Ἔργον
Ἰσίδωρος ὁ Πηλουσιώτης – Ἐπιστολαὶ περὶ τῆς ἑρμηνείας τῆς θείας γραφῆς
Βιβλίο Γ΄, Επιστολές 51-100
Θεολογικές εξηγήσεις, έλεγχος των αμετανόητων αμαρτωλών, καθοδήγηση των μοναχών και ανασκευή πλανών περί ειμαρμένης.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Βιβλίο Γ΄, Επιστολές 51-100
Θεολογικές εξηγήσεις, έλεγχος των αμετανόητων αμαρτωλών, καθοδήγηση των μοναχών και ανασκευή πλανών περί ειμαρμένης.
ΝΑʹ. ΠΑΥΛῼ ΠΡΕΣΒΥΤΕΡῼ. Τό· «Πῶς ᾄσομεν τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας;» διττήν μοι δοκεῖ ἔχειν τὴν ἑρμηνείαν. Μάλιστα μὲν ἐπειδὴ μὴ ἐξῆν ἔξω τῆς Ἱερουσαλήμ, μήτε Πάσχα ποιεῖν, μήτε τὰς ἄλλας ἑορτάς· διὸ καὶ ἐνεκαλοῦντό τινες, ὡς ἀναγνόντες ἕξω νόμου· ἔπειτα δὲ ἐπειδὴ καὶ ἔσβεστο αὐτῶν ἡ παῤῥησία ἀπὸ τῆς αἰχμαλωσίας, ἔφασκον· Πῶς δυνάμεθα τὰ ἐπὶ τῆς Αἰγύπτου, καὶ τῆς ἐρήμου, καὶ τῆς Παλαιστίνης γεγενημένα θαυμάσια, τά τε κατ’ Αἰθιόπων, καὶ κατὰ τοῦ Ἀσσυρίου, ὅτε καὶ ἑκατὸν ὀγδοηκονταπέντε χιλιάδες ἄνευ πολέμου καὶ μάχης ἀνῃρέθησαν, διηγήσασθαι, ἀπιστούμενοι δι’ ὧν νῦν ἁλόντες ἐν αἰχμαλωσίᾳ διατρίβομεν;
Ἐπειδὴ γὰρ τὰ πράγματα ἀφῄρητο τῶν λόγων τὴν παῤῥησίαν, ὠνειδίζοντο γὰρ ὡς μάτην αὐχοῦντες τὰς εὐεργεσίας, ἔργοις δ’ ἐλεγχόμενοι, μονονουχὶ ἔλεγον, ὅπερ καὶ οἱ παῖδες οἱ τρεῖς ἐν τῇ καμίνῳ· «Οὐκ ἔστιν ἡμῖν ἀνοῖξαι στόμα.» Τουτέστιν, Οὐ δυνάμεθα παῤῥησιάσασθαι ἐπὶ τοῖς ἀρχαίοις σεμνολογήμασιν, αἰσχύνη καὶ ὄνειδος ἐγενήθη τοῖς δούλοις σου. Ἡ γὰρ συμφορὰ ἔσβεσε τὴν παῤῥησίαν.
Διὸ καὶ ὀνειδιζόμενοι, ἄφωνοι διαμένομεν. Οὐ γὰρ πιστευθησόμεθα ᾄδοντες μὲν τὰ τρόπαια, τεταπεινωμένοι δὲ καὶ δουλεύοντες.
ΝΒʹ. ΗΣΑΙᾼ ΣΤΡΑΤΙΩΤῌ. Μή, ἐπειδὴ κατὰ ῥοῦν σοι φέρεται τὰ πράγματα, εἰς ὑπερηφανίαν χωρήσῃς, ὡς οὐδὲν πεισόμενος δεινόν, ἀλλ’ ἐννοῶν ὅτι φιλεῖ εἰς τοὐναντίον τὰ πράγματα μεταχωρεῖν, μέτριον ἔχε τὸ φρόνημα· καὶ μὴ ἔξω τῶν τῆς ἀνθρωπότητος ὅρων χώρει. Δίκη γὰρ ἐφορᾷ τὰ δρώμενα, ἥτις τοὺς κρείττονας κολάσεως ἔσεσθαι ἡγησαμένους, δι’ ὧν ἐνόμισαν διαφεύγειν, διὰ τούτων εἰς τιμωρίαν ὑπηγάγετο.
ΝΓʹ. ΛΑΜΠΕΤΙῼ ΕΠΙΣΚΟΠῼ. Πρὸς Ἐφεσίους· Τί ἐστι τὸ εἰρημένον· «Τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας.» Πολλὴ τοῦ Εὐαγγελίου πρὸς τὸν νόμον ἡ ὑπεροχή. Ὁ μὲν γὰρ νόμος εἰς τοὺς ὁμοφύλους μόνους συγκλείει τὴν φιλανθρωπίαν· τὸ δ’ Εὐαγγέλιον καὶ εἰς τοὺς ἀλλοφύλους ἐπεκτείνει. Καὶ ὁ μὲν τοὺς φίλους ἀγαπᾷν παρακελεύεται· τὸ δὲ καὶ τοὺς ἐχθροὺς ἀγαπᾷν προτρέπει. Ἐκεῖνος μὲν γὰρ ὡς παιδίοις νομοθετεῖ, τοῦτο δὲ ὡς φιλοσόφοις δόγματα ὑπερφυῆ ὑποτίθεται. Καὶ τοῦτ’ ἔστιν ὃ ἠθέλησας μαθεῖν, «Τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας.» Κατήργησεν, οὐκ ἀνατρέψας, ἀλλὰ τῇ μείζονι φιλοσοφίᾳ ἐμπεριειληφώς. Τῷ γὰρ μὴ ἰδεῖν ἀκολάστως, καὶ τὸ μὴ μοιχεύειν μάλιστα ἐμπεριέχεται· καὶ τῷ μὴ ὀργισθῆναι, καὶ τὸ μὴ φονεύειν ἐμπεριλαμβάνεται.
ΝΔʹ. ΖΩΣΙΜῼ ΠΡΕΣΒΥΤΕΡῼ. Εἰ οὐδὲ εἰς γῆρας βαθὺ ἐληλακώς, παλινῳδίαν ᾄδεις, πότε μετανοήσεις; Αἰδέσθητι κἂν τοὔνομα τοῦ γήρως, ὅπερ εἵρηται παρὰ τὸ γῆς ἐρᾷν. Ὡς τοίνυν τοῦ σώματος μὲν εἰς γῆν λοιπὸν ἀναλυθησομένου, τῆς δὲ ψυχῆς ἐν τῇ ἀναστάσει μετὰ αὐτοῦ πικροτάτας ὑποστησομένης τιμωρίας (διψᾷ γὰρ ἡ δίκη τὰς κατὰ τῶν καταφρονησάντων αὐτῆς κολάσεις), γνωσιμάχησον. Εἰ γὰρ καὶ καιρὸν οὐκ ἔχεις αὐτάρκη τὰ τοσαῦτα θεραπεῦσαι τραύματα, ἀλλ’ οὖν γε οὐ μικράν σοι τοῦτο προξενήσει ἐν τοῖς δεινοῖς ἐκείνοις παραμυθίαν.
ΝΕʹ. ΠΑΥΛῼ. Οἶμαι μέν σε μὴ ἠπατῆσθαι, ἀλλ’ οἴκοθεν σοφίσασθαι τὴν ἀλήθειαν βεβουλῆσθαι. Εἰ δ’ ὄντως ἀπατηθεὶς διήμαρτες τῆς ἀληθείας, μαθὼν παλινῳδίαν ᾆσον. Ὁ γὰρ ἀδελφὸς ὁ σὸς αἰτίαν εὔλογον εἰπών, ἀλλ’ οὐ πρόφασιν σκηψάμενος, ἐγνωσιμάχησε.
Νϛʹ. ΤΟΥ ΔΩΡΟΘΕΟΥ ΠΑΙΣΙΝ. Εἰ καὶ ὥρμησεν ἐφ’ ὑμᾶς ὁ διάδικος, ὡς αἱρήσων ἐξ ἐπιδρομῆς καὶ παραστησόμενος· ἁλοὺς δέ, τῆς μὲν νίκης διήμαρτεν, ἱκέτου δὲ σχῆμα ἀνείληφεν· ἀλλ’ ὑμεῖς αἰδέσθητε τὸν ἐπὶ τῶν ἱκετῶν νόμον, ἵνα καὶ βεβαιοτέρα ὑμῖν ἡ νίκη, καὶ τὸ κλέος ἀοίδιμον γένηται.
ΝΖʹ. ΙΣΙΔΩΡῼ ΣΧΟΛΑΣΤΙΚῼ. Συντομία ἀληθὴς μετὰ σαφηνείας, οὐχ ἡ τῶν ἀποδείξεων παράλειψις, ἀλλ’ ἡ τῶν μηδὲν τῷ προκειμένῳ συμβαλλομένων παραίτησις. Ὥσπερ γὰρ τὰ ἔξωθεν ὑποθέσεως παρέλκον τιθέναι· οὕτως ἀναγκαῖον μηδὲν τῶν πρὸς σύστασιν παραλιμπάνειν. Μὴ τοίνυν μηδ’ αὐτός, εἰ ἀγωνιστικὸς καὶ ἀποδεικτικὸς ἐμπέσοι λόγος, αἰτιῶ τὸ μῆκος, ἀλλ’ ἐκεῖνο σκόπει, ὅτι σαφηνίσαι ἄλλως οὐχ οἷόν τε ἦν τὸ ζητούμενον, εἰ μὴ πολλῇ περιδρομῇ ἐχρήσατο. Εἰ μὲν γὰρ ἀποφήνασθαι προκέοιτο, σύντομος ἔστω ὁ λόγος· εἰ δὲ ἀποδεῖξαι, ἀνάγκη καὶ εἰς μῆκος μὲν ἐκταθῆναι, πᾶσαν δὲ περιττότητα, καὶ ταυτολογίαν διαφυγεῖν.
