Ἔργον
Ἰσίδωρος ὁ Πηλουσιώτης – Ἐπιστολαὶ περὶ τῆς ἑρμηνείας τῆς θείας γραφῆς
Βιβλίο Β΄, Επιστολές 51-100
Συμβουλές προς κληρικούς και λαϊκούς για την αποφύγηση της φιλαργυρίας, τον πνευματικό αγώνα και την ορθή διδασκαλία.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Βιβλίο Β΄, Επιστολές 51-100
Συμβουλές προς κληρικούς και λαϊκούς για την αποφύγηση της φιλαργυρίας, τον πνευματικό αγώνα και την ορθή διδασκαλία.
ΝΑʹ. ΕΡΜΟΓΕΝΕΙ ΕΠΙΣΚΟΠῼ. Φίλων γνησίων καὶ δι’ ἄκραν ἀρετὴν τὰς φιλίας ἀσπαζομένων ἔρημος οὐκ ἂν εἴης, ἕως ἂν ᾖς τοιοῦτος, οἷοσπερ εἶ. Δεινὸς γὰρ εἶ θηρατὴς τοῦ πράγματος, ἀντὶ ἀρκύων ἔχων τοὺς τρόπους. Χρῶ τοίνυν αὐτοῖς· καὶ πάντες, οἷς ἀρετῆς λόγος, ἕξουσί σε φίλον.
ΝΒʹ. ΘΕΟΔΟΣΙῼ ΕΠΙΣΚΟΠῼ. Θεῖον μέν τι χρῆμα ἡ ἱερωσύνη, καὶ τῶν ὄντων ἁπάντων τὸ τιμιώτατον. Ὑβρίζουσι δὲ εἰς αὐτὴν μάλιστα πάντων οἱ κακῶς αὐτὴν μεταχειριζόμενοι· οὒς ἱερᾶσθαι παντάπασιν οὐκ ἐχρῆν, ἵνα μὴ οἱ ἀνόητοι τὰ τῶν κακῶς αὐτὴν μετιόντων ἐγκλήματα εἰς αὐτὴν τρέπειν τολμῷεν. Τῶν γὰρ καθυβριζόντων αὐτὴν ἀφέμενοι, εἰς αὐτὴν τρέπουσι τὰς αἰτίας, ἢν ἐχρῆν καὶ ἐκδικίας τυχεῖν, ὡς παροινουμένην παρὰ ἀνδρῶν μιαρῶν, καὶ οἷς οὐ θέμις αὐτῆς προσάπτεσθαι.
Εἰ γὰρ ἐπὶ τῶν κοσμικῶν ἀρχῶν, ἄλλο μέν τοί ἐστι τὸ πρᾶγμα, ἅλλος δὲ ὁ οὐ δεόντως αὐτὸ μετιών· καὶ τῆς ἀρχῆς τὴν οἰκείαν ἐχούσης τάξιν τε καὶ ἀξίαν, ὁ παροινήσας εἰς αὐτήν, δίκην δίδωσι τὴν ἐσχάτην· δι’ ἢν αἰτίαν ἐπὶ τῆς ἱερωσύνης συγχέουσι τὰ πράγματα, καὶ τὰ τῶν οὐ δέοντως αὐτὴν μεταχειριζομένων ἁμαρτήματα εἰς αὐτὴν ἀναφέρειν πειρῶνται; Παυέσθωσαν οὖν οἱ δι’ Εὐσέβιον καὶ Ζώσιμον, Παλλάδιόν τε καὶ Μάρωνα τὴν ἱερωσύνην ἐξευτελίζοντες, καὶ μὴ καθ’ ἑαυτῶν τὸ τῆς δίκης ξίφος ἀκονάτωσαν· ἀλλ’ ἐκείνους μέν, εἰ φιλοσοφεῖν οὐκ ἀνέχονται, κακιζέτωσαν, ὡς ἀλάστορας, καὶ τῆς εὐσεβείας καὶ τῆς ἀρετῆς ἐχθρούς· ταύτην δὲ ἀνυμνείτωσαν καὶ στεφανούτωσαν, ὡς πρυτανεύουσαν πᾶσι τὰ πρέποντα. Δι’ αὐτῆς γὰρ καὶ ἀναγεννώμεθα, καὶ τῶν θείων μετέχομεν μυστηρίων, ὧν ἄνευ, τῶν οὐρανίων μετασχεῖν οὐχ οἷόν τε γερῶν, κατὰ τοὺς ἀψευδεῖς τῆς ἀληθείας χρησμούς, ποτὲ μὲν λεγούσης, «Ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ μὴ εἰσέλθῃ εἰς τὴν βασιλείαν τῶν οὐρανῶν·» ποτὲ δέ, «Ἐὰν μή τις φάγῃ μου τὴν σάρκα, καὶ πίῃ μου τὸ αἷμα, οὐκ ἔχει μέρος μετ’ ἐμοῦ.» Εἰ τοίνυν ἄνευ τούτων οὐχ οἶόν τε τῆς θείας ἀξιωθῆναι λήξεως, ταῦτα δὲ δι’ οὐδενὸς ἑτέρου ἢ τῆς ἱερωσύνης ἐπιτελεῖται· πῶς ἔστι τινὰ αὐτῆς καταφρονοῦντα μὴ εἰς τὰ θεῖα παροινῆσαι, καὶ τῆς ἑαυτοῦ ψυχῆς καταφρονῆσαι;
Οὐκοῦν ἵνα μὴ ταῦτα γένηται, τὴν μὲν ἐκθειάζωμεν, τοὺς δὲ ἀναξίως αὐτὴν μετερχομένους δακρύωμεν, καὶ μὴ τὰ τούτων πταίσματα τῇ καὶ ἐκδικηθῆναι ὀφειλούσῃ ἐπιγράφωμεν.
ΝΓʹ. ΙΕΡΑΚΙ ΠΡΕΣΒΥΤΕΡῼ. Περὶ καλλωπισμοῦ γυναικῶν. Τῶν γυναικῶν αἱ μὲν μὴ καρτεροῦσαι κρύψαι τὰς γυναικείας νόσους, εἰ μὲν εὔμορφοι εἷεν, καὶ πλούτῳ κομῶσαι, λίθων τιμαλφεστάτων αὐγαῖς πρὸς χρυσὸν κεκραμέναις ἐναβρύνονται· εἰ δὲ καὶ δύσμορφοι καὶ πενιχραί, χρίσμασι καὶ ὑπογραφαῖς ὀφθαλμῶν τὸ ἐπίκτητον σοφίζονται κάλλος. Αἱ δὲ σεμνότητος δόξαν ἔχειν βουλόμεναι, τῷ αὐτοφυεῖ μὲν ἀρκοῦνται κάλλει, ἀσκεῖν δ’ αὐτὸ ἐπὶ τὸ βέλτιον οὐ παραιτοῦνται.
Αἱ δ’ ὄντως σώφρονες, περὶ τὴν τῆς ψυχῆς ἐπιμέλειαν πᾶσαν τὴν σπουδὴν ἔχουσαι, θεραπεύειν μὲν μετρίως τὸ σῶμα ὡς ὄργανον τῆς ψυχῆς οὐ παραιτοῦνται· κοσμεῖν δ’ αὐτὸ καὶ ἐναβρύνειν, οὐ καταξιοῦσιν, ἵνα μὴ φύσει δοῦλον ὑπάρχον, τῆς τὴν ἡγεμονίαν ἐμπεπιστευμένης ψυχῆς καταθρασύνηται· ἀλλὰ παιδεύουσιν αὐτὸ τὴν οἰκείαν ἐπιγινώσκειν τάξιν, οὐδ’ ὑπέκκαυμα καὶ ἀσελγείας ὑπόθεσιν αὐτὸ καθάπερ δέλεαρ προτιθέασιν. Ἀλλὰ καὶ τὰς τοῦ πυρὸς τούτου, ὡς ἐνδέχεται, ὑπεξαίρουσιν ὕλας.
Ἤκουσα τοίνυν παρά τινος φιλαλήθους ἀνδρὸς διήγημα λόγου καὶ μνήμης ἄξιον, ὃ καὶ τῇ σῇ γυναικὶ δηλῶσαι ἐδικαίωσα, Ὅτι Ποτὲ νεανίσκου κατωφεροῦς καὶ γυναικοδούλου ἑωρακότος εὐειδεστάτην παρθένον, καὶ κατὰ κράτος ἁλόντος, καὶ πᾶσαν μηχανὴν κεκινηκότος ὥστ’ ἀπολαῦσαι τῆς ἐπιθυμίας, ἐκείνη παρὰ μὲν τὴν ἀρχὴν ἀπηγόρευσεν.
Ἦν γὰρ καὶ εὐγενής, καὶ σώφρων, καὶ ἀνέπαφον καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα διατηρεῖν τῷ Χριστῷ ἐπηγγελμένη. Ὡς δ’ ἤκουσεν αὐτὸν τὰ μαινομένων δρῶντα καὶ λυττῶντα, εὗρε μηχανήν, δι’ ἧς καὶ αὐτὴ ἀκέραιος διατηρηθείη, κἀκείνου σβέσει[ε] τὸ πῦρ. Ἀποκειραμένη γάρ, μᾶλλον δὲ πᾶσαν τῶν τριχῶν ξυρήσασα τὴν εὐκοσμίαν, καὶ σποδῷ ὕδατι μεμιγμένῃ τὸ πρόσωπον χρίσασα, ἐκέλευσεν ἐκεῖνον πρὸς αὐτὴν εἰσελθεῖν. Εἶτα εἰσελθόντι ἔφη· Ταύτης τῆς ἀκοσμίας ἐρᾶς; Ὁ δὲ ὥσπερ ἐκ μανίας ἀνενεγκών, οὐ μόνον ἔσβεσε τῆς ἐπιθυμίας τὸ πῦρ, ἀλλὰ καὶ σωφροσύνης γέγονε θερμὸς ἐραστῆς. Συμβουλεύεται τοίνυν καὶ αὐτὸς (ἄμεινον γὰρ τῶν μελλόντων κακῶν ἀποτροπὴν εὑρεῖν ἢ τῶν ἤδη γεγενημένων δίκην λαβεῖν), μὴ κόσμῳ ἐπεισάκτῳ χρῆσθαι· μηδὲ τῷ πυρὶ τῷ ἐμφύτῳ τὴν ἀπὸ τοῦ καλλωπισμοῦ προστιθέναι ὕλην, ἵνα μὴ πτωμάτων ἐξαισίων πρόξενοι γένωνται.
ΝΔʹ. ΑΠΟΛΛΩΝΙῼ. Ὅτι μακάριον τὸ διὰ Χριστὸν λοιδορεῖσθαι. Ὥσπερ οἱ ἀπόστολοι ἀνδρείᾳ καὶ μεγαλοψυχίᾳ φραξάμενοι, καὶ τῇ θείᾳ συμμαχίᾳ θωρακισθέντες, τοσούτοις πολέμοις συῤῥαγέντες ἀρκοῦσαν εἶχον παράκλησιν τὴν τῶν ἀγώνων ὑπόθεσιν (οὐ γὰρ ὑπὲρ οἰκείας, ἀλλ’ ὑπὲρ τῆς Δεσποτικῆς δόξης ἔπασχον, ἅπερ ἔπασχον· διὸ οὐδὲ φθόνος ὁ τοῖς ἀγαθοῖς ἀεὶ ἐπωδίνων αὐτοὺς ἠδίκησεν)· οὕτω καὶ ἡμεῖς ὅταν μὴ δι’ οἰκείαν σκαιότητα, ἀλλὰ διὰ τὴν εὐσέβειαν καὶ τὴν δικαιοσύνην πάσχωμεν, ἀλύειν οὐκ ὀφείλομεν.
Ἀρκεῖ γὰρ ἡμῖν πρὸς κόσμον, καὶ πρὸ τῶν μελλόντων στεφάνων, ἡ τῶν ἀγώνων ὑπόθεσις.
ΝΕʹ. ΩΦΕΛΙῼ ΓΡΑΜΜΑΤΙΚῼ. Περὶ φιλανθρωπίας. Χρή, ὦ φίλε, καὶ πρὸς πολεμίους ἱκετεύοντας σπένδεσθαι. Ὁ γὰρ μὴ σπενδόμενος, ἀλλ’ ἀνθρώπους ἱκέτας [τὰς] τῆς ἀνάγκης ἀφιέντας φωνάς, καὶ μηκέτι ἐκ τοῦ ἴσου μαχομένους τιμωρούμενος, καὶ μήτε οἴκτῳ καταιδέσας τὸν θυμόν, μήτε ἐπὶ τὸ τῆς φύσεως χωρήσας συγγενές τε καὶ οἰκεῖον, καὶ τὸ τῆς νίκης διαφθερεῖ καλόν, καὶ παρὰ πάντων, ὡς ἀτίθασσον κακισθήσεται θηρίον, καὶ τὴν θείαν οὐ διαφεύξεται δίκην.
ΝΑʹ. ΑΛΦΕΙῼ ΥΠΟΔΙΑΚΟΝῼ. Διὰ τί εἶπεν ὁ Παῦλος· «Ἄρτι γινώσκω ἐκ μέρους.» «Ἄρτι γινώσκω ἐκ μέρους», ἔφη ὁ ἱερὸς Ἀπόστολος, γινώσκων ὅτι τὸ Θεῖον κἀνταῦθα τὴν περιουσίαν τῆς οἰκείας σοφίας ἔδειξεν ἄν, εἰ τὸ δεξόμενον ἱκανὸν ἦν δέξασθαι τὴν νυνὶ μὲν ἀχώρητον γνῶσιν, χωρηθησομένην δὲ κατὰ τὸ ἐνδεχόμενον ἐν τῷ μέλλοντι αἰῶνι.
ΝΖʹ. ΠΑΛΛΑΔΙῼ. Περὶ αὐταρκείας βρωμάτων. Τὸ σῶμα, ὦ βέλτιστε, τροφῆς δεῖται οὐ τρυφῆς, ὀλιγοδεΐας οὐ πλησμονῆς, αὐταρκείας οὐ πολυτελείας. Αἱ μὲν γὰρ καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα ὠφελοῦσιν, ὑγείαν καὶ ῥώμην καὶ εὐεξίαν τίκτουσαι· αἱ δ’ ἄμφω καταβλάπτουσιν, οὐ μόνον τὴν ὑγείαν διαφθείρουσαι, ἀλλὰ καὶ νοσήματα ἀργαλεώτατα ὠδίνουσαι. Ἀπόδειξις δὲ σαφής, τὸ τοὺς τῆς ὀλιγοδεΐας ἀσκητάς, τῶν τὸν ἁβροδίαιτον ἑλομένων βίον καὶ συνετωτέρους καὶ σωφρονεστέρους καὶ ὑγιεινοτέρους εἶναι.
ΝΗʹ. ΙΣΧΥΡΙΩΝΙ. Ἔοικας ἀπὸ ταπεινοῦ καὶ φαύλου φρονήματος, μήτε τὴν μεγαλόνοιαν τὴν παντὸς ἐπέκεινα θαύματος, μήτε τὸν καινὸν καὶ παράδοξον, καὶ πάντας τοὺς οὐρανοὺς ὑπερβάντα ἀποστολικὸν ἔρωτα καταδέχεσθαι.
