Ἔργον
Ἰσίδωρος ὁ Πηλουσιώτης – Ἐπιστολαὶ περὶ τῆς ἑρμηνείας τῆς θείας γραφῆς
Βιβλίο Β΄, Επιστολές 101-150
Ερμηνεία ευαγγελικών παραβολών, έλεγχος των ηθικών παρεκτροπών των αρχόντων και αναλύσεις περί της θείας πρόνοιας.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Βιβλίο Β΄, Επιστολές 101-150
Ερμηνεία ευαγγελικών παραβολών, έλεγχος των ηθικών παρεκτροπών των αρχόντων και αναλύσεις περί της θείας πρόνοιας.
ΡΑʹ. ΕΡΜΟΓΕΝΕΙ ΕΠΙΣΚΟΠῼ. Πρὸς ἱερεῖς εὐδοκίμους. Ἐπὶ τῆς σῆς, ὦ ὁσιώτατε, εὐαρχίας, οὔθ’ ὁ πλούσιος ἐπὶ λύμῃ τῶν ἄλλων κέκτηται τὴν τῶν χρημάτων ἰσχύν, οὔθ’ ὁ πενίᾳ συμβιούς, διὰ τὴν πτωχείαν ὑστέρηται τῆς ἰσηγορίας. Ἀλλ’ ὁ μὲν περιουσίᾳ δικαίων ὠχυρωμένος, τὸν τῆς ἀληθείας κεκτῆσθαι νενόμισται θησαυρόν· ὁ δὲ τούτων ἐνδεής, κἂν τοὺς Κροίσου ἔχῃ θησαυρούς, πένης εἶναι κέκριται· καὶ οὔτε λόγου δύναμις τὴν ἀδέκαστον φρόνησιν ἀφέλκει τῆς ὀρθῆς κρίσεως, οὔτε ῥήτορος δεινότης κατασοφίζεται τὴν ἀλήθειαν· ἀλλ’ ἀκλινὴς ἕστηκεν ἡ σὴ ψυχή, καθαρὸν τὸ δίκαιον τοῖς κρινομένοις βραβεύουσα.
Τοιοῦτος δ’ ὢν ἐν ταῖς ψήφοις, τῇ φιλανθρωπίᾳ πλέον σαυτὸν νενίκηκας, ἢ ὅσῳ δικαιοσύνῃ τοὺς ἄλλους ὑπερηκόντισας. Διὸ καὶ καταθρηνοῦσιν ἑαυτὰς αἱ πόλεις αἱ τυραννούμεναι, ὧν μία τυγχάνει καὶ ἡ Πηλουσιωτῶν. Τῶν γὰρ ἐναντίων πειρώμεναι, τοὺς μὲν ὑπὸ σοὶ τελοῦντας μακαρίζουσι, ἑαυτὰς δὲ ταλανίζουσιν.
Ὁ γὰρ μυρίων τιμωριῶν ἄξιος, εἰ χρήματ’ ἔχοι, ἀπόβλεπτος παρ’ ἐκείνοις καὶ περιμάχητος. Ὁ δ’ ἀρετῇ κομῶν, εἰ πένης εἴη, οὐ μόνον ἐν τοῖς ἀτίμοις τελεῖ, ἀλλὰ καὶ ἐπιβουλεύεται. Ἐν δὲ ταῖς κρίσεσιν ὅπου ὁ χρυσὸς ῥέπει, ἐκεῖ καὶ ἡ ψῆφος νεύει· τὸ μὲν δίκαιον ἀδικεῖται, ἡ δ’ ἀδικία κρατεῖ καὶ παροινεῖ.
Εὖξαι τοίνυν ἢ τοὺς τοιούτους λυμεῶνας μεταγνῶναι, ἢ τοὺς ὑπηκόους ἐλευθερωθῆναι.
ΡΒʹ. ΑΜΜΩΝΙῼ. Ἐπειδὴ οὐκ ἔξω ὑποψίας εἶναι δοκεῖ ἡ ἄγαν φιλία, κιρνάσθω τῷ θείῳ φόβῳ, ἵν’ ἀμφότερα βρύῃ ἐν ἡμῖν, καὶ ὁ τοῦ Θεοῦ φόβος, καὶ ὁ τῶν φίλων πόθος· ὁ μὲν τὰς πονηρὰς ὑποψίας ἐξοστρακίζων· ὁ δὲ τὴν ἀγάπην, τὴν πάντων τῶν ἀγαθῶν μητέρα τίκτων. Ὅταν γὰρ κεκραμένον φόβῳ Θεοῦ τὸν πόθον ἔχωμεν, πάντ’ ἐν ἡμῖν βλαστάνει τὰ ἀγαθά.
ΡΓʹ. ΘΕΟΔΩΡῼ ΣΧΟΛΑΣΤΙΚῼ. Ὅτι ἡ πίστις χωρὶς τῶν ἔργων οὐ σώζει τὸν ἄνθρωπον. Οὐχ ὁ δεινότητι καὶ δυνάμει λόγων, ὦ σοφέ, τἀληθὲς διακρουόμενος, ἐπαίνων ἄξιος· ἀλλ’ ὁ ἀτεχνῶς αὐτὸ φράζων. Διὸ δὴ καὶ αὐτὸς σαφῶς ὃ βούλει μαθεῖν, λέξω. Εὔκολα γέγονεν ἐκ τῆς θείας ἐπιφοιτήσεως τὰ παλαίσματα, ἵνα νικήσωμεν ἀγωνιζόμενοι, οὐχ ἵνα τῷ μεγέθει τῆς χάριτος πρὸς ῥᾳθυμίας ὑπόθεσιν ἀποχρησώμεθα.
ΡΔʹ. ΣΕΡΙΝῼ. Περὶ ἀλαζονείας. Μὴ τὸ ἐχθροῦ κεκρατηκέναι, εἰς ἀλαζονείαν σε παιδοτριβείτω. Πολλοῖς γὰρ ὑπὸ μεγαλαυχίας μεμηνόσι, ὡς ἅπαντα τὸν χρόνον τρόπαια στήσασι, καὶ φιλοτιμουμένοις ἐπὶ τούτοις, καὶ μὴ νομίζουσιν ἔλαττον ἕξειν, μηδὲ ἁλώσεσθαί ποτε προσδοκήσασιν, ἡ δοκοῦσα εὐπραγία εἰς τὸ χεῖρον περιφανῶς προεχώρησε.
ΡΕʹ. Τῼ ΑΥΤῼ. Πολλοῖς αἱ ἐξ ἀρχῆς ἐπιτυχίαι κακῶν ἀμυθήτων γεγόνασι πρόξενοι. Ἓν γάρ που ἢ δεύτερον παρὰ τὴν ἀξίαν στήσαντες τρόπαιον, ἅτε χωρησάσης αὐτοῖς εἰς ἐλπίδα τῆς τόλμης, ἐπαρθέντες τῇ ἀδοκήτῳ εὐπραγίᾳ, καὶ εἰς μείζους ἑαυτοὺς ῥίψαντες πράξεις, ἐκινδύνευσαν ἐσχάτως καὶ περὶ τῶν ἐξ ἀρχῆς κατορθωμάτων.
Διὸ χρὴ ἀνθρωπινότερον βουλεύεσθαι, καὶ κατορθοῦντες μὲν εἰς οἶκτον βλέπειν, καὶ τὰς ὀξυῤῥόπους ἐκλογίζεσθαι μεταβολάς, καὶ μὴ πέρα τοῦ μέτρου φρονεῖν τε καὶ φράζειν· διαμαρτάνοντας δὲ παιδεύεσθαι τὴν ἀνθρωπίνην ἀσθένειαν, καὶ μὴ ὡς Θεῷ πεπηγέναι τὰ πράγματα ἀθάνατα ἀξιοῦν.
Ρϛʹ. ΠΑΥΛῼ. Μὴ τὰ μόλις, ὦ βέλτιστε, καὶ μετὰ μυρίων ἱδρώτων καὶ ἀγώνων θηρώμενα, ἐξ ἐπιδρομῆς θηρᾷν νόμιζε· ἀλλ’ ἐκ πόνων καὶ προσευχῶν προοιμιασάμενος, ἐπὶ τὴν θήραν τῶν νοημάτων τῆς ἱερᾶς χώρει Γραφῆς, τῶν τὴν ἡμετέραν σύνεσιν εἰς πλείονα ὀξύτητα ἀκονώντων.
ΡΖʹ. ΕΥΤΟΝΙῼ ΔΙΑΚΟΝῼ Χρὴ τὸν νοῦν οἷα βασιλέα αὐτοκράτορα λογισμοὺς φοβεροὺς καὶ πάντοθεν ὅπλοις πεπραγμένους πρὸς τὰς τῶν αἰσθήσεων καταπέμψαι πύλας προαπαντησομένους, καὶ προλοχιοῦντας, καὶ εἴρξοντας τοὺς πολεμίους, καὶ μὴ πρῶτον συγχωρήσαντας τὴν εἴσοδον, ὕστερον ἀμφήριστον ἀναδέχεσθαι μάχην· ἤτις πολλάκις καὶ ἑτεροκλινὴς γενήσεται, τοῖς ἀντιστρατευομένοις τὸ τρόπαιον ὀρέγουσα. Διὰ γάρ τοι τοῦτο καὶ ὁ σωτήριος λόγος τὸν ἀκολάστως ὁρῶντα, κολάσειν ἠπείλησε, τῶν ἄλλων νομοθετῶν τὴν πρᾶξιν μόνην κολαζόντων· ἵνα μὴ δυσκαταγώνιστος καὶ ἀπρόσμαχος ὁ πόλεμος γένηται, ἀλλὰ ῥᾴδιος καὶ εὐχερής.
ΡΗʹ. ΖΩΣΙΜῼ ΠΡΕΣΒΥΤΕΡῼ. Πολλοί, μᾶλλον δὲ πάντες, ὡς ἔπος εἰπεῖν, ἄνθρωποι καὶ πλεονεκτήματα ἔχουσι καὶ ἐλαττώματα, καὶ τοῖς μὲν ἐναβρύνονται, τοῖς δὲ ἐγκαλύπτονται. Σὺ δέ, ὡς φασίν, ἐλαττωμάτων ἀνάπλεως ὤν, κατορθωμάτων ἔρημος εἷ καὶ γυμνός. Τὸ μὲν οὖν γαστρός σε ἡττώμενον, καὶ τοῖς μετὰ γαστέρα κεχειρῶσθαι πάθεσι, θαυμαστὸν οὐδέν. Ταῦτα γὰρ ἐκείνῃ ὡς τὰ πολλὰ ἔπεται. Ὁ γὰρ γαστρὸς ἄρξας, καὶ συνουσίας ἄρχειν δυνήσεται. Ἐπειδὴ καὶ τἄλλα πάντα ἐλαττώματα ἐν σοὶ χορεύειν φασί, καὶ ταμεῖόν σε καλοῦσι κακίας, καὶ θησαυρὸν ἀναισχυντίας· τοῦτο θαυμαστὸν εἶναι δοκεῖ, καὶ πᾶσαν ἔμπληξιν ὑπερβαίνειν. Εἰσὶ γάρ τινες ὠμοὶ μέν, σώφρονες δέ, ἢ αἰσχροκερδεῖς μέν, μέτριοι δέ, ἢ ἀσελγεῖς μέν, ἥμεροι δέ. Σὲ δὲ διὰ πάντων χωρεῖν κωμῳδοῦσι· γλῶσσαν μὲν γὰρ ὁπλίζειν σέ φασι κατὰ τῶν φιλαρέτων, αἰσχροῖς δὲ κέρδεσιν ἐγκαλινδούμενον καὶ σεμνύνεσθαι, πάντας δὲ τοὺς πώποτε ἐπὶ λαγνείᾳ βεβοημένους ἀποκρύψαντα καὶ ἐναβρύνεσθαι, κάτω δὲ τὴν ὀφρὺν ἔχειν ὀφείλοντα, διὰ τὰς πράξεις, ἂς οὐδὲ εἰπεῖν θέμις, ἄνω κροτάφων αὐτὴν ἐπαίρειν. Καὶ συλλήβδην εἰπεῖν, πᾶν μέλος τοῦ σώματος τὴν τῆς ψυχῆς ἐμφαίνει ῥᾳθυμίαν τε καὶ ἀπόνοιαν. Καίτοι θάτερον θατέρῳ ἐναντίον ἐστίν, ἀλλ’ εἰς σὲ συνδεδραμηκέναι διισχυρίζονται.
Εἰ τοίνυν ἀληθεύουσι, μετανόει ἐνταῦθα, ἵνα μὴ ἐκεῖσε ἀνονήτως αὐτὸ πράξειας.
ΡΘʹ. ΜΑΡΚῼ. Διὰ τί, ἔφης, οὐ πάντας τοὺς προσφερομένους αὐτόν, ὀμοίως ὁ οἶνος διατίθησιν· ἀλλὰ τοὺς μὲν εὐμενεῖς ποιεῖ, τοὺς δὲ θυμώδεις· καὶ τοὺς μὲν φιλικούς, τοὺς δὲ μαχίμους· καὶ τοὺς μὲν ἡμέρους, τοὺς δὲ θηριώδεις; Οἶμαι τοίνυν, ἐπειδὴ καὶ φυσιολογεῖν ἡμᾶς ἀναγκάζεις, ταῦτα συμβαίνειν, ἢ ἀπὸ τῆς τοῦ σώματος διαθέσεως, τῷ ἢ αὔξεσθαι, ἢ μειοῦσθαι ἀπὸ τοῦ οἴνου τὰς αἰτίας τῶν τοιούτων συμπτωμάτων, ἢ ἀπὸ τῶν λανθανόντων τοὺς πολλοὺς τῆς ψυχῆς κινημάτων.
Ἐπειδὴ γὰρ μόνων τῶν ὑγρῶν ἠθοποιὸν ὁ οἶνός ἐστι, κίρναται τρόπον τινὰ τοῖς τρόποις τῶν χρωμένων. Πρὸς ὁποῖον γὰρ ἂν ἦθος προσενεχθῇ, τοιαῦτα καὶ τὰ πάθη ἀποφαίνει, οὐ μὴ ὄντα αὐτὰ κατασκευάζων, ἀλλὰ κεκρυμμένα γυμνῶν. Τὸ γὰρ πεπλασμένον ἦθος ἀπαμφιάσας, ἐκφαίνει τὰ λανθάνοντα. Ὅθεν καὶ εἰς παροιμίαν κεχώρηκε τὸ τοιοῦτο, λεγόντων πολλῶν· Ἐν οἴνῳ ἡ ἀλήθεια. Τοὺς μὲν γὰρ δοκοῦντας σεμνότητος δόξῃ ἐναβρύνεσθαι, ἐκλαλητικοὺς τῶν ἀποῤῥήτων πολλάκις ἔδειξε, καὶ ὅπερ ἄῤῥητον ἄμεινον, εἰπεῖν παρεσκεύασε· τοὺς δὲ ἁπὸ μισοπονηρίας πολλάκις εἰς ὀργὴν ἐκτραπέντας, μειλιχίους τε καὶ πράους ἤλεγξεν ὄντας· τῶν μέν, τὴν ἐπὶ σεμνότητι δόξαν· τῶν δέ, τὴν ἐπὶ τῇ ὀργῇ αἰτίαν ἐξαφανίσας.
Οὐ γὰρ τὰ μὴ ὄντα κατασκευάζει, ἀλλὰ τὰ ὄντα μέν, λανθάνοντα δέ, δημοσιεύει.
ΡΙʹ. ΕΥΣΤΑΘΙῼ ΔΙΑΚΟΝῼ Περὶ τῶν τὰ ἴδια πλημμελήματα ἐώντων, τὰ ἀλλότρια πολυπραγμονούντων. Λίαν θαυμάζω, ὅπως νόσημα τυραννικὸν καὶ ἀνήμερον, ἡδονῆς μὲν ἄμοιρον, κόλασιν δὲ ὠδῖνον, κεκράτηκε μὲν πάσης ἡλικίας, ἐχειρώσατο δὲ πᾶσαν ἀξίαν, ἐλυμήνατο δὲ πᾶσαν εὐκοσμίαν. Ἕκαστος γὰρ τὰ ἑαυτοῦ πταίσματα παρεὶς μέγιστα ὄντα, καὶ συγγνώμης πολλάκις μείζονα, τὰ τῶν πέλας ἐλάττονα ὄντα, πολλάκις δὲ καὶ συγγνώμης ἄξια, πολυπραγμονεῖ· καὶ λυπεῖται μὲν περὶ τῶν οἰκείων λογιζόμενος, ἀγάλλεται δὲ περὶ τῶν ἀλλοτρίων διαλεγόμενος, καὶ εἰς τὸ τὰ τῶν ἄλλων πολυπραγμονεῖν καὶ καταδικάζειν δαπανᾷ τὸν οἰκεῖον χρόνον· καὶ ἑαυτῷ μὲν καὶ τὰς οὐκ οὔσας ἀπολογίας πορίζεται, τῶν δὲ πλησίον πικρὸς καὶ ἀπαραίτητος κάθηται δικαστής, κἂν δοκοῖεν ἀπολογίαις εὐλόγοις πλουτεῖν. Χρὴ τοίνυν τοὺς βουλομένους θεραπείαν τῷ τοιούτῳ ἐπινοῆσαι νοσήματι, στρέφειν τὸ τῆς ψυχῆς ὅμμα ἀπὸ τῶν ἀλλοτρίων ἐπὶ τὰ οἰκεῖα πλημμελήματα, καὶ τὴν γλῶτταν ἐθίζειν μὴ κατὰ τῶν πέλας, ἀλλὰ καθ’ ἑαυτῶν καταφορικῶς λέγειν. Τοῦτο μὲν γὰρ δικαιοσύνην ὠδίνει (λέγε γὰρ σὺ τὰς ἁμαρτίας σου πρῶτον, ἵνα δικαιωθῇς), ἐκεῖνο δὲ μείζονα κατάκρισιν τίκτει.
Δεινὸν γάρ, καὶ πάσης ἀτοπίας ἐπέκεινα, τοὺς μεγάλα πταίοντας, τοῖς οὐδὲν ἢ μικρὰ πλημμελοῦσιν ἐπιτιμᾷν.