ΝΗʹ. ΑΠΟΛΛΩΝΙῼ ΕΠΙΣΚΟΠῼ. Πρὸς Ἑβραίους. Ἑρμηνεία εἰς τό· «Ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως.» Εἰ μὲν τοῖς ἀνθρωπίνοις πάθεσιν, ὅπερ οὐδ’ εἰπεῖν θέμις, κατὰ πάντα ἕψοιτο ὁ τὴν θείαν γέννησιν ὑπογράφων, ἀκοῦσαι ἂν εἵη δίκαιος, ὅτι εἴ σοι πάθος πλάττεται περὶ τὸν τόκον, κἀμοὶ περὶ τὴν κτίσιν. Οὐ γὰρ τὸ κτιζόμενον, εἰ τῇ τῶν ἀνθρώπων ἀκολουθήσαιμι ἀσθενείᾳ, ἀπαθῶς οἶδα κτιζόμενον. Εἰ δὲ θεοπρεπέστερον τὰ μὲν πρέποντα καταδέξοιτο, τὰ δὲ ἀπηχῆ παριππεύσειεν, ἐννοῆσαι ὀφείλει, ὅτι ἐπειδὴ ὁ θνητὸς ἐμπαθῶς γεννᾷ, ὁ ἀθάνατος ἀπαθῶς· ὥσπερ οὖν καὶ κτίζων ὁ μὲν μετὰ πόνου, ὁ δὲ ἀμογητὶ κτίζει. Ταῦτα γὰρ ἐννοήσας καὶ ὁ θεσπέσιος Παῦλος, καὶ ὥσπερ ἔνθους γενόμενος, πάντα τὰ γήϊνα παραδείγματα ὑπερνηξάμενος, ἀπαύγασμα τῆς δόξης, καὶ χαρακτῆρα τῆς ὑποστάσεως τῆς πατρικῆς, τὸν Υἱὸν εἶναι ὡρίσατο· διὰ μὲν τοῦ πρώτου τὸ συναίδιον, διὰ δὲ τοῦ δευτέρου παραδείγματος, τὸ ἐνυπόστατον μηνύων.
ΝΘʹ. ΖΩΣΙΜῼ ΠΡΕΣΒΥΤΕΡῼ. Ποίοις ὀφθαλμοῖς εἰς τοὺς φίλους ἔτι τοὺς σαυτοῦ, εἴ γ’ ἔχεις φίλους, βλέψεις, ἀνθρώπῳ εὐεργέτῃ καὶ φίλῳ ἐπιβουλεύσας; Ὁ μὲν γὰρ ἀδεέστερον, ὡς ἐπυθόμην, συνῆν, ἀναμφισβήτητον ἐνέχυρον οἰόμενος ἔχειν τοῦ μηδὲν ἂν ἐξ ἐπιβουλῆς παθεῖν, τὸ τῆς εὐνοίας καὶ τὸ τῆς εὐεργεσίας μέγεθος. Σὺ δὲ καὶ αὐτοὺς τοὺς θῆρας τῇ ἀγριότητι, καὶ τῇ ὠμότητι νενίκηκας· εἰσὶ γὰρ ἐν αὐτοῖς οἳ καὶ τοῖς εὐεργέταις χάριν ἴσασι· καὶ ἐναβρύνῃ τῷ κακῷ. Πότε οὖν στήσῃ λοιπὸν καταποντίζων τὴν σαυτοῦ ψυχήν, τοῦ φέρεσθαι κάτω διηνεκῶς ἀνάγκην αὐτῇ ἐπιτιθείς;
Ξʹ. ΕΥΤΟΝΙῼ ΔΙΑΚΟΝῼ. Ὁ τὴν εὐκαιρίαν τῶν πραγμάτων προδιδούς, τῆς τῶν καλῶν ἐκπεσεῖται θήρας. Τίς γὰρ γεωργὸν ἀποδέξοιτο, παρὸν ἀροῦν καὶ σπείρειν, ἵν’ εὔσταχυ ἔχῃ τὸ λήϊον, ἀργοῦντα καὶ θυραυλοῦντα; τίς δ’ ἀμπελουργόν, ἐξὸν θεραπεύειν τὴν ἄμπελον, ἵν’ εὐστάφυλον αὐτὴν ἔχοι, καὶ τὴν ληνὸν μεθύουσαν, τοῖς ἑτέρων ἐφεδρεύοντα πόνοις; Τίς δὲ πλωτῆρα, δέον εὐκαίρως πλεῖν, ἵνα τὴν ἐμπορίαν αὐξήσῃ, ἐν λιμέσι μένοντα, καὶ ἐν καπηλείοις καλινδούμενον; Οὐδεὶς δή που. Εἰ τοίνυν ταῦθ’ οὕτως ἔχει, τίς ἀποδέξοιτο Χριστιανόν, ἐν τῷ καιρῷ τῶν ἀγώνων τοὺς στεφάνους ἐπιζητοῦντα; Τὰ μὲν γὰρ τῇδε ἀγώνων ἐστὶ καὶ στεφάνων ὑπόθεσις· τὰ δὲ ἐκεῖ, γερῶν καὶ τιμῶν.
Μὴ τοίνυν τὴν εὐκαιρίαν τῶν πραγμάτων προδῶμεν, ἵνα μὴ ἐκεῖ ἀνόνητα μεταμεληθῶμεν.
ΞΑʹ. ΜΑΡΩΝΙ, ΠΑΛΛΑΔΙῼ, ΖΩΣΙΜῼ, ΕΥΣΤΑΘΙῼ. Πολλοὶ τῶν παρ’ Ἕλλησι δόξης μόνης ἀντιποιησαμένων, μηδὲν ἵσως προσδοκήσαντες μετὰ τὴν ἐνθένδε ἀποδημίαν· μᾶλλον δὲ καταγνόντες τῆς κακίας, καὶ τὸ μηδὲν εἶναι νομίσαντες τὰ βιωτικὰ πράγματα, ἀρετὴν ἀσκήσαντες, ἀοίδιμοι γεγόνασι, καὶ ἐν τοῖς ἁπάντων περιφέρονται στόμασιν. Ὑμεῖς δὲ δι’ ἣν αἰτίαν οὔτε δόξης ἕνεκεν, οὔτε κρίσεως, οὔτε ὑπολήψεως, οὔτ’ ἀμοιβῆς, οὔτ’ ἄλλου οὐδενός, τῶν τοὺς σφόδρα ἀναλγήτως διακειμένους εἰς τὸ ποιῆσαί τι χρηστὸν ἐκβιαζομένων, προτρέπεσθε ἀποστῆναι τὴς κακίας, λίαν τεθαύμακα.
ΞΒʹ. ΑΘΑΝΑΣΙῼ ΠΡΕΣΒΥΤΕΡῼ. ᾌδω τὴν καλουμένην παλινῳδίαν. Ἥμαρτον γὰρ σκοποῦ, ἤ, τόγε ἀληθέστερον εἰπεῖν, γνώμης, μὴ εὑρών σε τοιοῦτον οἷον νομίζων ἐγκωμιάζειν ἐπεχείρουν. Τοῦτο δὲ οὐκ ἐμόν, ἀλλὰ τῆς σῆς μεταβολῆς τῆς ἐπὶ τὰ χείρω νευσάσης ἐστὶν ἔγκλημα. Ἐγὼ μὲν γάρ, ἐπειδήπερ καὶ πιστεύω τοῖς ἐγκωμιάζουσι, καὶ τοὺς ἐπαινουμένους συγκροτῶ (ἔχω γάρ τινα ῥοπὴν πρὸς τὸ καλόν), πεπίστευκα τοῖς σε ἐπαινέσασι. Βούλομαι γὰρ πάντας εὐδοκίμους εἶναι· αὐτὸς δὲ μεταβληθεὶς σαυτόν, οὐκ ἐμὲ ἤλεγξας. Ἀλλ’ εἰ μὲν ἀπεγίνωσκον, οὐκ ἂν ταῦτ’ ἔγραφον. Ἐπειδὴ δὲ ἀρίστην μεταβολὴν προσδοκῶ, καὶ γράφω, καὶ προτρέπω, ὥστε εἰς τὴν ἀρχαίαν ἀρετὴν σαυτὸν ἐπαναγαγεῖν.
ΞΓʹ. ΘΕΟΠΟΜΠῼ. Περὶ Ἀρειανῶν καὶ Εὐνομιανῶν. Οὐδὲν οὔτω τῆς θείας φύσεως ἴδιον, ὡς τὸ ἀΐδιον. Ὁ τοίνυν μεταγενέστερον τὸν Υἱὸν λέγων τοῦ Πατρός, ἐξ οὖ ἀνάρχως ἐξέλαμψεν, οὗτος αὐτὸ τὸ χαρακτηρίζον τὴν ἀκήρατον οὐσίαν, τό γε αὐτοῦ μέρος, ἀναιρεῖ. Καὶ ἀριθμοῦ γὰρ καὶ χρόνου ἐστὶν ἀνωτέρα· καὶ τοῦ πρὸ καὶ μετὰ οὐκ ἀνέχεται, οὐδὲ τὸ πρῶτον καὶ δεύτερον προσίεται· ἀπρόσιτος γάρ ἐστιν ὥσπερ τοῖς ἄλλοις ἄπασι, καὶ τούτοις τοῖς ὀνόμασι, δι’ ὧν τὰ κτίσματα χαρακτηρίζεται.
ΞΔʹ. ΠΑΥΛῼ. Ἐπυθόμην ὡς σὺ μὲν σοφῶς ποιῶν, ἑκὼν δέδωκας τοῦ λαθεῖν ἐξουσίαν. Ὁ δὲ βέλτιστος Χαιρήμων ὑπὸ Ἀμμωνίου μὲν καθαιρεθείς, παρὰ δὲ Εὐσεβίου οὐκ οἷδ’ ὅπως χειροτονηθείς, δόξας μὴ πεφωρᾶσθαι οὐκ ἠρυθρίασεν· ἀλλὰ καὶ φλυαρίαις τὴν σὴν ἠμείψατο φιλοσοφίαν. Μὴ τοίνυν δυσχεράνῃς, εἰ ἄνθρωπος μήτ’ ἀρετῆς φροντίζων, μήτε φόβον θεῖον ἐν στέρνοις ἔχων, κατὰ τῆς σῆς ἐπιεικείας ὥπλισε τὴν γλῶτταν, ἀλλὰ προσδόκα καὶ ὑπὲρ τούτου στέφανον.
ΞΕʹ. ΝΕΙΛῼ ΔΙΑΚΟΝῼ. Ἡ ἀλήθεια πάσας τὰς τέχνας καὶ τὰς ἐπιστήμας κοσμεῖ· εἰ δ’ αὐτὴ ἀπείη, οὐδεμίαν ἔχουσι κοσμιότητος ὥραν. Φιλοσοφία μὲν γὰρ ἡ παρ’ Ἕλλησι τὴν ἀλήθειαν ἐπαγγελλομένη ζητεῖν, ταύτης ἐκπέπτωκε.