Εἰ γὰρ καὶ οὖν ἀσφαλὲς εἶναί σοι δοκεῖ τὸ λεχθέν, εὖ οἷδ’ ὅτι, ὅταν αὐτὸ σαφέστερον φράσω, τότε πάλιν ἄπιστον εἶναί σοι δόξει, ὃ πρότερον ἀσφαλές, διὰ τὸ οὕτω φαύλως διακεῖσθαι. Ἐκεῖνος μὲν γὰρ ἔλεγεν ἀσμένως ἄν, εἰ οἷόν τε ἦν, καὶ ἀλλοτριωθῆναι τοῦ Χριστοῦ ὑπὲρ τοῦ αὐτὸν τὸν Χριστὸν παρὰ πάντων δοξάζεσθαι. Σὺ δ’ εἰς τοσαύτην ταπεινότητα κατάγειν τολμᾷς τὴν ἀποστολικὴν ὑπεροχήν, ὥς τινα φράζειν, ὧν καὶ μνησθῆναι αἰσχύνομαι. Οὐ γὰρ κειμήλιον, ὡς φής, ηὔξατο εἶναι· τίς γὰρ καὶ τῶν σφόδρα ῥᾳθύμων, οὐκ ἂν εὔξαιτο τοῦτο; οὐδὲ θάνατον σωματικὸν προυκαλεῖτο, ὁ καθ’ ἡμέραν ἀποθνήσκων· οὐδὲ τοσαῦτα ἂν διεβεβαιώσατο, ὡς μέλλων ἀπιστεῖσθαι, εἴγε εὐτελές τι ἦν καὶ φαῦλον τὸ νενοημένον αὐτῷ. Ἀλλ’ ἐπειδὴ κρεῖττον ἦν ἁπάσης δυνάμεως καὶ ῥώμης, πολλοὺς μάρτυρας παρέστησε τοῦ μὴ ψεύδεσθαι καὶ κομπάζειν. Καὶ γὰρ ἀλήθειαν λέγω, φησίν, ἐν Χριστῷ, οὐ ψεύδομαι, συμμαρτυρούσης μοι τῆς συνειδήσεως ἐν Πνεύματι ἁγίῳ. Εἰ τοίνυν καὶ τὴν ἀλήθειαν, καὶ τὸν Χριστόν, καὶ τὸ μὴ ψεύδεσθαι, καὶ τὴν συνείδησιν, καὶ τὸ Πνεῦμα τὸ ἅγιον μάρτυρας τῶν λεχθησομένων παρέστησε, τίς ἂν πιστεύσειεν, ὅτι ταπεινόν τι ἐννοῶν καὶ οὐδαμινόν, εἰς τοσαύτην ἐξηνέχθη διαβεβαιώσεως ὑπερβολήν;
Εἰ δ’ ἔτι μικρὰ φρονεῖς, καὶ περὶ γῆν εἰλυσπώμενος, οὐδὲν μέγα καὶ νεανικὸν ἐννοῆσαι βούλει, παρεὶς τὸν θεοφιλῆ Μωσέα, εὐξάμενον ἐκ τῆς θείας βίβλου ἐξαλειφθῆναι, εἰ οἱ ὑπ’ αὐτῷ τελοῦντες πανωλεθρίᾳ παραδοθεῖεν (μεῖζον γάρ ἐστι τὸ τοῦ Ἀποστόλου· ὁ μὲν γὰρ συναπολέσθαι, ὁ δ’ ἀπολέσθαι, ἵνα ἄλλοι σωθῶσιν, ηὔξατο)· ἀπὸ γυναικὸς γενναίας, ὡς ἄν τις μικρὸν μεγάλῳ εἰκάσειε, τοῦτ’ ἀποδεῖξαι πειράσομαι· Ἡ Ῥεβέκκα, ἀποστολικήν, ὡς ἄν τις εἴποι, ἔχουσα μεγαλοψυχίαν, εἵλετο κατάραν ὑποστῆναι, ἵν’ ὁ παῖς εὐλογίαν κληρονομήσῃ· καὶ τῶν μὲν ἀγαθῶν ἐκείνῳ παρεχώρει· οὐ γὰρ δὴ μετ’ ἐκείνου εὐλογεῖσθαι ἤμελλε· τὰ δὲ κακὰ αὐτὴ μόνη παρεσκευάζετο ὑπομένειν. Καὶ οὕτω προθύμως παρεσκεύαζε τὸ δρᾶμα, ὡς καὶ τῇ μελλήσει δυσχεραίνειν, καὶ τῇ ταχυτῆτι χαίρειν, καὶ κατεπείγειν τὸν παῖδα· καὶ ταῦτα, κινδύνου μεγίστου παρεστῶτος. Ἀφεῖσα γὰρ εἰπεῖν, ὅτι Ὁ πατήρ σου εἰς γῆρας βαθὺ ἐλήλακε, καὶ τὸ τρανὸν τῆς αἰσθήσεως ἀφῃρέθη, καὶ οὐ φωράσει τὸν δόλον· ταῦτα πάντα συντεμοῦσα, ἔφη τῷ παιδὶ ἀναδυομένῳ καὶ δεδοικότι· «Ἐπ’ ἐμὲ ἡ κατάρα σου, τέκνον.» Μόνον μὴ διαφθείρῃς τὸ κατασκευασθὲν παρ’ ἐμοῦ δρᾶμα, μηδ’ ἀπολέσῃς ὀξύτατον ὂν τὸ θήραμα, μηδὲ προδῷς τὸν θησαυρόν.
Εἰ τοίνυν γυνή, ἡ μηδὲ γυναικὸς ἔχουσα ἀνδρίαν μηδὲ μεγαλοψυχίαν, εἵλετο καταραθῆναι, ἵνα ἄλλος εὐλογηθῇ, ὁ τοσοῦτος καὶ τηλικοῦτος Ἀπόστολος οὐκ ἂν ηὔξατο τοιοῦτόν τι παθεῖν, ἵν’ οἱ Ἰουδαῖοι πιστεύσωσι, καὶ μὴ δόξῃ βλασφημεῖσθαι ὁ Θεός, ὡς ἄλλοις μὲν ἐπαγγειλάμενος, ἄλλους δὲ εἰς τοσαύτην ἀξίαν ἀναγαγών;
Πάνυ μὲν οὖν ταῦτα ἔλεγεν· οὐχ ὡς τῷ ὄντι τῆς ἐπαγγελίας διαπεσούσης. ἔφη γάρ, οὐχ οἷον δὲ ὅτι ἐκπέπτωκεν ὁ λόγος τοῦ Θεοῦ, πρὸς τοὺς πατέρας δηλονότι γεγενημένος· ἐξέβη γὰρ ἡ ἐπαγγελία ἐν τοῖς ἐξ αὐτῶν πιστεύσασι, καὶ ἐν τοῖς ὁμοίοις τῷ Ἰσαὰκ διὰ τοῦ βαπτίσματος ἐξ ἐθνῶν τεχθεῖσι. Καὶ τοῦτ’ ἐγγυᾶται καὶ ὁ τῶν ἀποστόλων κορυφαῖος Πέτρος, λέγων· «Ταύτην τὴν ἐπαγγελίαν ἐκπεπλήρωκεν ὁ Θεὸς τοῖς τέκνοις αὐτῶν, ἡμῖν ἀναστήσας Ἰησοῦν·» οὐ τοίνυν, ὡς διαπεσούσης τῆς ἐπαγγελίας τοῦτ’ ἔφη, ἀλλ’ ἵνα δείξῃ τὸν ἀκάθεκτον ἑαυτοῦ περὶ τὸν Χριστὸν πόθον. Καὶ εἰ ἀκριβῶς διέλθοις τὸ χωρίον τὸ ἀποστολικόν, τοῦτο αὐτὸν κατασκευάζοντα θηράσεις.
ΝΘʹ. ΖΩΣΙΜῼ ΠΡΕΣΒΥΤΕΡῼ. Πυνθάνομαι ὡς ἐῤῥῶσθαι φράσας τοῖς τὰ κάλλιστα συμβουλεύουσι, καὶ πάντας τοὺς τῆς αἰδοῦς διαῤῥήξας δεσμούς, οἴχῃ φερόμενος ἐπὶ τὴν δυσκλεᾶ καὶ δυσώνυμον κακίαν. Βουλοίμην μὲν οὖν μὴ εἶναι ταῦτα ἀληθῆ· εἰ δ’ ἐστί, σπούδασον πρὶν σφόδρα ὑπὸ τῆς τοιαύτης καταγωνισθῆναι μέθης ἀνενεγκεῖν, ἵνα μὴ κἀνταῦθα αἰσχύνην ἕξεις, κἀκεῖσε δίκην ὑφέξεις.
Ξʹ. ΠΑΛΛΑΔΙῼ ΚΑΙ ΜΑΡΩΝΙ. Πολὺς λόγος ῥεῖ, καὶ δι’ ἀξιοπίστων προσώπων βεβαιοῦται, ὅτι μάλ’ ἀκριβῶς ἐπιστάμενος ἐκ πολλῶν τεκμηρίων ὁ ἡγεῖσθαι ὑμῶν λαχὼν [διὰ] τὸ ἑαυτοῦ συμφέρον, [οὐ] διὰ τὸ λυσιτελοῦν ὑμῖν ἀγαπήσας, οὐχ ὅτι τῷ κοινῷ τῆς Ἐκκλησίας συνοίσει σκεψάμενος, συνεργοὺς ὑμᾶς τῆς ἑαυτοῦ ἐχειροτόνησε πλεονεξίας. Εἰ τοίνυν ταῦθ’ οὕτως ἔχει, παύσασθε εἰς οὐρανὸν τὰ τόξα τείνοντες, καὶ τῷ τῆς ἀκτημοσύνης πολεμοῦντες νομοθέτῃ, δι’ ὧν τὰς ἀλλοτρίας πραγματεύεσθε συμφοράς.
ΞΑʹ. ΑΦΡΟΔΙΣΙῼ ΜΟΝΑΖΟΝΤΙ. Ὅτι τὸ μὲν ἐφ’ ἑαυτοῖς ἀπολώλαμεν, τὸ δ’ ἐπὶ τῷ Χριστῷ ἐσώθημεν, δῆλόν ἐστιν ἅπασι. Δίκην γὰρ ὀφείλοντας διὰ τοῦ βαπτίσματος ἐδικαίωσε, καὶ οὐρανίοις χαρίσμασιν ἐκόσμησεν. Ὅτι δὲ εἰ τὰ παρ’ ἡμῶν μὴ ἕψοιτο, οὐδὲν ἐκ τῆς τοιαύτης πραγματείας καὶ χάριτος κερδανοῦμεν, ἀλλὰ καὶ μείζονα δώσομεν δίκην, ἅτε μηδὲ τοσαύτῃ εὐεργεσίᾳ βελτιωθέντες, καὶ τοῦτο δῆλον.
ΞΒʹ. ΠΑΥΛῼ ΠΡΕΣΒΥΤΕΡῼ. Ἐγὼ μὲν εὐαγὲς ἡγοῦμαι τὸ τοῖς θείοις πιστεύειν χρησμοῖς, καὶ τούτοις ἕπεσθαι μετὰ σπουδῆς, καὶ μὴ τὴν ἄκακον φιλοτιμίαν τῆς Δεσποτικῆς ἀσφαλείας προκρίνειν. Εἰ δέ τις ἑαυτῷ τοσαύτην μαρτυρήσειε σωφροσύνην, ὡς μηδὲ συνεχῶς ὁρῶν βλάπτεσθαι, μανθανέτω τῆς ἀνθρωπίνης φύσεως τὴν ἀσθένειαν καὶ τῶν θείων χρησμῶν τὴν ἀσφάλειαν. Τοὺς μὲν οὖν ἁλόντας, ἵνα μὴ δόξω διενοχλεῖν, παραλείψω· πᾶσαι γὰρ αἱ ἱεραὶ Γραφαί, καὶ αἱ ἔξωθεν τραγῳδίαι, καὶ τὰ καθ’ ἡμέραν δράματα, τούτων γέμουσι τῶν παραδειγμάτων· τοὺς δὲ προμηθείᾳ τινὶ χρησαμένους καὶ περιγενομένους τοῦ πάθους (οὐ γὰρ ἔστιν ἀπραγμόνως κατορθῶσαι σωφροσύνην), τούτους εἰς μέσον ἀγαγεῖν πειράσομαι. Εἰ μὲν οὖν τινας τῶν ἔξω τῆς πίστεως τοῦτ’ αὐτὸ κατορθώσαντας ἐπιδείξαιμι προνοίᾳ τινὶ καὶ ἀσφαλείᾳ, καὶ οὐ τῷ ἑαυτοὺς ἐπιῤῥίπτειν τῷ πυρί, ἴσως ἂν αὐτοὺς παραγράψοιντο, ὡς οὐδὲν μέγα ἀνύσαντας. Εἰ δὲ καὶ τὸν Θεσπέσιον Παῦλον μάρτυρα καλέσω, λέγοντα, «Ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, μήπως ἄλλοις κηρύξας, αὐτὸς ἀ[πο]δόκιμος γένωμαι,» πᾶσα αὐτοῖς ἀποκέκλεισται ἀπολογία. Καὶ ἴσως ἂν δυσωπηθεῖεν, καὶ τῆς οἰκείας ἀσφαλείας πρόνοιαν ποιήσονται. Ἐχρῆν μὲν οὖν ἀρκεσθῆναι τῇ ἀποστολικῇ μαρτυρίᾳ. Ἀλλ’ ἐπειδὴ καὶ τὰ τοῖς ἔξωθεν κατορθωθέντα ἀλείφει εἰς σωφροσύνην, οὐδὲ τούτων ἀμνημονήσω.
Οἶδα τοιγαροῦν ἀναγνούς, ὅτι βασιλεύς τις Ἐφεσίαν ἱέρειαν ἰδὼν ὑπερβολῇ καλὴν φανεῖσαν, ἀνέζευξεν εὐθὺς ἐξ Ἐφέσου, φοβούμενος μὴ παρὰ γνώμην ἐκβιασθῇ πρᾶξαί τι τῶν οὐχ ὁσίων. Καὶ Κῦρος δ’ ὁ Πέρσης οὐδ’ ἰδεῖν τὴν Πάνθειαν ἐτόλμησε, θαυμαστόν τι καὶ ἀμήχανον κάλλος ἔχειν μαρτυρουμένην. Εἰ τοίνυν καὶ τὰ πράγματα, καὶ οἱ ἔξωθεν τῷ σωτηρίῳ χρησμῷ μαρτυροῦσιν, ὡς ὀρθῶς καὶ ἀσφαλῶς ἔχοντι (ἡ γὰρ συνεχὴς θέα ὁδός ἐστιν ἐπὶ τὴν πρᾶξιν ἄγουσα· εἰ δὲ καὶ εἰς ἔργον μὴ ἐκβαίη, μολύνει τὸν λογισμόν, καὶ μοιχὸν ἀποφαίνει τὸν ἁλόντα)· τίς τοσοῦτόν ἐστι τολμηρός, ὅστις ἀλλοτρίοις συνεχῶς ἑστιώμενος κάλλεσι, λέγοι μηδὲν τὸ παράπαν παραβλάπτεσθαι; Εἰ δὲ τοῦτο δύσκολον, χρὴ μάλιστα μὲν φεύγειν τὰς συνεχεῖς τῶν γυναικῶν ἐντεύξεις· εἰ δ’ ἀνάγκη εἴη, χαλινοῦν τοὺς ὀφθαλμούς.
ΞΓʹ. ΤΙΜΟΘΕῼ ΑΝΑΓΝΩΣΤῌ. Ἡ θεία καὶ ἀκήρατος δύναμις, ἡ τῆς σοφίας πηγή, ἡ τῆς συνέσεως καὶ πάσης ἀρετῆς ἀρχή τε καὶ αἰτία καὶ ῥίζα, βουληθεῖσα τὰς τῶν μελλόντων προῤῥήσεις ταῖς ἀρχαιοτέραις ἐνυφῆναι γραφαῖς, σοφῶς, καὶ ὑπὲρ πάντα λόγον καὶ ἔπαινον, τὸ πρᾶγμα μετῆλθεν.
