, ἀθάνατοι καὶ ἀκήρατοι ἔσονται. Οὔτε ἂν τὰ χρήματα δι’ αὐτὸν μὴ δοῖεν τοῖς δεομένοις, ἔχοντες αὐτὰ ἐκεῖσε ἀπελεύσονται. Ταῦτα ἀπαιτεῖ παρ’ αὐτῶν ἐνταῦθα, ἂ καὶ μὴ ἀπαιτοῦντος καταλείψουσι πάντως διὰ τὰ θνητοὶ εἶναι καὶ ἐπίκηροι. Ταῦτα βούλεται αὐτοὺς ποιῆσαι γνώμῃ, ἃ καὶ ἀνάγκῃ δεῖ αὐτοὺς ποιῆσαι. Τοσοῦτον ἂν οὖν ἀπαιτῇ προσθεῖναι μόνον τὸ δι’ αὐτὸν γίνεσθαι. Ὡς τόγε συμβῆναι πάντως καὶ ἀπὸ τῆς φύσεως τῶν πραγμάτων γίνεσθαι.
Τοιγαροῦν χρὴ τοὺς ἐχέφρονας, ἃ πάντως ἀνάγκη παθεῖν, ἑλέσθαι παθεῖν δι’ αὐτόν. Τοῦτο γὰρ εἰ προσκέοιτο μέν, ἀρκοῦσαν ἕξει τὴν ὑπακοήν, καὶ ὑπερβαλεῖ τοὺς πόνους ταῖς ἀντιδόσεσιν.
Λʹ. ΑΘΑΝΑΣΙῼ. Εἰ βασιλείας ἐρᾷς, τί χρημάτων οὐχ ὑπερορᾷς; Εἰ δὲ καὶ τῆς θείας ἀμοιβῆς ἀντιποιῇ, τί τὴν ἀνθρωπίνην θηρώμενος οὐ λήγεις;
ΛΑʹ. ΑΠΟΛΛΩΝΙῼ ΕΠΙΣΚΟΠῼ. Νῦν τοῖσδε τοῖς γράμμασι καθάπερ προοιμίοις ἑστιῶμεν τὸν πόθον, σκιρτῶντα μὲν ὑπὸ θείας εὐφροσύνης, καὶ πρὸς τὴν θέαν ἐπειγόμενον, ἀδυνατοῦντα δὲ πρὸς τὸν μέλλοντα χρόνον ἠρεμεῖν, εἰ μή τινα παραψυχὴν ἐκ τῆσδε τῆς ἐπιστολῆς πορισάμενος, ἐντεῦθεν ἤδη ἐλπίδα δόξειε καταβάλλεσθαι βεβαίαν, τῆς μελλούσης φημὶ πανηγύρεως τὴν προσδοκίαν.
Οὐκοῦν ὅσον τάχος ἐπείχθητι, ἑορτὴν ὑμῖν διὰ τῆς παρουσίας ἀποτίκτων.
ΛΒʹ. ΗΡΑΚΛΕΙῼ ΕΠΙΣΚΟΠῼ. Ὅσῳ κρείττω καὶ ἀξιολογώτερα ἐχειροτονήθης οἰκονομεῖν πράγματα, τοσούτῳ μᾶλλον ἀκοίμητον καὶ διορατικώτατον εἶναί σε χρή· ἵνα μή, θείων διολισθήσας ἐγχειρημάτων, μείζονα ἀπενέγκῃ τὴν γραφήν. Ἀνάγκη γὰρ τὴν κατηγορίαν τοσαύτην ἔσεσθαι διαμαρτόντι τῶν μεγίστων, ὅσην ἂν καὶ τὴν ἀμοιβήν, ἄμεμπτον διατηρήσαντι τὴν λειτουργίαν.
ΛΓʹ. ΙΣΧΥΡΙΩΝΙ ΠΡΕΣΒΥΤΕΡῼ. Λίαν ἐπῄνεσα τὴν σὴν θεοσέβειαν, τιμήσασαν τὴν τοῦ πατρὸς γνώμην, καὶ τῷ ἡγεῖσθαι λαχόντι τὴν ἐπὶ τῷ ἄριστα διεσκέφθαι ἀπονενεμηκυῖαν ψῆφον.
ΛΔʹ. ΔΙΟΝΥΣΙῼ. Περὶ λήθης. Οὐκ ἐκτὸς ἀνθρωπίνου πάθους ἡ λήθη [συμβαίνει]· συμβαίνει δὲ ὅμως, καθάπερ καὶ τὰ ἄλλα νοσήματα. Ἔπεισι γὰρ τὰς ψυχὰς ὧν ἡ μνήμη κεχώρισται. Ἀλλὰ τότε φεύγει καὶ οἴχεται, ὅταν τις αὐτὴν τοῖς τῆς μνήμης ὅπλοις καταγωνίσηται. Ἐπεὶ γοῦν ὅτε μὲν μεθ’ ἡμῶν ἧσθα, μνήμην ἄληστον εἶχες τῆς ἀρετῆς· ἀποφοιτήσας δὲ λήθῃ, ὡς ἐπυθόμεθα, ἐκδέδωκας σαυτόν· ἀναγκαῖον ᾠήθημεν ταύτην κατατοξεῦσαι γράμμασιν, ἵνα τὴν ἀφανισθεῖσαν μνήμην ἐπανάξωμεν. Οἰχέσθω τοίνυν ἡ λήθη κατὰ κρημνῶν, ἵν’ ἐκλάμψῃ πάλιν τῆς μνήμης ἡ χάρις.