ΡΙΑʹ. ΖΗΝΩΝΙ ΔΙΑΚΟΝῼ. Περὶ ἀσκήσεως. Μὴ ἐκείνοις, ὦ φιλότης, σαυτὸν παράβαλλε, τοῖς περιχαρῶς μὲν τὸ θεῖον ὑποδεξαμένοις κήρυγμα, μὴ ἐν βάθει [δὲ] τῆς διανοίας παραπέμψασι τὸν σπόρον. Ἐπιπολαιόφυτοι γὰρ καὶ ἐπιπολαιόρριζοι γεγονότες, θᾶττον ἢ λόγος ἀπεξηράνθησαν, καρπὸν μὲν ὥριμον μὴ ἐνηνοχότες, τῶν δὲ πειρασμῶν ἔργον γεγενημένοι.
Ἀλλ’ ἐκείνοις τοῖς βαθυῤῥίζοις, καὶ πολυῤῥίζοις, καὶ πολυκαλάμοις, καὶ πολυκάρποις, ὧν οἱ ἀστάχυες κομῶντες, καὶ ὑπὸ τοῦ καρποῦ βριθόμενοι καρηβαροῦσι καὶ κέκλινται, ὑπὸ τῆς πρὸς ἄμητον ὥρας μονονουχὶ ἐφ’ ἑαυτοὺς καλοῦντες τὴν τῶν θεριστῶν δρεπάνην. Εὗ γὰρ ἐπίστανται, ὅτι τοὺς τοιούτους ὁ Χριστὸς εἰς τὰς οὐρανίους λήξεις ἀποκομίσαι τοῖς ἀγγέλοις προσέταξε, συνεορτάσοντας καὶ συμβασιλεύσοντας, καὶ ἀτελευτήτου θυμηδίας μεθέξοντας.
ΡΙΒʹ. ΕΥΤΟΝΙῼ ΔΙΑΚΟΝῼ. Ἐπειδὴ ὁ ὀφθαλμὸς τὸ πᾶν διακυβερνᾷ σῶμα, φαιδρύνει τε καὶ κοσμεῖ τὴν ὅψιν, καὶ λύχνος ἐστὶν ἁπάντων τῶν μελῶν· διὰ τοῦτο ὥσπερ ἔν τινι βασιλικῷ χωρίῳ ἵδρυται, τὴν ἄνω λῆξιν λαχών, καὶ τῶν ἄλλων αἰσθήσεων προκαθήμενος. Ὅνπερ γὰρ τρόπον ὁ ἤλιος ἐν τῇ οἰκουμένῃ, οὕτω καὶ ὁ ὀφθαλμὸς ἐν τῷ σώματι. Καὶ ὥσπερ ἐκεῖνος, εἰ τῷ λόγῳ σβεσθείη, πάντα συνταράξειεν· οὕτω καὶ ὁ ὀφθαλμὸς εἰ ἀποσβεσθείη, καὶ πόδες ἄχρηστοι, καὶ χεῖρες, καὶ ἅπαν σχεδὸν τὸ σῶμα. Τοῦ χάριν δὴ ταῦτ’ ἔφην; Ὅτι καὶ ὁ διδάσκαλος ὀφθαλμός ἐστι τοῦ σώματος τῆς Ἐκκλησίας.
Ἐὰν οὖν οὗτος φωτεινὸς ᾖ, τοῦτ’ ἔστι, ταῖς τῶν ἀρετῶν ἀκτῖσι μαρμαίρων, ὅλον τὸ σῶμα φωτεινὸν ἔσται, ὑπ’ ἐκείνου κυβερνώμενον, καὶ τῆς προσηκούσης ἐπιμελείας ἀξιούμενον· ἐὰν δὲ σκοτεινός, τοῦτ’ ἔστι, τὰ σκότους ἄξια δρῶν, [ὅλον] σχεδὸν τὸ σῶμα σκοτίζεται. Εἰ γὰρ καὶ εἷέν τινες τῶν ἐν τάξει μελῶν ὑγιαίνοντες, καὶ τὰ πρέποντα αὐτοῖς ἀνύοντες, καὶ μηδὲν ὑπὸ τῆς τοῦ διδασκάλου μοχθηρίας παραβλαπτόμενοι· ἀλλ’ οὐδὲν τοσοῦτον ἰσχύουσι, τῆς βλάβης τὰ καίρια νεμομένης, καὶ τῆς κακίας, καὶ τοὺς λοιποὺς εἰς τὸν τοῦ καθηγητοῦ ζῆλον ἐρεθιζούσης, καὶ τοὺς ὑγιαίνοντας κατηγορούσης, καὶ πάντα τρόπον ὅπως καὶ αὐτοὺς εἰς τὸ νοσεῖν ἐμβάλ[λ]οι πραγματευομένης.
Διὰ τοῦτ’ εἴρηται· εἰ οὖν τὸ φῶς τὸ ἐν σοί, σκότος ἐστί, τὸ σκότος πόσον; Οἷον, ἐάν τις εἴποι Ἐκκλησίᾳ τυραννικαῖς ἐπιθυμίαις ἐχούσῃ ὑφηγητήν· Εἰ ὁ ὠφελεῖν καὶ φωτίζειν ὀφείλων, οὐδὲ φωτισθῆναι ἀνέχεται, ἀλλὰ καὶ τοὺς ὠφελεῖν προῃρημένους ἐξοστρακίζει· οἱ ὑπ’ αὐτοῦ τελοῦντες, τί οὐκ ἂν δράσοιεν;
ΡΙΓʹ. ΖΩΣΙΜῼ ΠΡΕΣΒΥΤΕΡῼ. Περὶ ἀκτημοσύνης. Εἰ καὶ ὑπὸ τῆς τῶν πολλῶν σκαιότητός τε καὶ ἀπληστίας εἰς ἀδύνατον δοκεῖ περιεστάναι τὸ τῆς ἀκτημοσύνης κατόρθωμα, καὶ οὐδὲ πιστεύεταί τις παρὰ σοὶ κατορθῶν· εἰσὶ μέν[τοι], καὶ οἶδά τινας. Εἰ δὲ αὐτὸς ἀγνοεῖς, θαυμαστὸν οὐδέν. Ὑπὸ γὰρ φιλοχρηματίας μεθύων, εἰκότως ἀγνοεῖς τοὺς καθαρῶς νήφοντας.
Πλὴν ζήλωσον τοὺς τῇ αὐταρκείᾳ χρωμένους, τοὺς ἀπὸ δικαίων πόνων ζῶντας, τοὺς τοῖς οἰκείοις πόνοις ἀρκουμένους. Ἢ οὐδὲ τούτους ὁρᾷς διαλάμποντας, καὶ καθάπερ λαμπτῆρας ἀστράπτοντας; Ζήλωσον τούτους τέως, καὶ παῦσαι κατὰ τῶν ἀλλοτρίων οὐσιῶν τε καὶ χρημάτων τὰς μιαρὰς σαυτοῦ καὶ ἀπλήστους ῥίπτων χεῖρας· καὶ οὔτω δυνήσῃ κἀκείνους κατιδεῖν. Νῦν μὲν γὰρ ἀκούσας, οὔτε πεισθήσῃ, ἀλλὰ καὶ φλυαρήσεις αὐτοὺς καὶ κωμῳδήσεις, ἄτε μανίαν ἀνήκεστον νοσῶν. Εἰ δὲ εἰς μετρίαν ὑγίειαν ἔλθοις, ῥᾳδίως ἂν καὶ τοὺς εἰλικρινῶς ὑγιαίνοντας κατόψει· ἔσθ’ ὅτε δὲ καὶ ἀγωγοὺς καὶ ἡγεμόνας αὐτοὺς ἔξεις τῆς ἀρίστης ταύτης ὁδοῦ.
ΡΙΔʹ. ΚΑΡΠῼ ΠΡΕΣΒΥΤΕΡῼ. Περὶ τῶν βδελυττομένων τοὺς ἐναρέτους. Σκαιότατος εἶναί μοι δοκεῖ καὶ ἀλιτήριος, οὐχ ὁ τὸν ἀδικήσαντα καὶ ὑβρίσαντα (συγγνώμη γὰρ τῷ τοιούτῳ πολλάκις παρέπεται), ἀλλ’ ὁ τὸν ἀμείνονα τυγχάνοντα, καὶ ὑπὸ πάντων ἀνυμνούμενον, μισῶν τε καὶ κωμῳδῶν. Ἐκεῖνος μὲν γάρ, εἰ καὶ μὴ εἰς κορυφὴν τῆς φιλοσοφίας ἀναβέβηκεν, ἀλλ’ οὖν γε ἔχειν δοκεῖ τοῦ μίσους εὔλογον αἰτίαν. Οὖτος δὲ μηδεμιᾶς αἰτίας ὑποκειμένης, οὐ τοσοῦτον ἀνθρώπῳ, ὅσον τῇ ἀρετῇ πολεμεῖ, καὶ πάντα τὰ καλὰ ἐκ βάθρων ἀνασπάσαι πειρᾶται. Εἰ δὲ Εὐστάθιος τοῦτο δρᾷ, ἢ παυστέον αὐτὸν τοῦ μύσους, ἢ ἐκκηρυκτέον ὡς ἐναγῆ.
Μία γάρ ἐστιν ἀρετή, τὸ φεύγειν τὸν ἄτοπον ἀεί, καὶ μάλιστα ὅταν μηδὲν αἰσχρὸν ἡγῆται, ἢ τὸ σωφρονεῖν.
ΡΙΕʹ. ΔΩΡΟΘΕῼ. Περὶ τῆς περιτομῆς. Τίς τὸν ἀκήρατον νοῦν ἐν διαμαρτίᾳ τοῦ πρέποντος γεγενῆσθαι ψηφιεῖται; Τίς οὕτω τόλμης ἀπάσης ἐπέκεινα χωρεῖν τολμήσειεν, ὡς τὴν σοφίαν πταίσασαν αἰτιάσασθαι; Τοῦτο γὰρ ἂν εἰκότως πείσοιτο, εἰ τὰ μὲν ἄλλα ζῶα μὴ ἔξω τοῦ πρέποντος ἐδημιούργησε, μόνον δὲ τὸν ἄνθρωπον, καίτοι βασιλέα καὶ ἄρχοντα αὐτὸν τῶν ἐπιγείων ἁπάντων χειροτονῆσαι προῃρημένη, περιττῷ ἄχθει βρίθεσθαι πεποίηκεν, ὃ ὕστερον διὰ τῆς περιτομῆς ἀφαιρεῖν προσέταξεν.
Εἰ δὲ τοῦτ’ οὐκ ἔστιν εἰπεῖν (τίς γὰρ οὕτως ἀνόητος καὶ τῶν κατὰ φύσιν φρενῶν ἐνδεής, ὡς τὴν θείαν ἐπιστήμην ἀτεχνίας γράψασθαι; ), τὸ πρέπον σχῆμα καὶ τούτῳ ἐφύλαξεν. Εἰ δὲ πρεπόντως ἐδημιούργησε, καὶ δηλοῦσι καὶ ἀνδριαντοποιοί, καὶ λιθοξόοι, πλάσται τε καὶ γραφεῖς τῇ ἀρχαίᾳ πλάσει ἀκολουθοῦντες, καὶ τὸ εὐπρεπὲς τοῦ ὕστερον διά τινα αἰτίαν πεπισθέντας προτιμῶντες· ζητείτωσαν οἱ τὴν περιτομὴν πέρα τοῦ μέτρου θαυμάζοντες, τὴν ταύτης χρείαν. Καὶ εἰ μὲν τὴν ἐν τῷ κρυπτῷ μηνύει περιτομήν, ἐπιτεινέτωσαν τὸ θαῦμα, καὶ τότε κροτείτωσαν τοὺς ἄνευ περιτομῆς τὰς ἐπιθυμίας περιτέμνοντας.
Εἰ δὲ σημεῖον αὐτοῖς δέδοται πρὸς τὸ μὴ ἐπιμίγνυσθαι τοῖς ἔθνεσιν, ὡς ἵπποις δυσηνίοις καὶ ἀγερώχοις χαλινὸς καὶ σφραγίς· μὴ μέγα ἐπὶ ταύτῃ φρονείτωσαν, τῇ τὴν ἀπαιδευσίαν αὐτῶν στηλιτευούσῃ. Εἰ γὰρ καὶ Ἄβελ, καὶ Ἐνώχ, καὶ Νῶε, καὶ Ἀβραάμ, πρὸ τοῦ ὀφθῆναι ἢ λεχθῆναι περιτομήν, ηὐδοκίμησαν, οὐκ εὐδοκιμήσεώς ἐστιν ὑπόθεσις, ἀλλ’ ἢ ἄρα εὐδοκιμήσεως σφραγίς. Ὁ τοίνυν ἔχων πλοῦτον ἀρετῆς, ἐχέτω καὶ σφραγῖδα. Ὁ δὲ πενίαν ἐσχάτην ὀδυρόμενος, γέλωτα ὀφλισκάνει, σφραγῖδα μὲν ἐπιφερόμενος, πλούτου δὲ ἐνδεὴς ὤν. Ἀκουέτω δὲ καὶ τοῦτο ὁ ἐπὶ ταύτῃ μέγα φρονῶν· Εἰ μὲν σὸν τὸ κατόρθωμα, φρόνει ὡς φρονεῖς, οὐ διοισόμεθα· εἰ δὲ ἐν ἀώρῳ γέγονεν ἡλικίᾳ (διὸ καὶ ἡμεῖς εὐχαριστοῦμεν, ἀκερδοῦς πόνου ἀπηλλαγμένοι), δι’ ἢν αἰτίαν ἐπὶ τοῖς ἀλλοτρίοις σεμνύνῃ; Ἕκαστος γὰρ ἐξ οἰκείων πόνων ἐναβρύνεσθαι δίκαιος, οὐκ ἀφ’ ὧν ἄλλοι ἐπιτιθέασι σημείων.
ΡΙϛʹ. ΠΑΥΛῼ. Περὶ ἑορτῶν. Τὰς ἀρετὰς τίμα, μὴ τὰς εὐημερίας θεράπευε. Αἱ μὲν γὰρ ἀθάνατόν εἰσι χρῆμα, αἱ δὲ ῥᾳδίως σβέννυνται. Καὶ ταῦτα μὲν εἰς τοσοῦτον. Μὴ ἀγνόει δέ, ὅτι ὁ Θεὸς ταῖς ἐορταῖς καὶ πάλαι καὶ νῦν ἐγκατέδησε τῶν εὐεργεσιῶν τὰ ὑπομνήματα, ἵν’ οἱ πανηγυρίζοντες ἔναυλον τὴν τούτων μνήμην ἔχοντες, μὴ εἰς μέθην, ἀλλ’ εἰς εὐχαριστίαν καὶ ἀρετὴν τρέποιντο.
ΡΙΖʹ. ΘΕΟΦΙΛῼ. Μάλιστα μὲν εἰ ἐρωτηθείη τις παρά τινος συκοφαντεῖν τολμῶντος τὴν ἀλήθειαν· Πάντα δυνατὰ τῷ Θεῷ; καὶ ἀποκρίνεται· Ναί· εἶτα ἐκεῖνος ἐπενέγκοι· Οὐκοῦν καὶ τὰ κακά· ἀμαθίας ὀφλῆσαι γέλωτα δίκαιος ἂν εἴη, οὐχ ὁ ἀποκρινάμενος, ἀλλὰ μᾶλλον ὁ ἐρωτήσας. Οὐ γὰρ ἐν πᾶσι τοῖς Θεῷ δυνατοῖς ἀριθμεῖται τὰ κακά. Ὅπου γὰρ ὁ Θεὸς ὀνομάζεται, τὸ καλὸν ἀραρότως ἕπεται. Καὶ οὐδ’ ἐννοήσειέ τις ὑγιαίνων τὸν νοῦν, ὅτι τῷ Θεῷ τὰ κακὰ δυνατά, οὐδ’ ἀσθένειάν τις καλέσειε τὸ μὴ δύνασθαι τὰ κακὰ δρᾷν. Ἀσθένεια γὰρ κυρίως, ἡ τῶν κακῶν πρᾶξις. Διὸ καὶ ὁ ταῦτα μάλιστα ἀκριβῶς ἐπιστάμενος Παῦλος, ἀσθενείας τὰς ἁμαρτίας ἐκάλει, λέγων· Εἰ γὰρ Χριστὸς ὄντων ἡμῶν ἀσθενῶν, κατὰ καιρὸν ὑπὲρ ἀσεβῶν ἀπέθανε.
Καὶ ὁ τοῦ Μελῳδοῦ δὲ λόγος τοῦτ’ ἐγγυᾶται. Ἐπληθύνθησαν γάρ, φησίν, αἱ ἀσθένειαι αὐτῶν, τοῦτ’ ἔστιν αἱ ἁμαρτίαι. Ἀλλ’ οὐδὲ ἐκεῖνό τις ἀνθυπενεγκὼν τῷ λέγοντι, Πάντα Θεῷ δυνατά, νοῦν ἔχειν νομισθήσεται.
Ποῖον δὴ τοῦτο; Φλυαρεῖν γὰρ εἰώθασι, καὶ λέγειν· Ἆρ’ οὖν καὶ τὸ γεγονὸς ποιῆσαι μὴ γεγονέναι, Θεῷ δυνατόν ἐστιν; Ἀχρεῖον γὰρ δὴ πάλιν τὸ τοιοῦτο. Οὐδ’ οὐδὲν ἀχρεῖον ἐπὶ τῆς θείας δυνάμεως παραλαμβάνεται.
Περιτταὶ μὲν οὖν καὶ εἰσί, καὶ ἀπεδείχθησαν αἱ κατὰ τοῦ τοιούτου λόγου συκοφαντίαι, πλὴν ἀλλ’, ἵνα μηδὲ ταύτας ἀνακινεῖν ἔχοιεν, καὶ τὰς ἀκοὰς τῶν ἀκροωμένων λυμαίνεσθαι, εἰ ἐρωτηθείημεν, εἰ πάντα τῷ Θεῷ δυνατά, ἀποκρινώμεθα· Τὰ πρέποντα αὐτῷ· καὶ πᾶσα λύεται ἀνωφελὴς ζήτησις.
Δύναται μὲν γὰρ πάντα, βούλεται δὲ τὰ ἄριστα.
ΡΙΗʹ. ΘΕΟΦΙΛῼ. Περὶ ἀγνωμοσύνης. Μὴ τὸν δόξαντα σοφόν τι πεποιηκέναι αἰτιῶ, ἀλλὰ τὸν μηδὲ τῇ τοσαύτῃ ἐπιεικείᾳ σωφρονισθέντα. Ὁ μὲν γὰρ νομίσας τὸν ἐπ’ αὐτοφώρῳ καταληφθησόμενον, εἰς ἀναισχυντίαν τρέπεσθαι, ἑκὼν δέδωκε τοῦ λαθεῖν ἐξουσίαν. Ὁ δὲ τὸ σοφὸν νομίσας ἠλίθιον, τῷ μὴ δόξαι πεφωρᾶσθαι, τὴν ἀναισχυντίαν ἔθρεψεν, ὕβρεσι τὸν εὐεργέτην ἀμειψάμενος.