Ῥητορικὴ δὲ δεινότητος καὶ ἁβρότητος μόνον φροντίζει. Γραμματικὴ δὲ τὴν τῶν λόγων ἐμπειρίαν διδάσκειν αὐχεῖ. Εἰ μὲν οὖν αὗται τῇ ἀληθείᾳ καλλωπίζονται, ποθειναὶ ὀφείλουσιν εἶναι τοῖς ἐχέφροσιν. Εἰ δὲ κατ’ αὐτῆς ὁπλίζοιντο, ἀτιμάζεσθαί εἰσι δίκαιαι.
Ξϛʹ. Τῼ ΑΥΤῼ. Πῶς νοητέον· «Εἰ ὀφθαλμός σου ἢ χείρ σου σκανδαλίζει σε.» Οὐκ ἔστιν ἄλογος ὁ εὐαγγελικὸς χρησμός, ἀλλὰ νοῦ καὶ λογισμοῦ μεστός· μεγάλου γὰρ καὶ δοκοῦντος καὶ ὄντος τοῦ κρατεῖν ἐπιθυμίας, μεῖζόν ἐστι τὸ προνοεῖν ὅπως μὴ ἁλοίη [τις] τῇ νόσῳ. Τοῦτο γοῦν αὐτὸ κατασκευάζων ὁ Χριστὸς ἔφη· «Πᾶς ὁ βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ ἑαυτοῦ·» οὐ τὸν ἐκ παρόδου καὶ ἐξαίφνης ἑωρακότα, καὶ τρωθέντα, καὶ ἐξελκύσαντα τὸ βέλος, καὶ τὸ τραῦμα θεραπεύσαντα, μοιχὸν ἀποφαίνων· οὐ γὰρ εἶπεν, Ὁ θεασάμενος, ἀλλ’, «Ὁ θεώμενος,» ὁ ἐκ προενθυμήσεως τὸ πάθος ἐπισπασάμενος, καὶ παρ’ ἑαυτῷ τρέφων καὶ συνεχῶς φοιτῶν πρὸς τὴν θεαθεῖσαν, καὶ περιεργαζόμενος κάλλος ἀλλότριον, καὶ διὰ τῆς συνεχοῦς θέας τρόπον τινὰ τῆς ἡδονῆς ἀπολαύων. Σὺ μὲν οὖν ἀσφαλῶς τὰ κατὰ σαυτοῦ οἰκονομῶν εἰκότως φρίττεις τὸν χρησμόν, καὶ ἑρμηνευθῆναί σοι παρακαλεῖς, καὶ ἀπιστεῖς τοῖς εἰς τοσοῦτον ἥκουσιν ἀναισθησίας, ὡς λέγειν ὅτι οὐδὲν ἡ θέα βλάπτει τὸν ὁρῶντα. Ἐγὼ δέ σε μὲν ἀποδέχομαι φροντίζοντα τῆς οἰκείας σωτηρίας.
Περὶ δὲ ἐκείνων φημί, ὅτι κρείττων ἀσφάλεια φιλοτιμίας ἐπισφαλοῦς. Καὶ τὸ τοὺς θείους χρησμοὺς τῶν οἰκείων λογισμῶν προτιμοτέρους ἄγειν, καὶ εὐαγές, καὶ δικαιότατον. Εἰ δέ τις οὐ πείθεται, ἀκουέτω κἂν τοῦ παροιμιαστοῦ πρὸ τοῦ εὐαγγελικοῦ χρησμοῦ εἰρηκότος· «Μὴ ἐπιστήσῃς τὸ σὸν ὅμμα πρὸς αὐτήν, ἀλλὰ ἀποπήδησον, μὴ ἐγχρονίσῃς ἐν τῷ τόπῳ·» καὶ τοῦ παναρέτου συγγραφέως, ποτὲ μὲν λέγοντος· «Ἐν κάλλει γυναικὸς πολλοὶ ἐπλανήθησαν·» ποτὲ δέ· «Μὴ καταμάνθανε κάλλος ἀλλότριον.» Οὐκ εἶπε, Μὴ ἴδῃς (συμβαίνει γὰρ ἀπὸ ταὐτομάτου γίνεσθαι τοῦτο), ἀλλά, Μὴ καταμάνθανε, τὴν ἐκ μελέτης κατανόησιν, τὴν περίεργον ὄψιν, τὴν μετ’ ἐπιθυμίας θεωρίαν ἀναιρῶν. «Φιλία γάρ, φησίν, ἐκ τούτου ὡς πῦρ ἀνακαίεται·» τοῦτ’ ἔστιν, ἔρως αἰσχρὸς ἐκ τούτου τίκτεται. Καὶ τοῖς ἔξωθεν δὲ ἀνθρώποις, μὴ πάνυ ταύτης τῆς ἀκριβείας πεφροντικόσι, τοῦτο καὶ εἰκὸς καὶ ἀληθὲς ἔδοξεν εἶναι Καὶ Σωκράτης δέ, λέξω γὰρ καὶ τὰ ἐκείνων, ἐπειδὴ πρὸς σωφροσύνην ἀλείφει, ἰδών τινα φιλήσαντα νέον εὔμορφον· «Οὗτος, ἔφη, ῥᾳδίως ἂν καὶ εἰς μαχαίρας κυβιστήσειεν, καὶ εἰς πῦρ ἁλοίη, ὁ τοσαύτην δηλονότι τολμήσας ἐν ἑαυτῷ ἀνάψαι διὰ τοῦ φιλήματος τὴν πυράν.» Διογένης δ’ ἰδὼν μειράκιον ἀσελγέστερον ἢ κατ’ ἄνδρα κεκοσμημένον, ἔφη· «Εἰ μὲν πρὸς ἄνδρας, ἀτυχεῖς· εἰ δὲ πρὸς γυναῖκας, ἀδικεῖς.»
Θηρῶσι γὰρ διὰ τοῦ καλλωπισμοῦ οἱ μὲν ἄνδρες τὰς γυναῖκας· αἱ δὲ γυναῖκες, καὶ οἱ ἀνδρόγυνοι, τοὺς ἄνδρας. Ἀγησίλαος δὲ παῖδα εὔμορφον, οὗ ἥρα, βουλόμενον αὐτὸν φιλῆσαι διεκώλυεν.
Ἀλέξανδρος δὲ οὐδὲ ἰδεῖν τὴν Δαρείου ὑπέμεινεν· αἰσχρὸν νομίσας τοὺς ἄνδρας ἑλόντα γυναικὶ ἡττηθῆναι. Εἰ δὲ μὴ μόνον Ἑλληνικοῖς, ἀλλὰ καὶ Βαρβαρικοῖς χρὴ παραδείγμασι χρήσασθαι, οὐδὲ τοῦτο ποιῆσαι παραιτήσομαι. Κῦρος γοῦν ὁ Περσῶν βασιλεὺς οὐδὲ ἰδεῖν τὴν Πάνθειαν ἀφορισθεῖσαν αὐτῷ, καὶ ἀμήχανόν τι κάλλος ἔχειν μαρτυρουμένην, ἐτόλμησεν· ἀλλὰ καὶ τῷ ὁρῶντι συνεχῶς καὶ μηδὲν λέγοντι πάσχειν δεινόν, παρῄνει μὴ συνεχῶς εἰς αὐτὴν ὁρᾷν. «Τὸ μὲν γὰρ πῦρ, φησί, τοὺς ἐγγὺς ὄντας κατακαίει· τὸ δὲ κάλλος, καὶ τοὺς πόῤῥω ἑστῶτας.» Καὶ οὐκ ἐψεύσατο. Ἑάλω γὰρ ἐκεῖνος ὁ κρείττων εἶναι φήσας τῆς ἡδονῆς. Καὶ ἐπειδὴ πείθειν οὐκ ἠδύνατο (σώφρων γὰρ ἦν ἐκείνη)· βίαν αὐτῇ ἐπάξειν ἠπείλησεν, ἕως ἐκείνη τῷ Κύρῳ ἐμήνυσεν. Ὅστις συγγνοὺς ὅτι ἀμάχῳ θηρίῳ συγκαθειργμένος, ἔπαθεν ὅπερ ἔπαθεν, ἐδήλωσε τῷ μηδὲν ἐκ τῆς θέας βλάπτεσθαι ἀλαζονευομένῳ· «Εἰ μὲν πείθεις τὴν γυναῖκα, καὶ δή· εἰ δὲ βιάζῃ, οὐ συγχωρῶ». Εἰ τοίνυν καὶ ὁ εὐαγγελικὸς χρησμὸς καὶ ὁ τῶν Παροιμιῶν συγγραφεύς, ὁ τὴν Σοφίαν συντάξας, καὶ τὰ Ἑλληνικὰ καὶ Περσικὰ παραδείγματα εἰς τοῦτο συμβαίνουσι, φυλακτέον παντὶ σθένει, καὶ χαλινωτέον τοὺς ὀφθαλμούς, καὶ ἐφεκτέον τῆς περιέργου, καὶ ἀκολάστου θέας, ὡς τῶν καιρίων καθαπτομένης.
Μεγίστη γὰρ ἐκ ταύτης εἰς τὴν ψυχὴν εἰσρεῖ κακία· τὰ γὰρ καίρια αὐτῆς προκατασχοῦσα, καὶ τὸν λογισμὸν ἐξελάσασα, ὅλην αὐτὴν τοῦ πάθους εἶναι ποιεῖ.
ΞΖʹ. ΖΩΣΙΜῼ ΠΡΕΣΒΥΤΕΡῼ. Πυθόμενος ὅτι δέον σε προσδραμεῖν τῇ μετανοίᾳ, δέον αἰτῆσαι συγγνώμην ἐπὶ τοῖς πεπλημμελημένοις, ἐπαγωνίζῃ τοῖς προτέροις, ἐπαποδύῃ τοῖς μιάσμασιν, ἀεὶ τὰ πρότερα τοῖς δευτέροις ἀποκρύψαι φιλοτιμούμενος.