Εἴ ποτε γοῦν πρᾶγμα ὑπέπιπτε δυνάμενον χωρῆσαι τῶν μελλόντων ἀγαθῶν τὴν εἰκόνα· ἐν αὐτῷ τὰ μὲν ἐσκιογράφει, τὰ δὲ διὰ χρωμάτων ἐτράνου, καὶ λαμπρὸν καὶ ζῶντα ἐπεδείκνυτο τῆς εἰκόνος τὸν χαρακτῆρα. Δύο γὰρ ἐκ τούτου συνέβαινε μέγιστα, τό τε τοὺς ἀρχαιοτέρους μὴ ξενίζεσθαι, μήτε διαχλευάζειν τὰ λεγόμενα, ἔχοντάς τι καρποῦσθαι ἐκ τῶν λεγομένων ὠφέλιμον· τό τε τοὺς ἐσομένους, τὸ τῆς προφητείας θηρεύειν ἀδιάπτωτον. Ἐφ’ ᾧ δὴ τὴν θείαν χάριν προσκυνητέον, καὶ θαυμαστέον, ὅπως τοσαύτην δυσκολίαν πράγματος ῥᾳδίως μετῆλθε.
Χρὴ τοιγαροῦν τοὺς ἑρμηνεύοντας, εἰ μὲν ἀβιάστως οἷόν τε εἴη διὰ πάντων διεξελθεῖν, προθύμως τοῦτο ποιεῖν· εἰ δὲ μή, μὴ ἐκβιάζεσθαι τὰ μὴ προσήκοντα· ἵνα μὴ καὶ τοῖς προσήκουσιν ὑποψίαν παραποιήσεως τέκωσι, καὶ Ἰουδαίοις μὲν καὶ Ἕλλησι καὶ αἱρετικοῖς λαβὰς παράσχοιεν, εἰς δὲ τὸν Χριστὸν ταπεινά τινα καὶ τῆς ἀξίας αὐτοῦ ἐλάττονα ἀνενέγκοιεν· ἀλλὰ τὰ μὲν ταπεινὰ παριππεύειν, ἢ καὶ τῇ ἐνανθρωπήσει προσήκοντα ἡγεῖσθαι, εἰ πρεπόντως δέχοιτο τὸν χαρακτῆρα, τὰ δ’ ὑψηλὰ τῆς ἀξίας μόνης ἕνεκα εἰρῆσθαι συγχωρεῖν.
Εἰ δέ τι τῶν τότε γεγενημένων ἕνεκα ἐῤῥέθη, τοῦτο συγχωρεῖν δι’ ἐκεῖνα εἰρῆσθαι, καὶ μὴ εἰς τὸ ἀπρεπὲς ἐκβιάζεσθαι.
ΞΔʹ. ΘΕΟΦΙΛῼ. Ἐκεῖνοί εἰσιν οἱ Θεὸν μὲν ὁμολογοῦντες εἰδέναι, τοῖς δ’ ἔργοις ἀρνούμενοι, οἱ ἐπὶ μὲν τῇ ὡραιότητι τῶν δογμάτων ἐναβρυνόμενοι, διὰ δὲ τοῦ μὴ συμβαίνουσαν τῇ πίστει τὴν πολιτείαν ἐπιδείκνυσθαι, τόγε ἧκον εἰς αὐτούς, τὸν Θεὸν ἀτιμάζοντες.
Τῷ μὲν γὰρ διαπτύειν τὰ παρ’ αὐτοῦ κελευσθέντα, τῷ τε ἑτέρους παρασκευάζειν βλασφημεῖν τοῦτον, ὃν καὶ εὐλογεῖν οὐ πάντων ἐστίν, ἀλλὰ τῶν ἄκρων εἰς ἀρετήν, τούτων νόθους ἑαυτοὺς ἀπελέγχουσι.
ΞΕʹ. ΖΩΣΙΜῼ ΠΡΕΣΒΥΤΕΡῼ. Οὐ φέρω τὴν διὰ τὸν σὸν βίον γινομένην παρὰ πάντων καταβοήν. Φασὶ γὰρ εἰς σὲ ὥσπερ ἐπὶ σκοπὸν τὸν λόγον τείνοντες· Πῶς ἄλλους ἁγιάζεις ὁ ἐναγής; Πῶς καθαίρεις ὁ ἀκάθαρτος; Πῶς υἱοὺς Θεοῦ κατασκευάζεις ὁ δουλοπρεπής; Καθαρθῆναι ὀφείλεις, καὶ οὕτω καθᾶραι· μὴ ἱεροσυλεῖν, καὶ τότε ἱερᾶσθαι. Ταῦτ’ ἀκούων, ἀλγῶ τὴν ψυχήν, ὅτι τε ταῦτα περὶ σοῦ φράζουσι, καὶ ὅτι καὶ εἰς τὰ μυστικὰ σύμβολα παραβλάπτεσθαι τοὺς προσιόντας τῇ θείᾳ θρησκείᾳ νομίζουσι. Στῆθι τοίνυν καταποντίζων μὴ μόνον τὴν σαυτοῦ ψυχήν, ἀλλὰ καὶ ἄλλας πολλὰς ὑπὲρ ὧν ὁ Χριστὸς ἀπέθανεν. Ἐννόησον γὰρ οἷ τείνει τὸ κακόν, ὅταν οὒς αὐτὸς ἐξηγόρασεν, οὐ χρυσίον, ἀλλὰ τὸ τίμιον ἑαυτοῦ αἷμα δεδωκώς, σὺ διὰ τὸν σαυτοῦ βίον ἀπολέσῃς.
Ξϛʹ. ΕΠΙΦΑΝΙῼ ΔΙΑΚΟΝῼ. Ἐπειδὴ γέγραφάς τί ἐστι τὸ ἐν τῷ ογʹ ψαλμῷ γεγραμμένον, «Σὺ ἐξήρανας ποταμοὺς Ἠθὰμ» (ὅπερ ἐν τοῖς παλαιοῖς Ψαλτηρίοις κείμενον, ἔν τισι τῶν νέων ὡς ἀπερινόητον ἵσως οὐκ ἐνεγράφη· διὸ καί τινες νομίζουσι περιττά τινα καὶ ἀναπόδεκτα ἐν ταῖς Γραφαῖς γεγράφθαι)· ἀντεπιστεῖλαι δίκαιον ᾠήθην· Χῶρος ἦν ἐν τῇ Παλαιστίνῃ ποταμοῖς κατάῤῥυτος, καὶ δένδροις καὶ καρποῖς κατάκομος, ζώων τε πλήθει καὶ ἰχθύων εὔθηρος.
Ἐπεὶ τοίνυν τὸ θεῖον νεῦμα εὔυδρον καὶ εὔδενδρον καὶ εὔθηρον αὐτὸν ὄντα, δι’ ἐπιπολάζουσαν τῶν οἰκητόρων ἀσέβειαν ἐξήρανε· καὶ τοῦτο μετὰ τῶν ἄλλων θαυμάτων ἀνακηρύττει ὁ μελοποιός. Ἐπειδὴ δὲ οὐ χρὴ ἀποφαίνεσθαι, ἀλλ’ ἀποδιδόναι μαρτυρίας, Ἰώσηππον παραγάγωμεν ἐν ταῖς ἀρχαιολογίαις γράφοντα· Ἦν δέ τι χωρίον ἀπὸ δύο σχοινίων Ἱεροσολύμων, ὃ καλεῖται μὲν Ἠθάμ, παραδείσοις τε καὶ ναμάτων ἐπιῤῥοαῖς ἐπιτερπέστατον καὶ πλούσιον, ἐν ᾧ ὁ Σολομῶν συνεχῶς ἐξῄει, γυμνασθησόμενος καὶ θηράσων.
Τοῦ μὲν εἶναι χῶρον τοιοῦτον, καὶ Ἰώσηππον, καὶ τὸν Μελῳδόν, τὸν θαυμάσαντα ὅτι ἐξηράνθη, προΐσχομαι μάρτυρας (οὐ γὰρ ἂν ἐν θαύμασι τὸ ἐξηράνθαι αὐτὸν κατηρίθμει, εἰ μὴ λίαν εὔυδρος ἦν)· τοῦ δὲ ἐξηράνθαι, αὐτὸν τὸν Μελῳδόν. Ὥσπερ γὰρ χορείαν τινὰ ἀνελίττων, καὶ διὰ τῆς ὁρωμένης κτίσεως χωρῶν τῷ λόγῳ, καὶ εἰς τοῦτον τὸν χῶρον ἔφθασεν, Ἑβραίοις (ἐκεῖσε γὰρ ἐμελῴδει), ἀφ’ ὧν ᾔδεσαν, τὴν ἀήττητον τοῦ Θεοῦ δύναμιν ἑρμηνεύων.
ΞΖʹ. ΘΕΟΦΙΛῼ. Ὅτι μὲν τὸ ἀμύνασθαι ἄδικον οὐκ ἔστι, συνθήσομαι· ὅτι δὲ οὐδὲ φιλόσοφον, συνθέσθαι δίκαιος ἂν εἴης. Πλὴν ἀλλ’ εἰ μὲν ῥᾳδίως ἐγίνετο, καὶ ἄνευ πολλῆς περιπετείας, λόγον εἶχέ σου ὁ λόγος. Εἰ δὲ πρὸ τοῦ μέλλοντος διδόναι δίκας· ὁ ἀπαιτῶν ἑαυτὸν μυρίαις περιπείρῃ συμφοραῖς, ἄμεινον, τὸ μὴ μετὰ τὸ ἠδικῆσθαι, καὶ ἄλλων κακῶν πειραθῆναι. Εἰ δ’ αἴνιγμά σοι εἶναι δοκεῖ τὸ ῥηθέν, σαφὲς αὐτὸ ποιῆσαι πειράσομαι. Σκόπει γάρ, εἰ θελήσειέ τις ἀμύνασθαι, πόσα ὑπομένει δεινά. Πρῶτον πληροῦται θυμοῦ, δεύτερον διακόπτεται ὑπὸ ὀργῆς.
Πρῶτον γὰρ ἀναθυμιᾶται τὸ πάθος, εἶτα ὀργᾷ, καὶ ἐπιθυμεῖ τῆς ἀμύνης. Τρίτον μυρία κύματα κινεῖ. Τέταρτον, λογισμῶν ὁδοὺς ἔρχεται μυρίας. Πέμπτον, δέος ἔπεισι καὶ τρόμος καὶ ἀγωνία, τοῦ θυμοῦ διακόπτοντος, τοῦ φόβου κατασείοντος, πῶς ἐπιτύχῃ, πῶς ἐπεξέλθῃ. Ἆρ’ οὐ δοκεῖ σοι ὁ τοιοῦτος πρὸ τοῦ μέλλοντος δίκας διδόναι, δίκας ἀπαιτεῖσθαι; Ὁ δὲ φιλοσοφῶν, ἀπήλλακται. Καὶ μάλα εἰκότως. Τούτου γὰρ κύριός ἐστι, καὶ τὸ πᾶν ἀπήρτισεν.
Ἐκεῖνος δὲ οὐκέτι, ἀλλὰ καὶ καιροῦ χρεία καὶ τόπου, καὶ δόλου, καὶ κακουργίας, ὅπλων τε καὶ μηχανημάτων, κολακείας τε καὶ δουλείας, καὶ ὑποκρίσεως. Ὁρᾷς πῶς δύσκολον μὲν ἡ κακία, εὔκολον δ’ ἡ ἀρετή; πῶς ἡ μὲν θορύβων γέμει, ἡ δ’ ἀτάραχός ἐστιν; Ὥσπερ γὰρ ὁ πονηρὸς τοσαῦτα πάσχει, οὕτως ὁ φιλάρετος γαλήνης ἀπολαύει. Καὶ ὁ μὲν ἀμυνόμενος ἀπέραντον κατασκευάζει τὴν ἔχθραν, ὁ δὲ φιλοσοφήσας ταχίστην ἐπάγει τὴν τελευτήν. Διὸ καὶ τὸν ἠλίθιον ἐξημεροῖ, καὶ εἰς φιλίαν ἐκκαλεῖται.
ΞΗʹ. ΤΙΜΟΘΕῼ ΑΝΑΓΝΩΣΤῌ. Μεγίστην καὶ σαυτῷ κἀμοὶ δοίης ἂν χάριν, εἰ ἀμείνων σαυτοῦ γένοιο, καὶ εἰς αὐτὴν τῆς ἀρετῆς τὴν κορυφὴν ἀναδράμοις, ἀπὸ τῶν ῥεόντων, μᾶλλον δὲ οὐδὲ ὄντων ἀγαθῶν, ἐπὶ τὰ ὄντα καὶ μένοντα διαβαίνων.
ΞΘʹ. ΑΘΑΝΑΣΙῼ. Οἶδά τινας τῶν ἡγουμένων, ἴσως δὲ καὶ ὑμεῖς, οἵτινες ἀκόλαστοι ὄντες καὶ πολυτελεῖς, τῷ μεγάλας τοῖς πταίουσιν ὁρίζειν τὰς τιμωρίας σωφρονίζοντας τοὺς ὑπηκόους· ἄλλους δὲ κεκολασμένην μὲν καὶ σώφρονα δίαιταν ἔχοντας· ὧν δ’ αὐτοὶ κρατοῦσι παθῶν ἐμπιπλῶντας τοὺς ἀρχομένους, τῷ μὴ ἐπεξιέναι, ἀλλὰ πραότητα πέρα τοῦ μέτρου ἐπιδείκνυσθαι. Ὡς ἁμαρτάνειν τοὺς μὲν χείρους ὄντας τῶν ἰδίων νόμων· τοὺς δέ, χείρονας ἀπεργαζομένους τοὺς ὑποτεταγμένους. Δρᾷν γὰρ διδάσκουσιν αὐτούς, ἂν αὐτοὶ δρᾷν οὐκ ἀξιοῦσι· καὶ τρυφᾷν τρυφῆς πόῤῥω καθεστηκότες· καὶ γεωργεῖν τὰς ἀλλοτρίας συμφοράς, ἂς αὐτοὶ ἐπανορθοῦνται.
Χρὴ τοιγαροῦν ἐκείνοις μὲν παραινεῖν, ἐμμένειν τοῖς οἰκείοις λόγοις, καὶ μὴ τἀναντία πράττειν, τούτοις δὲ διὰ τοῦ μὴ πᾶσι συγχωρεῖν ἂ βούλονται, προαναστέλλειν τὰ πλημμελήματα. Χρὴ γὰρ συγγνώμην μὲν νέμειν τοῖς διὰ χρηστότητος ὠφελουμένοις, ἐπιτιμᾷν δὲ τοῖς δι’ αὐτῆς βλαπτομένοις.
Οʹ. ΕΠΙΜΑΧῼ ΑΝΑΓΝΩΣΤῌ. Οἶμαι μὴ ἁπλῶς τὰ χαρίσματα δίδοσθαι, ἀλλὰ πρὸς τὴν προπαρασκευὴν τῆς διανοίας τῶν δεχομένων. Καί, εἰ δοκεῖ, τὰ κατὰ Μωσέα τὸν ἱεροφάντην σκοπήσωμεν. Ἐκεῖνος γάρ, ἐπειδὴ τὸν μὲν ἀδικοῦντα Αἰγύπτιον ἠμύνατο, τοὺς δ’ ὁμοφύλους διαμαχομένους εἰς φιλίαν συνήλλαξεν, ἐχειροτονήθη παρὰ τοῦ Θεοῦ, τῶν μὲν Αἰγυπτίων κολαστής, τῶν δ’ ὁμοφύλων νομοθέτης.