ΡΙΘʹ. ΩΦΕΛΙῼ ΓΡΑΜΜΑΤΙΚῼ. Περὶ φύσεως ζώων. Ἐπειδὴ οἶδά σε καινοτέρας διψῶντα ἀκοῆς, καὶ οὐκ ἀφεξόμενον εἰ μὴ μάθοις, φράσω συντόμως, εἰ καὶ πέρα τῶν τῆς ἀνθρωπίνης διανοίας ὅρων εἶναι δοκεῖ τὸ παρὰ σοῦ ζητηθέν. Τῶν ζώων, τὰ μὲν διαμασσώμενα τὴν τροφήν, ζωοτοκεῖ· τὰ δὲ καταπίνοντα, ὠοτοκεῖ. Καὶ τὰ μὲν ταῖς πρώταις ἀρκεῖται ὠδῖσιν, ὡς τελεσφόροις· τὰ δέ, καὶ δευτέρας ἀνακινεῖ· Ὅταν ὁ καιρὸς καλῇ τὴν εἰς ζῶα τῶν ὠῶν μεταβολήν, ἐπωάσαντα ἐπὶ ῥηταῖς ἡμέραις, δύναμίν τινα ἐνίησι φυσικήν, ὥστε ἃ πρώην ἔτεκον ἄψυχα, ψυχωθῆναι. Οἱ γὰρ σπερματικοὶ λόγοι, οἱ παρὰ τοῦ Δημιουργοῦ ἐξαρχῆς ταῖς φύσεσιν ἐντεθέντες, ὑποτυφόμενοι, εἰ ἀναῤῥιπισθεῖεν, σπινθήρων τρόπον ἐν ὕλῃ κατὰ τὰς τῶν χρόνων συναυξήσεις ἐξάπτεσθαι φιλοῦσιν. Ὥστε θαυμάζειν μὲν χρὴ τὰ γιγνόμενα, εἰς τὸν πάνσοφον Δημιουργὸν ἀναφέρειν τὸ θαῦμα.
Ταῦτα γὰρ ἐμφαίνει, οὐ τὴν τῶν ζώων τῆς οἰκείας διαμονῆς πρόνοιαν (φανταστικὴ γάρ ἐστιν αὐτῶν ἡ φύσις, οὐ λογικὴ), ἀλλὰ τῆς τὰ ὅλα διοικούσης φύσεως. Τὰ μὲν γὰρ οὐδὲν ἐργάζεται διανοίᾳ· ἡ δέ, ποικίλων οὖσα γενῶν δημιουργός, τὰς ὁρμὰς ἑκάστῳ ἐνδίδωσιν εἰς τὴν τῶν συντελούντων ἐκπλήρωσιν.
ΡΚʹ. ΑΥΣΟΝΙῼ ΚΟΡΡΙΚΤΟΡΙ. Πρὸς ἄρχοντας. Πρὸς μὲν τὰς ἱκεσίας τῶν ὑπὸ πενίας ἢ δυναστείας πολιορκουμένων, ἀναπεπταμένας ἔχε καὶ ἱππηλάτους, ὦ θαυμάσιε, τὰς ἀκοάς, διὰ τῆς ἡμερότητος καὶ τοὺς βραδύτερον φράζοντας ὁδηγῶν ἐπὶ τὴν τοῦ λέγειν ὁδόν· πρὸς δὲ τὰς τῶν κακηγόρων καὶ συκοφαντῶν λογοποιίας, κεκλεισμένας ταύτας καὶ ἀβάτους διαφύλαττε, διὰ βλοσυροῦ βλέμματος ἀναστέλλων αὐτῶν τὴν ἐπὶ τὸ χείρονα λέγειν ὁρμήν.
ΡΚΑʹ. ΘΕΩΝΙ ΕΠΙΣΚΟΠῼ. Περὶ ἱερέων. Οὐ Ζώσιμον καὶ Παλλάδιον, Μάρωνά τε καὶ Εὐστάθιον, καὶ τοὺς ἄλλους, οὒς κατηριθμήσω, τοσοῦτον ἂν ἔγωγε αἰτιασαίμην, οὔτως ἐξορχησαμένους τὴν εὐσέβειαν, καὶ εἰς τὴν ἱερωσύνην ἐξυβρίσαντας, ὡς Εὐσέβιον, τὸν τούτοις ἅπασι τὴν αἰτίαν δεδωκότα.
Εἰ γὰρ μὴ αὐτὸς αὐτοῖς πέπρακεν, ὡς φής, τὴν ἱερωσύνην, οὐκ ἂν ἐκεῖνοι εἰς τοσαύτην ἐξώκειλαν κακίαν. Εἰ γὰρ καὶ κάκιστοι ἦσαν πρὸ τῆς χειροτονίας, ἀλλ’ οὐ ταυτόν ἐστι, λαϊκὸν ἁμαρτάνειν καὶ ἱερέα, καὶ δῆλον ἐκ τοῦ νόμου. Τοσαύτην γὰρ προστάττει θυσίαν ἀνάγεσθαι ὑπὲρ τοῦ ἁμαρτόντος ἱερέως, ὅσην ὑπὲρ παντὸς τοῦ λαοῦ. Εἰ δὲ μὴ ἦν ἀντίῤῥοπος ἡ ἁμαρτία, οὐκ ἂν τὴν αὐτὴν θυσίαν ἀνάγεσθαι ἐθέσπισε.
Μείζων δὲ γίνεται, οὐ τῇ φύσει, ἀλλὰ τῇ ἀξίᾳ τοῦ δρῶντος. Ὁ γὰρ τοὺς ἄλλους ῥυθμίζων, εἰ πταίσειεν, μεῖζον ἀπὸ τῆς ἀξίας ἀποφαίνει τὸ πταῖσμα. Εἰ τοίνυν ὁ δοὺς τὸ σπέρμα, τῶν φυτῶν αἴτιος, εἰκότως καὶ Εὐσέβιος πλέον ἐκείνων θρηνεῖσθαι ἂν εἴη δίκαιος.
ΡΚΒʹ. ΛΑΜΠΕΤΙῼ ΕΠΙΣΚΟΠῼ. Περὶ τῶν κακῶς τὴν ἱερωσύνην μετερχομένων. Ἀποδέχομαι μέν σου τὸν θεῖον ζῆλον, ὅτι τὴν ἱερωσύνην ὑβριζομένην ὑπὸ Εὐσεβίου, τοῦ κατ’ ἀντίφρασιν τῆς εὐσεβείας οὕτως ἑαυτὸν κεκληκότος, Θεώμενος ἀγανακτεῖς. Ἐξ ὧν γὰρ ἱερωσύνης ἀνάξιος ὤν, οὐκ οἶδ’ ὅπως εἰς ταύτην εἰσεκώμασεν, ἐκ τούτων καὶ τοῖς ἐπιτυχοῦσιν αὐτὴν νέμει, εὔωνον καὶ πεπατημένον πρᾶγμα τὴν θείαν λειτουργίαν ἠγούμενος. Ἀλλ’ ἐπειδὴ τῷ θείῳ καὶ ἀδεκάστῳ ταῦτα ἀνήκει κριτῇ, τῷ νυνὶ μὲν μακροθυμοῦντι, ἵν’ εἰς μετάνοιαν τοὺς πταίοντας ἀγάγῃ, ὕστερον δὲ οὐκ οἴσοντι τὰ γιγνόμενα, ἀλλ’ ἀφορήτους ὁριοῦντι τὰς κολάσεις· ἑαυτῶν ἐπιμελόμενοι τάς, ἡσυχίας ἄγωμεν.
Εἰ μὲν γὰρ ἦν τι ἐκ τοῦ παῤῥησιάσασθαι κέρδος, οὐδενὶ ἂν παρεχώρησα, καίτοι διὰ τοῦτο πολλάκις ἐπιβουλευθείς. Ἀλλ’ ἐπειδὴ σιγῆς ὁ καιρός, ἀναμείνωμεν τὸν κριτήν.
ΡΚΓʹ. ΜΑΡΩΝΙ. Μὴ τῷ συγγνώμης τυχεῖν προσδοκᾷν, διὰ παντὸς πλημμελεῖ, ἀλλὰ τῷ μὴ πλημμελεῖν τὴν ἀσφάλειαν πορίζου. Πολλοὶ γὰρ τῇ προσδοκίᾳ τῆς συγγνώμης πολλὰ δράσαντες, τῆς συγγνώμης διήμαρτον, μήτε γνωσιμαχήσαντες, μήτε συγγνωσθέντες.
ΡΚΔʹ. ΜΑΡΤΙΝΙΑΝῼ, ΖΩΣΙΜῼ, ΜΑΡΩΝΙ, ΕΥΣΤΑΘΙῼ. Πρὸς ἱερεῖς. Ἐπειδὴ ὁ θεσπέσιος Παῦλος, τὸ σκεῦος τῆς ἐκλογῆς, ὁ τῶν τοῦ Χριστοῦ νοημάτων ταμίας, ὁ γῆν καὶ θάλασσαν ῥυθμίσας, ὁ βαρβάρους φιλοσοφεῖν ἀναπείσας, Ἑλλήνων χείρους ἀπεφήνατο εἶναι τοὺς τῶν πέλας ὀλιγωροῦντας, φήσας· Εἰ δέ τις τῶν ἰδίων, καὶ μάλιστα τῶν οἰκείων, οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται, καὶ ἔστιν ἀπίστου χείρων· διὰ τοῦτο καὶ αὐτὸς ἐπὶ τὸ γράψαι ὑμῖν παρῆλθον. Τί γὰρ ἡγεῖσθε τὴν πρόνοιαν ἐνταῦθα δηλοῦν; Ἆρα τὴν τῶν τροφῶν χορηγίαν; Ἐγὼ μὲν γὰρ ἡγοῦμαι τὴν τῆς ψυχῆς ἐπιμέλειαν. Εἰ δ’ ἀντείποιτε, καὶ οὕτως ὃ ἔφην κυρωθήσεται μᾶλλον. Εἰ γὰρ περὶ σώματος τοῦτ’ ἔχει, φησί, καὶ τὸν μὴ ὀρέγοντα τὴν ἀναγκαίαν τροφήν, Ἑλλήνων ἔφησεν εἶναι ὠμότερον, ὁ τὸ μεῖζον καὶ ἀναγκαιότερον, φημὶ δὴ τὴν τῆς ψυχῆς ἐπιμέλειαν, παρορῶν, ποῦ κείσεται; Οὐκοῦν πείσθητε, καὶ ἀνενέγκατε ἐκ τῆς μανίας.
ΡΚΕʹ. ΘΕΟΔΟΣΙῼ ΠΡΕΣΒΥΤΕΡῼ. Πρὸς τοὺς ἐγκαλοῦντας ἐπὶ τῷ φεύγειν τὴν ἱερωσύνην. Τὸ μὲν τῆς ἐπισκοπῆς καὶ ὄνομα καὶ πρᾶγμα θεῖον ὄν, καὶ κρεῖττον πάσης πολιτείας τε καὶ ἀξίας, ὀλίγοις δή τισι πρέπει, τοῖς πατρικὴν κηδεμονίαν, ἀλλ’ οὐ τυραννικὴν αὐτονομίαν, εἶναι αὐτὸ οἰομένοις.
Ἐπειδὴ δὲ εἰς ἀρχήν, μᾶλλον δέ, εἰ χρὴ μετὰ παῤῥησίας εἰπεῖν, εἰς τυραννίδα αὐτὸ μετεῤῥύθμισάν τινες· ἴσθι, ὅτι τῆς περιβλέπτου καὶ περιμαχήτου ἀρχῆς, νῦν, εἴπερ ποτέ, σφοδρὸν ἑαυτῆς ἔρωτα τοῖς ἀνθρώποις ἐμβαλ[λ]ούσης, καὶ ῥᾳδίως ἑαυτὴν τοῖς ἐρῶσι παρεχούσης, μικρὸς αὐτῆς ἄπασι τοῖς εὖ φρονοῦσι λόγος. Τιμωρίαν γὰρ διδόντων, οὐ τιμὴν λαμβανόντων, ταύτην εἶναι ἡγοῦνται. Ὡς τὰ πολλὰ γὰρ τῶν μὲν ἄρχουσι, τοῖς δὲ δουλεύουσι· καὶ τοῖς μὲν ἐπιτάττουσι, τοῖς δὲ ὑπηρετοῦσι· καὶ τοῖς μὲν κακῶς ποιοῦσι, τοῖς δὲ χαρίζονται· τοῖς μὲν ἐπίκεινται, τοῖς δὲ ὑποπεπτώκασι· καὶ φοβοῦνται μὲν ἐκείνους, μισοῦνται δὲ ὑπὸ τούτων. Μὴ θαύμαζε τοιγαροῦν, εἰ καὶ Ἱέραξ ὁ πρεσβύτερος, νοῦν ἔχων, ἔφυγε τὸ πρᾶγμα, καθάπερ νόσημα ἀργαλεώτατον.
ΡΚϛʹ. ΤΙΜΟΘΕῼ ΑΝΑΓΝΩΣΤῌ. Περὶ τοῦ μὴ σκανδαλίζειν. Φοβοῦ ὅτι μάλιστα, ὦ φιλότης, σκανδαλίσαι τινά. Μεθύει γάρ πως ἐν ἀνθρώποις τὸ ἀγαθόν· καὶ οὐδενὸς κατασείοντος, ἔστηκε μόλις.
ΡΚΖʹ. ΚΥΡΙΛΛῼ ΕΠΙΣΚΟΠῼ. Ὅτι οὐ δεῖ τῶν παραινέσεων ἀμελεῖν ἢ ἀπογινώσκειν τινός, καὶ ὅτι, εἴ τινες νουθετούμενοι μένουσιν ἀδιόρθωτοι, τοῦτο οὐ τῶν παραι- {μένουσιν ἀδιόρθωτοι, τοῦτο οὐ τῶν παραινούντων, ἀλλὰ τῆς αὐτῶν προαιρέσεως ἔγκλημα· καὶ μάλιστα ὅταν ἐκεῖνοι οὐδὲν παραλείποιεν.} Τὴς σῆς ἐστιν, ὦ πάντων ἄριστε, συνέσεώς τε καὶ αὐθεντίας, ταῖς κακίαις τῶν ἀρχόντων κεκμηκυῖαν τὴν Ἐκκλησίαν τὴν κατὰ τὸ Πηλούσιον δυνάμεως καθαρότητι καὶ σπουδῇ ἀνακτήσασθαι. Πᾶσαν μὲν οὖν ἢν ὑπέμεινεν ἀδικίαν τε καὶ παροινίαν, ληϊζομένη τε καὶ ὑβριζομένη ὑπὸ μοχθηρῶν καὶ κακούργων ἀνθρώπων, οἷς ἄν τις οὐδ’ ἀλόγων ζώων ἀγέλην ἐγχειρίσειεν, μήτοιγε λογικῶν ἀνθρώπων, ὑπὲρ ὧν δεῦρο ἐφοίτησε καὶ τὸ τίμιον ἑαυτοῦ αἷμα ἐξέχεεν ὁ Χριστός· οὐ τοῦ παρόντος φράσαι καιροῦ, μᾶλλον δὲ οὐδενὸς καιροῦ. Εἰ γὰρ καὶ ὁ καιρὸς ἀπῄτει, πάντα λόγον ὑπερέβαινε τὰ ὑπὸ τούτων σκαιωρηθέντα· ὀλίγα δὲ ἐπὶ τοῦ παρόντος ἀναγκαῖον ἂν εἴη εἰπεῖν, ἂ μηδὲ βουλομένοις σιγῆσαι ἀτιμώρητον. Ἀλλὰ γὰρ ἔοικας, ὦ θαυμάσιε, ἤδη ἀπαιτεῖν τὴν διήγησιν. Διὸ δὴ καὶ αὐτὸς τῶν προοιμίων παυσάμενος, ἐπὶ τὸ δρᾶμα τῷ λόγῳ βαδιοῦμαι.
Τοσοῦτον εἰπών, μὴ τοῖς λόγοις μετρεῖν τὰ γεγενημένα (οὐ γὰρ ἂν εὕροιμεν λόγους ἐφαμίλλους τοῖς πεπραγμένοις, νικωμένης ἀπάσης γλώττης ὑπὸ τῆς τῶν πραγμάτων ἀληθείας), ἀλλὰ τοῖς ἀκοιμήτοις τῆς διανοίας ὀφθαλμοῖς κατοπτεῦσαι τὰ δραματουργηθέντα. Τὸ μὲν οὖν δεδυσφημῆσθαι τὸ Θεῖον, καὶ πεπορθῆσθαι τὴν πόλιν, καὶ πεπρᾶσθαι τὴν ἱερωσύνην, καὶ τετυραννῆσθαι τὴν Ἐκκλησίαν (τῶν μὲν σπουδαίων ἐξοστρακιζομένων, τῶν δὲ μήτε τῶν οὐδῶν αὐτῆς ἐπιβῆναι ὀφειλόντων, ἐγκρινομένων, καὶ τὰ θεῖα καὶ ἀπόῤῥητα αὐτῆς ἐμπιστευομένων μυστήρια· οὐχ ἡγοῦντο γὰρ ψυχὰς ἐμπεπιστεῦ[σ]θαι, ἀλλὰ τυραννίδᾳ πατρῴαν παρειληφέναι), καὶ ὅτι τῶν μὲν πενήτων λόγος ἦν αὐτοῖς οὐδείς, τά τε ἐκκλησιαστικὰ χρήματα ἐληΐζοντο, καὶ εἰς οἰκείας ἀνηλίσκοντο φιλοτιμίας· καὶ ὅτι τοὺς ῥύξαι ὑπὲρ ἀρετῆς τολμῶντας ἕως αἵματος ἠμύναντο, καὶ ὅσα τοιαῦτα, παραλείψω, τοῦτο ἀποδεικνύς, ὡς ἄκων εἰς τούτους ἐξηνέχθην τοὺς λόγους.