Εἴτα δακρύσας ἔφην πρὸς ἐμαυτόν· Ὦ Ἰσίδωρε, τί μάτην κάμνεις, κατὰ πετρῶν σπείρων; Τί ὠφελῆσαι σπεύδεις τὸν ὠφεληθῆναι μὴ βουλόμενον; τί πονεῖς, καὶ ἀγρυπνεῖς, τοῦ, δι’ ὃν ἡ ἀγρυπνία γίνεται, τῷ μὴ ποιεῖν τὰ γραφόμενα, ματαίαν αὐτὴν ἀποφαίνοντος; Παῦσαι ματαιοπονῶν, καὶ Αἰθίοπα σμήχων, καὶ εἰς πῦρ ξαίνων, καὶ λίθον ἑψῶν;
Ὡς δὲ κόρον ἔλαβον ἐμαυτὸν αἰτιώμενος, χρηστὴ πάλιν ἐλπὶς ἔφυ, ἤ τις καὶ ἄκοντα ἐξεβιάσατο, καὶ ταῦτα πάλιν χαράξαι τὰ γράμματα. Αὐτὸς τοιγαροῦν σκοπήσας οἷ τῶν κακῶν ἐχώρησας, εἰς μετάνοιαν παλινδρομῆσαι προθυμήθητι.
ΞΗʹ—ΘΕΟΓΝΩΣΤῼ ΠΡΕΣΒΥΤΕΡῼ. Λίαν θαυμάζω, πῶς οἱ μὴ ἐπισφίγγοντες τὸ χαῦνον, καὶ τὸ ἐπὶ τῷ προεδρίας ἠξιῶσθαι παρὰ τοὺς πολλοὺς οἴημα, μεῖζον τοῦ δικαίου φρονοῦσι· καὶ οὐδ’ αὐτὸ λοιπὸν παραχωρῆσαι ἀξιοῦσι, τῷ ἡττηθῆναι τῷ δικαίῳ ὕβριν ἡγούμενοι.
ΣΘʹ—ΝΕΙΛῼ. Ἐπεὶ μέγα τῆς ταπεινοφροσύνης τὸ ὕψος, καὶ τῆς ἀλαζονείας τὸ πτῶμα, συμβουλεύω σοι ἐκεῖνο μὲν ἀσπάσασθαι, τούτῳ δὲ μὴ περιπεσεῖν.
Οʹ. ΟΦΕΛΙῼ ΓΡΑΜΜΑΤΙΚῼ. Οὐκ ἠϊόνες μόναι, ὡς Ὅμηρος μὲν ἔφη, σὺ δὲ γέγραφας, βοῶσιν ἐρευγομένης ἁλὸς ἄχνην· ἀλλὰ γῆ τε καὶ θάλαττα, τὰς παρὰ Ζωσίμου καινουργηθείσας παρανομίας ἐκτραγῳδεῖ. Τοσοῦτος γάρ, ὥς φασιν, εἰς ἀναλγησίαν ἤρθη, ὡς μὲν τοὺς θείους χρησμούς, ἀγυρτικὰς λογοποιΐας νομίζειν· τοὺς δὲ τῶν δεόντων παραινέτας ληρεῖν ὑπολαμβάνειν, καὶ κατὰ πάσης ὁμοῦ ἡλικίας τε καὶ ἀξίας ἐπικωμάζειν. Τίς οὖν οὐ δακρύσει; τίς οὐ καταθρηνήσει οὐ μόνον αὐτόν, ἀλλὰ καὶ τὸν τούτῳ τὴν εὐαγῆ ἱερωσύνην ἐμπιστεῦσαι τολμήσαντα; Δεινὸν μὲν γὰρ τὸ καὶ ἐν τοῖς ἀγελαίοις καὶ ἀφανέσι τελοῦντά τινα τοσούτοις καταμολυνθῆναι κακοῖς· τὸ δὲ καὶ εἰς ἱερωσύνην εἰσβιασάμενον, πάντη δεινότατον. Ἴσμεν οὖν ταῦτα, καὶ συνεχῶς ἀκούοντες, ὀλοφυρόμεθα, καὶ παραινοῦντες οὐκ ἐπαυσάμεθα· ἀλλ’ οὐδὲ παυσόμεθα ἕως ἂν ἐμπνέωμεν.
Μὴ γὰρ δὴ ὡς ἀνηκόους διδάσκειν πειρῶ τὰ μήτε λήθῃ, μήτε σιγῇ παραδοθῆναι δυνάμενα. Τινὲς μὲν γὰρ ὡς ἡμιθνῆτα τυγχάνοντα, ἀνακαλοῦνται· τινὲς δ’ ὡς νεκρὸν καταθρηνοῦσιν. Ἀλλ’ οὔτε ἐκεῖνοι, οὔτε οὗτοι ἀνύουσιν, ἀλλὰ γέλωτα παρ’ αὐτῷ ὀφλισκάνουσιν.
ΟΑʹ—ΝΕΙΛΑΜΜΩΝΙ ΔΙΑΚΟΝῼ ΙΑΤΡῼ. Ὅτι μὲν φιλάνθρωπός ἐστιν ὁ Θεός, μάλ’ ἀκριβῶς οἶδα. Ὅτι δὲ καὶ ἀπαιτεῖ δίκας σφοδροτάτας τοὺς τῆς φιλανθρωπίας καταφρονήσαντας, καὶ αἱ ἱεραὶ χρησμῳδοῦσι Γραφαί, καὶ τὰ πράγματα μαρτυρεῖ. Τίς γὰρ τὸν κατακλυσμὸν ἐπήγαγε; Τίς τὴν Σοδομιτῶν μετὰ τῶν οἰκητόρων ἐνέπρησε γῆν; Τίς τὴν Ἱερουσαλὴμ μετῆλθε; Τίς τοὺς Ἰουδαίους ᾐχμαλώτευσε, καὶ πανταχοῦ γῆς ὡς δραπέτας καὶ μαστιγίας περιήγαγε;
Μὴ τοίνυν τῇ φιλανθρωπίᾳ μόνῃ θαῤῥοῦντες ἁμαρτάνωμεν· ἀλλὰ καὶ τὴν δικαιοσύνην ἐννοοῦντες, γνωσιμαχῶμεν· ἵνα κἀκεῖσε ἡμῖν ὀφθῇ φιλάνθρωπος· ἡ γὰρ τῆς προαιρέσεως μετάνοια εὔλογον παρασκευάζει τῷ κριτῇ τῆς φιλανθρωπίας τὴν ὁδόν.
ΟΒʹ. ΗΡΑΚΛΕΙῼ ΕΠΙΣΚΟΠῼ. Οἱ ἑκόντων ἄρχοντες, οὗτοί μοι δοκοῦσιν ὄντως ἄρχειν, καὶ μάλιστα ὅταν περίοπτοι ὦσι δι’ ἀρετὴν οἱ ἀρχόμενοι, δι’ οὓς καὶ τὸ ἄρχειν ἐστὶ περιμάχητον. Οἱ δ’ ἀκόντων ἄρχειν νομίζοντες, οὖτοί μοι δοκοῦσι παραπλήσιοι εἶναι τῶν τιμωρίαν διδόντων μᾶλλον, ἢ ἀρχὴν διεπόντων.
ΟΓʹ. ΠΑΛΛΑΔΙῼ. Ὅτι ἡ πίστις χωρὶς τῶν ἔργων οὐ σώζει τὸν ἄνθρωπον. Κινδυνεύεις, ὦ τί σε καλέσας ἀξίως προσονομάσω! ἀγνοεῖν τὰ καὶ τοῖς ἄγαν παισὶ πρόδηλα. Μὴ γὰρ δὴ νόμιζε, ὅτι ἡ πίστις (εἴ γε πίστιν χρὴ καλεῖν τὴν ὑπὸ τῶν ἔργων τῶν σῶν ἐλεγχομένην), σῶσαί σε δυνήσεται.
Ἡ γὰρ πίστις ἡ ἐξ ἀρχῆς δικαιώσασα, πράξεις ἁρμοδίας ἑαυτῇ ἀπαιτεῖ, ὧν ἄνευ σωθῆναι οὐχ οἷόν τε. Τὸν γὰρ κατὰ χάριν προσληφθέντα, δίκαιον καὶ οἰκείοις ἐναβρύνεσθαι πλεονεκτήμασιν, εἴ γε μὴ μέλλοι καὶ ἀχαριστίας ἁλώσεσθαι.
ΟΔʹ—ΘΕΟΔΟΣΙῼ ΕΠΙΣΚΟΠῼ. Ὁ τῆς ἀρχῆς ὅρος, ὦ ἀρχικῆς ἐπιστήμης ἀκριβέστατον βασανιστήριον, ἐκεῖνός ἐστιν ὁ πρὸς τὸ συμφέρον τῶν ὑπηκόων ἅπαντα πραγματευόμενος. Ὁ γὰρ τὴν τῆς ἀρχῆς εὐκοσμίαν εἰς τυραννίδα καὶ ἀκοσμίαν μετασχηματίσας, καὶ τοὺς μὲν πόνους τοῖς ἀρχομένοις προξενῶν· τὰς δ’ ἡδονὰς ἑαυτῷ θηρώμενος, οὗτος οὐ τὸν τῆς ἀρχῆς ὅρον, ἀλλὰ τὸν τῆς τυραννίδος διὰ τῶν πραγμάτων ὑπογράφει.
ΟΕʹ. Τῼ ΑΥΤῼ. Εἰς τό, «Παραστήσατε τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, εὐάρεστον τῷ Θεῶ.» Ἐκείνους, ὦ θαυμάσιε, ὁ θεσπέσιος Παῦλος ὁρίζεται ἱερέας, τοὺς μὴ θύμασι τὴν εὐσέβειαν, ἀλλὰ γυμνῇ πληροῦντας τῇ φύσει, καὶ μόνους καθαρῶς ἐκ τῶν σωμάτων οἴκοθεν σπένδοντας. Θῦμα γὰρ κάλλιστον, τὸ τὴν γνώμην ἔχειν εὐαγῆ, καὶ τὴν σάρκα ἁγνήν. Διὸ καὶ τοῦτ’ ἔφη, ὅπερ μαθεῖν ἠθέλησας· «Παραστήσατε τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν.» Οὐ γὰρ ἱερεῦσι μόνοις γράφων, ὡς ἡγῇ, ἐπέστειλε ταῦτα, ἀλλ’ ὁλοκλήρῳ Ἐκκλησίᾳ. Ἕκαστον γὰρ ἑαυτοῦ ἐν τούτῳ τῷ μέρει ἱερέα εἶναι προσέταξεν.