ΛΕʹ. ΜΑΚΑΡΙῼ ΕΠΙΣΚΟΠῼ. Τῶν δυσπραγέντων ἕκαστος, ἐλέους ἐστὶ καὶ οἴκτου ἄξιος, κατοδυρόμενος τὰς ἑαυτοῦ συμφοράς. Ἐὰν δὲ πρὸς τὸ συκοφαντεῖν ἑτέρους καὶ ἐπηρεάζειν τρέπηται, καὶ τὸν ἐπὶ ταῖς δυσπραγίαις ἔλεον, ὡς οἶσθα, ἀπόλλυσιν· οὐκ ἔτι γὰρ οἴκτου, μίσους δ’ ἄξιος [εἶναι] κρίνεται, εἰς φιλοπραγμοσύνην τῇ συμφορᾷ καταχρώμενος. Ἐπεὶ τοίνυν χρὴ τὰ σπέρματα τῆς φιλοπραγμοσύνης ἀρχόμενα ἐκκόπτειν πρὶν ἀναφυῆναι, καὶ ἀκάθεκτα γενέσθαι, καὶ κίνδυνον τεκεῖν αὐτῷ τῷ καταρξαμένῳ (ὁ γὰρ συκοφαντούμενος παρὰ πάντων ἐπὶ καλοκαγαθίᾳ ᾄδεται)· καταξίωσον μεταπέμψασθαι τὸν ὑπὸ τῆς συμφορᾶς μεθύοντα, καὶ πεῖσαι ἀποσχέσθαι ἀοιδίμου ἀνδρός.
Λϛʹ. ΠΕΤΡῼ. Ἐπειδὴ γέγραφας· Τί ἐστι τό, «Συγκόψουσι τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα;» οἶμαι, μᾶλλον δὲ πέπεισμαι, σαφῶς τοῦτο πεπροφητεῦσθαι, ὅτι τὸ τῆς εἰρήνης ἄροτρον, φημὶ δὴ τὸ θεῖον περὶ τοῦ Χριστοῦ κήρυγμα, τὰς φιλοπολέμους τιθασεύσει χώρας, ὧν τὰ ἀμυντήρια τῆς κακίας, εἰς τὰ βιωφελῆ τῆς γεωργίας μετασκευασθήσεται ὄργανα.
ΛΖʹ. ΕΡΜΙῼ ΚΟΜΗΤΙ. Ἐπειδὴ σκανδαλιζόμενος, ὡς γέγραφας, τῷ βίῳ Ζωσίμου τοῦ πρεσβυτέρου, τοὺς βαπτιζομένους ὑπ’ αὐτοῦ, εἰς τὰ καίρια καὶ ἀναγκαιότατα ἡγῇ παραβλάπτεσθαι· ἀντεπιστεῖλαι τὴν ταχίστην δίκαιον ᾠήθην, ὅτι ὁ τελούμενος οὐδὲν παραβλάπτεται εἰς τὰ σωτηριώδη σύμβολα, εἰ ὁ ἱερεὺς μὴ εὖ βιοὺς εἴη· ἀλλὰ αὐτὸς μὲν πάντως (χρὴ γὰρ διαβεβαιώσασθαι) ἀπολαύσει τῶν θείων ἐκείνων καὶ λόγου κρειττόνων εὐεργεσιῶν· ὁ δὲ ἱερεὺς τοῦ ἰδίου βίου ἀργαλεώτερον ὑφέξει λόγον, καὶ τοσαύτη αὐτῷ προσθήκη κολάσεως γεν[ν]ήσεται, ὅση καὶ τιμὴ αὐτῷ ὑπῆρκται. Ὁ γὰρ μηδὲ τῷ ἱερωσύνῃ τετιμῆσθαι, γενόμενος ἀγαθός, μείζονος ἂν εἴη κολάσεως εἰκότως ἄξιος. Μηδεὶς τοιγαροῦν τῶν μυουμένων τὴν θείαν ἐκείνην τελετήν, ἤτις τοὺς οὐρανοὺς τοῖς μυηθεῖσιν ἀνοίγει, φροντιζέτω, ὡς ταύτῃ παραβλαπτόμενος εἰς τὰ τῆς σωτηρίας συνθήματα, μηδ’ ὅταν πταίσειεν, εὐπρόσωπον ἡγείσθω ἔχειν ἀπολογίαν τὸν τοῦ ἱερέως βίον.