Τὸ δὲ νῦν σκαιωρηθέν, ἐπειδήπερ οὔτε βουλομένῳ ἀκίνδυνος ἡ σιωπή, ὡς ἂν οἷός τε ὦ, διὰ βραχέων ἀμυδρῶς (οὐ γὰρ ἂν φαίην σαφῶς) διηγήσομαι· Μαρτινιανός, ὁ ἐπὶ λύμῃ τῆς θειοτάτης θρησκείας πρεσβύτερος χειροτονηθεὶς (εἴγε χρὴ πρεσβύτερον καλεῖν τὸν τῷ ὀνόματι τῆς ἰερωσύνης εἰς τὸ τὰ μέγιστα καὶ συγγνώμης μείζονα δύνασθαι κακουργεῖν ἀποχρησάμενον), οὐκ ἔχω λέγειν ἐκ τίνων καταγόμενος, ἢ ἀπὸ ποίας πόλεως ὁρμώμενος· (τὸ γὰρ δοῦλον αὐτὸν τυγχάνοντα, καὶ πρώτην ἡλικίαν οὐκ εὐαγῶς βεβιωκότα ἀποδεδρακέναι, καίπερ ἀληθὲς ὂν παραλείψω.) Οὐ γὰρ ἥκω κακῶς αὐτὸν λέξων, ἀλλ’ ὡς ἠδίκησε τὴν Ἐκκλησίαν διδάξων· Οὗτος τοίνυν ἐλθὼν ἐπὶ τὴν Πηλουσιωτῶν πενίᾳ ἐσχάτῃ συζῶν, καὶ παρὰ πολλῶν ἐπικουρούμενος, τό τε τοῦ μονάζοντος σχῆμα περιβαλλόμενος, καὶ σωφρόνως ζῇν ὑποκρινόμενος, τὴν τοῦ κληρικοῦ, λειτουργίαν μὲν οὖσαν, ἀρχὴν δὲ δοκοῦσαν ἐθηρᾶτο. Ὡς δὲ ὁ ἀοίδιμος καὶ θείας σοφίας ἔμπλεως Ἀμμώνιος, ὁ ταύτης ἐπίσκοπος, τοῖς διορατικωτάτοις τῆς διανοίας ὀφθαλμοῖς τὴν ὑπόκρισιν κατειληφώς, οὐδὲ ἐλπίδα αὐτῷ τοῦ πράγματος κατελίμπανεν· ἐννοῶν, ὡς εἰκῆ δαπανᾷ τοὺς χρόνους, συνετοῦ κομιδῇ ὄντος τοῦ ἡγουμένου, παρ’ ἄλλοις ταῦτα πλέκειν διέγνω τὰ δίκτυα.
Ὡς δὲ κἀκεῖσε φωραθείς, διήμαρτε τῆς ἐλπίδος, τέλος πυθόμενος τὸν μὲν πάνσοφον ἐκεῖνον κεκοιμῆσθαι, καὶ εἴσω οὐρανίων χώρων γεγενῆσθαι, Εὐσέβιόν τε κεχειροτονῆσθαι, ἐπέπτη πάλιν τῇ Πηλουσιωτῶν, ῥᾳδίως αὐτοῦ τὴν ἀγχίνοιαν, ἵνα μὴ τὴν ἀπόνοιαν φράσω, μεταχειρίσασθαι οἰόμενος. Καὶ δὴ ὡς τάχιστα τυγχάνει τοῦ σκοποῦ. Οὐ χρὴ γὰρ μακρηγορεῖν. Ὅτι δὲ ὁ τὸ σπέρμα παρασχών, τῶν φυτῶν αἴτιος, οὐδεὶς ἀγνοεῖ δήπου. Τυχὼν τοίνυν τῆς χειροτονίας, καὶ τῶν ἱερῶν μυστηρίων μιαραῖς χερσὶν ἐφαψάμενος, ἢν πάλαι ὤδινεν, ἀπέτεκε νόσον. Νομίσας γὰρ ἀβίωτον εἶναι ἑαυτῷ τὸν βίον, εἰ μὴ καὶ τὰ τῶν πενήτων χρήματα σφετερίσοιτο, ἐπαγγειλάμενος πάντα ὅσα ἂν προσπορίσοιτο, τῇ Ἐκκλησίᾳ καταλείψειν, καὶ ταύταις δελεάσας ταῖς ἐλπίσι, πείθει καὶ οἰκονόμον ἑαυτὸν καταστῆσαι. Παραλαβὼν τοίνυν ἄνθρωπος ἐναγής, καὶ οὐδὲ ἐλευθερίως ἀχθείς, τὴν τῆς Ἐκκλησίας οἰκονομίαν, οὕτως αὐτὴν διέθηκεν, ὡς οὐδ’ ἂν βαρβαρικὸς πόλεμος· πάντα τὰ εἰς ἀρετὴν βλέποντα σημεῖα τοῦ κάλλους αὐτῆς ἀφανίσας ἐλυμήνατο.
Δόλοις γὰρ καὶ μηχαναῖς, σκαιωρίαις τε καὶ ἐπιορκίαις χρώμενος ἐν τῷ μεταχειρίζεσθαι τὰ πράγματα, ἁπλοῦν μὲν οὐδὲν οὐδὲ δίκαιον ἔπραξε, τὴν δὲ κακουργίαν φρονήμασιν ὁριζόμενος, τοῖς ἐλευθερίως καὶ εὐλαβῶς ζῇν προῃρημένοις ἐπεφύετο· εὐήθεις μὲν τοὺς φιλαλήθεις καλῶν, συνετοὺς δὲ τοὺς κακούργως μεταχειριζομένους τὰ πράγματα· καὶ τοὺς μὲν φιλοσοφοῦντας, ἠλιθίους· τοὺς δὲ παλιγκαπήλους, δραστηρίους. Καὶ οὐκ ἔλεγε μὲν ταῦτα, οὐκ ἐποίει δέ, ἀλλὰ δὲ τοῖς ἔργοις τοὺς λόγους ἀπέκρυπτε· τὰ μὲν ἐκκλησιαστικὰ οἰκειούμενος χρήματα, τὰς δὲ χειροτονίας πιπράσκων, καὶ τοὺς μὲν φιλαρέτους ἐκβάλλων, τοὺς δὲ τὰ αὐτὰ δρῶντας αὐτῷ συγκροτῶν. ᾬετο γὰρ οὐκ ἄλλως ἕξειν τὴν τῇδε ἀσφάλειαν (κρίσεως γὰρ αὐτῷ λόγος ἦν οὐδὲ εἶς), εἰ μὴ πᾶν εἶδος ἀρετῆς ἐξορίσειε. Ταῦτα δὲ ἔπραττεν, ὑποχείριον τὸν ἐπίσκοπον οὐκ οἶδ’ ὅπως πεποιηκώς.
Οὕτω γὰρ αὐτῷ δεδούλωτο (λελέχθω γὰρ τἀληθὲς μετὰ παῤῥησίας· καὶ γὰρ οὐκ ἂν ἄλλως δυναίμην), ὡς εὐτελὲς καὶ ἀργυρώνητον ἀνδράποδον κεχειροτονημένον, ἵν’ ἄπερ ἂν Μαρτινιανὸς ἐπιτάττοι, ποιήσειεν. Εἰς τοσαύτην γὰρ αὐτὸν μανίαν ἐξεβάκχευσεν (εἰρήσεται γὰρ τῶν κακῶν αὐτῶν ὁ κολοφών, καὶ τῆς τραγῳδίας τὸ κεφάλαιον), ταῖς ἐπαγγελίαις ἐκείναις δελεάσας, ἂς νῦν διαῤῥήδην βοᾷ ὁ ἐπίσκοπος τὴν οἰκείαν ἄνοιαν ἐκπομπεύων, ἢ ἀναγκάσας, ἢ πείσας (οὐ γὰρ οἷδ’ ὅ τι φῶ διὰ τὴν ὑπερβολὴν τῆς ἀτοπίας), ὡς καὶ καθυπογράψαι ἐν τοῖς ἐκκλησιαστικοῖς λόγοις, καὶ χρεωστεῖν τὴν ἀδικηθεῖσαν Ἐκκλησίαν. Ἄλλως γὰρ οὐκ ᾤετο ἀσφαλῶς ἔχειν, ἃ οὐ δεόντως ἐκτήσατο, εἰ μὴ καὶ τὴν Ἐκκλησίαν ὑπόχρεων δείξειεν, οὐκ ἀπαιτῆσαι προσδοκῶν μὲν ἂ ἐσύλησεν, ἀλλὰ τὸ μὴ ἀπαιτηθῆναι παρ’ αὐτῆς θηρώμενος. Ὡς δ’ ἡ ἀθλία πόλις ᾔσθετο ταῦτα μηχανώμενον (οὐ γὰρ ἦν ἀφανῆ· τὸ γὰρ καὶ εἰς γοητείαν αὐτόν, ἐκ τῆς ὑπερβολῆς τῶν δρωμένων, διαβεβλῆσθαι, καὶ τὸ ἐπ’ αἰσχροῖς καὶ ὑπερορίοις πταίσμασι πεφωρᾶσθαι, οὐ φράσω), ὥρμησε μὲν αὐτὸν πολλάκις καὶ ἀνελεῖν, ὅμως δὲ ἐκράτησε τῆς ὁρμῆς.
Ἐγκαλούμενος δὲ παρὰ πάντων καὶ κατηγορούμενος, πᾶσι μὲν τὸν ἐπίσκοπον, αὐτῷ δὲ πάντας διέβαλλε· τὸν μὲν ἐξοπλίζων κατὰ τῶν φιλαρέτων, ἵνα πάντων σβέσῃ τὴν παῤῥησίαν· τοὺς δὲ διδάσκων, ὅτι αὐτός ἐστιν ὁ τὰς χειροτονίας πιπράσκων, καὶ τοῖς σώφροσιν ἐπιβουλεύων, καὶ τὰ τῆς Ἐκκλησίας σφετεριζόμενος. Χρυσίον γὰρ λαμβάνων, τοῖς λόγοις τοῖς ἐκκλησιαστικοῖς ὑπογράφει.
Ταῦτα δὲ ἔλεγε, διὰ τούτων τῶν μηχανημάτων τὴν ἐφ’ οἷς ἕδρα ὀργὴν τῶν ἀνθρώπων σβέσειν οἰόμενος. Ὡς δέ τινες καὶ αὐτῷ ἐπισκόπῳ ταῦτα κατεμήνυσαν, πλέον οὐδὲν ἤνυσαν· πιθανῶς δῆθεν αὐτοῦ φήσαντος, ἄνευ κατηγόρων μηδὲν δύνασθαι διαπράξασθαι. Ὡς δὲ καὶ κατήγοροι, νομίζοντες ἀληθεύειν αὐτόν, ἀνεφάνησαν, καὶ πολλοὶ καὶ ἀξιόπιστοι, καὶ ἀποδεῖξαι δυνάμενοι, οὐδ’ οὕτως ἐπεξῆλθεν, ὡς λοιπὸν πάσης σκήψεως ἐλεγχθείσης, κοινωνὸν τῶν δρωμένων παρὰ πάντων εἰκότως ὑπονοεῖσθαι.
Μάλιστα μὲν γάρ, οὐδ’ εἰ μυριάκις ἀπὸ κερδῶν αἰσχρῶν ἐκεῖνος ἐπηγγείλατο πάντα τὰ προσποριζόμενα τῇ Ἐκκλησίᾳ προσοίσειν, ἐχρῆν πάσας τὰς ἐκκλησιαστικὰς αὐτῷ παραδοθῆναι ἀφορμάς, καὶ μυρίας ψυχὰς ἐκ τῶν δρωμένων σκανδαλίσαι. Εἰ δὲ καὶ ταῖς ἐπαγγελίαις ἐδελεάσθη, ἀλογοθέτητον οὐκ ἐχρῆν καταλεῖψαι. Εἰ δὲ καὶ λογοθετῆσαι ἔδει, μετὰ ἀκριβείας ἐχρῆν, βασανίσαντα μετὰ συνετῶν τινων καὶ ἐμπείρων τοὺς λόγους. Αὐτὸς γὰρ καὶ τούτων, ὥσπερ οὖν καὶ τῶν ἄλλων καλῶν, ἄπειρος εἶναι λέγει. Εἰ δὲ ἐν παραβύστῳ, καὶ μηδενὶ ἀνακοινούμενος τοὺς λόγους καθυπέγραφε, δῆλός ἐστιν οὐκ ἀπατηθεὶς (ὡς διαῤῥήδην βοᾷ, τὴν κατάγνωσιν διὰ τοῦτο ἀποτρίψασθαι οἰόμενος), ἀλλὰ τὰ ἐκκλησιαστικὰ κακουργήσας, καὶ πᾶσαν [μετ’] ἐκείνων τὴν Ἐκκλησίαν ἀπεμπωλήσας. Ὥσπερ πριάμενος, καὶ παρανόμως πριάμενος, παρανομώτερον τοῖς κτηθεῖσι χρήσασθαι διέγνω, κακῷ τὸ κακὸν ἰάσασθαι σπεύδων.
Πάντα γὰρ τὰ ἐκκλησιαστικὰ χρήματα ἐγκολπωσάμενος, ἤ, ὡς αὐτὸς ἔφη, μερισάμενος μετὰ τοῦ ἐγχειρίσαντος αὐτῷ τὴν οἰκονομίαν, καὶ τῇ τοσαύτῃ τραγῳδίᾳ τὴν ὑπόθεσιν δεδωκότος, πρώην μὲν εἰς τὴν Ἀλεξάνδρειαν χρυσίον προέπεμψεν, ἐπισκοπήν, ὁ μηδὲ ἑαυτοῦ ἐπιτροπεῦσαι δυνηθείς, θηρώμενος.
Ὅπερ μαθοῦσα ἡ σὴ ἁγιωσύνη, ὀφείλουσα αὐτὸν ἀποκηρύξαι, διὰ γραμμάτων ἠπείλησε, καὶ διεβεβαιώσατο, εἰ τοῖς αὐτοῖς αὗθις ἐπιχειρήσειεν, ἀποκήρυκτον τὸν τοσαύτην ἀδοξίαν τῇ θειοτάτῃ θρησκείᾳ προστριβόμενον ἐν ὅλῃ τῇ Αἰγυπτιακῇ διοικήσει. Νῦν δὲ καὶ τῶν γραμμάτων, καὶ τῶν ἀπειλῶν καταφρονήσας, τὴν Ἀλεξάνδρειαν μαθὼν ἐξώρμησεν, ἑαυτῷ μὲν ἐπισκοπὴν μνηστευόμενος, τὴν δὲ σὴν λυμαινόμενος δόξαν, ὡς ἐπὶ χρήμασι χειροτονοῦσαν. Τῆς σῆς τοίνυν ἐστίν, ὦ τί σε καλέσας ἀξίως προσείπω, μεγαλονοίας, τὴν μὲν ἀκριβῆ τῶν πλημμελημάτων αὐτοῦ δίκην τῷ ἀδεκάστῳ δικαστηρίῳ τηρῆσαι (οὐδὲ γὰρ οἷόν τε αὐτὸν ἐνταῦθα τὴν ἀξίαν τιμωρίαν δοῦναι), κινηθῆναι δέ, καὶ πρῶτον μὲν τῇ παρανομηθείσῃ Ἐκκλησίᾳ ἀμῦναι, δεύτερον δὲ τῇ οἰκείᾳ ὑπολήψει βοηθῆσαι, τῷ τὰς ἀπειλὰς εἰς ἔργον ἀγαγεῖν καὶ ἀποκηρύξαι τοῦτον. Εἰ γάρ, ὅπερ οὐ πιστεύω, πρὸς τῷ μηδὲν τοιοῦτον παθεῖν, καὶ χειροτονηθείη, τὸ θρυλλούμενον ἀπόῤῥητον ἀληθὲς ὃν εὑρεθήσεται· ἔπειτα μετά τινων ἐπισκόπων εὐλαβῶν, οἷς τὸ κέρδος πολέμιον καθέστηκεν, ἐνταῦθα ἐκπέμψαι, λόγον τῶν ἐκκλησιαστικῶν προσόδων δώσοντα, καὶ ἃ χρεωστεῖ ἀποδώσοντα. Καὶ εἰ δέδωκέ τι τῷ ἐπισκόπῳ (λέγει γὰρ μὴ δεδέχθαι μέν, ἠπατῆσθαι δὲ), ἐλέγξοντα.
Ὅτι γὰρ καὶ τῷ μὲν πρωτοστάτῃ τοῦ δράματος, τῷ ἢ συγκεκλοφότι, ἢ ἀπερισκέπτως ὑπογεγραφότι, ἄβατον τὴν ἐπισκοπὴν καταστήσειας, ἤγουν συγγνοὺς ἐπίτροπον χειροτονήσειας, τὸν οὐκ ἐπιτρέψοντα αὐτῷ μείζονα συγγνώμης ἁμαρτάνειν· τῷ δὲ τριταγωνιστῇ τὸ σοφὸν σκαιώρημα ἠλίθιον δείξας, ἄκυρα ποιήσειας, ἃ λέγει ἑαυτῷ χρεωστεῖσθαι (πόθεν γὰρ τοσοῦτος πλοῦτος τῷ πενίαν ἐσχάτην νοσήσαντι, καὶ ἀπὸ τῶν τῆς Ἐκκλησίας χρηματισαμένῳ προσόδων, ), οὐκ ἔστιν ἀμφίβολον.
ΡΚΗʹ. ΑΘΑΝΑΣΙῼ ΠΡΕΣΒΥΤΕΡῼ. Περὶ κολακείας. Πυνθάνομαι ὅτι κόλακες ἐξήρτηνται τῆς σῆς γλώττης, ὀμνύντες μέν, ὅτι πάντων ἄριστον εἴη, εἰ καί τι τῶν ἀτοπωτάτων ἕλοιο θαυμάσαι κακῶν· κακίζοντες δὲ ᾗ τάχος, εἰ καὶ αὐτὴν ἐκκακύνοις τὴν ἀρετήν. Εἰ τοίνυν μὴ ἐθέλεις ἡμῖν πεισθῆναι, ἀλλά γε κἂν Ἰσοκράτει πείσθητι, παραινέσαντι μισεῖν τοὺς κολακεύοντας, ὥσπερ τοὺς ἐξαπατῶντας.
Ἀμφότεροι γὰρ πιστευθέντες, τοὺς πιστεύσαντας ἀδικοῦσι.
ΡΚΘʹ. ΠΑΥΛῼ. Περὶ Ἰούδα τοῦ προδότου. Ἔοικας θαυμάζειν, πῶς τὸν προδότην οὐκ ἔπεισεν ὁ Χριστός, καλὸν ἡγεῖσθαι τὴν ἀρετήν, καίτοι πολλάκις περὶ ἀρετῆς, μᾶλλον δὲ οὐκ ἔστιν ὅτε οὐχ ὑπὲρ ταύτης, ἐν συνουσίαις ἀκούσαντα. Ἐγὼ δὲ θαυμάζω, πῶς τὸν ὅρον τῆς αὐτεξουσιότητος ἐπιστάμενος, περὶ τούτου ἐθαύμασας. Οὐ γὰρ βίᾳ καὶ τυραννίδι, ἀλλὰ πειθοῖ καὶ προσηνείᾳ ἡ τῶν ἀνθρώπων σωτηρία κατασκευάζεται. Διὸ καὶ τὸ κῦρος ἔχει ἕκαστος τῆς οἰκείας σωτηρίας· ἵνα καὶ οἱ στεφανούμενοι, καὶ οἱ τιμωρούμενοι, δικαίως ὑπομένοιεν ὅπερ ᾕρηνται.