ΟΑʹ. ΛΑΜΠΕΤΙῼ ΕΠΙΣΚΟΠῼ. Ἐπειδὴ γέγραφας ὅτι Εὐσέβιος ὁ ἐπίσκοπος, οὐ τῷ ἀποστῆναι τῶν συγγνώμης μειζόνων πταισμάτων γνωσιμαχεῖ, ἀλλὰ τῷ δοκεῖν ἀπολογεῖσθαι, ἀναισχυντεῖ φάσκων· Τίνος ὢν ἐνδεὴς ἐπίπρασκον τὰς χειροτονίας; ὧν γὰρ εὔξαιτ’ ἂν ἕκαστος, εἰ μὴ καὶ ὑπὲρ εὐχήν, ἀπολαύω καὶ δόξης καὶ τιμῆς· παρών τις φίλων τῶν μισοπονηρίας ἕνεκεν διαβοήτων, ἔφη· Ὅτι μὲν τῆς ἐπισκοπῆς ἡ λειτουργία, ἧς παρὰ τὴν ἀξίαν ἀπέλαυσε, πάντων ἐστὶ τῶν ἀνθρώποις εὐκταίων ὅρος, οἶδα καὶ σύμφημι. Τοῖς δὲ πρὸς κακίαν ῥέπουσι, καὶ λήμματος ἡττωμένοις, οὐδέν ἐστιν αὔταρκες. Οὐδ’ ἂν ἐγίνοντο ἐκ τῶν ἡγεμόνων τινὲς μοχθηροὶ καὶ κακοῦργοι, εἰ τοῖς ὑπάρχουσιν ἠρκοῦντο, καὶ συμμετρεῖσθαι τὰς εὐημερίας ᾔδεσαν. Ἀλλ’ οἶμαι πολλάκις γίνεσθαι καὶ πλείους ἀπὸ τούτων, ἢ τῶν καταδεεστέρων.
Ὅσῳ γὰρ καὶ ἐπηρμένοι παρὰ τοὺς ἄλλους εἰσί, καὶ φλεγμαίνουσι τῷ τύφῳ, καὶ ὑπὲρ τοὺς πολλοὺς φρονεῖν ἀξιοῦσι, καὶ τὸ συμβουλεύεσθαι ὕβριν ἡγοῦνται· τοσούτῳ καὶ αὐθάδεια, καὶ ἐπιθυμία πλειόνων, καὶ θάρσος τοῦ μηδ’ ἄν· ἁλῶσι δίκην ὑφέξειν, αὐτοῖς εἰσέρχεται. Γνωσιμαχείτω τοιγαροῦν, καὶ μὴ δοκείτω ἀπιθάνῳ ἀπολογεῖσθαι. Οὐ γὰρ ἀπολύεται τὰ ἐγκλήματα, ἀλλὰ καὶ γέλωτα προσοφλισκάνει.
ΟΒʹ. ΣΤΡΑΤΗΓΙῼ ΜΟΝΑΖΟΝΤΙ. Μάλιστα μὲν οὐδὲ φύσιν, οὐδ’ οὐσίαν οὐσίᾳ, ἀλλὰ ποιότητα ποιότητι (ἥπερ κατὰ τὸν τῶν φιλοσόφων λόγον πέφυκε καὶ συμβαίνειν καὶ ἀποσυμβαίνειν. Ὄχημα γὰρ εἶναι τὴν οὐσίαν τῆς ποιότητος ὁρίζονται, ἧς μὴ ὑπαρχούσης, ἀνύπαρκτον εἶναι τὴν ποιότητά φασι) παρέβαλεν ἡ Γραφή, λέγουσα· «Εἰ ἀλλάξεται Αἰθίοψ τὸ δέρμα αὐτοῦ, καὶ πάρδαλις τὰ ποικίλματα αὐτῆς; Καὶ πῶς ὑμεῖς δυνήσεσθε εὗ ποιεῖν, μεμαθηκότες τὰ κακά;» Πλὴν ἵνα μηδὲ περὶ τούτων ἀκριβολογήσωμεν, αὐτὴν τὴν ῥῆσιν, ἣν προφέρουσιν, ἀνατρεπτικὴν οὖσαν τῶν παρ’ αὐτῶν κατασκευαζομένων, ἐπιδεῖξαι πειράσομαι. Τῷ γὰρ εἰπεῖν, «Μεμαθηκότες τὰ κακά,» τὸ δόγμα, ὃ δοκοῦσιν ἀναντίῤῥητον εἶναι, ἀνατρέπουσι. Πῶς γάρ, εἰ ἐκ φύσεως εἶχον τὸ εἰδέναι τὰ κακά, ἔφασκε τό, «Μεμαθηκότες τὰ κακά;» Εἰ δὲ μεμαθήκεσαν, καὶ ἀπομαθεῖν δυνήσονται.
Οὔτω καὶ τὰ ἄλλα πάντα τὰ δοκοῦντα τοῖς ἀπαιδεύτοις συμπράττειν, ἀνατραπήσεται. Εἰ γὰρ καὶ ψυχικὸς ἄνθρωπος οὐ δύναται δέξασθαι τὰ τοῦ Πνεύματος, ἀλλὰ δυνήσεται. Καὶ εἰ δένδρον πονηρὸν οὐ δύναται ποιεῖν καρπὸν καλόν, ἀλλὰ δυνήσεται.
Οὐ γὰρ ταυτὸν τὸ μὴ δύνασθαι τῷ μὴ δυνήσεσθαι· ἀλλὰ τὸ μὲν τὸν ἐνεστῶτα μηνύει χρόνον, καθ’ ὂν ὁ ῥᾴθυμος, ῥᾴθυμός ἐστι· τὸ δὲ τὸν μέλλοντα, καθ’ ὂν ἐνδέχεται τὸν πρώην φαῦλον, σπουδαῖον γενήσεσθαι. Καὶ βοᾷ μὲν τοῦτο τὰ πράγματα, καθ’ ἑκάστην ἀμειβόμενα τὴν ἡμέραν· ἐγγυῶνται δὲ καὶ αἱ Γραφαί. Πῶς γὰρ ὁ Μελῳδὸς πεσὼν ἀνέστη; Πῶς δὲ ὁ Παῦλος διώκτης ὢν ἀνεμαχέσατο, καὶ κήρυξ τοῦ διωχθέντος κατέστη; Πῶς δὲ Πέτρος ἀρνησάμενος ἀπετρίψατο τὴν κηλίδα;
Πῶς δὲ ἡ ἀγριέλαιος εἰς τὴν καλλιέλαιον ἐνεκεντρίσθη; Πῶς οἱ Νινευῖται ἐσώθησαν; Πῶς δ’ ὁ λῃστὴς εἰς τὸν παράδεισον ἐπέμφθη; Μαθὼν τοίνυν ὅτι τῆς ἄνωθεν προηγουμένης ῥοπῆς, ὁ βουλόμενος καὶ πονῶν καὶ πάντα κινῶν (οὐ γὰρ ἀρκεῖ ψιλὸν τὸ θέλειν,) καὶ μανθάνει, καὶ καρποφορεῖ, καὶ σώζεται· πάντα τὰ παρὰ σαυτοῦ ποίει, τὰ πρὸς τὴν τῶν πταιόντων διόρθωσιν βλέποντα.
ΟΓʹ. ΠΑΥΛῼ ΠΡΕΣΒΥΤΕΡῼ. Τὴν ἀνάγνωσιν τῶν ἱερῶν Γραφῶν, ἐφόδιον ἡγοῦ τῆς σωτηρίας, τρέφουσαν παραδείγμασιν εὐδοκίμοις τὸ φιλόκαλον καὶ ἀνδρῶδες τῶν μετὰ σπουδῆς ἀκροωμένων.
ΟΔʹ. ΗΡΑΚΛΕΙΔῌ ΕΠΙΣΚΟΠῼ. Ὅτε Ἐζεκίου βασιλεύοντος, πᾶσαν τὴν Περσίδα ἄγων ἐπῆλθε τῇ Ἱερουσαλὴμ ὁ βάρβαρος, καὶ τρόπαιον ἔστη θαυμαστόν, καὶ θεῖον, καὶ τῶν πώποτε γενομένων ἐπισημότερον· τότε δὴ φυσηθέντι τῷ Ἐζεκίᾳ, καὶ ὑπὸ τῆς χαρᾶς μεῖζον ἢ κατὰ ἄνθρωπον φρονήσαντι, ἐπετέθη ὁ τῆς ἀῤῥωστίας χαλινός, τὸ φρόνημα αὐτοῦ καταστέλλων, καὶ τὴν ἀνθρωπείαν ἐλέγχων φύσιν, καὶ τὴν ἐκ τῆς χαρᾶς ἐγγενομένην τῇ ψυχῇ νόσον ἰώμενος. Ὅτι γὰρ ὑπὸ χαρᾶς μᾶλλον αἴρονται αἱ ψυχαί, ἔδειξαν οἱ Ἰουδαῖοι. Ὅτε γὰρ ἀπηλλάγησαν τῶν Αἰγυπτίων, καὶ εἶδον τὸν βυθὸν τάφον αὐτῶν γεγενημένον, τότε εἰς εἰδωλολατρίαν ἐτράπησαν.
Διαβάντες γὰρ τὴν θάλασσαν, καὶ μηδὲν κινδυνῶδες ὑπομείναντες, ἐλθόντες εἰς τὴν γῆν ἐναυάγησαν. Ὅπερ Ἐπαμινώνδας ὁ Θηβαίων στρατηγὸς ἄριστα συνιδών, Λακεδαιμονίους νικήσας, καὶ τρόπαιον κατ’ αὐτῶν στήσας, τῇ ἑξῆς ὤφθη τοῖς φίλοις κατηφὴς καὶ στυγνός. Τῶν δὲ ἐρωτησάντων μήτι λυπηρὸν συνέβη, Οὐχί, φησίν, ἀλλ’ ἐχθὲς ᾐσθόμην ἐμαυτοῦ, μεῖζον ἢ καλῶς ἔχει φρονήσαντος.
Διὸ σήμερον κολάζω τὴν ἀμετρίαν τῆς χαρᾶς. Μὴ τοίνυν μηδ’ αὐτὸς ἄλυε, εἰ τοῖς τῆς ψυχῆς κομῶν ἀγαθοῖς, ταῖς τοῦ σώματος δαμάζῃ ἀῤῥωστίαις· ἀλλ’ ἐννόει ὅτι σοι τοῦτο, ἢ στεφάνους ὠδίνει, ἢ τὸ φρόνημα καταστέλλει.
ΟΕʹ. ΖΩΣΙΜῼ ΠΡΕΣΒΥΤΕΡῼ. Μεγάλα μέν σου τὰ τῆς νεότητος, ὤς φασι, πλημμελήματα. Πῶς γὰρ οὔ; Τὰ δὲ τοῦ γήρως ὑπερβολὴν οὐκ ἔχει. Τὸ γὰρ ἐν γήρᾳ τοὺς νέους τοὺς ἐπ’ ἀσελγείᾳ βεβοημένους ἀποκρύπτειν, ἅπασαν ὑπερβάλλει ἀτοπίαν. Καὶ δῆλος εἶ τὰ Ἐπικούρου νοσῶν, καὶ τὴν γνώμην κατέχειν μὴ δυνάμενος, ἀλλὰ διὰ τῶν ἔργων τὰ ἐκείνου δόγματα βεβαιῶν. Εἶργε τοίνυν, εἶργε σαυτὸν τοῦ θείου θυσιαστηρίου, μή ποτε σκηπτὸς κατὰ τῆς σῆς χωρήσειε κεφαλῆς.
Οϛʹ. ΠΑΜΠΡΕΠΙῼ ΔΙΑΚΟΝῼ. Εἰς τό, «Γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν.» Οὐκ ἔστιν, ὦ φίλη κεφαλή, μηχανὴν εὑρεῖν, δι’ ἧς ἄν τις γένοιτο συμφορῶν ἐλεύθερος. Ἀλλὰ θᾶττον ἄν τις ἐν μεγίστῳ κλύδωνι κυβερνήτου καὶ οἰάκων χωρὶς διασωθείη, ἢ τὸν κλύδωνα τοῦ βίου τούτου διαφύγοι, πειρασμῷ μὴ περιπεσών. Εἰ γὰρ πειρατήριόν ἐστιν ὁ βίος ἀνθρώπου ἐπὶ τῆς γῆς, πῶς ἔστιν ἐν τῷ πειρατηρίῳ ὄντας μὴ πειράζεσθαι; Τὸ γὰρ παρὰ τοῦ Σωτῆρος εἰρημένον, «Γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν,» τὸ μὴ καταποθῆναι ὑπ’ αὐτοῦ ᾐνίξατο. Εἰ γὰρ τοῦτο, ὅπερ ἄλλοι νομίζουσιν, ἔφη ὁ Σωτήρ, τῷ μηδαμῶς πειρασμῷ περιπεσεῖν, οὐκ ἂν ἔχοι λόγον· καὶ τῶν προφητῶν, καὶ τῶν ἀποστόλων, καὶ τῶν μάλιστα εὐδοκιμηκότων ἀνδρῶν πολλοῖς καὶ μεγίστοις περιπεπτωκότων.
Ἀλλὰ τὸ μὲν μὴ περιπεσεῖν, ἴσως ἀδύνατον, τὸ δὲ μὴ ἡττηθῆναι, δυνατόν. Οἱ μὲν οὖν πολλοὶ τῶν ἀνθρώπων ἀμαθίᾳ βεβαπτισμένοι πρὸς τὰς συμφορὰς ἔχουσι τὰς ψυχὰς ἀπαραμυθήτους· οἱ δὲ λογισμῷ σώφρονι κυβερνώμενοι, ἀπωθοῦνται ταύτας, οὐ τῷ γενναίως ἐνεγκεῖν μόνον, ἀλλὰ καὶ τῷ στεφάνους ὀνειροπολεῖν.
ΟΖʹ. ΕΥΛΟΓΙῼ ΑΝΑΓΝΩΣΤῌ. Ἐκ τῶν περὶ τὸν θάνατον τῷ βασιλεῖ Ἀχαὰμ συμβεβηκότων ἔστι θαυμάσαι, πῶς τὸ χρεὼν οὐδὲ προμηνυόμενον διαφυγεῖν οἷόν τε. Ὑπέρχεται γὰρ τὰς ἀνθρωπίνας ψυχὰς ἐλπίσι θωπεῦον χρησταῖς, καὶ περιάγει αὐτὰς ἐκεῖσε, ὅθεν αὐτῶν βεβαίως κρατήσει καὶ περιέσται.
ΟΗʹ. ΧΡΥΣῌ ΛΑΜΠΡΟΤΑΤῼ. Εἰ καὶ περὶ τοὺς οἰκείους τὴν μεγαλοψυχίαν ταύτην ἐπεδείξατο ἡ σὴ μεγαλόνοια, ἦν μὲν ἂν οὐδ’ οὕτω μικρόν, κοινὰ τὰ ὄντα τῷ γένει κεκτῆσθαι. Ἀφῄρει δ’ ἄν τι τῆς φιλοτιμίας ἴσως, τὸ δοκεῖν ἀνάγκην τὴν ἀπὸ τῆς φύσεως προσεῖναι. Νῦν δὲ τῆς ἐκεῖθεν αἰτίας περικεκομμένης (οἱ γὰρ υἱεῖς τοῦ τεθνεῶτος, οἱ καὶ εὐεργετηθέντες, οὐδ’ ἐγνωρίζοντό σοι, εἰ μὴ συμφορὰ αὐτοὺς συνέστησεν), ἡ γνώμη καθαρῶς εὐδοκιμεῖ.