Εἰ δὲ τοὺς ὑπηκόους ἡ ἁγνεία ἱερέας χειροτονεῖ, ἡ λαγνεία δηλονότι τοὺς ἱερέας ἀποχειροτονεῖ. Καὶ τοῦτο μὲν οἱ θεσμοὶ διαγορεύουσι· γίνεται δὲ τοῦτο οὐ πάνυ· δι’ ἃς δ’ αἰτίας οὐκ ἐμὸν λέγειν. Οἱ δὲ τὴν θείαν ἱερωσύνην ἐστεμμένοι, καὶ τῆς προεδρίας ἀξίως τετυχηκότες, εἰ καὶ τὴν τοῦ σώματος ἁγνείαν φυλάξοιεν, ὄντως ἱερῶν εἰσιν ἱερώτεροι. Ὥσπερ γὰρ ἐπὶ τῆς Παλαιᾶς Διαθήκης ἱερᾶσθαι οὐκ ἐξῆν, εἰ μὴ τοῖς ἱερεῦσι μόνοις· ἐν δὲ τῷ καιρῷ τοῦ Πάσχα, πάντες τρόπον τινὰ ἱερωσύνῃ ἐτιμῶντο (ἕκαστος γὰρ τὸ πρόβατον ἔθυεν)· οὕτω καὶ ἐπὶ τῆς Καινῆς καὶ ἀδιαδόχου, ἔχουσι μὲν κατ’ ἐξαίρετον τὴν ἱερουργίαν τῆς ἀναιμάκτου θυσίας, οἷς ἔξεστι ταύτην προσενεγκεῖν· ἕκαστος δὲ οἰκείου σώματος ἱερεὺς κεχειροτόνηται, οὐχ ἵνα ἀχειροτόνητος ἐπιπηδοίη τῇ τῶν ὑπηκόων ἀρχῇ, ἀλλ’ ἵνα τῆς κακίας ἄρξας, τὸ σῶμα τέμενος ἢ ἱερὸν τῆς ἁγνείας κατασκευάσῃ.
Οϛʹ. ΑΡΧΟΝΤΙῼ ΠΟΜΠΕΥΟΜΕΝῼ. Τίνος χάριν βιβλίον ἀποστασίου δίδοσθαι ταῖς μισουμέναις γυναιξὶ παρὰ τῶν ἀνδρῶν ὁ νομοθέτης ἐπέτρεψεν. Ἔοικας τοῦ νομοθέτου Μωσέως, μήτε τὴν σοφίαν, ἣν ἔλαβε παρὰ τοῦ Θεοῦ, κεχωρηκέναι, μήτε τὴν διάνοιαν τεθηρευκέναι, ἀλλὰ τοσοῦτον αὐτοῦ ἀπολελεῖφθαι τῆς μεγαλονοίας, ὅσον καὶ τῆς πολιτείας.
Οὐ γὰρ ὡς δέον τὰς μὴ εἰς τὸν τῶν γάμων θεσμὸν παρανομούσας ἐκβάλλειν, ἀλλὰ μεῖζον καὶ ἀργαλεώτερον βουλόμενος ἀναστεῖλαι κακόν, τὸ ἔλαττον οὐκ ἐθέσπισεν, ἀλλ’ ἐπέτρεψεν· οὐ μόνον κρείττονα κρίνας τῆς λαθραίου παρ’ αὐτῶν ἂν τολμηθείσης μοιχείας (οὐ γὰρ ἂν ὤκνησαν ταῖς ἀλλήλων χρῆσθαι γυναιξὶ) τὸν φανερὸν γάμον, ἀλλὰ καὶ ἄμεινον ἡγησάμενος ἐκβληθῆναι αὐτὰς ἔξω, ἢ σφαγῆναι ἔνδον.
Διέστησε γὰρ τοὺς συνεῖναι μὴ δυναμένους. Οἱ γὰρ προφητικῶν αἱμάτων γευσάμενοι, οὐκ ἂν γυναικῶν μισουμένων ἐφείσαντο· οὐδ’ οἱ αὐτὸν τὸν νομοθέτην ἀνελεῖν πολλάκις φανερῶς ἐπιχειρήσαντες, τοῦ ἢ φανερῶς ἢ δόλοις ἀνελεῖν, ἢ μοιχείας γράψασθαι ἐκείνας ἀπέσχοντο. Τὸ οὖν μεῖζον κακὸν προαναστέλλων, τὸ ἕλαττον συνεχώρησε μᾶλλον, ἢ διηγόρευσεν.
Ὅτι δὲ οὐχ ἁπλῶς καταστοχάζομαι τῆς τοῦ πανσόφου ἐκείνου διανοίας, μάλιστα μὲν δῆλον, καὶ ἐκ τοῦ τοὺς προφήτας ὡς αἱμάτων διψῶντας, καὶ τοὺς ἀλλοτρίους γάμους διορύττοντας, αὐτοὺς διαῤῥήδην αἰτιᾶσθαι, οὐχ ἥκιστα δὲ καὶ ἐκ τοῦ λεχθησομένου.
Ὁ γὰρ Χριστὸς δεῦρ’ ἐπιφοιτήσας, ταύτης αὐτῷ προσενεχθείσης τῆς πεύσεως, οὐ μόνον οὐκ ἐμέμψατο τὸν Μωσέα, ἀλλὰ καὶ ὑπεραπελογήσατο, τὸ ἔγκλημα εἰς ἐκείνους τρέψας, δι’ οὓς ἠναγκάσθη κἀκεῖνος τὸ πρέπον τῇ φύσει παριδεῖν, καὶ συγχωρῆσαι ἀπολῦσαι τὴν σύνευνον. Ἔφη γάρ· «Μωσῆς πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἐπέτρεψεν ὑμῖν ἀπολύειν τὰς γυναῖκας ὑμῶν,» τοῦτ’ ἔστι, διὰ τὸ ἀπειθὲς ὑμῶν καὶ ἀνάγωγον· «Ἐξ ἀρχῆς δέ, φησίν, οὐκ ἐγένετο οὕτως.» Εἰς τὸν τῶν γάμων μὲν θεσμὸν παρανομούσας, καὶ αὐτὸς ἐκβάλλειν ἐκέλευσε· τούτου δὲ μὴ συμβαίνοντος, πάντα τὰ ἄλλα ἐλαττώματα τῶν γυναικῶν φέρειν προσέταξε, μᾶλλον δ’ ἀναγκαῖον εἶναι ἀπεφήνατο. Οὐχ ἁπλῶς, οὐδὲ εἰκῆ. Εἰς ἕκαστον μὲν γὰρ τῶν νόμῳ γάμου συνιόντων τὰ ἄλλα ἁμαρτήματα [οὐ] βλέπει· ἡ δὲ μοιχεία εἰς τὰς τοῦ γάμου συνθήκας ὁρᾷ, καὶ τὴν τῶν παίδων καθυβρίζει εὐγένειαν, καὶ τὰς συγγενείας διασπᾷ, καὶ πάντα τὸν βίον ἀνατρέπει τὸν ἀνθρώπινον.
ΟΖʹ. ΙΣΙΔΩΡῼ ΔΙΑΚΟΝῼ. Πνευματικὰ ἔσεσθαι τὰ σώματα ἐν τῇ ἀναστάσει, ἔφησεν ὁ θεσπέσιος Παῦλος, διὰ δύο ταῦτα· διά τε τὸ κοῦφα, καὶ αἰθέρια, καὶ παντὸς κρείττονα πάθους, καὶ βάρους, μέλλειν ἔσεσθαι, καὶ διὰ τὸ τῷ θείῳ Πνεύματι μόνῳ λοιπὸν εἴκειν. Νῦν μὲν γὰρ κἂν παρῇ, τὸ κῦρος τῶν πραττομένων ἔχει ἡ ψυχή. Τότε δὲ δοχεῖα μᾶλλον ἔσται τοῦ Πνεύματος. Οὐ γὰρ μόνον αὐτά, ἀλλὰ καὶ ἡ ψυχὴ πνευματικὴ ἔσται, ἄπαντα κατὰ τοὺς ἐκείνου νόμους διαπραττομένη.
Εἰ δὲ περὶ τῶν σωμάτων τῶν ἀμαρτωλῶν ζητήσει τις, φήσομεν ὅτι ἢ κατὰ τὴν προτέραν ἐκδοχὴν κοῦφα ἔσται καὶ αἰθέρια, ἢ ὅτι ὑπὸ πυρὸς βασανισθήσεται μέν, οὐκ ἀναλωθήσεται δέ· ἢ ὅτι κἂν ἐθελήσωσιν ἁμαρτεῖν, οὐ δυνήσονται.
ΘΗʹ. Τῼ ΑΥΤῼ. Τί ἐστι, «Βασιλεὺς ἤμην ἐν μονοζώνοις.» Ἐπειδὴ τὸ εἰρημένον παρὰ τοῦ ἀοιδίμου Ἰὼβ μαθεῖν ἠθέλησας, «Βασιλεὺς ἤμην ἐν μονοζώνοις,» οἶμαι ὅτι, ἐπειδὴ οἱ μονόζωνοι, ἢ στρατιωτικὰ τάγματα μηνύουσιν, ἢ βαρβαρικὰ στίφη, ἢ λῃστρικὰ συγκροτήματα, τοιοῦτόν τι εἰρηκέναι· Ἢ ὡς στρατιωτῶν νομίμως ἐπῆρχον, ἢ ὡς βαρβάρων ἀνδρείως ἐκράτουν, ἡ ὡς λῃσταῖς φόβον ἐνεποίουν, καὶ ἐκώλυον τοῖς αὐτῶν χρῆσθαι τρόποις· εἰ δὲ μὴ ἐπείθοντο, εἰς τὴν τῶν νόμων σαγήνην συνέκλειον.
ΟΘʹ. ΠΑΛΛΑΔΙῼ. Ἐπειδὴ οὐ τοῦ εἰδέναι χάριν, ἀλλὰ τῆς ἀπὸ τοῦ εἰδέναι ἀντιποιούμενος δόξης, ὡς πυνθάνομαι, δοκεῖς πονεῖν, βούλομαί σε, καὶ τοῦτο κατορθῶσαι, τὸ τῆς ἀληθείας μᾶλλον ἢ τῆς δόξης ἐφίεσθαι. Εἰ δὲ μεθύων νυνὶ τῷ τῆς φιλοδοξίας πάθει δυσχεραίνεις, εὖ οἶδ’ ὅτι σωφρονήσας χάριν εἴσῃ.