ΡΛʹ. ΠΑΜΠΡΕΤΙῼ ΔΙΑΚΟΝῼ. Περὶ ἐλεημοσύνης. Ἐλεήμονα, ὦ φίλος, ἔχειν χρὴ τὴν ψυχήν. Ὁ γὰρ τὴν πηγὴν τὴν τοιαύτην ἔχων, πάντα ἀναβλύσειε τὰ καλά. Κἂν χρήματα ἔχῃ, προήσεται· κἂν ἐν συμφοραῖς ἵδῃ τινά, κλαύσεται· κἂν ἐπηρεαζομένῳ περιτύχῃ, χεῖρα ὀρέξει. Καὶ οὐδὲν παραλείψει τῶν εἰς αὐτὸν ἡκόντων.
ΡΛΑʹ. ΑΝΤΙΟΧΩ. Παράθεσις ἀρετῆς καὶ κακίας. Ἡ κακία καὶ Θεοῦ τοὺς ἀνθρώπους ἀπέστησε, καὶ ἀλλήλων διέστησε. Ταύτην οὖν προτροπάδην φεύγειν χρή. καὶ διώκειν τὴν ἀρετήν, τὴν καὶ Θεῷ προσάγουσαν, καὶ ἀλλήλοις συνάπτουσαν. Ἀρετῆς δὲ καὶ φιλοσοφίας ὅρος, τὸ μετὰ συνέσεως ἄπλαστον.
ΡΛΒʹ. ΕΥΤΟΝΙΩ ΔΙΑΚΟΝΩ. Εἰ καὶ Ζώσιμος ὁ δοκῶν εἶναι πρεσβύτερος, σφόδρα τῇ κατὰ σοῦ τυραννίδι μεθύων, παροινεῖ, ἀλλὰ σὺ τὰ κατὰ τοῦ Δεσπότου δραματουργηθέντα παρὰ τῶν Ἰουδαίων ἐννοῶν, ὅτε καὶ ἡ γῆ αὐτὴ ἐδονεῖτο καὶ ἐκραδαίνετο, φυγῆς ζητοῦσα χώραν, ἵνα μὴ θεάσηται τὸ δρᾶμα τὸ κατὰ Θεοῦ μὲν τολμώμενον, σαρκὸς δὲ ἁπτόμενον, φέρε γενναίως.
ΡΛΓʹ. ΤΙΜΟΘΕῼ ΑΝΑΓΝΩΣΤῌ. Τό, Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, καὶ ὀδόντα ἀντὶ ὀδόντος, οἶμαι νενομοθετῆσθαι τοῖς Ἰουδαίοις παρὰ τῆς ἡμερωτάτης φύσεως, οὐχ ἵνα ἀσύγγνωστοι ὦσι, καὶ πικροὶ τοῖς ἀδικοῦσιν, ὡς νομίζουσι Μανιχαῖοι, διασύροντες τὴν Παλαιὰν Διαθήκην· ἀλλ’ ἵνα τῷ δέει τοῦ παθεῖν ἃ δρῶσιν, ἀπέχωνται τοῦ τολμᾷν. Εἰ καὶ δίκαιον καὶ εὔλογον, ἀκόλουθόν ἐστιν. Ἀλλ’ ἡ θεία γαληνότης εἰς ἡμερότητα βλέπουσα, καὶ εἰς ἀγαθότητα ὁρῶσα, καὶ τοὺς ἀνθρώπους εἰς ταύτην ἀλείφουσα, διὰ τοῦ τεθεσπικέναι ἀμύνεσθαι τὸν δρῶντα, τῷ φόβῳ τῆς τιμωρίας προανέστειλε τὰ πταίσματα. Τοῦ γὰρ δρῶντος μὴ ὄντος, οὐδ’ ὁ ἀμυνόμενος ἔσται. Συνοράτωσαν οὖν τὸ βάθος τῆς σοφίας τοῦ νομοθέτου, καὶ μὴ ἐκ τοῦ προχείρου, ὡς ὠμὸν καὶ ἀπάνθρωπον αἰτιάσθωσαν. Τὸ γὰρ ἐν Εὐαγγελίοις εἰρημένον, «Ἐάν τίς σε ῥαπίσῃ εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην,» οὐκ ἔστιν ἐναντίον, ἀλλὰ μεῖζον, καὶ κρεῖττον, καὶ τῆς ἀκροτάτης φιλοσοφίας ὅρος. Ἐκεῖνα γὰρ μὲν ὑπὲρ τοῦ μηδ’ ὅλως δρᾶσαι, νενομοθέτηται· τὸ γὰρ ἀσμένως πάσχειν οὐκ ἂν ἤκουσαν αἱμάτων διψῶντες ἄνθρωποι· ταῦτα δὲ καὶ ὑπὲρ τοῦ προθύμως πάσχειν πεφιλοσόφηται.
Ὁ δὲ συγκριτικὸς χαρακτὴρ οὐκ εἰς τὴν ἐναντίαν ἐξωθεῖ τάξιν τὰ συγκρινόμενα, ἀλλ’ εἰς τὴν αὐτὴν μὲν ὑπεροχὴν δείκνυσι καὶ ἐλάττωσιν. Καλὸν μὲν γὰρ τὸ μὴ δρᾷν τι κακόν, κρεῖττον δὲ τὸ καὶ προθύμως πάσχειν. Καλὸς ὁ γάμος, ἀλλὰ κρεῖττον ἡ παρθενία. Καλὴ ἡ σελήνη, ἀλλὰ κρεῖττον ὁ ἥλιος.
Ὥσπερ οὖν τῆς μὲν σελήνης καλῆς οὔσης, τοῦ δὲ ἡλίου κρείττονος, εἷς ἐστιν ὁ Δημιουργός· οὕτω καὶ Παλαιᾶς καὶ Καινῆς Διαθήκης εἷς νομοθέτης, ὁ σοφῶς καὶ προσφόρως, καὶ καταλλήλως τοῖς καιροῖς νομοθετήσας.
ΡΛΔʹ. Τῼ ΑΥΤῼ. Ἀρετὴ μέν, καὶ τρόποις, οὐ καταισχύνει τὴν ὁμοτιμίαν· χρὴ δέ σε τῶν ἀδυνάτων μὴ ἐρᾷν, ἀλλ’ ἐκείνων ἀφέμενον, τὰ εἰκότα εὔχεσθαι. Ἐπεὶ καὶ Μωσῆς ὁ ἱεροφάντης, καὶ Παῦλος ὁ θεσπέσιος, ἐν ἐνίοις, οὐχ ὧν ᾔτησαν, ἔτυχον· ἀλλ’ ὅτι μὴ καλῶς ᾔτησαν, ἐδιδάχθησαν.
ΡΛΕʹ. ΝΕΜΕΣΙῼ. Εἰς τό, «Ἅνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε.» Τό, Ἅνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε, παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς, οὐ καταφορικῶς κατὰ τῶν ἀνθρώπων ἡ ἱερὰ Γραφὴ ῥητορεύουσα, καὶ τὸ λογικὸν διασύρουσα γένος, εἴρηκεν· ἀλλὰ καὶ πάνυ πεφεισμένως. Εἰ γὰρ τὴν ἀκρίβειαν ἐξετάσοιμεν, οὐ τοῖς κτήνεσι μόνον, ἀλλὰ καὶ τοῖς ἀτιθάσσοις θηρίοις κινδυνεύει ἐοικέναι. Μᾶλλον δὲ καὶ ὑπερβάλλει ταῦτα, ὁ τῶν αἰσχρῶν παθῶν ἐραστής.
Καὶ τὸ δὴ θαυμαστὸν καὶ παράδοξον τοῦτ’ ἔστιν, ὅτι ἕκαστον μὲν τῶν θηρίων ἐνὶ ἐλαττώματι δουλεύει· ὁ δὲ δοκῶν ἄνθρωπος εἶναι, πάνθ’ ὁμοῦ συμφορήσας, ποῤῥωτέρω τῆς ἐκείνων ἀλογίας ὁδεύει. Καὶ ἵνα μὴ ὑπερβολῆς εἶναι νομίσῃς τὰ ῥήματα, αὐτὰ τὰ πράγματα ἀδεκάστως βασανίσωμεν. Ὅταν γάρ τις σκιρτᾷ μὲν ὡς ταῦρος, λακτίζῃ δὲ ὡς ὄνος, χρεμετίζῃ δὲ ἐπὶ γυναιξίν, ὡς ἵππος θηλυμανής, καὶ γαστριμαργῇ μὲν ὡς ἄρκτος, πιαίνῃ δὲ τὸ σῶμα ὡς ἠμίονος, μνησικακῇ δὲ ὡς κάμηλος, καὶ ὀργίζηται μὲν ὡς λέων, ἁρπάζῃ δὲ ὡς λύκος, πλήττῃ δὲ ὡς σκορπίος, καὶ ὕπουλος μὲν ὑπάρχῃ ὡς ὄφις, ἰὸν δὲ πονηρίας διατηρῇ ὡς ἔχις, χρήματα δέ, μᾶλλον δὲ ἁμαρτήματα, συνάγῃ ὡς ὁ κάνθαρος τὴν κάνθαρον· πῶς δυνήσεταί τις μετὰ ἀνθρώπων τὸν θηριόφρονα τοῦτον ἀριθμεῖν, οὐχ ὁρῶν ἐν αὐτῷ τῆς ἡμέρου φύσεως τοὺς χαρακτῆρας, ἀλλὰ Σκύλλης τινὸς καὶ Χιμαίρας καὶ Ὕδρας, κατὰ τοὺς ἔξωθεν μύθους, δυσωδίαν θεώμενος; Εἰ δὲ φαίης, Τί οὖν ποιητέον; φήσαιμι, ὅτι τὸ κάτοπτρον τὸ πνευματικὸν συνεχῶς μεταχειριστέον· φημὶ δὴ τὰς θείας Γραφάς, ἐν αἷς καὶ τῶν ἀγαθῶν ἀνδρῶν ἐστιν ἡ ἱστορία, καὶ οἱ παρὰ τοῦ Θεοῦ τιθέντες σωτηριώδεις νόμοι. Τοῦτο γὰρ τὸ κάτοπτρον οὐ δείκνυσι τὴν ἀμορφίαν μόνον, ἀλλὰ καὶ μετατίθησιν, ἂν ἐθέλωμεν, εἰς κάλλος ἀμήχανον.
ΡΛϛʹ. ΤΙΜΟΘΕῼ ΛΑΜΠΡΟΤΑΤῼ. Πρὸς ἄρχοντας. Εὐσεβείας οὐδέν, ὦ ἄριστε, ὠφελιμώτερον. Αὕτη γὰρ σώζει καὶ τοῖς τροπαιούχοις βασιλεῦσι τὸ ὑπήκοον. Πρὸς ταύτην τοιγαροῦν βλέπων, εὐθύνειν πειρῶ τὸ τῆς ἀρχῆς σκάφος, ὅπως ἀχείμαστοι, τό γε σὸν μέρος, οἱ ἀρχόμενοι διαμείναιεν. Εἰ δὲ πόνους ἔχει τὸ πρᾶγμα, ἔχει καὶ θυμηδίας. Εἰ δὲ φαίης, Οὐ κατὰ ταυτόν· φαίην, Οὐ γὰρ οἷόν τε. Ἐπειδὴ γὰρ πολεμοῦντα διαλλαγῆναι οὐκ ἀνέχονται, διὰ τῶν κορυφῶν συνήφθησαν. ᾯ γὰρ οἱ πόνοι παραγένωνται, ἐπακολουθοῦσιν ὕστερον καὶ αἱ θυμηδίαι.
ΡΛΖʹ. ΕΡΜΙΝῼ ΚΟΜΗΤΙ. Τὸ εὐημερεῖν τὸν πονηρόν, καὶ τὸ ἐν τοῖς εἰς ἄκρον χαλεποῖς γίνεσθαι τὸν ἐπιεικῆ καὶ τῶν εἰς λῆξιν ἡκόντων ἐπαίνων ἔμπλεω, δυστόπαστόν ἐστιν ἀληθῶς καὶ δυσέφικτον, καὶ τῶν τῆς ἀνθρωπότητος μέτρων ἐπέκεινά τε καὶ ποῤῥωτάτω. Θείοις γὰρ κρίμασι παραχωρεῖν ἀναγκαῖον. Καὶ εἴπερ βουλόμεθα φρονεῖν ὀρθῶς, μόνῳ τῷ ἀκηράτῳ νῷ τῆς οἰκονομίας τὴν γνῶσιν ἀνάψαντες, πρὸς τὰ ἐν χερσὶ βαδιούμεθα, ἃ καὶ μόλις πρὸς ἡμῶν εὑρίσκεσθαι φιλεῖ. Ἐπειδὴ δὲ οἴει δεῖν κατὰ τὸ ἐνδεχόμενον ἐπαμῦναι τῷ λόγῳ, ἐπημύναμεν, ὥς γε ἠδυνήθημεν, ἐν τῷ πρὸς Ἕλληνας ἡμῖν γραφέντι λόγῳ, ᾧ ἐντυχὼν εἴσῃ τὴν λύσιν τοῦ προβλήματος.
ΡΛΗʹ. ΑΦΡΟΔΙΣΙῼ ΠΡΕΣΒΥΤΕΡῼ. Εἰς τό, «Ἐγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος». Καί τί ἐστι, «Μὴ ὧν ἄνομος Θεῷ, ἀλλ’ ἔννομος Χριστῷ.» Εἰ μὴ ἀκριβῶς ἐπεπείσμην, ὅτι τὸ λεῖπον τῇ ἡμετέρᾳ γλώττῃ ἡ σὴ ἀπεπλήρου σύνεσις, οὐκ ἄν μοι δοκῶ τάδε χαράξαι τὰ γράμματα. Τί οὖν ἐστιν ὃ ἠθέλησας μαθεῖν; Δι’ ἣν ὁ Ἀπόστολος αἰτίαν ἔφη· «Ἐγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, ἵνα Ἰουδαίους κερδήσω· τοῖς ἀνόμοις ὡς ἄνομος, μὴ ὢν ἄνομος Θεοῦ, ἀλλ’ ἔννομος Χριστοῦ, ἵνα κερδήσω ἀνόμους.» Μάλιστα μὲν ἀκριβοῦς ταῦτα βασάνου δεῖται, ἕως ἂν ἡ κεκρυμμένη ἐν αὐτοῖς ἀλήθεια, σαφῶς ὑποπέσῃ. Συντόμως δὲ εἰρήσεται· Ἐγένετο τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, ὅτε ἐν τῷ ἱερῷ ἡγνίσατο, καὶ ἔθυσε· καὶ περιτεμὼν Τιμόθεον, Ἰουδαίοις πέπομφε διδάσκαλον, διὰ περιτομῆς τὴν περιτομὴν ἀναιρῶν. Διὸ οὐκ εἶπεν, Ἰουδαῖος, ἀλλ’, ὡς Ἰουδαῖος· τοῖς ἀνόμοις ὡς ἄνομος, ὅτε Ἀθηναίοις δημηγορῶν, οὐκ ἀπὸ προφητῶν, οὐδ’ ἀπὸ τοῦ νόμου διελέχθη, ἀλλ’ ἀπὸ βωμοῦ τὴν παραίνεσιν ἐποιήσατο, ἀπὸ τῶν οἰκείων αὐτοὺς χειρούμενος δογμάτων.
Διὸ οὐκ εἶπεν, ἄνομος, ἀλλ’, ὡς ἄνομος· Τὸ δέ, μὴ ὢν ἄνομος Θεοῦ, ἀλλ’ ἔννομος Χριστοῦ, ἢ ὡς ἀδιάφορον εἶπεν (ἐπὶ γὰρ μιᾶς οὐσίας, οὐκ ἔστι διαφορά· τοῦτο γὰρ ἀλλαχοῦ δεῖξαι βουλόμενος ἔφη· Ὥστε καὶ «ὁ ἐσθίων, Κυρίῳ ἐσθίει, καὶ εὐχαριστεῖ τῷ Θεῷ»)· ἤ, εἰ τοῦτο βεβιασμένον ἡγῇ, οἶμαι τοῦτο μηνύειν, τὸ μὴ μόνον κατὰ τὸν νόμον πεπολιτεῦσθαι, τὸν τῷ Πατρὶ παρά τινων ἐπιγραφόμενον, καὶ διὰ τὴν ἕξιν τῶν μανθανόντων, οὐ διὰ τὴν ἀξίαν τοῦ νομοθέτου, νηπίοις μᾶλλον ἁρμόττοντα, καὶ στοιχειωθέντα, ἀλλὰ καὶ κατὰ τὸν τοῦ Χριστοῦ οὐράνιον καὶ τέλειον νόμον· οἷον οὐκ ἄνομος κατὰ τὸν παλαιὸν νόμον, ἀλλὰ καὶ ἔννομος κατὰ τὸ Εὐαγγέλιον· οὐκ ἕξω τοῦ νόμου, ἀλλὰ καὶ εἴσω τῆς χάριτος· οὐκ ἄπειρος τοῦ γάλακτος, ἀλλὰ καὶ ἔμπειρος τῆς στερεᾶς τροφῆς· οὐκ ἀμελέτητος τῆς παλαίστρας, ἀλλὰ καὶ ἐν τοῖς Ὀλυμπίοις διαλάμψας.
Οὐκ ἐμοίχευσα διὰ τὸν νόμον, ἀλλ’ οὔτε εἶδον ἀκολάστως γυναῖκα διὰ τὸ Εὐαγγέλιον. Οὐκ ἐφόνευσα διὰ τὸν φόβον, ἀλλὰ καὶ ὀργῆς ἐκράτησα διὰ τὸν πόθον. Ὁ μὲν γάρ. τὸν παλαιὸν φυλάξας οὐκ ἦν ἄνομος Θεοῦ, οὐδὲ τὸν νέον, ἔστιν ἔννομος Χριστοῦ Ταῦτα δὲ ἔλεγεν οὐκ ἀποκληρῶν τῷ μὲν Πατρὶ τὸν νόμον, τῷ δὲ Υἱῷ τὸ Εὐαγγέλιον· ἀλλὰ πρὸς τὴν τῶν πολλῶν ὑπόνοιαν καὶ δόξαν ἀφορῶν. Πάντα γὰρ τὰ τοῦ Πατρός, τοῦ Υἱοῦ ἐστι· καὶ τὰ τοῦ Υἱοῦ, τοῦ Πατρός.