Ταῦτα δέ φημι, οὐχ ὡς πάντων τῶν ἱερέων τοιούτων ὄντων, μὴ γένοιτο (εἰ γὰρ καί τισι πρόσεστι ταῦτα τὰ ἐγκλήματα, τινῶν ἄπεστι. Καὶ εἰ μή τισι πρόσεστι κατορθώματα, οὐδὲ πάντων ἄπεστιν)· ἀλλὰ δεῖξαι θέλων, ὡς κἂν πάντες εἶεν τοιοῦτοι, οὐδὲν ὁ φωτιζόμενος παραβλάπτεται. Εἰ δὲ λογισμοὺς οἴει ταῦτ’ εἶναι ἀνθρώπων, ἁπὸ τῶν θείων σε πιστώσασθαι λογίων πειράσομαι. Τί γὰρ τοῦ Βαλαὰμ γέγονε μιαρώτερον; Ἀλλ’ ὅμως τῇ γλώττῃ αὐτοῦ εἰς εὐλογίας κατεχρήσατο ὁ Θεός. Τί δὲ τοῦ Καϊάφα;
Ἀλλ’ ὅμως προεφήτευσε, καὶ ἡ χάρις τῆς μὲν γλώττης ἤψατο, τῆς δὲ γνώμης οὐχ ἥψατο. Εἰ δὲ καὶ παραδοξότερόν τι ἐθέλεις μαθεῖν, διὰ κόρακος, ἀκαθάρτου πτηνοῦ, τὸν οὐρανοδρόμον ἔτρεφεν Ἠλίαν. Μὴ τοίνυν ἀμφίβαλλε, εἰ δι’ ἱερέων τινῶν ἀμαρτωλῶν (οὐδὲ γὰρ πάντων καταψηφίσασθαι χρή, οὐδὲ δίκαιον) τὰ θεῖα καὶ ὑπερφυῆ δίδοται χαρίσματα.
ΛΗʹ. ΖΩΣΙΜῼ. Λίαν θαυμάζω, πῶς μήτε παραδείγματι ἐκβιασθείς, μήτε ἕξων τὸν μιμησόμενον (μὴ γὰρ δὴ γένοιτό τινα εἰς τοσοῦτον βάραθρον καταπεσεῖν, γένοιτο δὲ καὶ σὲ ἀνενεγκεῖν ἐκ τῆς ὀλεθρίου ταύτης μέθης), τοὺς ἀρεταῖς κομῶντας ἱερέας, καὶ πνευματικοῖς κατορθώμασι βρύοντας κακηγορεῖς, νομίζων ἀπολογίαν ἔχειν τῶν οἰκείων πραγμάτων, τὴν τῶν ἄλλων κωμῳδίαν. Ἀλλ’ οὐκ ἔστι τοῦτο, ὦ βέλτιστε, οὐκ ἔστιν· ἀλλὰ καὶ παρ’ ἀνθρώποις γέλωτα ὀφλισκάνεις καὶ κατάγνωσιν, καὶ παρὰ Θεοῦ πολλὰς ὑπομενεῖς τιμωρίας, ὅτι τε κακίαν ἠσπάσω, καὶ ὅτι τὴν ἀρετὴν ἠτίμασας, καὶ ὅτι τοὺς ταύτης τροφίμους ἐκατηγόρησας, καὶ ὅτι εἰς τὴν ἱερωσύνην παροινήσας ἐξύβρισας, ὡς τοὺς πλείστους τῶν ἀνθρώπων, ἵνα μὴ λέγω πάντας, σκανδαλισθέντας ὑπὸ σοῦ, νομίσαι εἰς τὰ τῆς σωτηρίας παραβεβλάφθαι σύμβολα. Ἵν’ οὖν τούτων ἁπάντων ἀπαλλαγείης τῶν κακῶν (εὔχομαι γὰρ), γνῶθι σαυτόν.
ΛΘʹ. ΑΡΑΒΙΑΝῼ ΕΠΙΣΚΟΠῼ. Περὶ τοῦ ὁποῖος ἂν ᾖ ἄριστος ἱερεύς. Μὴ μόνον μέμψεως κρείττονα οἴου δεῖν εἶναι σαυτόν, ἀλλὰ καὶ ἐπαίνων ἔμπλεων· τὸ μὲν γὰρ καὶ τῶν τυχόντων ἐστί, τὸ δὲ τῶν ἄκρων εἰς ἀρετήν.
Μʹ. ΕΥΔΑΙΜΟΝΙ ΔΙΑΚΟΝῼ. Περὶ αὐταρκείας. Ἐπειδὴ πλείστας ἡ φύσις ἡμῶν ἀνάγκας ἔχουσα, μεγίστην ἔχει τὴν τῆς γαστρὸς (πολλὰ γὰρ ἡμῖν ἐπιτάττουσα, ἥκιστα λόγῳ πεισθῆναι βούλεται)· λογισμῷ [τὴν] τυραννίδα αὐτῆς περικόψωμεν, καὶ τὸ ἀχείρωτον χειρώσασθαι μηχανησώμεθα. Τοῦτο δὲ ἔσται, εἰ τῇ χρείᾳ τὴν ἀνάγκην θεραπεύσαιμεν, καὶ τῇ αὐταρκείᾳ τὴν ἀμετρίαν κολάσαιμεν.
ΜΑʹ. ΖΩΣΙΜῼ. Περὶ κρίσεως. Οὐκ εἰς τὸ μὴ δοῦναι δίκην, ὦ βέλτιστε, ἀλλ’ εἰς τὸ δοῦναι ἀργαλεωτέραν, εἰ μὴ γνωσιμαχήσειας, καὶ τὰς ἥττας πάσας ἀναμαχέσαιο, τὸ μηδέπω δοῦναι περιστήσεταί σοι.