Πʹ. ΖΩΣΙΜῼ ΠΡΕΣΒΥΤΕΡῼ. Φασί τινες ὡς ἱππήλατον σαὐτὸν πᾶσι τοῖς αἰσχροῖς καὶ ἀνελευθέροις πάθεσι καταστήσας, τοῖς χρηστοῖς καὶ ἐλευθερίοις ἄβατον πάντη διατηρεῖς· οὐκ ἀπάτῃ καὶ παραλογισμοῖς, ἐκεῖνα μὲν ἀσμενίζων, ταῦτ’ ἀπωθούμενος· ἀλλὰ κρίσει καὶ βουλήσει, καὶ τῷ μηδὲν ὀρθὸν ἐθέλειν διαπράττεσθαι. Διὸ καὶ δύσκολός ἐστί σοι ἡ ἐπὶ τὰ καλὰ ὁρμή. Οὐ γὰρ ἂν εἴποιμι ἐπάνοδος· οὐδεπώποτε γάρ σε λέγουσιν ὀρθῶς οὔτε βεβουλεῦσθαι, οὔτε πεπραχέναι. Ἐννοήσας τοίνυν ὡς εἰς βαθὺ λοιπὸν γῆρας ἐλαύνων, πρόδηλον ἔχεις τὸν θάνατον· κἂν ὀψὲ τοῦ καιροῦ κόρον λαβών, τῶν κακῶν ἀπόστηθι.
ΠΑʹ. Τῼ ΑΥΤῼ. Οὐ θαυμάζω εἰ ἐν τοῖς ἄλλοις ἅπασιν ἀπαίδευτος ὤν, κἂν τούτῳ τὴν ἀμαθίαν τὴν σαυτοῦ ἐπεδείξω. Ἀλλὰ τότ’ ἂν ἐθαύμασα, εἰ ἐν τοῖς ἄλλοις πταίων, ἐν τούτῳ οὐ διήμαρτες· τὰ μὲν οὖν αἰσχρὰ πάθη οἶσθα ἀπὸ σαυτοῦ, καὶ οὐδὲν δεῖ λόγων. Ἐπειδὴ δὲ τὰ χρηστά· καὶ φιλάνθρωπα ἀγνοεῖς, ταῦτα φράσω.
Εἰσὶ δὲ ἔλεος, φιλανθρωπία, οἶκτος, εὐμένεια, καὶ τὰ ἄλλα τὰ τούτων ἀδελφά. Εἰ δέ σε ταράττει τὸ καὶ ταῦτα πάθη λέγεσθαι, καὶ ἐγγυητὰς καὶ μάρτυρας τούτου ἀξιοπίστους ἄνδρας παρέξομαι. Οἶδα μὲν οὖν ὅτι αὐτὸς οὐ παρακολουθήσεις τοῖς λεγομένοις, ἅτε ἀπαιδευσίας τυγχάνων θρέμμα, ὅμως δ’ οὖν αὐτὸς ἐρῶ. Δημοσθένης μὲν οὖν ὁ ῥήτωρ, τὸ τῆς Ἑλλάδος κεφάλαιον, περὶ τοῦ Φιλίππου λέγων, ὅτε παρεκαλεῖτο δοῦναι τοὺς Ὀλυνθίους αἰχμαλώτους, ἔφη· «Ὥστε τὸν Φίλιππον παθεῖν τι, καὶ δοῦναι τὴν χάριν.» Ἰώσηππος δέ, ἀνὴρ ἐπὶ παιδεύσει καὶ εἰδήσει λόγων ἐπισημότατος, περὶ τῶν στασιαστῶν τῶν ἐν τῇ ἁλώσει τῆς Ἱερουσαλὴμ ἀκμασάντων γράφων ἔφη· «Ὅταν ἀτίθασσος καὶ ἀμείλικτος φύσις ἄσκησιν τὴν εἰς τὸ ἀνήμερον προσλάβῃ, διχόθεν ἄβατος, καὶ ἀπρόσιτος οἴκτῳ γίνεται, καὶ χρηστῷ πάθει καὶ φιλανθρώπῳ.» Οὐδὲν δὲ οὕτως χρηστὸν πάθος ἀπολώλει, ὡς ἔλεος. Καὶ Φίλων δέ, ἄνθρωπος Πλάτωνος ἢ ὁμιλητὴς ἢ ὑφηγητής τις εἶναι δόξας, διὰ τὸ τῆς φράσεως ὕψος· ἐῤῥέθη γὰρ περὶ αὐτῶν. «Ἢ Πλάτων ἐφιλώνισεν, ἢ Φίλων ἐπλατώνισεν·» ἐγκωμιάσας μὲν τὸν Μωσέα, ὡς μισοπόνηρον, ἔφη· «Περιπαθήσας δὲ καὶ δικαίας ὀργῆς ἐμπλησθείς, διαβάλλει τινὰς Αἰγυπτίους, τοὺς ἐργοδιώκτας φημὶ τοῦ Φαραώ.» Πάσχει γάρ τι ἡ ψυχή, καὶ ἢ εἰς ἔλεον, ἢ εἰς εὐμένειαν, ἢ εἰς χρηστότητα, ἢ εἰς μισοπονηρίαν νεύει.
Εἰ μὴ γὰρ ἐπικλασθείη τις, οὐκ ἂν τὸν ἱκέτην ἐλεήσειεν· εἰ μὴ ἐπικαμφθείη, οὐκ ἂν τὸν δεόμενον οἰκτειρήσειεν· εἰ μὴ πάθοι τι, οὐκ ἂν τὸν ἐχθρὸν εὐεργετήσειεν· εἰ μὴ νομίσει ἠδικεῖσθαι τὴν δικαιοσύνην, οὐκ ἂν εἰς μισοπονηρίαν τραπείη. Τὴν δὲ τροπὴν ταύτην καὶ πάθος καλοῦσιν. Ὥσπερ γὰρ ὁ ἀπὸ τοῦ βελτίονος ἐπὶ τὸ χεῖρον τρεπόμενος, πάσχει οὕτω καὶ ὁ ἀπὸ τῶν χειρόνων ἐπὶ τὸ ἄμεινον τρεπόμενος, πάσχει τι. Τροπῆς γάρ ἐστι τὸ πάθος ὄνομα. Τοιγαροῦν καὶ αὐτός, κἂν ὀψέ ποτε τῆς ἡλικίας τὰ αἰσχρὰ φεῦγε πάθη, ἵνα μή ποτε ἐπαινέσῃς τὴν παραίνεσιν, ὅτε τῶν ἐπαίνων σοι ὄφελος οὐδέν.
ΠΒʹ. ΑΜΜΩΝΙ. Ὅτι ὁ τῆς μακαρίας μνήμης Τιμόθεος, τοῦ ἀτιθάσσου θηρίου ἐτιθάσσευε τὰς ὁρμάς, καὶ τὸ ἀμείλικτον εἰς τὸ ἐμμελὲς μετεῤῥύθμιζεν, ἡ μετὰ τὴν ἐκείνου τελευτὴν ἐπικωμάσασα τῷ ἀλιτηρίῳ Εὐσεβίῳ μανία, σαφῶς ἔδειξεν.
ΠΓʹ. ΕΥΤΟΝΙῼ ΔΙΑΚΟΝῼ. Εἰ τὸ κάλλος τοῦ σώματος οὐδ’ ὑπὸ τῶν ἐκπλήξεων ἀλλοιοῦται, σώζει δ’ αὐτὸ κἂν ἐν δακρύοις ᾖ· πολλῷ μᾶλλον ἡ τῆς ψυχῆς ὤρα ὑπὸ τῶν ἐμπιπτόντων πειρασμῶν ἀλλοιωθῆναι οὐκ ὀφείλει, κἂν ἐν συμφοραῖς τυγχάνῃ.
ΠΔʹ. ΑΓΑΘῼ ΠΡΕΣΒΥΤΕΡῼ. Διὰ τί προσέταξεν ὁ νόμος, λίνον καὶ ἔριον καὶ πορφύραν μὴ συνυφαίνεσθαι, ἐν δὲ τῷ Λευϊτικῷ καὶ λέπραν ἱματίων καὶ λίθων πολυπραγμονεῖ. Ἐπειδὴ γέγραφας τί βουλόμενος ὁ Μωσῆς ἐνομοθέτησε, λίνον μὲν καὶ ἔριον μὴ συνυφαίνεσθαι· ἐν δὲ τοῖς λινοῖς ἱματίοις πορφύραν μὴ συνυφαίνειν, λέπραν τε ἱματίων καὶ λίθων πολυπραγμονεῖν, εἶχον μὲν καὶ τὰς θεωρίας αὐτῶν μηνῦσαι. Ἔχουσι γὰρ ἀρίστας ἀλληγορίας ὠφελῆσαι δυναμένας, τοὺς μὴ ἀγύμναστον ἔχοντας πρὸς θεωρίαν τὸν νοῦν· ἀλλ’ ἐπειδὴ οἶδα πολλοὺς μὲν νομίζοντας τοὺς τὰ τοιαῦτα λέγοντας, ἀμαθίᾳ τοὺς ἀγῶνας ἐκλύειν· σὲ δὲ τοῖς πράγμασι, καὶ μόνῃ τῇ ἑρμηνείᾳ τῶν Γραφῶν χαίροντα, εὐθεῖαν τὴν ἀπόκρισιν ποιήσομαι, κύκλων ἀπηλλαγμένην. Οἶμαι τοίνυν ὅτι εἰς φιλοσοφίαν τοὺς ὑπηκόους ἐνάγων, καὶ τῆς χρείας μόνης γενέσθαι βουλόμενος, πᾶσαν βλακείαν ἐξωστράκισε, διὰ μὲν τοῦ μὴ συνυφαίνειν λίνον καὶ ἔριον, τὴν ποικιλίαν ἐξορίζων· διὰ δὲ τοῦ πορφύραν μὴ συνυφαίνειν τοῖς λινοῖς ἱματίοις, τὴν πολυτέλειαν καὶ τὸν καλλωπισμόν· διὰ δὲ τοῦ λέπραν ἱματίων καὶ λίθων περιεργάζεσθαι, τὸ πλέον τῆς χρείας κτήσασθαι, καὶ ἀποθέσθαι ἀπαγορεύων. Τοῖς γὰρ χρονίοις ἱματίοις καὶ οἰκίαις τοῦτο συμβαίνειν εἴωθε.