ΟΘʹ. ΛΑΜΠΕΤΙῼ ΕΠΙΣΚΟΠῼ. Γράφομαί σε γραφὴν ὑπεροψίας, ὅτι Ζωσίμῳ περιτυγχάνων, ὡς μανθάνω, τῷ πρεσβυτέρῳ, οὐ καταντλεῖς αὐτοῦ τὰ πάθη, ἀλλ’ Ἱπποκράτει πεισθείς, ὡς κεκρατημένῳ οὐκ ἐγχειρεῖς. Εἰ γὰρ καὶ ἐπὶ τῶν σωμάτων τοῦτ’ ἔδοξέ τισιν ἀληθὲς (καίτοι πολλάκις ἐλεγχθέν· ἐγχειρήσαντες γὰρ πολλοὶ τῶν ἰατρῶν τοῖς κεκρατημένοις κατώρθωσαν), ἀλλ’ ὅμως ἐπὶ τῶν ψυχῶν πλέον ἐλέγχεται. Οἴδαμεν γάρ τινας ἐκ τοῦ βυθοῦ τῆς κακίας εἰς αὐτὴν ἀναβεβηκότας τῆς ἀρετῆς τὴν κορυφήν. Τὰ μὲν γὰρ σώματα τῇ τῆς φύσεως ἀνάγκῃ δέδοται. Αἱ δὲ ψυχαὶ τῇ τῆς προαιρέσεως ἐξουσίᾳ τετίμηνται. Ὅσον τοίνυν εὐκολώτερον προαίρεσις φύσεως, τοσοῦτον εὐχερέστερον, τὸ ἀνενεγκεῖν τὴν ψυχήν. Μηδὲν τοίνυν ἀπογινώσκων, πειρῶ αὐτὸν κατευθύνειν. Οὐ μικρὰ ἔσται σοι εὔκλεια παρὰ τῷ Θεῷ, εἴτ’ ἀνύσεις, εἴτε καὶ μή· τὸ γὰρ ἑαυτοῦ πᾶν πληρώσεις. Ὡς πάντως τοίνυν εὐδοκιμήσων, εἰ προτρέψοιο αὐτὸν ἀνενεγκεῖν, οὕτω διάκεισο, καὶ μήτε νύκτωρ, μήτε μεθ’ ἡμέραν, αὕτη ἀπολειπέτω σε ἡ φροντίς. Τάχα καὶ αὐτός που σωθείη, καὶ οἱ σκανδαλιζόμενοι διορθωθεῖεν, καὶ οἱ κωμῳδοῦντες αὐτὸν ἐπιστομισθεῖεν, καὶ σὺ ἀθανάτου εὐκλείας ἐπιτύχοις.
Πʹ. ΖΩΣΙΜῼ ΠΡΕΣΒΥΤΕΡῼ. Περὶ κρίσεως. Πρώην μὲν ἔγραφον, ἐλπίζων σε τῆς κακίας ἀπαλλαγήσεσθαι, καὶ πρὸς καθαρὰν ὑγίειαν ἀναδραμεῖσθαι· νῦν δὲ κινδυνεύω, ὑπὲρ τοῦ μὴ καὶ ἄλλους εἰς τὸ βάραθρον τῆς πονηρίας ὑπὸ σοῦ ἐμβληθῆναι, ποιεῖσθαι τὸν λόγον. Εἰ τοίνυν μὴ βούλει σῶσαι σαυτόν, τί καὶ ἑτέροις λυμαίνῃ; Τί καὶ τὰς ἄλλων τιμωρίας ἕλκεις ἐπὶ τὴν ἀθλίαν σαυτοῦ κεφαλήν, τὰς χρεμετιζούσας ἐπιθυμίας μὴ ἀνασειράζων, ἕως ἂν αὐτῶν αἱμάξῃς τὰ στόματα, ἀλλ’ ἄδειαν αὐταῖς διδοὺς ὀρμᾷν ὅποι βούλονται; Ἀνασείραζε τοίνυν αὐτάς, ἶνα μὴ τἀναντία τῶν Νινευϊτῶν ὑπομείνῃς. Ὥσπερ γὰρ ἐκεῖνοι φοβηθέντες τὰ ῥήματα, οὐχ ὑπέμειναν τὴν ἀπὸ τῶν πραγμάτων τιμωρίαν· οὕτω καὶ σὺ τῆς ἀπὸ τῶν ῥημάτων καταφρονῶν ἀπειλῆς, τὴν ἀπὸ τῶν πραγμάτων ὑποστήσῃ κόλασιν.
ΠΑʹ. ΑΘΑΝΑΣΙῼ ΠΡΕΣΒΥΤΕΡῼ. Ἐπειδὴ τοὺς τὰς θεωρίας ὑποφαίνοντας, καὶ τὸ γράμμα εἰς τὸ πνεῦμα μεταρρυθμίζοντας, οὐκ οἷδ’ ὅπως αἰτιασάμενος, καίτοι πολλάκις ὠφέλιμά τινα τοῖς ἀκροωμένοις λέγοντας, αὐτὰ τὰ πράγματα ἑρμηνευθῆναί σοι λιπαρῶς παρεκάλεσας, καὶ προεβάλ[λ]ου δι’ ἣν αἰτίαν ὁ λεπρὸς καὶ ὁ γονοῤῥυής, οἵ τε τὰ ἄλλα νοσοῦντες ἀκούσια νοσήματα, ἀπείρχθησαν τῶν ἱερῶν περιβόλων· ἐβουλόμην μὲν σιγῆσαι· οὔτε γὰρ ῥᾴδιον, οὔτε εἰ ῥᾴδιον ἦν, ἔπρεπε τὰ τῆς φύσεως ἐκπομπεύειν μυστήρια. Ἀλλ’ ἐπειδὴ καὶ δευτέροις ἐξεβιάσω με γράμμασιν, ὡς ἂν οἷός τε ὦ, συνεσταλμένως φράσω. Ἐπειδὴ γὰρ τεθέσπιστο, καὶ διὰ τὴν τῶν ἀνδρῶν σεμνότητα, καὶ διὰ τὴν τῶν γυναικῶν τιμήν, καὶ δι’ αὐτὸ τὸ πρᾶγμα (ὁσιότητος γὰρ τὸ τοιοῦτο πνεῖ), καὶ Πρὸς γυναῖκα ἐν καθαρισμῷ ἀκαθαρσίας αὐτῆς οὐκ εἰσελεύσῃ· πολλοὶ δὲ ἐν ἀφέδρῳ οὔσαις καὶ καθαιρομέναις ταῖς γυναιξίν, ἢ καὶ ἐγκύοις τυγχανούσαις, δι’ οἶστρον καὶ ἀκολασίαν, μᾶλλον δὲ μανίαν, ὁμιλοῦσι, κἀκεῖναι οὐκ οἶδ’ ὅπως ἀνέχονται (καίτοι τῶν ἀλόγων ζώων μετὰ τὴν σύλληψιν εἰς κοινωνίαν μὴ ἀπαντώντων. Διὸ καὶ θηλυτέραν φασί τινες κεκλῆσθαι τὴν γυναῖκα, κατὰ σύγκρισιν τῶν θηλέων ζώων, ὡς τούτων μὲν διὰ τὴν διαδοχὴν τοῦ γένους καταδεχομένων τὴν κοινωνίαν· τῶν δὲ γυναικῶν ἵσως δι’ οἶστρον καὶ ἀκολασίαν, καίτοι τότε σβεννυμένης τῆς γυναικείας ἐπιθυμίας.
Ἡ γὰρ φύσις, ἢ περὶ τὴν διάπλασιν τοῦ ζώου ἀσχολεῖται, ἢ περὶ τὴν κάθαρσιν)· συνέβαινε δὲ πολλάκις τὸ τοῦ ἀνδρὸς σπέρμα, τῷ ἀκαθάρτῳ τῆς θηλείας αἵματι μιγνύμενον, σῶμα ἀναπλάττειν οὐ καθαρόν, οὐδὲ εὔκρατον, ἀλλὰ ποικίλοις πάθεσιν εὐάλωτον· ταῦτα βουλόμενος ὁ νομοθέτης προαναστεῖλαι τὰ κακά, τοὺς ἐκ τ[οι]ούτων συνουσιῶν τεχθέντας, ἀπεκήρυξεν ἐνταῦθα, καὶ τῶν ἱερῶν συνόδων ἀφώρισεν, ἵνα μηκέτι τολμήσαιεν τοιαῦτα ὁρᾷν. Ὅτι δὲ αὕτη ἐστὶν ἡ αἰτία, δῆλον ἐκ τῶν ἐν τῷ Ἰεζεκιὴλ ἀναγεγραμμένων.
Ἐκεῖσε γὰρ τὸν μὲν δίκαιον ἀνακηρύττων ὁ Θεός, τὸν δὲ ἁμαρτωλὸν ἀποκηρύττων, τὸν μὲν ἔφησε γυναικὶ ἐν ἀφέδρῳ οὔσῃ μὴ προσεληλυθέναι, τὸν δὲ προσεληλυθέναι. Εἰ δὲ φαίης, Τοῖς δρῶσι τὴν τιμωρίαν ὁρίσαι ἐχρῆν, φαίην· Καὶ ποία ταύτης τιμωρία χαλεπωτέρα; Ὅταν γὰρ ἴδοιεν τοὺς ἐξ αὐτῶν τεχθέντας, οὓς ηὔχοντο πολλῷ ἑαυτῶν δοκιμωτέρους ἰδεῖν, μήτε εὐχῶν, μήτε πανηγύρεων, μήτε πόλεων, μήτε ἱερῶν συνόδων μετέχοντας· σκόπει πόσην ὑποστήσονται βάσανον. Διὰ γὰρ τοῦτο, κἀκεῖνο, ὡς οἶμαι, νενομοθέτηται, Καὶ ἔσται πᾶσα ψυχή, ἥτις ἂν μὴ περιτμηθῇ τῇ ὀγδόῃ ἡμέρᾳ, ἐξολοθρευθήσεται ἐκ τοῦ λαοῦ αὐτῆς. Ὅπερ τινὲς ὡς ἄλογον παρεγράψαντο, τῶν εἰς τὴν τῆς ψυχῆς περιτομὴν τὸ ῥητὸν μετακομισάντων. Ἐχρῆν γάρ, ἔφασαν, ῥηθῆναι, τὸν μὴ περιτέμνοντα τὸ παιδίον αὐτοῦ ἐξολοθρευθῆναι, μὴ μὴν τὸ ἄωρον νήπιον. Ἐγὼ δέ, εἰ καὶ πρὸς τὴν ψυχὴν βλέπει κυρίως ὁ λόγος, οὐδὲ τὸ γράμμα παραγράφομαι. Κἀνταῦθα γὰρ ἡ αὐτὴ ἔννοια σωθήσεται.
Τοῖς γὰρ πατράσιν ἀργαλεωτέρα ἐστὶν ἡ τιμωρία, ὅταν τὰ παιδία ἐξολοθρευθεῖεν. Ἐκεῖνα μὲν γὰρ τυχόν, εἰ καὶ πρὸ τῆς διαγνωστικῆς τῶν καλῶν καὶ τῶν οὐ τοιούτων ἡλικίας τελευτήσοιεν, οὐδ’ εἰ ἐν τιμωρίᾳ γεγόνασιν, εἴσονται. Εἰ δὲ καὶ ἔλθοιεν εἰς τὴν διαγνωστικὴν ἡλικίαν, οὐ πάνυ χαλεπῶς ἐνέγκοιεν τὸ πρᾶγμα, τῆς συνηθείας τὴν τιμωρίαν ἐξευμαριζούσης, καὶ μάλιστα, ὅτε οὐδὲ ἑκούσιόν ἐστι τὸ ἔγκλημα. Οἱ δὲ γονεῖς ἀνυπόστατον ὑπομενοῦσι τὴν τιμωρίαν. Εἰ τοίνυν νενόηταί σοι τὸ εἰρημένον περὶ τῶν ἀκουσίων παθῶν (περὶ γὰρ τῶν ἑκουσίων οὐκ ἂν οἶμαί σε ζητήσειν· οἶσθα γὰρ ὡς Ὀζίας τῇ ἱερωσύνῃ οὐ δεόντως ἐπιπηδήσας, καίτοι βασιλεὺς ὤν, ἐλεπρώθη), τῷ Θεῷ χάριν ἴσθι. Εἰ δὲ μή, ἀποδοχῆς ἂν εἴην δίκαιος παρὰ τῶν νοούντων τυχεῖν, ὅτι τὸ πρέπον καὶ τὸ σεμνὸν τῆς σαφηνείας ἐνταῦθα προετίμησα, τὰ τῆς φύσεως μὴ ἐκπομπεύσας μυστήρια.
ΠΒʹ. ΙΩΑΝΝῌ ΣΧΟΛΑΣΤΙΚῼ. Οὐδείς, ὡς ἔγωγε οἶμαι, ἀνδρεῖον ἔχων φρόνημα, καὶ τῆς τοῦ ἀνδρὸς προσηγορίας ἄξιος, τῇ τῶν ἀνδρογύνων θέᾳ ἁλίσκεται, τῶν τὸν ἀνθρώπινον ἐξορχουμένων βίον· καὶ τὸ τηνικαῦτα μάλιστα εὐδοκιμούντων, ἡνίκα ἂν ὡς μάλιστα ἐκκαυθῶσιν.
ΗΓʹ. ΑΙΜΙΛΙΑΝῼ ΚΑΙ ΠΕΛΑΓΙῼ ΔΙΑΚΟΝΟΙΣ. Ὅτι μὲν λόγος πραῢς καὶ πάνσοφος, βοηθήματος δίκην σβέσαι δύναται θυμὸν ἐκ μέσης καρδίας ζέοντα, μάλα ἀκριβῶς οἶδα. Εἰ δὲ καὶ ἐν τοῖς ἡμετέροις λόγοις ἔνεστι φάρμακον εὑρεῖν κοιμίσαι δυνάμενον, τοῦτο δὴ οὐκέτι σαφῶς ἐπίσταμαι. Ἀλλ’ εἰ μὲν ἀνύσω, διισχυρισαίμην. Εἰ δὲ διαμάρτοιμι, μάλιστα μὲν λυπηθείην· ἥκιστα δὲ ἐμαυτὸν μεμψαίμην.
Οὐκοῦν ἐπειδὴ ἡ ἔρις ἡ ὑμετέρα οὐρανομήκης, ὥς φασι, γεγενημένη, οὐ μόνον ὑμᾶς, ἀλλὰ καὶ πολλοὺς ἄλλους εἰς τὰ καίρια ἔτρωσε, βουλοίμην ὑμᾶς ταύτην μὲν σβέσαι καὶ ἀφανίσαι, εἰς δὲ φιλίαν παλινδρομῆσαι· εἰ δὲ τοῦτο τέως, ὥς φασί τινες, οὐχ οἷόν τε, κἂν τῇ σιωπῇ ἐκνευρίσαι τὴν ἄμετρον φιλονεικίαν, καὶ μὴ ῥητοῖς καὶ ἀῤῥήτοις ῥήμασι ταύτην αὐξῆσαι. Ἢν γὰρ παύσησθε ἂ μὴ θέμις καθ’ ἑαυτῶν φθεγγόμενοι, ἠρέμα καὶ κατὰ μικρὸν σβεσθεῖσα ἡ ἔρις καὶ καταπεσοῦσα, τὴν φιλίαν ἀναζωπυρῆσαι παρασκευάσει. Ὥσπερ γὰρ τοῖς κάμνουσι τὸ μὴ χεῖρον ἔχειν, ἀρχὴ γένοιτ’ ἂν τοῦ βέλτιον ἔχειν (ἡ γὰρ ἐν τοῖς ὀξυτάτοις νοσήμασι ταυτότης, βελτίωσις εἰκότως ἐνομίσθη)· οὕτω καὶ ὑμῖν μάλα κάμνουσι (μὴ γὰρ δὴ ὑγιαίνειν νομίζετε, τοιαῦτα εἰς ἀλλήλους παροινοῦντες), τὸ μὴ ἐπιτριβῆναι τὸ πάθος, ἀρχὴ γένοιτ’ ἂν διορθώσεως. Εἴτε οὖν ὑμῖν τέλεον ἀφανίσαι δόξειε τὴν ἔχθραν, εἴτε μὴ περαιτέρω προελθεῖν, οὐκ ἀφαιρήσομαι ἐμαυτοῦ τὸ εὔελπι ἄξιον εἶναι λόγου, διὰ λόγους κριθήσεσθαι.