ΜΒʹ. ΩΦΕΛΙῼ ΓΡΑΜΜΑΤΙΚῼ. Τοῦ καταπεπλῆχθαι, οὔ φημι τοὺς ἄλλους (μικρὸν γὰρ ἵσως τοῖς πολλοῖς τοῦτο), ἀλλὰ καὶ αὐτὸν Λιβάνιον τὸν ἐπ’ εὐγλωττίᾳ παρὰ πᾶσι βεβοημένον, τὴν τοῦ ἀοιδίμου Ἰωάννου γλῶτταν, καὶ τὸ κάλλος τῶν νοημάτων, καὶ τὴν πυκνότητα τῶν ἐνθυμημάτων, τεκμήριον, ἡ ἐπιστολή, ἐν ᾗ οὐ μόνον αὐτὸν μακαρίζει οὔτω δυνάμενον εἰπεῖν, ἀλλὰ καὶ τοὺς ἐγκωμιασθέντας, καὶ ταῦτα βασιλεῖς τυγχάνοντας, ὅτι δὴ τοιούτου ἐπαινέτου τετυχήκασιν. Ἔστι δὲ αὕτη· «Λιβάνιος Ἰωάννῃ. Δεξάμενός σου τὸν λόγον τὸν πολὺν καὶ καλόν, ἀνέγνων ἀνδράσι λόγων καὶ αὐτοῖς δημιουργοῖς, ὧν οὐδεὶς ἦν, ὃς οὐκ ἐπήδα τε καὶ ἐβόα, καὶ πάντα ἔδρα τὰ τῶν ἐκπεπληγμένων. Ἥσθην οὖν, ὅτι τῷ δεικνύναι τὴν τέχνην ἐν δικαστηρίοις προστίθης τὰς ἐπιδείξεις, καὶ μακαρίζω σε μὲν οὕτω δυνάμενον ἐπαινεῖν, ἐπαινέτου δὲ τοιούτου τετυχηκότας, τόν τε δόντα πατέρα, καὶ τοὺς λαβόντας υἱεῖς τὴν βασιλείαν.» Καὶ ταῦτα μὲν Λιβάνιος γέγραφε.
Πλουτάρχῳ δὲ δοκεῖ τὸ σαφὲς καὶ λεῖον, γνήσιον εἶναι Ἀττικισμόν. «Οὕτω γάρ, φησίν, ἐλάλησαν οἱ ῥήτορες. Γοργίας δὲ ὁ Λεοντῖνος, πρῶτος τὴν νόσον ταύτην εἰς τοὺς πολιτικοὺς λόγους εἰσήγαγε, τὸ ὑψηλὸν καὶ [τὸ] τυπικὸν ἀσπασάμενος, καὶ τῇ σαφηνείᾳ λυμηνάμενος. Ἥψατο δέ, φησίν, ἡ νόσος αὕτη καὶ τοῦ θαυμαστοῦ Πλάτωνος.» Εἰ τοίνυν χρὴ (χρὴ δὲ) ἐν τούτῳ Πλουτάρχῳ πείθεσθαι, πλεονεκτεῖ τοὺς ἄλλους ἅπαντας ὁ ἀοίδιμος Ἰωάννης, καὶ κατὰ τὴν φωνὴν Ἀττικίσας, καὶ σαφηνείᾳ, ὡς οὐκ οἷδ’ εἴ τις ἕτερος, χρησάμενος.
ΜΓʹ. ΕΥΣΤΑΘΙῼ ΠΡΕΣΒΥΤΕΡῼ. Φίλωνος χρῆσις. Περὶ ἀναστάσεως. Τὸν τῆς ἀναστάσεως τῶν σωμάτων λόγον ἔφης, ὡς ἀδύνατον, γελᾶσθαι παρ’ Ἕλλησιν. Οὐκοῦν χρή, ἐπειδὴ τὰς ἱερὰς παραγράφονται Γραφάς, ἐκ λογισμῶν καὶ ἀποδεικτικῆς τάξεως, ἀναγκαστικὸν κατασκευάσαι λόγον, παρασκευάζοντα ἡμᾶς τὸ σαφὲς συνιδεῖν. Εἰ μὲν οὖν σοφοὶ εἷεν, λογισάσθωσαν, ἅ φασιν οἱ φιλόσοφοι. Ἐκεῖνοι γὰρ ἀπὸ τῶν τεσσάρων στοιχείων τὴν οὐσίαν τὴν σωματικὴν κεκρᾶσθαι φάσκοντες, τρεπτὴν αὐτὴν ὑποτίθενται, ἄτε ῥᾳδίως τῶν στοιχείων εἰς ἄλληλα μεταχωρούντων. Παχυνόμενον [μὲν] γὰρ τὸ πῦρ, καὶ κάτω βρῖσαν, ἀέρα γίνεσθαι· τὸν δὲ ἀέρα, ὕδωρ· τὸ δὲ ὕδωρ, γῆν. Καὶ ἀνάπαλιν λεπτυνομένην τὴν γῆν, ὕδωρ γίνεσθαι· τὸ δὲ ὕδωρ, ἀέρα· τὸν δὲ ἀέρα, πῦρ. Τί τοίνυν ἄπιστόν φαμεν, εἰ τὸ σῶμα τοῦτο, τὸ νῦν γῆς πλεῖστον μέτοχον, ἐκλεπτυνόμενον, αἰθέριον γίνεσθαί φαμεν καὶ πνευματικόν;