Τῆς χρείας γὰρ ἔσο, φησί, μηδὲν περιττόν, μήτε κτώμενος, μήτε ἀποτιθέμενος, ἀλλὰ μηδὲ καλλωπιζόμενος, ἀλλὰ πᾶσαν τὴν φροντίδα καὶ τὴν σπουδήν, εἰς τὴν τῆς ψυχῆς ἐπιμέλειαν μετάστησον. Εἰ δὲ βουληθείης, καὶ παρὰ τῶν ἔξωθεν ὠφεληθῆναι· φασὶ γὰρ τὰς τῶν καρπῶν ἀποῤῥεούσας ἡμέρους συκᾶς, διὰ τῶν ὀλύνθων τῶν ἀγρίων συσφίγγεσθαι· φαίην, ὅτι καὶ Ἰσοκράτης, ὅτε Δημονίκῳ τοὺς παραινετικοὺς ἔπεμπε λόγους, παρῄνει· «Ἕσο περὶ τὴν ἐσθῆτα φιλόκαλος, ἀλλὰ μὴ καλλωπιστής. Φιλοκάλου μὲν γὰρ τὸ μεγαλοπρεπές, καλλωπιστοῦ δὲ τὸ περίεργον·» καὶ ὅτι τοῦτο ἀληθές ἐστι, δι’ ὧν Διογένης εἶπε, σαφῶς δείκνυται.
Θεασάμενος γάρ τινα μειρακίσκον ἀσελγέστερον ἢ κατ’ ἄνδρα κεκοσμημένον, ἔφη αὐτῷ· «Εἰ μὲν πρὸς ἄνδρας, ἀτυχεῖς· εἰ δὲ πρὸς γυναῖκας, ἀδικεῖς.» Εἰ τοίνυν οἱ ἔξωθεν τοῦ πρέποντος ἐπεμελήθησαν, πῶς οὐκ ἔμελλεν ὁ ἱερὸς ἐκεῖνος καὶ θεοφιλὴς ἀνὴρ εἰς φιλοσοφίαν ἐνάγων, πᾶσαν μὲν ποικιλίαν καὶ βλακείαν, καὶ καλλωπισμὸν ἐκ τῶν ὑπηκόων ἐξορίζειν, κοσμιότητα δὲ καὶ σεμνότητα νομοθετεῖν, δι’ ὧν ὁ ἄριστος κατορθοῦται βίος;
ΠΕʹ. ΜΑΡΤΙΝΙΑΝῼ ΠΡΕΣΒΥΤΕΡῼ. Ἄπληστον εἶναί σέ φασί τινες σιτοκάπηλον, καὶ ἀνάλγητον καὶ τηροῦντα τοὺς καιρούς, καὶ καταπραγματευόμενον τὰς ἐνδείας, καὶ τὰς συμφορὰς γεωργοῦντα. Ἀλλ’ ἴσθι ὡς ἐκείνοις μὲν σαυτοῦ σπλάγχνα, σαυτῷ δὲ τὰ θεῖα ἀποκλείεις. Ἐννοῶν τοίνυν, ὡς οὐ τοσοῦτον ἄλλοι σου χρήζουσιν, ὡς σὺ τοῦ Θεοῦ· τὸ συγγενὲς αἰδέσθητι.
Πϛʹ. ΖΩΣΙΜῼ ΒΙΒΛΙΟΦΟΡῼ. Τὸν στιχισμὸν τῶν βιβλίων, ὧν γέγραφά σοι, τῷ φίλῳ δήλου μετ’ ἀκριβείας, ἵνα μὴ ἕρψασα λήθη, σοὶ μὲν ζημίαν, αὐτῷ δὲ ψῆφον ἀγνωμοσύνης ἐπαγάγῃ.
ΠΖʹ. ΛΕΟΝΤΙῼ ΕΠΙΣΚΟΠῼ. Τὸ τῆς φιλίας προοίμιον, καὶ ὁ τῆς ἀγάπης σπινθήρ, καὶ τὸ τρῶσαν ἀμφοτέρους, ἐμέ τε καὶ τὸν ἄριστον Εὐτόνιον, εἰς τὸν πρὸς ἀλλήλους πόθον, τὸ μισοπόνηρόν ἐστιν ἦθος. Ἐπειδὴ γὰρ εἶδον αὐτὸν οὐ μόνον ὑπὲρ ἀρετῆς, ἀλλὰ καὶ ὑπὲρ τῶν φιλαρέτων ἡδέως κινδυνεύοντα, ἀπὸ τούτου καὶ τὴν λοιπὴν φιλοσοφίαν τἀνδρὸς ἰχνηλατήσας, ἐτρώθην πρὸς φιλίαν. Ἐπειδὴ δὲ καὶ σοφιστομανοῦντές τινες τὰ δόγματα τῆς εὐσεβείας λυμήνασθαι ἐμηχανῶντο, ἐνταῦθα φραξάμενοι τοῖς ἐκείνων ὅπλοις, καὶ τοῖς συλλογισμοῖς πατάσσοντες, οὐ πρότερον ἀνήκαμεν, ἢ τελέως τρέψασθαι, καὶ τὸ κράτος καθαρῶς ἀναδήσασθαι. Οὖτος δεύτερος ἡμῖν τῆς ἀγάπης οὐκ ἔτι σπινθήρ, ἀλλ’ ἤδη πυρσὸς περιφανῶς ἐξήφθη, καὶ παρέμεινε. Τοιοῦτος γὰρ τοῦ θείου ἔρωτος ὁ νόμος. Ὁ μὲν γὰρ σωματικός, ἅτε χαμαίζηλος ὢν (ἐπειδὴ ἀπὸ ῥευστῶν συνίσταται σωμάτων), ῥεύσει, καὶ δίκην ἀνθῶν μαραίνεται. Οὔτε γὰρ πῦρ μένει τῆς ὕλης τῆς τὴν ὑπόθεσιν τῇ φλογὶ δεδωκυίας ἀναλωθείσης, ἀλλὰ σὺν αὐτῇ συναπέρχεται· οὔτε πόθος ἵσταται μαραινομένου τοῦ ὑπεκκαύματος.
Ὁ δὲ κατὰ Θεὸν καὶ σώφρων, ἐπειδὴ πράγματος ἑστῶτός ἐστι, διὰ τοῦτο καὶ μόνιμος· καὶ ὅσῳ τὸ κάλλος αὐτῷ τῆς ἀρετῆς φαντάζεται, τοσούτῳ ἑαυτῷ τε καὶ ἀλλήλοις συνδεῖ τοὺς τῶν αὐτῶν ἐραστάς.
ΠΗʹ. Τῼ ΑΥΤῼ. Εἰ καί εἰσί τινες, ὡς ἔφης, τῶν τὴν προστασίαν τῶν λαῶν ἀναδησαμένων, ἀπὸ μὲν τῆς τῶν πενήτων σκήψεως ἀρχόμενοι, εἰς δὲ τὸν ἴδιον χρηματισμὸν τελευτῶντες· ἀλλά γε αὐτὸς μὴ τοῖς ναυαγοῦσι πρόσεχε, ἀλλὰ τοῖς τοὺς οἴακας ἀσφαλῶς μεταχειρίζουσι, καὶ ἐξ οὐρίας πλέουσι.
ΠΘʹ. ΙΣΙΔΩΡῼ ΔΙΑΚΟΝῼ. Τὰς ἑβδομάδας τοῦ Δανιὴλ πῶς ἑρμηνεύει. Ἐπειδὴ φιλόπονος ὢν καὶ φιλομαθής, ἠθέλησας μαθεῖν πῶς ἐπληρώθησαν αἱ παρὰ τῷ Δανιὴλ ἀναγεγραμμέναι ἐξήκοντα καὶ ἐννέα ἑβδομάδες τῶν ἐτῶν, αἱ ἀπὸ τῆς οἰκοδομῆς τῆς Ἱερουσαλὴμ ἀριθμούμεναι, καὶ εἰς τὴν ἄλωσιν αὐτῆς τελευτῶσαι· ἴσθι, ὅτι οὐκ ἐπὶ Κύρου ᾠκοδομήθη, ἀλλὰ τῷ κʹ ἔτει τῆς βασιλείας τοῦ Μακρόχειρος. Τότε γάρ, ὡς Ἔσδρας διηγεῖται, Νεεμίας ἐλθών, τὴν πόλιν ἔκτισε. «Πῶς οὖν, ἔφης, ἑβδομήκοντα ἑβδομάδες συνετμήθησαν ἐπὶ τὸν λαόν σου, καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν;» Ὅτι ἐν μὲν τῇ ξθʹ, τοῦτ’ ἔστι, τῷ τρίτῳ καὶ ὀγδοηκοστῷ καὶ τετρακοσιοστῷ ἔτει, ἀρχὴν ἔσχεν ὁ πόλεμος· τῇ δ’ ἑξῆς ἑβδομάδι τῶν ἐτῶν ἐτελεύτησε, συντελευτησάντων καὶ τῶν Ἰουδαϊκῶν πραγμάτων. Εἰ δὲ λέγεις· Πῶς; ἰστέον, ὅτι μετὰ τὸ κʹ ἔτος τοῦ Μακρόχειρος ἕως τελευτήσει ἡ Περσικὴ βασιλεία, ἔτη διεγένοντο ἑκατὸν δέκα τρία, μεθ’ ἣν ἡ Μακεδονικὴ διήρκεσεν ἕως ἐτῶν διακοσίων ἐνενήκοντα τεσσάρων· εἶτα ἡ Ῥωμαϊκή, Αὐγούστου μὲν βασιλεύοντος, ἔτη τεσσαράκοντα τρία·
Τιβερίου δέ, εἰκοσιδύο· Γαΐου, τέσσαρα· Κλαυδίου, ἑπτά. Τῷ γὰρ ὀγδόῳ [αὐτοῦ] ἔτει, ἤρξατο Ἰουδαίοις ἡ τῶν πραγμάτων κίνησις, ἀφ’ ἧς ὁ πρὸς Ῥωμαίους αὐτοῖς ἐξήφθη πόλεμος, ὁ τὴν ἅλωσιν ἀποτεκών. Ἐπὶ γὰρ Νέρωνος τοῦ διαδεξαμένου Κλαύδιον, λαμπρῶς καὶ κατὰ κράτος πολεμηθέντες ὑπὸ Οὐεσπασιανοῦ, τὸ τηνικάδε Νέρωνι στρατηγοῦντος, ὕστερον δὲ βασιλεύσαντος, ἑάλωσαν.