ΠΔʹ. ΘΕΩΝΙ ΕΠΙΣΚΟΠῼ. Εἰ μὲν ἐμοὶ πείθοιο, μηδ’ ὅλως· εἰ δὲ σαυτῷ, μὴ πάνυ εἰς ἀνάγκην κατάκλειε τοὺς σαυτοῦ ἐχθρούς· μήποτε σύμβουλον ἐν ταῖς ἀμηχανίαις λαβόντες τὴν ἀνάγκην (ἡ δ’ ἐστὶ δεινὴ πρὸς ἀπόνοιαν, ὅταν ἀπόγνωσις αὐτὴν ἐρεθίζῃ), τοιαῦτά σε δράσωσιν, οἷα δρᾷν αὐτοὺς μελετᾷς· ἡ γὰρ ἔφορος τῶν δρωμένων δίκη, πολλάκις δι’ ἀπληστίαν τῶν νικώντων, εἰς τοὐναντίον τὰ πράγματα περιίστησιν.
ΠΕʹ. ΕΥΛΟΓΙῼ ΠΡΕΣΒΥΤΕΡῼ. Ἡγοῦμαι, ὅτι οὐδ’ ἀνθρώπῳ ἁγίῳ δαίμων ἀντιστῆναι δυνήσεται. Καὶ δῆλον μὲν ἀφ’ ὧν οἱ ἀπόστολοι δαίμονας ἤλαυνον. Δῆλον δὲ καὶ ἀφ’ ὧν ὁ Παῦλος τὸν Πύθωνα, τὸν τὰ Ἑλλήνων ἄνω καὶ κάτω κυκῶντα λόγῳ ἀπήλασε. Κἀν τοῖς μαρτυρίοις δὲ ἡ ἐφεδρεύουσα τοῖς σώμασι τῶν ἁγίων χάρις, τούτους βασανίζει. Εἰ τοίνυν ταῦθ’ οὕτως ἔχει, ὡς ἡ τῶν πραγμάτων δείκνυσι πεῖρα, πῶς ἀγγέλῳ ἀντιστῆναι ἠδύνατο; Ἀλλ’ οἶμαι (οὐ γὰρ διατείνομαι, ἀλλὰ γνώμην ἀποφαίνομαι), ὅτι ἐπειδὴ κατὰ τὸν Μωσέα ἑκάστῳ ἔθνει ἄγγελος ἀπενεμήθη. «Ὅτε γὰρ διεμέριζε, φησίν, ὁ Ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδάμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ.» Εἰ δὲ φαίης· Πῶς οὖν οὐ παρεχώρει θάτερος θατέρῳ; φαίην, ὅτι μάλιστα μὲν παρεχώρησε, πλὴν ἀμφότεροι τῷ θείῳ διισχυρίζοντο νόμῳ. Ὁ μὲν γὰρ τὸ θεῖον προεβάλλετο πρόσταγμα, τὸ θεσπίζον ἀπολυθῆναι τῆς αἰχμαλωσίας, καὶ μὴ βουλομένους, μηδὲ μετανοήσαντας τοὺς Ἰουδαίους· ὁ δὲ ταῖς τῶν Ἰουδαίων ἰσχυριζόμενος πράξεσι, μένειν ἔτι αὐτοὺς ἐν τῇ ὑπερορίᾳ, δίκαιον εἶναι ἔφασκε. Τοῦ γὰρ Θεοῦ εὐσεβοῦσί τε καὶ δικαιοπραγοῦσιν ἐπαγγειλαμένου τὴν ἐπάνοδον, κρατεῖν δεῖν ἔλεγε τὸ πρόσταγμα, ἀμετανοήτων ὄντων, καὶ μηδ’ εἰς ἱκεσίαν τραπέντων. Ὅτι γὰρ καὶ τὸ μισοπόνηρον ἐπαινεῖ ὁ Θεός, τεκμηριοῖ τὰ κατὰ τὸν Φινεὲς γεγονότα.
Δύο γὰρ φόνους αὐτὸν ἐργασάμενον, ἐν μιᾷ καιροῦ ῥοπῇ, ἱερωσύνῃ τετίμηκεν· οὐκ ἂν τοῦτο ποιήσας, εἰ ἀγαθότητα μόνην ἐνομοθέτει. Ἐπειδὴ δὲ καὶ ὁ νόμος διηγόρευε, τὸν ἐξ Ἑβραίων δουλεύοντα ἑβδόμῳ ἔτει ἐλευθεροῦσθαι, εἰ δὲ μὴ ἐθέλει, προσάγεσθαι τῇ θύρᾳ τῆς σκηνῆς, καὶ τρυπᾶσθαι αὐτοῦ τὸ ὠτίον, καὶ μένειν δοῦλον αἰώνιον· τοῦ δὲ χρόνου τῆς ἐλευθερίας φοιτήσαντος, οὐδεμίαν οὖτοι αὐτῆς ἐποιοῦντο πρόνοιαν (ἴσως ἐμφιλοχωρήσαντες τοῖς βαρβάροις, καὶ τὴν ἐκείνων ἀσέβειάν τε καὶ πολιτείαν ζηλώσαντες)· ὁ τῶν Περσῶν ἄγγελος οὐδαμῶς αὐτοῖς προσήκειν τὴν ἐλευθερίαν διισχυρίζετο, εἴπερ ὁ νόμος τοὺς μὲν θέλοντας ἐλευθεροῖ, κατὰ δὲ τῶν ἐθελόντων δουλεύειν, κυροῖ τῆς δεσποτείας τὴν ψῆφον, οὐκ ἀπανθρωπίᾳ νικώμενος, ἀλλὰ τὸ δίκαιον ὑποτιθέμενος.
Ὁ δ’ ἕτερος ἄγγελος τὴν ἀγαθότητα ἔμπροσθεν τοῦ δικαίου τιθέμενος, τὴν θείαν χάριν ᾤετο δεῖν νικᾷν, τὴν καὶ ἀναξίους αὐτοὺς ὄντας ἐλευθερῶσαι προῃρημένην. Ὥστε ἀμφότεροι τῷ θείῳ νόμῳ συνηγωνίζοντο, ὁ μὲν μισοπόνηρος ὤν, ὁ δὲ ἀγαθός.
Ἀμφότερα γὰρ ὁ Θεὸς ἐπαινεῖ, ἐνίκησε δὲ ἡ χάρις, τῆς ἀγαθότητος τὸ δίκαιον παραγραψαμένης. Ἕωλος γὰρ πᾶς λόγος μετὰ τὴν θείαν ψῆφον· πολλάκις γὰρ καὶ στρατιωτῶν ἀμφισβητούντων πρὸς ἑαυτούς, καὶ ἑκατέρου μέρους τὸ δίκαιον προβαλλομένου, ἡ τοῦ βασιλέως ψῆφος λύει τὴν φιλονεικίαν. Ταῦτα δὲ καὶ ἐλέγετο καὶ ἐγίνετο πρὸς τὸ συμφέρον, ὥστε τὸν μὲν Δανιὴλ γνῶναι, ὅτι εἰσηκούσθη, τὸν δὲ λαὸν ἀκούσαντα, ὅτι καὶ ἀνάξιον αὐτὸν ὄντα σώζει, διά τε τὴν οἰκείαν ἐπαγγελίαν, καὶ τὴν τοῦ δικαίου πρεσβείαν, σωφρονέστερον γενέσθαι, καὶ ἐπιθυμῆσαι τῆς ἐπανόδου, ὡς μεγίστων τευξόμενον ἀγαθῶν, εἰ τῆς πατρίδος αὖθις ἀξιωθείη.
Πϛʹ. ΕΥΔΑΙΜΟΝΙ ΣΧΟΛΑΣΤΙΚῼ. Ἐπειδὴ γέγραφας δι’ ἢν αἰτίαν πολλοὶ πολλάκις τὰ αὐτὰ πεπλημμεληκότες, οὐ τὴν αὐτὴν ἔδοσαν δίκην· φημί, Ἐπειδὴ πολλή ἐστι τοῦ κριτοῦ ἡ ἀκρίβεια. Ἐν γὰρ τοῖς πταίσμασιν οὐ τὸ εἶδος ζητεῖται μόνον τοῦ ἁμαρτήματος, ἀλλὰ καὶ ἡ γνώμη τοῦ ἁμαρτόντος, καὶ τὸ ἀξίωμα, καὶ ὁ καιρός, καὶ ὁ τόπος, καὶ τὸ γένος, καὶ μετὰ τὴν ἀμαρτίαν εἰ ἐλυπήθη, εἰ ἤσθη, εἰ ἀναλγήτως διετέθη, εἰ ἐνέμεινεν, εἰ μετέγνω, εἰ ἐκ περιστάσεως, εἰ κατὰ ἀγάπην, εἰ κατὰ μελέτην. Καὶ πολλὰ ἕτερά ἐστι, δι’ ὧν ἡ βάσανος αὔτη χωρεῖ· καὶ καιροῦ διαφορὰ ἐξετάζεται, καὶ πολιτείας κατάστασις. Οὐ γὰρ ὁ πρὸ νόμου, καὶ μετὰ νόμον, καὶ μετὰ τὴν χάριν τὴν αὐτὴν ἁμαρτίαν ἁμαρτών, τὴν αὐτὴν δίκην ὑφέξει· ἀλλ’ ὁ μὲν ἡμερωτέραν, ὁ δὲ ἀκριβεστέραν, ὁ δὲ ἀπαραίτητον. Ταῦτα γὰρ πάντα διαῤῥήδην ἐν ταῖς ἱεραῖς Γραφαῖς κεκήρυκται.
ΠΖʹ. ΠΙΣΤῼ ΔΙΑΚΟΝῼ. Τοιαῦτα καὶ λέγε, καὶ πρᾶττε, δι’ ὧν καὶ εἴης καὶ νομίζοιο, οὐ μόνον εὐσεβέστατος, ἀλλὰ καὶ δικαιότατος.
ΠΗʹ. ΑΣΚΛΗΠΙῼ ΕΠΙΣΚΟΠῼ. Ἐπειδὴ γέγραφας θαυμάζειν ὅπως ὁ Χριστὸς τοὺς φοιτητὰς ἐπεστόμισεν ἐπιτιμήσαντας τῇ πολύτιμον μύρον ἐκχεῖν μὴ παραιτησαμένῃ, καίτοι δόξαντας τὸν ὑπὲρ τῶν πτωχῶν ποιεῖσθαι λόγον· φημί, ὅτι Οὐκ ἂν ὁ ἄνω καὶ κάτω περὶ ἐλεημοσύνης διαλεγόμενος, καὶ ταύτην τῶν θυσιῶν προκρίνων, νῦν ταύτην, ὡς νομίζεις, ἐξέβαλεν. Ὁ γὰρ λέγων, «Ἔλεον θέλω, καὶ οὐ θυσίαν·» καί, «Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται·» καί, «Ἐφ’ ὅσον ἐποιήσατε ἐνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε,» οὐκ ἂν εἰς τοὐναντίον περιετράπη.
Ἀλλ’ ἐπειδὴ ἡ προσελθοῦσα γυνὴ ἔφθη ἐκχεῖν τὸ ἔλαιον, ἀτοπώτατον ἡγήσατο ἡ θεία σοφία πηρῶσαι αὐτῆς τὴν πίστιν. Διὸ καὶ συνηγόρησεν αὐτῇ, καὶ εἶπεν· «Ἔργον γὰρ καλὸν ἐποίησεν.» Ὅρα τὴν ἄῤῥητον σοφίαν. Οὐκ εἶπε, Καλὸν ἔργον γέγονεν, ἀλλ’, Ἐποίησεν. Οὐ γὰρ αὐτὸ καθ’ ἑαυτὸ τὸ πρᾶγμα ἐξετάζει, ἀλλὰ μετὰ τοῦ προσώπου τῆς γυναικός, οἱονεὶ λέγων· Ἐπειδὴ ἅπαξ ἐποίησεν, ἀποδοχῆς ἐστιν ἀξία.
Μὴ τοίνυν τὴν ἀκρίβειαν παρ’ αὐτῆς ἐπιζητήσωμεν, ἀλλ’ ἀφ’ ὧν οἷόν τέ ἐστι, στέφανον αὐτῇ πλέξωμεν. Εἰ δὲ μὴ τούτῳ τῷ νῷ ἀπεδέξατο τὸ γύναιον, ἐχρῆν νομοθετῆσαι πᾶσι μιμήσασθαι αὐτήν. Εἰ δὲ μηδὲν τοιοῦτον εἶπεν, ἔδειξεν, ὡς διὰ συγκατάβασιν ἐκείνην ἀπεδέξατο. Εἰ μὲν γὰρ εἰπόντος αὐτοῦ πεποίηκε, νόμος ἔστω· εἰ δὲ πεποιηκυῖαν οὐκ ἠπόρησε, μὴ εἰς νόμον ἀναγέτωσαν τὴν συγκατάβασιν. Εἰ γὰρ ἐν τῇ Παλαιᾷ τὰς θυσίας ἐπιτρέψας ὕστερον ἀνέτρεψε, πῶς ἐνταῦθα μηδὲ ἐπιτρέψας ἐνομοθέτησεν; Ὥσπερ γὰρ εἰ πρὸ τοῦ ἐκχεῖν ἠρωτήθη, ἐκέλευσεν ἂν αὐτὸ πραθῆναι, καὶ δοθῆναι πτωχοῖς· οὕτως μετὰ τὸ ἐκχυθῆναι ἄτοπον ἦν διὰ τῆς ἐπιτιμήσεως σβέσαι τῆς γυναικὸς τὴν πίστιν. Οὕτω καὶ νῦν ποιοῦσιν οἱ τῶν ἱερωμένων εὐδόκιμοι. Εἰ μὲν γάρ τις εἴποι, Ἀναθεῖναί τι βούλομαι, κελεύουσιν αὐτὸν δοῦναι πτωχοῖς· εἰ δὲ φθῇ ἐκεῖνος κατασκευάσαι, οὐ μόνον οὐκ ἐπιτιμῶσιν, ἀλλὰ καὶ ἠρέμα ἀποδέχονται, οὐ τοῦτο ἐκείνου προκρίνοντες· οὐδὲ γὰρ διὰ τοῦτο ἐπεδήμησεν ὁ Χριστός, ἵνα χρυσοῦ καὶ ἀργύρου τὰς ἐκκλησίας ἐμπλήσῃ· ἀλλ’ ἵνα μὴ τὸν ἀναθέντα ἀπορήσωσιν.