Ἀνίστασθαι γὰρ λέγομεν αὐτό, οὐ τοιοῦτον, ἀλλ’ ἐπὶ τὸ κρεῖττον μετακοσμηθέν, καὶ τὴν φθορὰν ἅπασαν καὶ τὰ πάθη ὥσπερ ἐν χωνευτηρίῳ ἀποθέμενον. Εἰ μὲν οὖν σοφοὶ εἷεν [οἱ] ταῦτα λογιζόμενοι, παυσάσθωσαν τῆς ἀπιστίας. Εἰ δὲ καὶ λόγων ἄμοιροι, καὶ διαλεκτικῆς γυμνασίας ἄπειροι τυγχάνοντες, ἔροιντο, τί ἐστι τοῦτο ἢ τὸ τοιοῦτο· δι’ ὑποδείγματος βαδιεῖται ὁ λόγος, δεικνὺς καὶ τοῖς ἰδιώταις τὴν ἀλήθειαν. Φαμὲν γάρ, ἵνα καὶ παχυτέρῳ πρὸς τὴν σαφήνειαν τοῦ λεγομένου χρησώμεθα παραδείγματι, ὅτι ὥσπερ ἡ χρυσῖτις γῆ, λαμβάνουσα μὲν ὕδωρ, πηλὸς γίνεται, πυρὶ δὲ ὁμιλοῦσα χρυσός, καὶ οὐκ ἔτι πάσχει ἐκεῖνα ἃ πρώην ἔπασχεν· οὔτω καὶ τὸ σῶμα, ὁμιλῆσαν τῇ ἀθανασίᾳ καὶ τῇ ἀφθαρσίᾳ, ἀνάλωτον ἔσται καὶ ἄβατον πᾶσι τοῖς πάθεσιν οἷς νυνὶ εὐάλωτον καθέστηκεν. Εἰ δὲ καὶ τὴν δύναμιν τοῦ ἐκ τοῦ μὴ ὄντος αὐτὸ πεποιηκότος εὐγνωμόνως λογίσονται, οὐδὲ λογισμῶν τοιούτων δεήσονται.
Ὁ γὰρ μὴ ὂν ποιήσας, πολλῷ μᾶλλον γεγενημένον ἀναστήσει.
ΜΔʹ. ΖΩΣΙΜῼ ΠΡΕΣΒΥΤΕΡῼ. Εἰ μὲν δυνατὸν ἦν τὰ χρήματα μετὰ θάνατον ἀποκομίσαι μετὰ σαυτοῦ, μάλιστα μὲν οὐδ’ οὔτω τίμια ἦν, ὑπὸ τῶν ἐκεῖσε τιμαλφεστάτων ἐπισκοτούμενα· πλὴν ἀλλ’ ὅμως ἐδόκει σκιάν τινα παραμυθίας σοι φέρειν. Εἰ δὲ τοῦτο μὲν ἀδύνατον, δυνατὸν δὲ ταῦτ’ ἀμεῖψαι εἰς ἐλεημοσύνας ἀναλώσαντα, καὶ μάλιστα μηδὲ τῆς εὐπροσώπου δοκούσης εἶναι τῶν παίδων σκήψεώς σοι προσούσης· ἄμεινον τῆς προαιρέσεως γενέσθαι, ὃ τῆς ἀνάγκης ἐστίν. Εἰ δ’ οὐ βούλει παρασχεῖν, τί καὶ τὰ τῶν πενήτων ἁρπάζων οὐκ ἐρυθριᾷς;
ΜΕʹ. ΑΛΕΞΑΝΔΡῼ. Πρὸς νηστεύοντας ἀσκητὰς ἄγαν. Πρὸς ἀσκητὰς ὑπεράγαν νηστεύοντας. Σύμμετρος ἔστω τῆς ἀρετῆς ὁ πόνος, ἵνα μὴ ἄμετρος γένηται τῆς μεταβολῆς ὁ τρόπος.
Μϛʹ. ΑΘΑΝΑΣΙῼ ΠΡΕΣΒΥΤΕΡῼ. Κατὰ Ἑλλήνων. Εἰπὲ τῷ διενεχθέντι πρὸς σέ, καὶ τὰ Ἑλλήνων πρεσβεύοντι, φήσαντί τε, ὅτι καινήν τινα, καὶ παρὸ τὴν ἀρχαίαν συνήθειαν, εἰσηγήσατο πολιτείαν τὸ Εὐαγγέλιον, ὅτι· Ὦ σοφώτατε, κινδυνεύεις ἀγνοεῖν, ὅτι τὴν πονηρὰν συνήθειαν καινότης μόνη παύειν πέφυκε. Διὸ καὶ δεῦρο ἐφοίτησεν ὁ τοῦ Εὐαγγελίου Δεσπότης, καὶ πολιτείαν οὐρανῷ πρέπουσαν εἰσηγήσατο.
Εἰ μὲν οὖν παρῄνει ἐμμένειν τοῖς καθεστηκόσιν, οὐδὲ ἂν ἐχρῆν καινοτομεῖν· εἰ δὲ τοῖς οὐκ ὀρθῶς διακειμένοις παρῆλθεν ἐπιτιμήσων, νεωτέρων ἕδει πραγμάτων, εἰς τὸ τὴν πονηρίαν τὴν κρατήσασαν λυθῆναι. Οὐ γὰρ οἷόν τε ἦν, τῆς αὐτῆς ἀκοσμίας κρατούσης, γενέσθαι τὴν ἐπανόρθωσιν· ἀλλὰ ἀνάγκη τὸν ἐθέλοντα κινῆσαι καὶ ἀφανίσαι τὰ φαῦλα, τὰ μήπω νενομισμένα ἀντὶ τῶν πρότερον ἐπὶ ζημίᾳ κεκρατηκότων καταστῆσαι. Ὥστε τουναντίον θαυμάζειν εἰκὸς ἦν, εἰ μεταβολῆς ἕνεκα πραγμάτων, δεῦρ’ ἐπιφοιτήσας, μηδὲν καινὸν ἐπὶ τῶν νόμων παρεῖχε.