ΡΛΘʹ. ΕΡΜΟΓΕΝΕΙ ΕΠΙΣΚΟΠῼ. Εἰς τὸ γεγραμμένον, «Τίς ὠφέλεια ἐν τῷ αἵματί μου;» Ἡ ἀγάπη, ὡς πάντα πικρὰ πρὸς σὲ φθέγξασθαι, οἴχεται, πρᾶγμα ἔντιμον καὶ μέγα, καὶ λαμπρόν, καὶ περὶ οὖ ὁ μὲν προφητικὸς χορὸς προεμήνυσεν, ὁ δὲ Σωτὴρ δεῦρο ἐπεφοίτησε, καὶ οἱ ἀπόστολοι ἐκήρυξαν, τῷ οἰκείῳ αἵματι τὰ θεσπισθέντα σφραγίσαντες. Τοιγάρτοι τὰ ἑαυτῶν μόνον σκοποῦντες, τὸν κοινὸν ἐχθρὸν ἀφέντες, κατ’ ἀλλήλων ὁπλιζόμεθα.
Καὶ κινδυνεύει ὁ κατὰ κράτος ἡττηθείς, τῇ ἡμετέρᾳ διαστάσει νευρωθεὶς ἀναμάχεσθαι καὶ νικᾷν. Πέπτωκε μὲν γάρ, εἰ καὶ ἀπερισκέπτως θρασύνεται ἡ δὲ ἡμετέρα ῥᾳθυμία καὶ ὁ πρὸς ἀλλήλους πόλεμος νεῦρα τῷ πεπτωκότι, καὶ ῥώμη γέγονεν, ὡς κινδυνεύειν, τό γε τῶν ῥᾳθύμων μέρος, τὸ γεγενημένον παρὰ τοῦ Σωτῆρος κατόρθωμα (εἰ γὰρ καὶ τολμηρὸν εἰπεῖν, ἀλλά γε ἀληθὲς ὂν λελέξεται), οἴχεσθαι. Διὸ καὶ τυχὸν ἵσως τοῦτο ὅπερ ἐζήτησας μαθεῖν, διὰ τοῦ Μελῳδοῦ προεμήνυσε· «Τίς ὠφέλεια ἐν τῷ αἵματί μου, ἐν τῷ καταβῆναί με εἰς διαφθοράν;» τοῦτ’ ἔστιν, εἰς τὴν πολύφθορον τῶν ἀνθρώπων φύσιν. Εἰ γὰρ καὶ ἄλλα τινὰ μηνύει· ἠθικώτερον μὲν γὰρ εἰς τὸν Δαβίδ, φυσικώτερον δὲ εἰς τὸν Ἀδὰμ ἐκλαμβάνεται· ἀλλά γε καὶ πρὸς τοῦτον βλέπειν ἔδοξε πολλοῖς ἁγίοις τὸν σκοπόν. Ἐγὼ μὲν γάρ, φησί, τοσοῦτον κατέβην, ὡς καὶ ἀπιστεῖσθαι παρὰ πολλῶν διὰ τὴν πολλὴν συγκατάβασιν, καὶ τὸν τύραννον ἐχειρωσάμην, καὶ βοᾷ ὁ τῶν Σεραφὶμ λέγων θεωρός· «Δικαιοσύνην μάθετε ποιεῖν οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς· πέπαυται γὰρ ὁ ἀσεβής.» Ὑμεῖς δὲ τὸ πάσης ἐλπίδος κρεῖττον κατόρθωμα. καὶ τὸ ὑπερφυές, καὶ παντὸς ἐπέκεινα θαύματος τρόπαιον διὰ τῆς οἰκείας ῥᾳθυμίας προεδώκατε. Τίς οὖν ὑμῖν λελείψεται ἀπολογία, ποία συγγνώμη, τίς ἕλεος, ὅταν τοῦτον ἀπαιτηθείητε τὸν βίον, ὂν μόνον ἐν ταῖς Γραφαῖς κείμενον ὁρῶ, ἀλλαχοῦ δέ, καὶ ἐπὶ τῶν ἔργων, οὐδαμοῦ;
ΡΜʹ. ΜΑΡΩΝΙ ΠΡΕΣΒΥΤΕΡῼ. Πρὸς τοὺς ἀναξίως τῆς ἰερωσύνης βιοῦντας. Λίαν θαυμάζουσιν ἅπαντες, πῶς ἄφετος ὢν ἐν τοῖς πλημμελήμασι, καὶ μήτε χαλινῷ πειθόμενος, μήτε ἐλέγχῳ σωφρονιζόμενος, Ζώσιμον τὸν δείλαιον κωμῳδεῖς, ὃν μάλιστα ζηλοῖς. Εἰ μὲν γὰρ τὰ αὐτὰ αὐτῷ μὴ διέπραττες, διορθοῦν ἐχρῆν, οὐ μὴν κωμῳδεῖν.
Εἰ δὲ τῶν ζωγράφων ἀκριβέστερος μιμητὴς εἰς τοῦτο γέγονας, τὰ ἀζήλωτε ζηλώσας, τί τὴν ἐκείνου μόνον νομίζων ἐκπομπεύειν ἀναλγησίαν, καὶ τὴν σαυτοῦ δημοσιεύεις; Οἱ γὰρ ἀκούοντες, ἀμφοτέρους καταλευσθῆναι δίκαιον εἶναι νομίζουσι, τὸν μὲν ὡς ἀρχιτέκτονα τῶν κακῶν, τὸν δὲ ὡς γνήσιον φοιτητήν. Δυοῖν τοιγαροῦν θάτερον δίκαιόν σε ποιεῖν, ἢ παύσασθαι ἁμαρτάνοντα, ἢ τὸν ταυτὰ σοὶ δρῶντα, μὴ κωμῳδεῖν. Τοῦτο γὰρ δεινῶν ἐστι δεινότερον.
ΡΜΑʹ. ΘΕΟΔΟΣΙῼ ΠΡΕΣΒΥΤΕΡῼ. Ὅμοιον. Εἰ θέμις εἰπεῖν (θέμις δὲ ἀφευδεῖν ὑπὲρ ἀληθεῖας ἀγωνιζόμενον), κινδυνεύει τὸ θεῖον κήρυγμα ὑπ’ αὐτῶν τῶν δοκούντων αὐτῷ συνηγορεῖν ἀνατετράφθαι. Τἀναντία γὰρ ὧν φράζουσι δρῶντες, πολλούς, ὡς μόθοις, τοῖς λεγομένοις προσχεῖν ἀνέπεισαν. Χρὴ τοίνυν αὐτοὺς ἐννοοῦντας, ὡς ὁ κίνδυνος αὐτοὺς ὁρᾷ, ἅπαντα πρᾶξαι, ὅπως τούτου ἀπείρατοι διαμείνωσιν.
ΡΜΒʹ. ΠΑΥΛῼ. Περὶ δογμάτων· περὶ τῆς ἁγίας Τριάδος. Ἥκιστα μὲν χρὴ [τὴν] τῆς θεότητος φύσιν συστέλλειν Ἰουδαϊκῶς, εἰς μόνον τὸν ἕνα Θεὸν καὶ Πατέρα· κατευρύνειν δέ, ὥσπερ εἰς ἁγίαν καὶ ὁμοούσιον Τριάδα. Προσώπων γὰρ ποιότητι καὶ ὑποστάσεων ἰδιότητι διαστέλλοντες, εἰς ἕνα πάλιν συστελοῦμεν Θεόν, διὰ τὸ τῆς οὐσίας ταὐτόν.
ΡΜΓʹ. Τῼ ΑΥΤῼ. Περὶ αὐτοῦ. Ἄγαμαι τὴν ἀλήθειαν, τὴν τῶν συνετῶν τὰς ψυχὰς εἰς τὸ καὶ τῇ τῶν οἰκείων δογμάτων προλήψει μαχήσασθαι περιστήσασαν. Οὕτω γὰρ σαφῆ καὶ λαμπρὰν τοῖς βουλομένοις κατοπτεῦσαι τὴν περὶ τῆς ἁγίας Τριάδος ἔννοιαν ἔσχεν. Ὁ λέγων γὰρ ὅτι εἶς ἐστιν ὁ Θεός, οὐ πρὸς τὸν ἀριθμὸν κατέδραμε τῆς μονάδος, ἀλλὰ πρὸς τὸ μυστήριον τῆς Τριάδος· οὗ καὶ ἐν τῇ Παλαιᾷ Διαθήκῃ ἐγκατέσπαρται ἡ διδασκαλία· ὡς καὶ Φίλωνα, καίτοι Ἰουδαῖον ὄντα καὶ ζηλωτήν, δι’ ὧν ἀπολέλοιπε συγγραμμάτων ἀπομαχήσασθαι τῇ οἰκείᾳ θρησκείᾳ. Βασανίζων γὰρ τὸ εἰρημένον παρὰ τοῦ Θεοῦ, ἐν εἰκόνι Θεοῦ ἐποίησε τὸν ἄνθρωπον, ἠναγκάσθη ὑπὸ τῆς ἀληθείας καὶ ἐξεβιάσθη, καὶ τὸν τοῦ Θεοῦ Λόγον θεολογῆσαι. Τί γάρ; Εἰ καὶ δεύτερον τὸν συναίδιον τῷ Πατρί, καὶ ἀριθμοῦ καὶ χρόνων ὄντα ἀνώτερον καλεῖ, τῆς ἀκριβείας μὴ ἐφικνούμενος, ὅμως ἔννοιαν ἔσχε καὶ ἑτέρου προσώπου. Καὶ οὐκ ἐνταῦθα μόνον τοῦτο ἔπαθεν, ἀλλὰ καὶ τό, Θεὸς καὶ Κύριος, ἑρμηνεῦσαι πειρώμενος, τῆς βασιλικωτάτης Τριάδος, τὸ τῶν μὲν πάντη διαιρετῶν ἑνικώτερον, τῶν δὲ ὄντως μοναδικῶν ἀφθονώτερον· καὶ οὕτως κατὰ κράτος εἷλεν αὐτοῦ τὴν ψυχήν, ὡς ἀναγκασθῆναι τοῦτο διαῤῥήδην καὶ εἰπεῖν, καὶ ἐν συγγράμμασι καταλεῖψαι.
Δύο γὰρ ἔφησεν εἶναι τὰς ὄντως δυνάμεις, ὧν ἡ μὴν ποιητικὴ [καὶ εὐεργετική, φησί, καλεῖται Θεός· ἡ δέ, βασιλικὴ καὶ τιμωρητικὴ], Κύριος. Οὐ πόῤῥω βαίνων τοῦ εἰπόντος, «Χριστὸς Θεοῦ δύναμις, καὶ Θεοῦ σοφία·» δύναμις οὐκ ἀνυπόστατος, ἀλλ’ ἐνυπόστατος, καὶ παντοδύναμος, καὶ ὑποστάσεων δημιουργός, καὶ ἰσοσθενὴς ἐκείνου, οὖ δύναμίς ἐστιν. Καὶ πάλιν ὁ Φίλων περὶ τοῦ θεάματος οὖ εἶδε Μωσῆς ἐκφράζων, φησί· «Θέαμα πληκτικώτατον ὁρᾷ.» Εἶτα μετ’ ὀλίγα· «Κατὰ μέσην δὲ τὴν φλόγα μορφή τις ἦν περικαλλεστάτη τῶν ὁρατῶν ἐμφερὴς οὐδενί, θεοειδέστατον ἄγαλμα, φῶς αὐγοειδέστερον τοῦ πυρὸς ἀπαστράπτουσα, ἣν ἄν τις ὑπετύπωσεν εἰκόνα τοῦ ὄντος εἶναι.» Εἰ δέ τις περὶ τῆς εἰκόνος ἀκριβῶς βούλεται μαθεῖν, ἀκουέτω φράζοντος Παύλου περὶ τοῦ Χριστοῦ. «Ὄς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου.» Οὐκοῦν κακεῖνος θεολογίας ὀρθοδόξου ἅπτεται. Μὴ γὰρ [δὴ] τὴν ἀκρίβειαν ζήτει παρὰ τοῦ δυνηθέντος ὅλως διὰ σύνεσιν εἰλικρινῆ, καὶ κατοπτεῦσαι τὴν ἀλήθειαν, καὶ τῇ οἰκείᾳ θρησκείᾳ ἀπομαχέσασθαι. Ἀλλ’ ἐκεῖνο ἐννόει, ὅτι εἰς ἓν πρόσωπον οὐ συνέκλεισε τὴν θεολογίαν, ὡς οἱ ἀπαίδευτοι τῶν Ἰουδαίων καθηγηταί, προλήψει τινὶ κατεχόμενοι, δογματίζουσιν.
Οὐκ ἐκ τούτων δὲ [μόνον πληκτικωτάτων] ὄντων εἰς τοσαύτην προήχθη, ὤς γε ἡγοῦμαι, τὴν ἔννοιαν, ἀλλὰ καὶ ἐκ τοῦ. «Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν·» καὶ ἐκ τοῦ. «Ἔβρεξε Κύριος παρὰ Κυρίου·» καὶ ἐκ τοῦ «Ἐκάλεσε Κύριος ἐν ὀνόματι Κυρίου·» καὶ ἐκ τοῦ. «Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου·» καὶ ἐκ τοῦ· «Ἐν σοὶ [ὁ] Θεός, καὶ σὺ εἶ [ὁ] Θεός·» Τοὺς γὰρ λέγοντας, ὅτι μυριάκις ἐστὶν ἅγιος ὁ Θεός, καὶ τό, «Ἅγιος, ἅγιος, ἅγιος Κύριος Σαβαὼθ,» παρερμηνεῦσαι τολμῶντες, λαμπρῶς ἐλέγχει τό, «Ἐξεζήτησα τὸ πρόσωπόν σου, τὸ πρόσωπόν σου, Κύριε, ζητήσω. Μὴ ἀποστρέψῃς τὸ πρόσωπον ἀπ’ ἐμοῦ.» Εἰ μὴ γὰρ τὴν ἁγίαν Τριάδα ἀνεκήρυττεν ὁ φράσας, περιττολογίας δίκαιος ἂν εἴη ἀπαιτηθῆναι δίκας. Οὐ μόνον δὲ ἐν τούτῳ· Χρῆναι γὰρ οἶμαι ἐπὶ σαφέστερον ὁρμῆσαι ῥητόν· ἀλλὰ καὶ ἐν τῷ. «Θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ Ὑψίστῳ τὰς εὐχάς σου, καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεως, καὶ ἐξελοῦμαί σε, καὶ δοξάσεις με.» Εἰ μὴ γὰρ ἡ Τριὰς ἐνταῦθα σαφῶς ἐκηρύττετο, ἐχρῆν ῥηθῆναι· Θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως, καὶ ἀπόδος αὐτῷ τὰς εὐχάς σου, καὶ ἐπικάλεσαι αὐτὸν ἐν ἡμέρᾳ θλίψεώς σου, καὶ ἐξελεῖταί σε, καὶ δοξάσεις αὐτόν. Ἀλλ’ οὕτω μὲν οὐκ ἐῤῥέθη· εἴρηται δὲ ὡς εἴρηται.
Σαφῶς γάρ, καὶ διὰ τούτων, καὶ δι’ ἄλλων πολλῶν, ἅπερ (ἵνα μὴ μακρὸν ποιήσω τὸν λόγον, νῦν παραλείψω τοῖς ἀκούειν δυναμένοις) κηρύττει ἡ Παλαιὰ Διαθήκη, ὅτι οὐχ ἑνὸς προσώπου κηρύττει δεσποτείαν, ἀλλὰ τριῶν μὲν ὑποστάσεων, μιᾶς δὲ οὐσίας, ἵνα καὶ Ἰουδαίων στηλιτεύσῃ τὴν ὡς ἐφ’ ἑνὸς προσώπου οὐχ ὑγιῆ ἔννοιαν· οἷς καὶ Σαβέλλιος ἠκολούθησεν, ἴσως ἐκ τῆς ἄγαν τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα ἰσότητος, εἰς τὸ μίαν ὑπόστασιν δογματίσαι νευρωθείς· καὶ Ἑλλήνων ἐξοστρακίσαι τὴν πολυθεῖαν ὧν Ἄρειος καὶ Εὐνόμιος ἑάλωσαν εἶναι φοιτηταί, τὴν τῶν ὑποστάσεων διαφοράν, εἰς τὴν οὐσίαν παραλόγως ἑλκύσαντες. Εἰ δέ τις φαίη· Διὰ τί γὰρ μὴ σοφῶς καὶ διαῤῥήδην ἐξ ἀρχῆς ταῦτα κεκήρυκται; φαίην ὅτι μάλιστα μὲν τοῖς συνετῶς ἀκούουσι, λαμπρά ἐστιν αὕτη καὶ ἀπόδειξις, καὶ διδασκαλία, ὡς καὶ τῷ σοφῷ ἔδοξε Φίλωνι.
Εἰ δὲ καὶ συνεσκιασμένως ἐῤῥέθη, ἐκεῖνο λογίζεσθαι χρή, ὅτι Ἰουδαίοις τοῖς εἰς πολυθείαν ῥέπουσι νομοθετῶν οὐκ ἐδοκίμασε διαφορὰν προσώπων εἰσαγαγεῖν· ἵνα καὶ μὴ διάφορον φύσιν ἐν ταῖς ὑποστάσεσιν εἶναι δογματίσαντες, εἰς εἰδωλολατρίαν ἐκκυλισθῶσιν· ἀλλὰ τὸ τῆς μοναρχίας ἐξ ἀρχῆς μαθόντες μάθημα, κατὰ μικρὸν τὸ τῶν ὑποστάσεων ἀναδιδαχθῶσι δόγμα, τὸ πάλιν εἰς ἑνότητα φύσεως ἀνατρέχον· ὡς εἶναι τὰ μὲν ἑνικῶς λεγόμενα τῆς ταυτότητος τῆς φύσεως παραστατικά· τὰ δὲ ὑπερβαίνοντα τὸν ἑνικὸν ἀριθμόν, τῆς τῶν ὑποστάσεων ἰδιότητος τῆς εἰς μίαν οὐσίαν συναγομένης.