ΠΘʹ. ΑΛΕΞΑΝΔΡῼ ΠΟΙΗΤῌ. Ἀρετῆς ἴσον οὐδέν, οὐ μόνον ὅτι καὶ ἀσυγκρίτῳ ὑπεροχῇ τῶν ἄλλων ἁπάντων διενήνοχεν, ἀλλ’ ὅτι καὶ τὰ ἀνώμαλα πράγματα ἐξομαλίζει, καὶ τὰ ἄνισα ἐξισοῖ. Οὔτε γὰρ ἐν πενίᾳ ταπεινοῦται, οὔτε ἐν δουλείᾳ ἀνελευθέρους ὑπομένει διακονίας, οὔτε ἐν ἀδοξίᾳ συστέλλεται. Ἀλλ’ οὐδ’ ἐν πλούτῳ ἐξυβρίζει, οὔτε ἐν ἀρχῇ ἐπαίρεται, ἀλλὰ πᾶσι τούτοις τὴν ἑαυτῆς ἐπιβάλλουσα ἐπιστήμην, κανονίζει ταῦτα καὶ ῥυθμίζει, οὐκ ἐκείνοις ἑπομένη, ἀλλ’ ἐκεῖνα τῇ ἑαυτῆς τέχνῃ ἀκολουθεῖν ἀναπείθουσα. Εἰ γὰρ χρὴ ἀκριβῶσαι τὸ Ὁμηρικὸν ἔπος, ὃ συνεχῶς (πρὸς κάλλος ἵσως σωματικὸν ἐπτοημένος) ἐπὶ στόματος, ὥς φασι, φέρεις, Καλή τε μεγάλη τε καὶ ἀγλαὰ ἔργ’ εἰδυῖα, μᾶλλον περὶ ἀρετῆς εἰρῆσθαι δόξει, ἢ περὶ ἧς εἴρηται.
Τί γὰρ αὐτῆς μεῖζον, τί δὲ κάλλιον; Τίς δὲ ταύτης λαμπρότερα ἐπίσταται ἔργα, τῆς καὶ τὰς ἀνωμαλίας τῶν πραγμάτων διὰ τῆς ἑαυτῆς φιλοσοφίας ἐξομαλιζούσης, καὶ ἴσον τὸ φρόνημα ἐν ἀνίσοις πράγμασι φυλαττούσης, καὶ ἀοίδιμον ἁπανταχοῦ ἑαυτῇ κατασκευαζούσης κλέος, καὶ τοὺς μὲν συμφοραῖς περιπίπτοντας παρακαλούσης, τοὺς δὲ ὑπὸ εὐημερίας ἐξυβρίζοντας σωφρονιζούσης; Πρὸς ταύτην τοίνυν τεῖνον σαυτοῦ τῆς ψυχῆς τὸ ὅμμα, καὶ ταύτης τὸ κάλλος περισκόπει, ἵνα ἐραστὴς αὐτῆς διάπυρος γενόμενος, ἐπαινοῖο παρὰ πάντων καὶ ἀνακηρύττοιο.
ϟʹ. ΑΠΟΛΛΩΝΙῼ ΕΠΙΣΚΟΠῼ. Καὶ παρ’ Ἕλλησι μὲν (καίτοι ὑποχειρίους αὐτοὺς ἔχων καὶ ἄγων καὶ φέρων αὐτοὺς ὡς ἐβούλετο), καὶ παρὰ Ἰουδαίοις (καίτοι καὶ εἰς εἰδωλολατρίαν αὐτοὺς ἐκμήνας, καὶ εἰς ἀνδροφονίας ἐκλυττήσας), πολλὰς αἱρέσεις ἔτεκεν ὁ διάβολος. Εἰ δὲ καὶ παρὰ Χριστιανοῖς πολλῷ πλείους, θαυμαζέτω μηδείς. Πρὸ μὲν γὰρ τῆς ἐνσάρκου τοῦ Χριστοῦ παρουσίας, ὁρῶν πάντας ὑπὸ τῆς κακίας μεθύοντας, καὶ οὐδένα, ὡς ἔπος εἰπεῖν, καθαρῶς νήφοντα, ὀλίγα ἐνέβαλε φιλονεικίας σπέρματα. Ἐπειδὴ δὲ ἧκεν οὐρανόθεν ὁ σωτήριος Λόγος, φέρων μὲν ἡμῖν οὐρανίου πολιτείας δόγματα, τῷ δὲ διαβόλῳ, δι’ ὧν τοῖς ἁμαρτάνουσιν ἠπείλει, προμηνύων τὴν ἀναμένουσαν αὐτὸν δίκην (ἔλεγε γάρ· «Πορεύεσθε εἰς τὸ πῦρ τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ·») τότε δὴ ὁ κοινὸς ἁπάντων ἐχθρὸς ὁρῶν καὶ τὸ ἡμέτερον γένος ἠρέμα καὶ κατὰ μικρὸν τὴν μὲν κακίαν ἀποσειόμενον, τὴν δ’ ἀρετὴν προσιέμενον, καὶ τὴν μὲν ἀσέβειαν ἐξοστρακίζον, τὴν δ’ εὐσέβειαν ἀσπαζόμενον· ἀκούσας δὲ καὶ τῆς καθ’ ἑαυτοῦ ἀποφάσεως τὸν ὅρον, σφοδρότερον ἔπνευσε καθ’ ἡμῶν, καὶ τὰς αἱρέσεις ἔτεκε. Τῇ γοῦν εὐσεβείᾳ ἀντιστῆναι μηκέτι δυνάμενος, τῷ ὀνόματι αὐτῆς εἰς ἀσέβειαν πολλοὺς χειραγωγῆσαι φιλονεικεῖ· καὶ προσχήματι εὐλαβείας, τὴν ἀλήθειαν ἀνατρέψαι πειρᾶται, καὶ τοὺς βίῳ πολλάκις ἀρίστῳ διαλάμποντας διεφθαρμένοις δόγμασιν ἐκτραχηλίζει.
Ἓν γὰρ αὐτῷ ἔργον καὶ μία σπουδή, πάντας ὀμοῦ, εἴτε διὰ βίας, εἴτε διὰ νόθων δογμάτων εἰς τὸ τῆς ἀπωλείας μεθ’ ἑαυτοῦ καταποντίσαι πέλαγος. Ταῦτα οὖν ἐννοοῦντες, παυέσθωσαν μὲν οἱ τῶν αἱρέσεων ἡγεμόνες τὰ κατὰ τῆς ἀληθείας σπείροντες σπέρματα, ἐννοοῦντες ὡς αὐτοὶ μάλιστα πάντων ἐν μεγίστῳ κινδύνῳ σαλεύουσι. Παυέσθωσαν δὲ καὶ οἱ τούτων ἀκροαταί, προλήψει μόνῃ δουλεύοντες, καὶ κατὰ τῆς ἀληθείας νεανιευόμενοι, ἵνα μὴ τὸ μέγα καὶ λόγον καὶ νοῦν ὑπερβαῖνον τοῦ Σωτῆρος κατόρθωμα, τόγε ἦκον ἐφ’ ἑαυτοῖς, ἀργὸν ἀποφήνωσι.
Παυέσθωσαν δὲ καὶ οἱ τοῖς ὀρθοῖς μὲν δόγμασιν ἐναβρυνόμενοι, διὰ δὲ τῆς κατὰ τὸν βίον ῥᾳθυμίας ἐλεγχόμενοι, ταῦτα δρῶντες, ἂ νόθους αὐτοὺς τῆς εὐσεβείας φοιτητὰς ἀποφαίνει, καὶ μετὰ τῆς ὀρθῆς πίστεως τὴν ἀρίστην πολιτείαν συγκιρνάτωσαν, ἵνα πάντες ἀκούσωμεν τῆς βασιλικῆς φωνῆς ἡμᾶς ἀνακηρυττούσης.
ϟΑʹ. ΘΕΟΔΟΣΙῼ ΠΡΕΣΒΥΤΕΡῼ. Ἐπειδὴ γέγραφας, τίνος ἕνεκεν Ἄρειος πάγος ἐκαλεῖτο, τὸ ἐν Ἀθήνῃσι δικαστήριον, ἐν ᾧ καὶ ὁ Παῦλος ἐδημηγόρησεν· ἀντεπιστέλλω, Ὅτι ὁ Ἄρης, ὥς φασιν, ἐκεῖσε δίκας ἔδωκε. Πάγος δέ, ὁ ὑψηλὸς τόπος. Ἐν γὰρ ὄχθῳ τινὶ ἦν ἐκεῖνο τὸ δικαστήριον· ὅθεν καὶ Πάγαρχοι καλοῦνται παρά τισιν, οἱ τῶν κωμῶν ἢ τόπων τινῶν ἄρχοντες.
ϟΒʹ. Τῼ ΑΥΤῼ. Ἐπειδὴ καὶ ἐπὶ τίσιν ἁλοὺς ὁ Ἄρης, δίκην ἔδωκεν, ἐθέλησας μαθεῖν, αἰσχύνομαι μὲν φράσαι, ὅμως δ’ οὖν ἐρῶ. Ἔλεγχος γὰρ ἔσται Ἑλλήνων σαφὴς τὰ λεγόμενα. Ὅταν γάρ, οὕς φασι τῶν πάντων διανομεῖς εἶναι καὶ ταμίας, ὀφθεῖεν, μήτε σωφροσύνην, μήτε τὸ κρίνειν ἔχοντες ὀρθῶς, σχολῇ γ’ ἂν εἷεν σεπτοί. Τοὺς μὲν οὖν ἄλλους, ἵνα μὴ μακρὸν ποιήσω τὸν λόγον, παρήσω, καίτοι πολλοὺς ἔχων εἰπεῖν, ἑνὸς δὲ ἐπιμνησθήσομαι μόνου, τοῦ τὸ ζητούμενον παρὰ σοῦ σαφηνίζοντος. Ἀγραύλῃ τῇ Κέκροπος οὕτως ἐξηττηθῆναί φασι τὸν Ἄρεα, ὡς μηδέπω τῆς ἡλικίας αὐτῆς δυναμένης παρθενολύτων ἀνασχέσθαι γάμων, θερμὸν ὄντα καὶ ἀκόλαστον ἐραστήν, μύοντα ἔτι τὸν κάλυκα τῆς φύσεως παρὰ τὸν καιρὸν βιάσασθαι. Καὶ ἦν μὲν ἡ παῖς, ὥς φασιν, ἁπαλὸν ἔτι τῆς ἡλικίας τὸ ἄνθος ἔχουσα. Ὁ δὲ προσκυνεῖσθαι ἀξιῶν, αὐτοσχέδιον νυμφῶνα ταύτῃ ποιεῖ τοὔδαφος, οὐ πειθοῖ τῆς κόρης τὸ ἐθελούσιον δείξας, οὐ τῶν κυρίων τοῦ δοῦναι τὸν γάμον παρεσχηκότων, βίᾳ καὶ θράσει, γάμων ἐληΐσατο λάφυρα. Συμβιώσας τοίνυν ἐπὶ πολύ, ἐκ ταύτης ἄγει τὴν Ἀλκίππην, ἢν ἔσχεν Ἁλιῤῥόθιος, ὁ τοῦ Ποσειδῶνος υἱός. Ἀλλὰ δυσχεράνας ὁ Ἄρης ἐπὶ τῇ ὕβρει τῆς θυγατρός, ἀναιρεῖ τοῦτον, αὐτὸς ἑαυτὸν λαθών, ὡς ἐβιάσατο τὴν Κέκροπος.
Καὶ ὅτι μὲν κατὰ τῆς ἐνεγκούσης τὴν βίαν διὰ τὸν γάμον ἐσάλευσεν, οὐδὲ μικρᾶς ἑαυτὸν ἄξιον εἶναι μέμψεως ἐδοκίμασεν· ἐπειδὴ δὲ Ἁλιῤῥόθιος οὔτε τὸ ἄωρον ὕβρισεν, οὔτε τὴν βίαν τῆς πειθοῦς προετίμησεν, ἀλλ’ ἐποίει συναινεῖν τὴν κόρην τῷ παθεῖν, εἰ μὴ ἡ ἐναλείας αἰδὼς τὸ ἐθελούσιον περιέστελλεν· οὕτως ἄξιος εἶναι κολάσεως παρ’ αὐτῶν κέκριται, ὡς καὶ διάδικος καὶ κριτὴς καὶ δήμιος αὐτῶν γενέσθαι. Ὧν χάριν ἐπὶ τοῦ Ἀρείου πάγου ὑπὸ τοῦ Ποσειδῶνος αἰτιαθεὶς καὶ ἁλούς, αὐτὸς μὲν δίκην δέδωκε, τῷ δὲ τόπῳ πρὸς τὸ στηλιτεύεσθαι τὴν αἰσχύνην τοὔνομα καταλέλοιπε.
ϟΓʹ. ΘΕΟΔΟΣΙῼ ΣΧΟΛΑΣΤΙΚῼ. Πολλάκις ἐθαύμασα τὴν ἄγνοιαν τῶν πίστεως μὲν πέρι καὶ πολιτείας ἀρίστης μηδένα ποιουμένων λόγον, ἐκεῖνα δὲ πολυπραγμονούντων καὶ ζητούντων, ἂ μηδ’ εὐρεῖν οἷόν τε, καὶ τὸ Θεῖον παροξύνει ζητούμενα.
Ὅταν γὰρ ἅπερ ἡμᾶς οὐκ ἠθέλησεν εἰδέναι, ταῦτα βιαζώμεθα μανθάνειν, οὔτε εἰσόμεθα, (πῶς γὰρ Θεοῦ μὴ βουλομένου; ), καὶ τὸ κινδυνεύειν ἡμῖν ἐκ τοῦ ζητεῖν περιέσται μόνον. Ἐάσαντες τοίνυν, ὡς ὑπερφυῆ καὶ μηδαμόθεν ἁλώσιμον, τὴν περὶ τούτων βάσανον, καὶ εἰς τὸν τῆς ὀρθῆς πίστεως καὶ τῆς ἀρίστης πολιτείας καταφυγόντες λιμένα, ἐκεῖθεν ἑαυτοῖς τὴν ἀσφάλειαν ποριζώμεθα.
ϟΔʹ. ΙΣΙΔΩΡῼ ΠΡΕΣΒΥΤΕΡῼ. Καὶ τὸ μὴ μεταγινώσκειν πταίοντα, ὀλέθριον· καὶ τὸ ἀπογινώσκειν, ὀλεθριώτερον. Τὸ μὲν γὰρ ἀπὸ ῥᾳθυμίας, τὸ δὲ ἀπὸ ἀναλγησίας φύεται. Ὅσῳ δὲ ἀναλγησία ῥᾳθυμίας χαλεπώτερον, τοσούτῳ ἀπόγνωσις ῥᾳθυμίας ἀργαλεώτερον. Τὸ μὲν γὰρ ἀνήκεστόν ἐστι κακόν· τὸ δ’ εἰς θεραπείαν βαδιεῖται.
Ἐπειδὴ τὸ μὲν κρίσεώς ἐστι διεφθαρμένης· τὸ δὲ παραλογισμοῦ καὶ ἀπάτης. Τί τοίνυν ἡμῖν ἐγκαλεῖς ὡς ἀμελοῦσι, καὶ μὴ χαράττουσι πρὸς τὸν δείλαιον Ζώσιμον γράμματα, ἐκείνου δύο τοῖς ἀργαλεωτάτοις βαπτισθέντος κακοῖς, ῥᾳθυμίᾳ τε καὶ ἀναλγησίᾳ;
Οὐκ ἠμελήσαμεν, ὦ βέλτιστε, ἀλλὰ παρὰ πολλῶν τούτου ἕνεκεν πολλάκις παρορμηθέντες κεκμήκαμεν, καὶ λόγων καὶ προτροπῇ, καὶ ἀπειλῇ, καὶ ἐπαγγελίᾳ, καὶ κολάσει νουθετοῦντες τὸ ἀμείλικτον ἐκεῖνο θηρίον. Καὶ ὡς ἔοικεν, ἐλάθομεν Αἰθίοπα σμήχοντες, καὶ ἀνθρωπόμορφον δαίμονα εἰς ἡμερότητα ἐκβιάζεσθαι φιλονεικοῦντες. Εἰδὼς τοίνυν, ὡς τῶν εἰς ἡμᾶς ἡκόντων οὐδὲν οὔτε παρελείφθη, οὔτε παραλειφθήσεται, τὰς σὰς αὐτῷ χάρισαι προσευχάς. Τάχα πως ἀνενέγκοι ἐκ τῆς τοσαύτης μανίας.