Χρῆναι γὰρ προσήκει καὶ τὸν νομοθέτην, καὶ τὸν σύμβουλον, τὰ λυσιτελοῦντα φαίνεσθαι φράζοντα, μηδαμῶς ὑπολογιζόμενον, εἰ καινότητός τι πρόσεστι ταῖς γνώμαις. Ὥσπερ γὰρ τὸν τὰ μὴ λυσιτελῆ πείθοντα μισεῖν ἄξιον, κἂν δοκῇ τοῖς ἔθεσιν ἀκολουθεῖν· οὕτω τὸν μετὰ τοῦ βελτίστου παριόντα δίκαιον κροτεῖν, κἂν ἔξω τῶν καθεστηκότων παραινοίη.
Εἰ μὲν οὖν βλάβην ἐνορᾷς τοῖς χρησμοῖς συνοῦσαν, δείκνυε, καὶ τὴν νικῶσάν σοι παραχωρήσω. Εἰ δὲ τοῦτ’ οὐκ ἔχων λέγειν, ὥσπερ ἰσχυροῦ τινος ἀντέχῃ τοῦ ἔθους, οὐ λανθάνεις τῇ τῶν νενομισμένων εὐπρεπείᾳ τὸ συμφέρον παραιτούμενος.
Οὐ γὰρ δεινὸν καινοτομεῖν, εἰ τοῦ λυσιτελοῦντος ἡ μερὶς τῷ καινῷ προσείη. Οὐ γὰρ χρόνῳ κρίνεται τὰ βλαβερὰ καὶ τὰ μή, ἀλλ’ εἰ εὑρεθείη μὲν ἐν τοῖς πρεσβυτέροις τῶν πραγμάτων κακία, εὑρεθείη δὲ ἐν τοῖς νεωτέροις ἀρετή. Ἔοικας δὲ σὺ νομίζειν τῷ ἐκ νέας ἡλικίας ἐν χαμαιτυπείοις καλινδουμένῳ μὴ δεῖν τὸν περὶ σωφροσύνης κατασπαρῆναι λόγον, μηδὲ τῷ ἀνδροφόνῳ τὸν περὶ ἐπιεικείας. Εἰ γὰρ ἐκείνων ἕκαστος τὴν συνήθειαν τοῦ πρέποντος προτιμήσειεν, μυρίοις ἑαυτὸν περιπείρῃ κακοῖς.
ΜΖʹ. ΤΙΜΟΘΕῼ ΑΝΑΓΝΩΣΤῌ. Ποῖα παρεχώρησε τῷ Ἰακὼβ ὁ Ἠσαῦ πρωτοτόκια. Οὐ τὸ καλεῖσθαι ἁπλῶς πρωτότοκον, ὦ προ[σ]φιλέστατε, ὡς ἡγῇ, παρεχώρησε τῷ Ἰακὼβ ὁ Ἡσαῦ, ἀλλὰ τὸ πατριαρχικὸν ἀξίωμα, τὸ τῇ ἀρετῇ μάλιστα καὶ οὐ τῇ πρεσβυγενείᾳ χρεωστούμενον. Ἐπειδὴ γὰρ τῷ πρωτοτόκῳ, ἢ τῷ πρεσβυτάτῳ, καὶ ἡ βασιλεία καὶ ἡ ἱερωσύνη, καὶ τὸ πατριαρχικὸν ἐχρεωστεῖτο ἀξίωμα, καὶ ὁ νόμος ὁ τῆς πρεσβυγενείας ἐπὶ τὴν ἀρχὴν αὐτὸν ἐκάλει, ἔρημος δὲ ἦν οὗτος ἀρετῆς, εἰς τοιαύτην ἀνάγκην κατέστη, ὥστε καὶ ἑκὼν πωλῆσαι, ὅπερ καὶ ἄκων ἀφαιρεθῆναι δίκαιος ἦν.