Τὸ μὲν γὰρ διαφόρους φύσεις ὑποτίθεσθαι, Ἑλληνικόν· τὸ δὲ ἐν πρόσωπον, ἤγουν μίαν ὑπόστασιν, Ἰουδαϊκόν. Τὸ δὲ πλατύνοντα εἰς τὴν ἁγίαν Τριάδα τὰς ὑποστάσεις εἰς μίαν οὐσίαν συνάγειν, ὀρθότατόν ἐστι καὶ ἀληθέστατον δόγμα.
ΡΜΔʹ· ΕΥΤΟΝΙῼ ΔΙΑΚΟΝῼ. Εἰς τὸ γεγραμμένον· «Ὁ μὲν ἑκατόν, ὁ δὲ ἑξήκοντα, ὁ δὲ τριάκοντα.» Τό, «Ὁ μὲν ἑκατόν, ὁ δὲ ἑξήκοντα, ὁ δὲ τριάκοντα,» δύναται μὲν τὴν παρθενίαν καὶ τὴν ἐγκράτειαν, καὶ τὸν τίμιον γάμον μηνύειν. Δύναται δὲ καὶ τῆς ψυχῆς τὴν διδασκαλίαν, τοῦ δὲ σώματος τὴν διακονίαν, τῶν δὲ χρημάτων τὴν ἐπίδοσιν δηλοῦν.
Μᾶλλον γάρ ἐστι τὸ σώζειν ψυχήν, τοῦ διὰ σώματος τὴν διακονίαν πληροῦν, ὥσπερ καὶ αὐτῆς τῆς τῶν χρημάτων χορηγίας. Ἡ μὲν γὰρ μεθ’ ἰδρώτων καὶ πόνων γίνεται· ἡ δὲ ἐκ τῶν ἔξωθεν προσόντων πληροῦται.
ΡΜΕʹ. ΠΑΛΛΑΔΙῼ ΔΙΑΚΟΝῼ. Μὴ τῇ ἀρνήσει τὸ μὴ ἐσφάλθαι δοκεῖν θηρώμενος εἰς ἄλλο ἐκπέσῃς πλημμέλημα· οὐδεὶς γὰρ κακῷ τὸ κακὸν ἰᾶται· ὑπερβολὴ γὰρ ἀτοπίας τοῦτό γε, καὶ παρὰ τοῖς ἔξωθεν εἶναι κέκριται· ἀλλὰ τῇ μετανοίᾳ τὸ πταῖσμα ἰασάμενος, εἰς τὸ μηκέτι ἁμαρτάνειν κατάστησον σαυτόν.
ΡΜϛʹ. ΚΑΣΙῼ ΣΧΟΛΑΣΤΙΚῼ. Περὶ φιλαργυρίας, καὶ περὶ πλείστων ἀρχαίων ἀσκησάντων. Αὐτὸς μὲν [ὡς] ἔοικας χρημάτων ἐρᾷν, καὶ διὰ τὸ ἀνηκέστῳ νοσήματι κεκρατῆσθαι, ἀπολογίαν τε τοῦ τοιούτου πταίσματος θηρᾶσθαι, τὸν Δημοσθένην εἰρηκότα· δεῖ δὲ χρημάτων, καὶ ἄνευ τούτων οὐδὲν ἔστι γενέσθαι τῶν δεόντων· ἐφωπλικέναι, ὡς ἀντειπεῖν οὐ τολμῶσιν ἀμάχῳ ῥήτορι. Ἐγὼ δὲ ἐπειδὴ σοῦ μὲν τοῖς πολλοῖς λόγος εἰκότως ὀλίγος, τοῦ δὲ ῥήτορος πολύς, ἅτε ἐν τῷ πικρῷ τε καὶ δεινῷ, καὶ παθητικῷ, καὶ ἐναγωνίῳ, καὶ πολὺ τὸ ἐξηλλαγμένον ἔχοντι κατὰ τὰς νοήσεις, καὶ τὰς λέξεις ἅπαντας ὑπερβαλλομένου, ἡδέως ἄν σε ἐροίμην, πότερον ὡς δεινὸν ῥήτορα τοῦτον ἡμῖν ἐπετείχισας, καὶ δυνάμενον τέχνῃ τ’ ἀληθὲς βιάσασθαι, ἢ ὡς ἀξιόπιστον μάρτυρα. Εἰ μὲν γὰρ ὡς δεινὸν ῥήτορα, καὶ δυνάμενον τὴν αἰσχρότητα τοῦ σου πάθους κοσμῆσαι, οὐκ ἂν αὐτῷ παραχωρήσαιμεν, εἰ καὶ αἰδούμεθα τὸν ἄνδρα, ἀλλὰ τὴν ἀλήθειαν αὐτοῦ προτιμήσαιμεν. Εἰ δὲ ὡς ἀξιόπιστον μάρτυρα, ἡμεῖς μὲν οὐδὲν δυσχερὲς ἐροῦμεν· ἄλλοι γὰρ ἵσως αὐτὸν παραγράψοιντο, ὡς τέχνῃ λόγων τἀληθὲς ἀμαυροῦν πειρώμενον, καὶ διὰ τοῦτο, οὐδὲ εἰς μαρτυρίαν προφέρεσθαι δίκαιον ὄντα· τοὺς δὲ τἀναντία αὐτῷ καὶ φράσαντας, καὶ πράξαντας ἀντιστρατεύσαντες, τῇ τῶν ἐντυγχανόντων κρίσει ἐπιτρέψωμεν τὴν ψῆφον, τοσοῦτον αὐθαδείας ἑαυτοὺς πόῤῥω εἶναι πειθόμεθα.
Οὐκοῦν ἐπειδὴ Ἕλληνά τε ὄντα, καὶ τὰ Ἑλλήνων πρεσβεύοντα, χρὴ ἐκ τῶν σῶν σε χειρώσασθαι, ἀντιτακτέον τῷ ἀμάχῳ ῥήτορι, τὴν τοῦ Ἰσοκράτους ἀληθεστάτην καὶ σοφωτάτην παραίνεσιν, τὴν φάσκουσαν· πλοῦτος δὲ κακίας μᾶλλον ἢ καλοκαγαθίας ὑπηρέτης ἐστίν, ἐξουσίαν μὲν τῇ ῥᾳθυμίᾳ παρασκευάζων, ἐπὶ δὲ τὰς ἡδονὰς τοὺς νέους παρακαλῶν. Οὗτος γὰρ παρ’ ἐμοὶ κριτῇ ἐνδοξότερός ἐστιν ἐκείνου, οὐ δεινότητι· ἐν ταύτῃ γὰρ ἐκεῖνος κρατεῖ· ἀλλὰ τὴν ἀλήθειαν ἐξετάζοντι. Αὕτη γὰρ πανταχοῦ τῆς δεινότητος τοῖς ἐχέφροσι προτιμοτέρα. Εἰ δὲ ἐφάμιλλοί τισι εἶναι δόξοιεν, οὐ φιλονεικητέον, ἀλλὰ δεικτέον πάντας τοὺς ἐνδόξους ἀνθρώπους τῷ Ἰσοκράτει συνᾴδοντας καὶ πρῶτόν γε τὸ παλαιὸν ἔθος προενεκτέον. Ἔθος γὰρ ἦν παλαιὸν μετὰ τὴν συνεστίασιν, ἅπτεσθαι λύρας καὶ ᾄδειν. Ἀπόλοιο, ὦ πλοῦτε, καὶ μήτε ἐν γῇ φανείης, μήτε ἐν θαλάσσῃ. Εἰ δὲ καὶ ἑτέρου δεήσει μάρτυρος, μαρτυρήσει καὶ Ἀριστείδης ὁ δίκαιος, ὅς γε οὖτος καίτοι δυνάμενος χρηματίσασθαι, τὴν πενίαν ἠσπάσατο, ὡς τὴν Ἀθηναίων [μὲν] πόλιν αὐτὸν μὲν τελευτήσαντα θάψαι, τὰς δὲ θυγατέρας προοικίσασαν ἐκδοῦναι.
Εἰ δὲ καὶ τρίτου, ψηφιεῖται ὁ Θηβαῖος Ἐπαμινώνδας, ὁ πάντων τῶν ἐκεῖσε στρατηγῶν ἐπισημότερος, ὅς γε εἰς ἐκκλησίαν καλούμενος παρῃτήσατο προελθεῖν κατ’ ἐκείνην τὴν ἡμέραν, ἐπειδὴ τὸ ἱμάτιον αὐτοῦ πλυνόμενον ἔτυχε, καὶ ἕτερον περιθέσθαι οὐκ εἶχεν· εἰ δὲ καὶ τετάρτου, ψηφιεῖται καὶ Κράτης, ὁ πᾶσαν τὴν ἰδίαν οὐσίαν τῷ βουλευτηρίῳ τῆς αὐτοῦ πόλεως παραχωρήσας, καὶ φήσας, Κράτης Κράτητα Θηβαῖον ἐλευθεροῖ. Εἰ δὲ καὶ πέμπτου, ἐπιψηφιεῖται καὶ Φωκίων. Ἀλεξάνδρου γὰρ τοῦ Μακεδόνος ἑκατὸν τάλαντα χρυσίου αὐτῷ πεπομφότος, ἤρετο τοὺς κομίσαντας, τί δή ποτε πολλῶν Ἀθηναίων ὄντων, αὐτῷ μόνῳ Ἀλέξανδρος πέπομφε. Φησάντων δέ, ὅτι ἡγεῖταί σε καλὸν καὶ ἀγαθόν, ἀπεκρίνατο, «Οὐκοῦν ἐάτω με καὶ εἶναι καὶ δοκεῖν τοιοῦτον.» Καὶ ταῦτα τοῖς κομίσασιν εἰπών, ἀπεπέμψατο μὲν τὰ χρήματα, Ἀλεξάνδρῳ δὲ γέγραφεν, εἰ βούλοιτο αὐτῷ χαρίσασθαι, ἀπολῦσαι τοὺς ἐν Σάρδεσιν αἰχμαλώτους. Ὅπερ ἐκεῖνος πεποίηκεν.
Ὁρᾷς ὅτι ἐστὶ τὰ δέοντα γενέσθαι ἄνευ χρημάτων. Εἰ δὲ καὶ ἕκτου, ψηφιεῖται· ἐπιφέρω γὰρ λοιπὸν τὸν κολοφῶνα, καὶ Πλάτων, ὃν οὐδὲ παραγράψασθαι δύνασθε, οὕτω μέγαν τινὰ αὐτὸν ἡγεῖσθε καὶ θαυμαστόν, ἀπαγορεύων τὸ χρυσὸν καὶ ἄργυρον κεκτῆσθαι. Καὶ Λυκοῦργος δὲ ὁ τῶν Λακεδαιμονίων νομοθέτης· οὐδὲ γὰρ ἀπορήσομεν ἑβδόμης ψήφου· τὸν εἰσάγοντα εἰς τὴν Λακεδαίμονα νόμισμα, θανάτῳ ἀμείψασθαι ἐνομοθέτησεν.
Ἀλλ’ εἰ χρὴ τῶν ψήφων ἀφεμένους αὐτὴν τὴν φύσιν τοῦ πράγματος κατασκέψασθαι, οὐδὲν εὑρεθήσεται ἐν τῷ βίῳ δεινόν, ὃ οὐ διὰ τῶν χρημάτων γίνεται ἔρωτα. Διὰ τοῦτον ἔχθραι, καὶ μάχαι καὶ πόλεμοι. Διὰ τοῦτον φόνοι καὶ λῃστεῖαι, [καὶ συκοφαντίαι] διὰ τοῦτον οὐ πόλεις μόνον, ἀλλὰ καὶ ἔρημοι, καὶ ἡ οἰκουμένη, καὶ ἡ ἀοίκητος αἱμάτων πνεῖ καὶ φόνων.
Καὶ οὐδὲ τῆς θαλάσσης ἀπέσχετο τουτὶ τὸ κακόν· ἀλλὰ κἀκεῖ μετὰ πολλῆς εἰσεκώμασε τῆς μανίας, τῶν πειρατῶν αὐτὴν πολιορκούντων, καὶ νεώτερόν τινα λῃστείας ἐπινοούντων τρόπον. Διὰ τοῦτον καὶ οἱ τῆς συγγενείας ἀνετράπησαν νόμοι, καὶ οἱ τῆς φύσεως ἐκινήθησαν θεσμοί, καὶ τὰ τῆς οὐσίας αὐτῆς διέφθαρται δίκαια. Ὁ γὰρ πονηρὸς οὗτος καὶ μιαρὸς ἔρως, οὐ κατὰ τῶν ζώντων μόνον, ἀλλὰ καὶ κατὰ τῶν τελευτησάντων, τὰς τὸν τυμβωρύχων ὥπλισε δεξιάς, αἴ γε οὐδὲ τὸν ἀπαλλαγέντα τῆς ἐνταῦθα ζωῆς, τῆς ἑαυτῶν ἐῶσιν ἀπηλλάχθαι ἐπιβουλῆς.
Καὶ ὅσα δ’ ἄν τις εὕροι κακά, εἴτε ἐν βουλευτηρίοις, εἴτε ἐν δικαστηρίοις, εἴτε ἐν οἰκίαις, εἴτε ἐν πόλεσιν, ἀπὸ ταύτης τῆς ῥίζης βλαστάνοντα ὄψεται. Ἀλλὰ τί κάμνω; Πᾶσαν γὰρ τοῦ νοσήματος τούτου τὴν κακίαν, οὐδὲ πάντες ὁμοῦ συνελθόντες ἐκφράσαι δυνήσονται. Εἰ δὲ οἴει τὸν κεκτημένον δυσάλωτον εἶναι, καὶ διὰ τοῦτο περιμάχητον εἶναι τὸν πλοῦτον, ἐγὼ τοὐναντίον ἀποδεῖξαι πειράσομαι. Τίνα γὰρ οὐ δέδοικεν ὁ πολύχρυσος; Οὐχὶ λῃστάς; Οὐχὶ συκοφάντας;
Οὐχὶ δυνάστας, Καὶ τί λέγω δυνάστας; Ὅπου γε καὶ τοὺς οἰκέτας αὐτοὺς ὑποπτεύει Καὶ τί λέγω δοκῶν ζῇν; Οὐ γὰρ ζῇ τοιούτῳ νοσήματι κεκρατημένος. Ἀλλ’ οὐδὲ τεθνεώς, τῆς τῶν λῃστῶν κακουργίας ἀπαλλαγῆναι οἷός τέ ἐστιν, οὐδ’ ἰσχύει ὁ θάνατος ἐν ἀσφαλείᾳ αὐτὸν διαφυλάξαι, ἀλλὰ καὶ νεκρὸν ὄντα καὶ ταφέντα συλῶσιν, οἱ τὰ τοιαῦτα κακουργεῖν εἰωθότες. Οὕτω χρῆμα ἐπισφαλὲς ὁ πλοῦτος. Οὐ γὰρ δὴ οἰκίαι διορύττονται μόνον, ἀλλὰ καὶ θῆκαι ἀναῤῥήγνυνται καὶ τάφοι. Τί οὖν ἀθλιώτερον καὶ ἐλεεινότερον τούτου γένοιτο ἄν, ὅταν μηδ’ ὁ θάνατος αὐτῷ τὴν ἀσφάλειαν παρέχῃ, ἀλλὰ τὸ δείλαιον σῶμα ἐκεῖνο, μηδὲ ζωῆς στερηθὲν ἀπαλλαγῆναι οἶόν τέ ἐστι τῶν ἐν τῇ ζωῇ συμφορῶν, τῶν τὰ τοιαῦτα κακουργεῖν εἰωθότων, πρὸς κόνιν καὶ γῆν ἐπειγομένων πολεμεῖν, καὶ πολλῷ ἀργαλεώτερον, ἢ ἡνίκα ἔζη; Τότε μὲν γάρ, εἰ συνέβη εἰς τὸ ταμιεῖον εἰσελθεῖν, τὰ κιβώτια κενώσαντες, τοῦ σώματος ἂν ἀπέσχοντο, καὶ οὐκ ἂν τοσαῦτα ἔλαβον, ὡς καὶ αὐτὸ γυμνῶσαι τὸ σῶμα. Νυνὶ δὲ οὐδὲ τούτου ἀπέχονται αἱ μιαραὶ τῶν τυμβωρύχων χεῖρες, ἀλλὰ καὶ κινοῦσιν αὐτὸ συνεχῶς, καὶ περιστρέφουσι, καὶ μετὰ πολλῆς τῆς ὠμότητος ἐνυβρίζουσι. Μετὰ γὰρ τὸ παραδοθῆναι τῇ γῇ, γυμνόν, καὶ τῆς ἐκεῖθεν, καὶ τῆς ἀπὸ τῶν ἱματίων περιβολῆς ποιήσαντες, οὔτως ἀφιᾶσιν ἐῤῥίφθαι. Τίς [οὖν] οὕτως ἐχθρὸς ἀκήρυκτος, ὡς ὁ πλοῦτος;
ζώντων μὲν καὶ τὴν ψυχὴν ἀπολλύς, τεθνεώτων δὲ καὶ τὸ σῶμα ἐνυβρίζων, καὶ μηδὲ τῇ γῇ κρύπτεσθαι συγχωρῶν. Ὃ κοινόν, καὶ τῶν καταδίκων ἐστί, καὶ τῶν ἐπὶ τοῖς αἰσχίστοις ἑαλωκότων. Ἐκείνους μὲν γὰρ τοῦ θανάτου τὴν δίκην ἀπαιτήσαντες οἱ νομοθέται, οὐδὲν περαιτέρω πολυπραγμονοῦσι. Τούτους δὲ ὁ πλοῦτος καὶ μετὰ θάνατον ἀργαλεωτάτην ἀπαιτεῖ δίκην. Γυμνοὺς προτιθεὶς καὶ ἀτάφους, θέαμα ἐλεεινὸν καὶ δεινόν.