ϟΕʹ. Τῼ ΑΥΤῼ. Ἡ μὲν συγγνώμη ἐκείνοις νέμεσθαι ἂν εἵη δικαία, τοῖς μὴ διὰ χρηστότητος εἰς μείζονα παιδοτριβουμένοις πταίσματα. Ἡ δὲ κόλασις ἕπεσθαι ὀφείλει τοῖς ὑπὸ τῆς χρηστότητος μὴ ὠφελουμένοις. Καὶ ταῦτα μὲν εἰς τοσοῦτον. Ἐπειδὴ δὲ γέγραφας βούλεσθαι μὲν περὶ ῥήσεων προφητικῶν πυθέσθαι, μὴ τολμᾷν δέ· ἀντεπιστέλλω, ὅτι ἀπεχθοίμην ἄν σοι, εἰ αἰσθοίμην σιγῶντα ἃ ἔρεσθαι βούλοιο.
ϟϛʹ. ΤΙΜΟΘΕῼ ΑΝΑΓΝΩΣΤῌ. Ἔοικας πεπεῖσθαι τῷ θεσπεσίῳ Παύλῳ, καὶ τῇ ἀναγνώσει προσέχειν τὸν νοῦν. Διὸ δὴ καὶ αὐτὸς σαφηνίσαι τὸ παρὰ σοῦ προβληθὲν πειράσομαι. Ἔφης γάρ· Πῶς, εἴγε ἐν αὐτῇ τῇ νυκτὶ ἀπέθανε Βαλτάσαρ ὁ βασιλεύς, ἔφη ἡ Γραφή· «Καὶ εἶπε Βαλτάσαρ, καὶ ἐνέδυσαν τὸν Δανιὴλ πορφύραν, καὶ τὸν μανιάκην τὸν χρυσοῦν περιέθηκαν περὶ τὸν τράχηλον αὐτοῦ· καὶ ἐκήρυξαν περὶ αὐτοῦ, εἶναι αὐτὸν ἄρχοντα τρίτον ἐν τῇ βασιλείᾳ αὐτοῦ;» Οἶμαι τοίνυν ὅτι ἐπειδὴ ἡ μὲν θεία ἀπόφασις σκότους ἤδη τυγχάνοντος ἐπὶ τοῦ τοίχου ἐχαράχθη (τοῦτο γὰρ δηλοῖ τό, κατέναντι τῆς λαμπάδος)· ὁ δὲ βασιλεὺς ἐταράχθη σφόδρα καὶ παρελύθη ὑπὸ τοῦ φόβου· ἡ δὲ βασίλισσα ἐκκρουσθεῖσα τῶν λογισμῶν διὰ τὴν τοῦ βασιλέως παράλυσιν, ἀμελήσασα τῆς συνήθους καὶ πρεπούσης εὐκοσμίας, εἰσεπήδησεν εἰς τὸ συμπόσιον ἔτι νυκτὸς οὔσης· τὸ θεῖον θέσπισμα ἑρμηνεύεσθαι παρὰ τοῦ σοφωτάτου Δανιήλ· καὶ τῇ μὲν πορφύρᾳ καὶ τῷ περιαυχενίῳ παραχρῆμα τετιμῆσθαι, παρεστώσης πάσης τῆς στρατιᾶς καὶ τῶν ἐν τέλει (προὔκειτο γὰρ δῆλον ὅτι τῆς σοφίας τὰ γέρα), τὸ δὲ κήρυγμα γεγενῆσθαι ἐπὶ τῶν παρόντων, ὅτι τρίτος ἔσται ἐν τῇ βασιλείᾳ, τουτέστι, μετ’ αὐτὸν καὶ τὴν βασιλίδα.
Εἰ δέ, Πληθούσης ἀγορᾶς, εἴποι τις, ἐχρῆν γενέσθαι, καὶ οὐκ ἐν τοῖς βασιλείοις· εἴποιμεν ὅτι μάλιστα μὲν τὰ ἐν τοῖς βασιλείοις γενόμενα, καὶ πανταχοῦ κυροῦται. Ἡ γὰρ ἔνδον κυρουμένη θειοτάτη ψῆφος, πανταχοῦ κρατεῖν πέφυκεν. Ἴσως δὲ μᾶλλον εἰκὸς καὶ ἐν γράμμασι διατετυπῶσθαι. Τὸ δὲ ἐν τοῖς βασιλείοις γεγενημένον, ὅσον οὐδέπω καὶ ἐπὶ πάντων ἐσόμενον, μᾶλλον δὲ καὶ πεπληρωμένον τῇ κρίσει τοῦ προστάξαντος, ὡς γεγονὸς ὁ ἱστοριογράφος ἔθηκε. Διὸ δὴ καὶ Δαρεῖος ὁ Μῆδος, ὁ τὸν τύραννον διαδεξάμενος, οὐδὲν ἀγνοήσας τῶν γεγενημένων, τῆς ἀνωτάτω τιμῆς αὐτὸν ἠξίωσεν.
ϟΖʹ. ΑΛΥΠΙῼ. Ἴσως ἀγνοεῖς, ὅτι οὐδέποτε ἄπορον ἀπόρῳ λύεται· ἀλλ’ ἀπὸ τῶν ὁμολογουμένων τὴν πίστιν τῶν ἀμφισβητουμένων λαμβάνειν εἰώθαμεν.
ϟΗʹ. ΛΕΟΝΤΙῼ ΕΠΙΣΚΟΠῼ. Πολλοὶ τῶν ἀνθρώπων ὀρέγονται μὲν ἀρετῆς, τὴν δὲ ἐπ’ αὐτὴν φέρουσαν ὁδὸν ὀκνοῦσιν ἰέναι. Ἄλλοι δὲ οὐδ’ ἀρετὴν εἶναι ἡγοῦνται. Χρὴ γοῦν, τοὺς μὲν πεπεῖσθαι τὸν ὄκνον ἀποθέσθαι, τοὺς δὲ διδάξαι, ὅτι ὄντως ἀρετή ἐστιν ἡ ἀρετή.
ϟΘʹ. ΑΦΡΟΔΙΣΙῼ ΠΡΕΣΒΥΤΕΡῼ. Ἐπειδή, ὡς γέγραφας Ἰουδαῖός τις ἀπαιδευσίας ἀνάπλεως, ὡς ὑπερβολὴν καταγνοὺς τοῦ εἰρηκότος θείου εὐαγγελιστοῦ. «Οὐδ’ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία,» πράγματά σοι παρέσχεν· ἀναγκαῖόν ἐστιν ἐκ τῆς Παλαιᾶς Διαθήκης, ἢν καὶ αὐτὸς ἐγκρίνει καὶ θείαν ἡγεῖται, τὰ ὑπερβολικῶς εἰρημένα εἰς μέσον ἀγαγεῖν, ἵνα εἰδῇ ἐκεῖνος, ὅτι καὶ ὁ εὐαγγελιστὴς τῇ Παλαιᾷ ἐκείνῃ ἑπόμενος Γραφῇ, γέγραφεν ἃ γέγραφε. Τί οὖν γέγραπται, μάθωμεν.
Περὶ μὲν τῶν πόλεων τῶν Χαναναίων, «Πόλεις τετειχισμέναι ὑπάρχουσιν ἕως τοῦ οὐρανοῦ·» περὶ δὲ τῆς γῆς αὐτῶν λέλεκται, «Γῆν ῥέουσαν γάλα καὶ μέλι.» Περὶ δὲ τῶν πλεόντων, «Ἀναβαίνουσιν ἕως τῶν οὐρανῶν, καὶ καταβαίνουσιν ἕως τῶν ἀβύσσων.» Ἑρμηνευέτω τοιγαροῦν ἐκεῖνος ταῦτα ὁ ἀγροικόσοφος, μὴ καταφεύγων εἰς θεωρίαν, μηδὲ τροπολογεῖν πειρώμενος, ἀλλ’ αὐτὰ φράζων τὰ πράγματα. Εἰ δ’ οὐ δύναται (ἀνάγκη γὰρ αὐτὸν λέγειν ἢ ὑπερβολικῶς εἰρῆσθαι, ἢ ἑρμηνείας δεῖσθαι), τίνος ἕνεκεν ἀμαθίας ἐσχάτης καθ’ ἑαυτοῦ δεῖγμα φέρων ἔδοξεν ἐπιλαμβάνεσθαι τοῦ εὐαγγελιστοῦ, τοῦ καὶ εἰ δόξαντος ὑπερβολῇ κεχρῆσθαι κολάσαντος αὐτήν, διὰ τοῦ εἰρηκέναι, Οἶμαι; Ἐκεῖ μὲν γὰρ ἄκρατός ἐστιν ἡ ὑπερβολή. ἐνταῦθα δὲ καὶ κεκραμένη. Οὐ γὰρ ἀφῆκεν αὐτὴν ἁπλῶς, ἀλλ’ ἐκόλασεν. Ὁ δὲ τὰς ὑπερβολὰς κολάζων, δύο ποιεῖ· καὶ τὸν ἑαυτοῦ δεικνύει πόθον, καὶ τῆς ἀληθείας ἅπτεται. Εἰκὸς δὲ μηδὲ ὑπερβολικῶς εἰρῆσθαι. Οὐ γὰρ ἐῤῥέθη, πολλὰ καὶ ἄλλα σημεῖα πεποιηκέναι τὸν Ἰησοῦν ἐν τῷ κόσμῳ τούτῳ, ἀλλὰ ἀδιορίστως πεποιηκέναι. Ἔστι δὲ αὐτοῦ ἄλλα τὰ ἔργα τοῦ κόσμου πρεσβύτερα, ἅτινα οὔτε γραφῇ, οὔτε βιβλίοις παραδοθῆναι οἷόν τε, οὐ μόνον διὰ τὸ πλῆθος καὶ τὸ μέγεθος, ἀλλὰ καὶ διὰ τὸ ὑπὲρ λόγον καὶ νοῦν εἶναι.
Τίς γὰρ δυνήσεται διηγήσασθαι τῶν οὐρανίων δήμων τὴν φύσιν, τὴν τάξιν, τὴν εὐκοσμίαν, τὸν ῥυθμόν, τὴν ἐμμέλειαν, τὴν ἀγάπην, τὴν εἰρήνην, καὶ τἄλλα πάντα ἅπερ οὐδ’ ἀριθμῆσαι δυνατόν; Εἰ δὲ καὶ εἰς δογμάτων τις μέγεθος καὶ ἀκρότητα ἐκλάβοι τὸ εἰρημένον, οὐκ ἂν διαμάρτοι τῆς ἀληθείας. Οἱ μὲν οὖν ἀπόστολοι, ἂ ἐχώρησαν ἔγραψαν, καθὼς Πέτρος ὁ κορυφαῖος τοῦ χοροῦ ἐν ταῖς ἑαυτοῦ πράξεσι σαφῶς ἀπεφήνατο· Ἃ ἐχωρήσαμεν, ἐγράψαμεν· ὁ δὲ κόσμος οὐδὲ τὰ γραφέντα ἐχώρησεν. Ὁ γὰρ φιλοχρήματος οὐκ ἐχώρησε τὸν περὶ τῆς ἀκτημοσύνης λόγον· οὐδ’ ὁ λάγνος τὸν περὶ σωφροσύνης· οὐχ ὁ πλεονέκτης τὸν περὶ δικαιοσύνης· οὐχ ὁ ὠμὸς τὸν περὶ φιλανθρωπίας· οὐχ ὁ θυμώδης τὸν περὶ πραότητος. Εἰ τοίνυν ἃ οἱ ἀπόστολοι ἵσως ἐχώρησαν, ὁ κόσμος οὐκ ἐχώρησε (καὶ βοᾷ ὁ μὲν Χριστός, ὅτι «Ὁ λόγος ὁ ἐμὸς οὐ χωρεῖ ἐν ὑμῖν·» ὁ δὲ Παῦλος, Χωρήσατε ἡμᾶς)· ἃ μηδ’ οἱ ἀπόστολοι ἵσως ἐχώρησαν, πῶς ἂν ὁ κόσμος ἐχώρησε;
Κόσμον δὲ καλεῖ, τὸν περὶ τὰ κοσμικὰ καὶ γήϊνα πράγματα ἐπτοημένον ὄχλον· περὶ οὖ ἐῤῥέθη· «Καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω.» Οὐ χωρεῖ δὲ ὁ εἰρημένος κόσμος· οὐ τόπων, ἀλλὰ τρόπων· οὐ διὰ πλῆθος γραμμάτων, ἀλλὰ διὰ μέγεθος πραγμάτων.
Ρʹ. ΠΑΥΛῼ. Τί τὰ κατὰ σαυτὸν ἀγνοῶν, ἄνθρωπε, τὰ ὑπὲρ σαυτὸν ζητεῖς; Καὶ τί λέγω τὰ κατὰ σαυτόν; Ἐν τῶν ἐν χερσί μοι ἑρμήνευσον, καὶ τότε τὰ ὑπὲρ σαυτὸν πολυπραγμονοῦντα οὐκ αἰτιάσομαι. Τὸ πῦρ ἀφ’ οὗ πηγάζουσιν αἱ τέχναι, οὐ μόνον ἀπὸ σιδήρου καὶ χαλκοῦ καὶ λίθων, ἀλλὰ καὶ ἀπὸ ὑδάτων καὶ ξύλων ἐκπηδᾷν πέφυκε. Διήγησαι οὖν μοι τὸ θαῦμα· ἆρ’ ἔγκειται τῷ ξύλῳ; καὶ πῶς οὐκ ἀναλίσκει τοῦτο;
Ἀλλ’ οὐκ ἔγκειται· πῶς οὖν ἐξ αὐτοῦ τίκτεται; Εἰ τοίνυν τὸ πῦρ, οὗ ἄνευ σχεδὸν οὐδὲν ἀξιόλογον μηχανῶνται ἄνθρωποι (ἐπίκουρον γάρ ἐστι ψύχους, σκότου δ’ ἀλεξιφάρμακον, συνεργὸν δ’ εἰς πᾶσαν τέχνην καὶ ἐπιστήμην), οὐδεὶς δύναται φράσαι πῶς ἐμφωλεύει μὲν ταῖς ὕλαις, οὐκ ἀναλίσκει δὲ ταύτας· ὅταν δ’ εἰς τὸ ἔξω πηδήσῃ, ἀναλωτικὸν γίνεται τῶν τεκουσῶν ὑλῶν· πέπαυσο ἐκεῖνα περιεργαζόμενος, ἂ μήτε ἐφικτά ἐστι, μήτε εἰ ἐφικτὰ ἦν, μέγα τι συντελέσαι πρὸς ἀρετὴν ἠδύνατο. Τί γὰρ πρὸς ἀρετὴν συμβαλεῖται τὸ περιεργάζεσθαι ἡλίου δρόμον, καὶ σελήνης κύκλον, καὶ ἀστέρων θέσιν, καὶ γῆς σχῆμα καὶ διάστημα, καὶ ὅσα ἄλλα οἱ δοκησίσοφοι πολυπραγμονοῦντες, τῆς μὲν ἀληθείας καὶ τῆς τῷ ὄντι σοφίας διήμαρτον, εἰς ἀδολεσχίαν δὲ τὸν βίον ἐδαπάνησαν;
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.