ΜΗʹ. Τῼ ΑΥΤῼ. Διὰ τί ὁ Ῥουβήμ, πρωτότοκος ὤν, οὔτε ἱερωσύνης ἠξιώθη, οὔτε μὴν βασιλείας. Καὶ αὐτὸ τοῦτο, ὃ ἔφης, ὦ τᾶν, συνίστησιν ἀληθὲς ὄν, τὸ πρώην σοι παρ’ ἐμοῦ γραφέν. Ἐπειδὴ γὰρ ἐπελύττησε τῇ πατρῴᾳ εὐνῇ ὁ Ῥουβείμ, διὰ τοῦτο οὔτε βασιλείας οὔτε ἱερωσύνης ἠξιώθη, καίτοι πρωτότοκος ὤν· ἀλλ’ ὁ μὲν Λευῒ τρίτος ὤν, οὐ μόνον διὰ τὸ ἐπαγγείλασθαι τὸν πατέρα δεκάτην ἀφιερώσειν (κάτωθεν γὰρ ἀριθμούμενος δέκατος ἦν, ἄνωθεν δὲ εἰ ἠριθμήθη, εἷς τῶν ἐκ παιδισκῶν ηὑρίσκετο), ἀλλὰ καὶ δι’ ὁσιότητα, καὶ τὸ συγγενικῶν αἱμάτων, διὰ τὴν εἰς τὸ Θεῖον τιμήν, τὰς χεῖρας ἐμπλῆσαι, ἱερωσύνης ἠξιώθη. Ὅνπερ καὶ θαυμάζων ὁ Μωϋσῆς, ἐν ταῖς εὐλογίαις ἔλεγεν· «Ὁ λέγων τῷ πατρὶ ἢ τῇ μητρί, Οὐχ ἑώρακά σε, καὶ τοὺς ἀδελφοὺς αὐτοῦ [οὐκ] ἐπέγνω, ἐφύλαξε τὰ λόγια Κυρίου.» Ὁ δὲ Ἰούδας, τέταρτος ὤν, διὰ τὴν ἀδέκαστον κρίσιν, καὶ τὴν ὀρθὴν ψῆφον, βασιλείας ἠξιώθη. Ἐπειδὴ γὰρ πολλοὶ τὰ οἰκεῖα κρύπτοντες πλημμελήματα, ἑτέρους καταδικάζουσιν· οὗτος δὲ ἑαυτοῦ μὲν κατεψηφίσατο, τὴν δὲ πεπορνεῦσθαι νομισθεῖσαν ἀπήλλαξε τῆς τιμωρίας· διὰ τοῦτ’ εἰκότως τῆς βασιλείας ἠξιοῦτο. Ἱερῶντο γὰρ οἱ ἐκ Λευΐ, ἐβασίλευον δὲ οἱ ἐξ Ἰούδα, οὐ κατὰ ἀποκλήρωσιν, ἀλλ’ ἀρετῆς γέρας εἰληφότες.
Ὅτε γοῦν τινες ἐν τῇ ἐρήμῳ ἐκ τοῦ Ῥουβεὶμ καταγόμενοι, καὶ νομίζοντες ἱερωσύνης ἄξιοι εἶναι, διὰ τὸ τοῦ πρωτοτόκου εἶναι ἀπόγονοι, κατὰ τῶν ἱερωμένων ἐμάνησαν, Μωσέα νομίσαντες κατὰ χάριν τῷ τε ἀδελφῷ τοῖς τε ἀδελφιδοῖς τὴν ἱερωσύνην προπεπωκέναι· τότε δὴ σκηπτοῖς καὶ κεραυνοῖς οὐρανόθεν κατετοξεύοντο, τῆς δίκης οὐ τῇ πρεσβυγενείᾳ, ἀλλὰ τῇ ἀρετῇ, τὸ τῆς ἱερωσύνης γέρας βεβαιούσης.
ΜΘʹ. Τῼ ΑΥΤῼ. Οὐδὲ ὁ Ἰωσήφ, ὦ βέλτιστε, κατὰ χάριν βασιλείας ἠξιώθη. Πολλαῖς γὰρ ἀρεταῖς καὶ ἔτι μειράκιον ὢν ἐκόμα. Διὸ καὶ ὁ πατὴρ αὐτὸν ἠγάπα παρὰ τοὺς ἄλλους αὑτοῦ υἱεῖς. Ἐπειδὴ δὲ ἑώρα αὐτὸν φθονούμενον, θεραπεύων ἐκείνων τὸν φθόνον, τῆς ἀγάπης τὴν ὑπόθεσιν ἔλεγεν, οὐκ ἐκ τῆς τοῦ παιδὸς τίκτεσθαι ἀρετῆς, ἀλλ’ ἐκ τῆς τελευταίας γονῆς. Ὅτι δὲ τοῦτο σκῆψις ἦν τοῦ πατρός, βουληθέντος σβέσαι τὸν πυρσευόμενον κατ’ αὐτοῦ φθόνον (ἐκ τούτου γὰρ ὑποσμυχόμενοι καὶ ψόγον πονηρὸν ἔπλασαν κατ’ αὐτοῦ), δῆλον ἐκεῖθεν. Εἰ γὰρ διὰ τοῦτο ἠγαπᾶτο, ὅτι ὀψίγονος ἦν, ὁ ὀψιγονώτερος (Βενιαμὶν δὲ οὖτος ἦν), δίκαιος ἦν μᾶλλον ἀγαπηθῆναι. Ἀλλ’, ὡς ἔφην, σοφωτάτην τοῦ πατρὸς σκῆψιν ὁ Μωσῆς εἰσηγήσατο. Ὅτι γὰρ ἐξαιρέτοις ἀρεταῖς, καὶ ἔτι μειράκιον ὤν, ἐκόμα, ἔδειξε καὶ ἡ νεότης, καὶ [ἡ] ἄλλη πᾶσα ἡλικία, οὐ τὰς ἐξ ἀρχῆς ἀρετὰς ἀπολέσασα, ἀλλὰ καὶ αὐξήσασα, καὶ συνηβᾶν παρασκευάσασα. Ποίᾳ γὰρ ἀρετῇ οὐκ ἐστέφθη;