Ὥστε περιττὸς ὁ λόγος ὁ σπουδάζων δεικνύναι, ὅτι δυσχείρωτον ὁ πλοῦτος. Ὅπουγε οὐδὲ μετὰ [τὴν] τελευτὴν τυγχάνουσιν ἀσφαλείας οἱ τοῦτον κτησάμενοι. Καίτοι γε τίς πρὸς τὸν τεθνεῶτα οὐ σπένδεται, κἂν βάρβαρος ᾖ, κἂν θηρίον, κἂν δαίμων ἀλητήριος;
Καὶ γὰρ ἡ θέα δεινὴ καὶ τὸν σφόδρα ἀμείλικτον ἐπικλάσαι. Διά τοι τοῦτο, ὅταν τις νεκρὸν θεάσηται, κἂν ἄσπονδος νεκρὸς ᾖ, κἂν ἀκήρυκτος πολέμιος, μετὰ τῶν ἐπιτηδείων δακρύει. Οὕτως ἅπαντες τὴν κοινὴν αἰδοῦνται φύσιν, καὶ τοὺς παρ’ αὐτῆς εἰσενεχθέντας νόμους. Ἀλλ’ ὁ χρυσὸς οὐδὲ τούτου τυχὼν ἀφίησι τὴν κόλασιν τοῖς περιποιησαμένοις αὐτόν, ἀλλὰ καὶ τοὺς οὐδὲν ἀδικηθέντας, τοῦ τεθνεῶτος ἐχθροὺς καθίστησιν. Εἴγε τὸ νεκρὸν γυμνοῦν σῶμα, τῶν ἄγαν ἐχθρῶν καὶ πολεμίων τυγχάνει, καὶ ἡ μὲν φύσις καὶ τοὺς πολεμίους αὐτῷ καταλλάττει [τότε]. Ὁ δὲ πλοῦτος καὶ τοὺς οὐδὲν ἔχοντας αἰτιᾶσθαι ἐκπολεμεῖ, καὶ μεθ’ ὕβρεως πολλῆς τὸ σῶμα αἰκίζεται. Καίτοι γε πολλά ἐστιν ἐκεῖ τὰ δυνάμενα ἐπισπάσασθαι πρὸς ἔλεον. Ποῖα δὴ ταῦτα; Αὐτὸ τὸ νεκρὸν εἶναι, τὸ ἀκίνητον, τὸ πρὸς γῆν ὁδεύειν καὶ τέφραν, τὸ μηδένα παρεῖναι τὸν βοηθήσοντα. Ἀλλ’ οὐδὲν ἐπικάμπτει τοὺς μιαροὺς καὶ ἀλιτηρίους ἐκείνους, διὰ τὴν ἀπὸ τῆς πονηρᾶς ταύτης ἐπιθυμίας τυραννίδα. Ὁ γὰρ δεινὸς καὶ ἀκόρεστος τῆς φιλοχρηματίας ἔρως, καθάπερ τις τύραννος ἀπηνὴς καὶ ἀλάστωρ παρέστηκεν αὐτοῖς, ἐγκελευόμενος τὰ ὠμὰ καὶ ἀμείλικτα ἐπιτάγματα ἐκεῖνα, καὶ θηρία αὐτοὺς κατασκευάσας, οὕτως ἐπὶ τὸν τάφον ἄγει.
Εἰ τοίνυν, (εἰς τὸ προκείμενον γὰρ ἐπανακτέον τὸν λόγον) πολλοὶ καὶ ἔνδοξοί εἰσιν· οἱ τὸν ἀπαγορεύσαντες, καὶ καθάπερ ἐχθρῷ καὶ πολεμίῳ τῆς ἀρετῆς μὴ σπεισάμενοι, τό τε νόσημα [τὸ] τῆς φιλοχρηματίας πᾶν ἐδείχθη αἴτιον τῶν κακῶν· οἵ τε κτησάμενοι οὐ δυσχείρωτοι, οὐδὲ δυσάλωτοι, ἀλλὰ καὶ εὐχείρωτοι πᾶσιν οὐ μόνον ζῶντες, ἀλλὰ καὶ τεθνεῶτες ἀναπεφήνασι. Πέπαυσο τῷ χαλεπῷ τούτῳ νοσήματι κεχειρωμένος, καὶ ῥήτορα ἡμῖν ἐπιτειχίζων.
Εἰ μὲν τῆς σῆς γνώμης ἦν ἡ ψῆφος, οὐ πολὺς ἂν ἦν ἡμῖν ὁ λόγος. Ὡς γὰρ νοσοῦσαν αὐτὴν ἀνήκεστα, τάχιστα ἂν παρεγραψάμεθα. Ἐπειδὴ δὲ τὸν ῥήτορα ἡμῖν ἐφώπλισας, πῶς ἂν εἴποιμι εὐπρεπῶς, ἠνάγκασας ἡμᾶς, καίτοι αἰδουμένους τὸν ἄνδρα, πολλοὺς αὐτῷ ἀνθοπλίσαι, τοὺς διαῤῥήδην τὴν γνώμην ἐκείνην ἀνατρέποντας. Καὶ ταῦτα μὲν εἰς τοσοῦτον. Ἐπειδὴ δὲ τῆς ἀληθείας ἡ περιουσία πολλή, φέρε δὴ καὶ αὐτὸν τὸν ῥήτορα ἀποδείξωμεν σεμνυνόμενον καὶ ἐναβρυνόμενον, ἐπὶ τῷ αἰσχρῶν λημμάτων κρείττων εἶναι. Τί τοίνυν ἔφη; Καὶ οὐδεὶς ἂν ἔχοι λῆμμα πρὸς οἷς ἐγὼ πεπολίτευμαι καὶ λέγω δεῖξαι προσηρτημένον. Οὕτω καὶ αὐτὸς ἐγκαλλωπίζεται τῇ μεγαλοψυχίᾳ ταύτῃ. Εἰ δὲ φαίης, τί οὖν ἔδοξε τῷ ῥήτορι, οὕτω ῥᾳδίως ἐλεγχομένην ἀποφήνασθαι γνώμην; ἀποκριναίμην, ὅτι μάλιστα μὲν οὐ κἀγώ, αὐτὸς δὲ ὑπεύθυνος εἶ ὁ τοῦτον προστησάμενος τῇ ὑπὲρ αὐτοῦ ἀπολογίᾳ. Εἰ δὲ καὶ ἀπολογήσασθαι χρὴ (χρὴ δέ, ὡς οἶμαι, ἵνα μή τισι δόξωμεν ἐρήμην ἀγωνίζεσθαι, μᾶλλον δὲ ἐρήμην νενικηκέναι, ἄλλως τε, ἐπειδὴ καὶ φιλῶ τὴν ἀλήθειαν, καὶ αἰδοῦμαι τὸν ἄνδρα), τοῦτο, ὡς ἂν δυναίμην, ποιήσω.
Φημὶ τοίνυν, ὅτι οἱ ἄλλοι πάντες αὐτὴν τοῦ πράγματος τὴν φύσιν καταμαθόντες, εἰκότως ἀπεκήρυξαν τὸν πλοῦτον, ὡς τῆς ἀρετῆς ὄντα πολέμιον. Ὁ δὲ ῥήτωρ οὐκ αὐτὸ τὸ πρᾶγμα καθ’ ἑαυτὸ σκοπῶν, ἀλλὰ πρὸς τὴν χρείαν τοῦ πολέμου βλέπων, τοῦτ’ ἔφη. Ἄλλως γὰρ οὐχ οἷόν τε ἦν ὅπλα χαλκεῦσαι, καὶ τριήρεις ποιήσασθαι, καὶ στρατιώταις σιτηρέσιον δοῦναι, καὶ τὰ ἄλλα οἷς χαίρει ὁ πόλεμος, καὶ οἷς ἀγάλλεται, κατασκευάσαι χρημάτων ἄνευ. Καὶ ὅτι τοῦτ’ ἔστιν ἀληθές, ἑτέρωσέ φησιν, οὐδενὸς τῶν πάντων οὔτως, ὡς χρημάτων, δεῖ τῇ πόλει πρὸς τὰ νῦν ἐπιόντα πράγματα. Μὴ τοίνυν, εἰ Ἀθηναίοις, εἴτε εὗ, ἢ μὴ καλῶς, ἐῶ γὰρ τοῦτο, πολεμοῦσι συνεβούλευσε, σὺ ὡς γενικὴν καὶ κοινὴν γνώμην πρόφερε, μηδὲ ἀποδέχου, μηδὲ ζήλου τοὺς χρηματιζομένους, μηδὲ ἀπολογίαν τοῖς ἀναπολογήτοις πορίζου, μηδὲ ἐπαινεῖν ἐθέλοιμι, τὸν ῥήτορα, διάσυρε ὡς ἀνόητον, καὶ ῥᾳδίως ἐχόμενον. Εἰ γάρ τις ἐθέλοι τοῦ δεινοῦ τούτου ῥήτορος καταδραμεῖν· εἰρήσεται γὰρ καὶ τοῦτο μετὰ τὴν ὑπὲρ αὐτοῦ ἀπολογίαν. Δεινῶς γάρ, ὡς ἔφην, ἐρῶ τῆς ἀληθείας· φήσει, ὅτι, ὦ ῥητόρων ἄριστε, θαυμάζω πῶς εἰς τοὐναντίον πολλάκις περιτρέπων τὰ ἐνθυμήματα, καὶ τοῦ πεῖσαι τοὺς ἀκούοντας μηδὲν ἕτερον προτιμῶν, καὶ πηγή, καὶ ἀρχή, καὶ ὅρος πάσης δεινότητος τοῖς μετὰ σὲ ἀνθρώποις γεγενημένος, οὐ συνεῖδες τοῦθ’ ὃ μέλλω λέγειν.
Ἐχρῆν γὰρ ἀσφαλίσασθαί σε τὴν γνώμην, καὶ εἰπεῖν, δεῖ δὲ χρημάτων, καὶ ἄνευ τούτων οὐδὲν ἔστι γενέσθαι τῶν ὀφειλόντων γενέσθαι ἐν πολέμῳ. Ἀλλ’ ἵσως ἀπεκρίνατο ἄν, εἴγε περιῆν, ὅτι ἡ ὑπόθεσις τοῦ λόγου, καὶ πᾶσα ἡ σύμφρασις, τοῦτο δηλοῖ. Ἀλλ’, ὦ σοφέ, πάλιν ἂν εἶπε πρὸς αὐτόν, εὖ μὲν λέγεις. Τοῦτο γὰρ καὶ ὁ τὸν ἀγῶνα τοῦτον ἀναδεξάμενος πρὸ τῆς σῆς ἀπολογίας ἔφη. Οὕτως οὐδὲν πρὸς φιλονεικίαν βλέπων ἐφθέγξατο. Καὶ πείθομαι, καὶ σὲ ἀληθεύειν κἀκεῖνον.
Ἐπειδὴ δέ τινες ἀπαίδευτοι, ὡς καὶ οὖτος, ὁ τὸν ἀγῶνα τοῦτον ἐνστησάμενος, μήτε τὰς ὑποθέσεις καταμανθάνοντες, μήτε τὴν σύμφρασιν ἀπαγγέλλοντες, αὐτὰ καθ’ ἑαυτά, βούλονται τῆς τῶν προαγόντων, ἢ ἑπομένων, ἀκολουθίας ἀποσπῶντες, καὶ ἑαυτοὺς καὶ ἑτέρους φενακίζουσιν· ἐχρῆν σε ἀσφαλίσασθαι τὸν λόγον. Οὕτως γὰρ εἰρημένος τοὺς μὲν εὐχερεῖς καὶ ἀμαθεῖς εἰς φιλοχρηματίαν ἀλείφει, καὶ μυρίων ἐμπίπλησι κακῶν· τοὺς δὲ πεπαιδευμένους, καὶ σοφοὺς εἰς ἀντιλογίαν καὶ ἄκοντας ἐγείρει. Τί γὰρ εἰπεῖν δύνανται; Τί φής, ὦ Δημόσθενες; Οὐδὲν ἔστι τῶν δεόντων ἄνευ χρημάτων γενέσθαι; Οὐ σωφροσύνην ἐπιδείξασθαι, οὐκ ἀνδρίαν, οὐ δικαιοσύνην, οὐ φρόνησιν, οὐ φιλοσοφίαν, οὐκ ἀγαθότητα; Ταῦτα γὰρ καὶ πρέποντα καὶ δέοντα, ἄν τις κυρίως καλέσειε.
Ναί, φησί. Τί οὖν ἐστιν ὅπερ ἔφης; Τῶν ὀφειλόντων γενέσθαι, εἶπον, ἐν πολέμῳ. Τί οὖν τοῦτο, φαίης ἂν πρὸς αὐτόν, οὐκ ἔταξας σαφῶς ἐν τῷ σαυτοῦ λόγῳ; Ἣ οὐκ οἶδας τὴν τῶν πολλῶν ῥᾳθυμίαν, ὅτι ἃ βούλονται, ταῦτα καὶ κυροῦσι; Μᾶλλον δὲ σὺ τοῦθ’ ἡμᾶς ἐδίδαξας. Σὸν γάρ ἐστι τὸ ἀοίδιμον ἐκεῖνο, καὶ ἀληθὲς ἀπόφθεγμα· Ὃ γὰρ βούλεται, τοῦθ’ ἕκαστος καὶ οἴεται. Τὰ δὲ πράγματα πολλάκις οὐχ οὕτω πέφυκε. Τί τοίνυν ἐλύπει ἡ μικρὰ αὕτη προσθήκη; Τί δ’ οὐκ ὠφέλει, εἴγε καὶ σὲ ἐγκλήματος καὶ τοὺς ἄλλους ἅπαντας συγχύσεως καὶ ταραχῆς ἀπήλλαττεν; Εἰ ταῦτ’ ἔφασαν πρὸς αὐτόν, καὶ χάριν ἂν οἶμαι αὐτὸν εἰδέναι τῆς ἐπανορθώσεως (συνετὸς γὰρ ἦν ἀνὴρ) καὶ διορθώσασθαι τὸν λόγον·
Οὔτω γὰρ οὐδεὶς ἂν λοιπὸν τῶν ἀνοήτων ἐτόλμησε τὴν οἰκείαν ἀπαιδευσίαν ἐκ τῆς Δημοσθενικῆς παιδεύσεως νευροῦν.
ΡΜΖʹ. ΕΥΤΟΝΙῼ ΔΙΑΚΟΝῼ. Κἀνταῦθα, ὦ βέλτιστε, οἱ ἄριστοι καὶ βασιλικώτατοι (οὕτω γὰρ καλεῖν θέμις τοὺς ἀρεταῖς κομῶντας) μᾶλλον ζῶσι τῶν ἀνδραποδωδεστάτων. Οὔτω γὰρ ὀνομάζειν δίκαιον τοὺς ἡδοναῖς ἀτόποις δουλεύοντας.
Οἱ μὲν γὰρ φιλάρετοι πάντων εἰσὶν ὑψηλότεροι, οὐ μόνον ἀθυμίας, ἀλλὰ καὶ φόβων, καὶ κινδύνων, καὶ μεταβολῆς ἁπάσης ἑστηκότες ἀνώτεροι. Οὐ τῷ μηδὲν ὑπομένειν· ἀλλ’ ὃ πολλῷ μεῖζόν ἐστι, καὶ θείαν δείκνυσι τὴν τοιαύτην ζωήν, τῷ καὶ ἐπιόντων αὐτῶν καταφρονεῖν. Οἱ δὲ τοῖς ἁμαρτήμασιν ἐγκαλινδούμενοι, οὐδὲ ζῇν μοι δοκοῦσι, διὰ τὰς ἐξ αὐτῶν ἀθυμίας, καὶ τοὺς φόβους, καὶ τοὺς κινδύνους, καὶ τὸν μυρίον τῶν παθῶν ἐσμόν. Ἄν τε γὰρ θάνατος προσδοκηθῇ, θνήσκουσι καὶ πρὸ τοῦ θανάτου τῷ δέει, ἄν τε νόσος, ἄν τε ὕβρις, ἄν τε πενία, ἢ ἄλλο τι τῶν ἀδοκήτων, καὶ πρὸ τῆς πείρας ἀπολώλασιν.
Εἰ τοίνυν ταῦθ’ οὕτως ἔχει (ἔχει δὲ κἂν μὴ θέλωμεν), τοὺς κἀνταῦθα κἀκεῖσε εὐκλεῶς ζῶντας ζηλώσωμεν.
ΡΜΗʹ. Τῼ ΑΥΤῼ. Ὁ μὲν τῶν εὗ βιούντων, ὦ θαυμάσιε, λόγος, ὅρκου πιστότερος ταῖς ἁπάντων τῶν ἀκουόντων στεφανοῦται ψήφοις. Τὸ δὲ σφόδρα φιλεῖσθαι βούλεσθαι, ἀπὸ τοῦ σφόδρα φιλεῖν τίκτεται. Οὐκοῦν εἰ μὲν πιστεύεσθαι βουλοίμεθα, εὖ βιῶμεν· εἰ δὲ ἀγαπᾶσθαι, ἀγαπῶμεν.
ΡΜΘʹ. ΚΑΣΙῼ ΣΧΟΛΑΣΤΙΚῼ. Ἄγαν ἐκθειάσας τὴν πρώην γραφεῖσάν μοι πρὸς σὲ περὶ ἀρετῆς καὶ τοῦ μὴ ἐρᾷν χρημάτων ἐπιστολήν, σύμβολον ἐξήνεγκας τοῦ πεπεῖσθαί τι καλῶς ἔχειν τὸν ἔπαινον· οὐ γάρ ἐστιν, ἄ τις ἡγεῖται καλῶς ἔχειν, τούτοις οὐ φάσκειν πεπεῖσθαι. Ὥσπερ γὰρ ἂ ψέγομεν, ἀποφεύγομεν, εἰ σωφρονοῦμεν, οὔτως ἂ θαυμάζομεν, αἱρούμεθα. Ἄσκει τοίνυν ταῦτα· εὔκλειαν γὰρ ἀθάνατον ὠδίνει.
ΡΝʹ. ΕΠΙΜΑΧῼ. Τί ἐστι τό· «Μεγαλυνοῦσι τὰ φυλακτήρια αὐτῶν.» Ἐπειδή τί ἐστι τό, «Μεγαλύνουσι τὰ φυλακτήρια,» μαθεῖν ἐθέλων γέγραφας, ἴσθι ὅτι δέλτια ἦν μικρά, ἴσῳ τὸν νόμον ὠδίνοντα, ἄπερ ἐφόρουν οἱ τῶν Ἰουδαίων καθηγηταί, ὥσπερ νῦν [αἱ γυναῖκες τὰ] Εὐαγγέλια [τὰ] μικρά. Ἐπειδὴ γὰρ ὁ μὲν νομοθέτης εἰς τὸ ἔργον αὐτοὺς ἐμβάλλων, καὶ τὴν λήθην ἐξοστρακίζων ἐθέσπισεν, «Ἐξάψεις τὰ δικαιώματα ἐπὶ τῆς χειρός σου,» τοῦτ’ ἔστιν ἐξαρτήσεις, κρεμάσεις· αὐτοὶ δὲ τοῦ μὲν ἔργου οὐδένα ἐποιοῦντο λόγον, περὶ δὲ τοὺς τελαμῶνας τῶν βιβλιδίων πολλὴν ἐποιοῦντο σπουδήν, μέμψεως ἠξιώθησαν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.