Ἐπράθη δεύτερον, ἀλλ’ οὐκ ἀπώλεσε τὴν εὐγένειαν. Ἠγαπήθη παρὰ τοῦ δεσπότου διὰ τρόπων κοσμιότητα, καὶ οὐκ ἐπῆρεν αὐτὸν τοῦτο εἰς ἀλαζονείαν. Ἐφιλήθη παρὰ τῆς δεσποίνης, καὶ οὐ προύδωκε τὴν σωφροσύνην. Ἐσυκοφαντήθη, καὶ ἤνεγκε γενναίως. Δεσμώτης ἐγένετο, καὶ οὐκ ἀπέπεσε τῷ φρονήματι. Ἐπὶ σοφίᾳ ἀνεκηρύχθη (ἡ ἑρμηνεία γὰρ τῶν ἐνυπνίων εἰς ἔργον ἧλθε)· καὶ ἀμεληθεὶς παρὰ τῶν βασιλικῶν δούλων, οὐκ ἐδυσχέρανεν. Ἐβασίλευσε· καὶ μετρίως ἤνεγκε, τὴν συκοφαντήσασαν δίκας μὴ ἀπαιτήσας. Τοὺς ἀδελφοὺς ὑποχειρίους ἔσχε· καὶ οὐ μόνον οὐκ ἠμύνατο ὡς ἐχθρούς, καίτοι ἀγνοούμενος, ἀλλὰ καὶ ὡς εὐεργέτας ἠμείψατο. Τὴν ἀρχὴν τὴν Αἰγυπτιακὴν διεῖπε· καὶ ἐπὶ σοφίᾳ καὶ φιλανθρωπίᾳ ἀνεκηρύττετο, καὶ διὰ πασῶν τῶν ἡλικιῶν τρόπαια τροπαίοις συνῆπτε. Μηδεὶς τοίνυν τῶν ἐν συμφοραῖς καταπιπτέτω, ἐντυφέσθω δὲ σπέρμα καλοκαγαθίας, καὶ πάντως ἢ ἐνταῦθα ἢ ἐκεῖσε ἀναλάμψει.
Νʹ. ΙΩΑΝΝῌ ΔΙΑΚΟΝῼ. Τῶν τοῦ πράου Δεσπότου καὶ σοφοῦ διδασκάλου αὐχούντων εἶναι δούλων καὶ φοιτητῶν, καὶ τὴν τῆς ἱερωσύνης λειτουργίαν κεκληρῶσθαι ἐναβρυνομένων, τινὲς μὲν εἰς τυραννίδα ἀπεχρήσαντο τῷ πράγματι, τινὲς δὲ εἰς χρηματισμόν, τινὲς δὲ εἰς τρυφήν· καὶ ἄλλοι μὲν εἰς τὸ καὶ ἑαυτοὺς καὶ φίλους ἀγνοῆσαι, ἄλλοι δὲ εἰς τὸ ἐχθροὺς ἀμύνασθαι. Εἰσὶ δὲ οἳ τοὺς μὲν κοσμίως ζῶντας ἀπελαύνουσι, τοὺς δ’ ἐπὶ τοῖς αἰσχίστοις ἁλισκομένους, καὶ μείζονος βαθμοῦ ἀξιοῦσιν. Εἰ δὲ Εὐσέβιος, ὡς γεγράφηκας, τὰ πάντων ὁμοῦ ἐλαττώματα ἀπομαξάμενος, καὶ ἐγκρίνων μὲν οὒς οὐ χρή, χρηματιζόμενος δὲ καὶ τρυφῶν, καὶ ἑαυτὸν καὶ φίλους ἀγνοῶν, ἐχθρούς τε ἀμυνόμενος, καὶ εἰς τυραννίδα τῇ ἱερωσύνῃ ἀποχρώμενος, οὐδενὶ πλεονεκτήματι κεκόσμηται. (οἱ γὰρ τὰ εἰρημένα δρῶντες, καὶ κατορθώμασί τισι πάντως εἰσὶ κεκοσμημένοι), μὴ θαυμάσῃς. Τὸ γὰρ μήτε ἀφ’ ἑαυτοῦ συνορᾷν τὸ δέον, μήτε συμβουλεύοντος ἀνέχεσθαι, εἰς τοιαύτην ἐξώκειλε κακίαν, ὥστε καὶ τοὺς πάσῃ ἀρετῇ κομῶντας, καὶ κατὰ τὸν ἀποστολικὸν ζῶντας βίον, καὶ τῶν μαθητῶν τοῦ Σωτῆρος διασώζοντας τὸν χαρακτῆρα (εἰσὶ γάρ, εἰσί, κἂν μυριάκις τινὲς μαίνωνται, πάντας εἰς κακίαν ἐκπεπτωκέναι διαβεβαιούμενοι), οὐ μόνον οὐκ ἀποδέχεται, οὐδὲ ζηλοῖ, ἀλλὰ καὶ κακίζει, καὶ ἐξοστρακίζει.
Ἔλεγχον γὰρ τοῦ οἰκείου βίου τὴν ἐκείνων πολιτείαν ἡγούμενος, διὰ τοῦ ἐκείνους αἰτιᾶσθαι, τὴν οἰκείαν κακίαν περιστέλλειν οἴεται. Μὴ τοίνυν ὀλιγώρει· ἀναλογοῦσαν γὰρ τοῖς πταίσμασι τὴν τιμωρίαν ὑφέξει.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.