ϟʹ. ΖΩΣΙΜῼ ΠΡΕΣΒΥΤΕΡῼ. Μανθάνω ὡς, ἐπὶ μὲν τοῖς δοκοῦσιν ἐπονειδίστοις, λίαν ἄχθῃ· ἐπὶ δὲ τοῖς ὄντως οὖσιν, οὐ μόνον οὐ καταδύῃ, ἀλλὰ καὶ ἀναβρύνῃ. Τὸ μὲν ἐκ δούλου σε γεγενῆσθαι πατρός, ὅπερ οὐκ ἔστι προαιρέσεως ὄνειδος, οὐδ’ ἐν λόγῳ τίθεσθαι, ἀλλὰ τοσοῦτον καταγινώσκειν τῶν ἐπὶ τὴν ἀρετὴν παρακαλούντων, ὅσον ἔδει τῶν ἐπὶ τὴν ῥᾳθυμίαν ἀγόντων καταψηφίζεσθαι. Καὶ εἰ μὲν εἰς τοὺς ὑπηκόους ἐτέλεις, μάλιστα μὲν οὐδ’ οὔτως καταφρονῆσαι ἐχρῆν, ἀλλὰ συμβουλαῖς καὶ παραινέσεσιν ἀνιμήσασθαί σε ἐκ τοῦ βυθοῦ τῆς κακίας, καὶ θέμις ἦν καὶ πρεπωδέστατον· πλὴν ἀλλ’ οὐ τοσαύτη ζημία τῇ Ἐκκλησίᾳ καὶ αἰσχύνη ἔμελλεν ἔσεσθαι.
Ἐπειδὴ δὲ εἰς τοὺς ἱερέας δοκεῖς τελεῖν (τὸ δ’ ὅπως παρίημι, οὐ γὰρ πλῆξαί σε, ἀλλ’ ἰάσασθαι προῄρημαι)· οὐδὲ τοὺς ἐθέλοντας ἡσυχάζειν καὶ ἠρεμεῖν συγχωρεῖς. Πολλοὶ γὰρ Ἕλληνες καὶ Ἰουδαῖοι τῇ Ἐκκλησίᾳ ἐπιφύονται ὀνειδίζοντες, καὶ τὸν σὸν βίον προφέροντες, καὶ διὰ τούτου τῷ δόγματι λυμαίνεσθαι νομίζοντες. Εἰ τοίνυν τὴν κρίσιν οὐ δέδοικας, κἂν τῆς παρούσης ἀντιποιῆσαι δόξης· εἰ βασιλείας οὐκ ἐρᾷς, κἂν ὑπολήψεως χρηστῆς ἐράσθητι· εἰ στεφάνων οὐκ ἐπιθυμεῖς, κἂν ὀνειδῶν ἀπαλλάγηθι. Εἰ ἐναῤῥήσεως οὐ φροντίζεις, κἂν μὴ τοῦ κωμῳδεῖσθαι ἀντιποιήθητι· εἰ τὴν ἀκοίμητον δίκην οὐ φρίττεις, κἂν τοὺς τῶν ἀνθρώπων νόμους φοβήθητι, μήποτε καὶ ἐπ’ αὐτοφώρῳ ληφθείς, τὴν ἐσχάτην ὑπομείνῃς τιμωρίαν.
ϟΑʹ. ΘΕΟΦΙΛῼ ΥΠΟΔΙΑΚΟΝῼ. Τιμόθεος ὁ τὴν τῶν ἀγαθῶν ἁπάντων κατάῤῥυτον λῆξιν, βασιλείαν οὐρανῶν προσαγορευομένην, νυνὶ νεμόμενος, τοσαύτην ἀπὸ τῆς ἀρετῆς τοῖς ὁρῶσιν ἐδημιούργει ὠφέλειαν, ὡς καὶ ἀπὸ μνήμης μόνον σωφρονίζει τοὺς μνημονεύσαντας. Ἤρκει γὰρ καὶ μόνον ἐλθὼν εἰς ἔννοιαν, αἰδὼ συνεισπέμψαι, καὶ τῶν ἀτόπων παθῶν ἀχράντους τοὺς μνησθέντας ἐργάζεσθαι.
ϟΒʹ. ΟΦΕΛΙῼ ΓΡΑΜΜΑΤΙΚῼ. Παρὰ μὲν ὑμῖν τοῖς γραμματικοῖς, τὸ ὁμώνυμον ταὐτόν ἐστι τῷ συνωνύμῳ· παρὰ δὲ τοῖς φιλοσόφοις, οὐχί· ἀλλ’ ὁμώνυμα λέγεται, ὧν ὄνομα μόνον κοινόν, ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἕτερος· συνώνυμα δέ, ὅσα καὶ πράγματι καὶ τρόπῳ καὶ ὀνόματι συντρέχει. Ἀλλ’ ἐπειδὴ ἄμοιρος ὢν τῶν τοιούτων μαθημάτων, καὶ ἀγύμναστον ἔχων τὸν νοῦν, ἠξίωσας ἐπὶ γραφικῶν ῥήσεων τὰς ἐννοίας ταύτας μεταῤῥυθμισθῆναι, ὡς ἂν οἷός τε ὦ πειράσομαι λαμπράν σου ἀνοῖξαι τῶν νοημάτων τὴν θύραν. Ἡ ἔρευνα ἐν ταῖς ἱεραῖς Γραφαῖς λέγεται καὶ ἐπὶ Θεοῦ, καὶ ἐπὶ ἀνθρώπων· ἀλλ’ ἐπὶ μὲν Θεοῦ τὸ ἀκριβὲς τῆς γνώσεως μηνύει· ἐπὶ δ’ ἀνθρώπων, τὸ μετὰ πόνου καὶ βασάνου εὑρίσκεσθαι τὸ ζητούμενον. Ἔνθα τοίνυν τοὔνομα τοῦτο κεῖται, καὶ ἐπὶ Θεοῦ, καὶ ἐπὶ ἀνθρώπου ὁμωνυμεῖ, οὐ συνωνυμεῖ· οἷον τό· Ἐρευνᾶτε τὰς Γραφάς, τῷ περὶ τοῦ Θεοῦ εἰρημένῳ· «Ὁ δὲ ἐρευνῶν τὰς καρδίας, οἶδε τί τὸ θέλημα τοῦ πνεύματος·» ὁμωνυμεῖ μέν, οὐ συνωνυμεῖ δέ. Τὸ δέ· «Ὁ ἐρευνῶν τὰς καρδίας,» τῷ, «Τὸ δὲ Πνεῦμα πάντα ἐρευνᾷ καὶ τὰ βάθη τοῦ Θεοῦ·» συνωνυμεῖ, τῷ καὶ ἐπὶ τοῦ Πατρός, καὶ ἐπὶ τοῦ ἁγίου Πνεύματος, τὴν ἀκριβεστάτην γνῶσιν δηλοῦσθαι. Οἶμαι μὲν οὖν σεσαφηνίσθαι τὸ νόημα. Εἰ δὲ καὶ ἐπ’ ἄλλου ὀνόματος τοῦτο γυμνασθῆναι βούλει, καὶ τοῦτο ποιήσω. Τὸ ἀγαθὸν λέγεται μὲν ἐπὶ Θεοῦ καὶ ἐπ’ ἀνθρώπων, ἀλλ’ ὁμωνυμίαν ἐμφαίνει.
Τὸ γάρ, ὁ ἀγαθὸς ἄνθρωπος, τῷ, «Ὡς ἀγαθὸς τῷ Ἰσραὴλ,» ὁμωνυμεῖ. Τὸ δέ, «Ὡς ἀγαθὸς ὁ Θεὸς τῷ Ἰσραὴλ,» τῷ, «Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ,» συνωνυμεῖ. Οὐ γὰρ ὀνόματός ἐστιν ἐνταῦθα κοινωνία, ἀλλὰ καὶ πράγματος.
Καὶ ὁ θυμὸς δ’ ἐπὶ Θεοῦ λεγόμενος, καὶ ἐφ’ ἡμῶν, οὐ συνωνυμεῖ, ἀλλ’ ὁμωνυμεῖ. Ἐπὶ μὲν γὰρ Θεοῦ μηνύει τὴν ἀπαθῶς ἐπιπεμπομένην τοῖς ἁμαρτάνουσι τιμωρίαν· ἐπὶ δὲ ἡμῶν, τὴν ἐμπαθῆ κίνησιν, καὶ τὴν τῶν λογισμῶν ταραχήν. Καὶ τό, «Πρόσθες ἀνομίαν ἐπὶ τῇ ἀνομίᾳ αὐτῶν,» ὁμωνυμεῖ. Ὃ γὰρ λέγει, τοῦτ’ ἔστιν· Ἐπίθες τιμωρίαν ἐπὶ τὴν ἁμαρτίαν αὐτῶν. Καὶ τό, «Εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός,» ὁμωνυμεῖ. Ὃ γὰρ λέγει τοιοῦτόν ἐστιν· Εἴ τις μολύνει τὸν ναὸν τοῦ Θεοῦ, τιμωρηθήσεται ὑπ’ αὐτοῦ.
ϟΓʹ. Τῼ ΑΥΤῼ. Τὸ ἀγαθὸν Θεὸν μὲν ἔχει κατὰ φύσιν, οὐκ ἀβούλητον, ἀλλὰ προαιρετικήν, οὐδὲ βιαίαν, ἀλλ’ ἑκούσιον. Ἡμεῖς δὲ κατὰ ἄσκησιν καὶ προκοπὴν ἀναλαμβάνομεν. Οὐκ ἀναφαίρετον ἔχοντες τοῦτο, ὥσπερ ἡ θεία φύσις· ἀλλὰ μεταπίπτον, εἰ ῥαστώνης ἔρως ἀχορεύτως χορεύσειεν.
ϟΔʹ. Τῼ ΑΥΤῼ. Εἰς τὸ εἰρημένον· «Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεός.» Εἰπὲ τῷ πρὸς σὲ διενεχθέντι Ἰουδαίῳ, καὶ μηδὲν μὲν γενναῖον, μηδὲ νεανικὸν φράσαντι, ἀγυρτικὰς δὲ λογοποιίας ἐμέσαντι, καὶ φήσαντι περὶ τοῦ παιδὸς Ναυῆ εἰρῆσθαι τό· «Προφήτην ὑμῖν ἀναστήσει ὁ Θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ,» ὅτι κατὰ πολλὰ πλημμελεῖς, καὶ νοῶν οὐχ ὑγιῶς, καὶ φεύγων τὸ μαθεῖν, καὶ κρύπτων τὰ μείζονα ἢ κατὰ Μωσέα. Εἵρηται γάρ· «Αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ἂν ἐντείληται. Ἔσται δὲ ψυχή, ἥτις ἂν μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου, ἐξολοθρευθήσεται ἀπὸ τοῦ λαοῦ αὐτῆς.» Πρῶτον μὲν γὰρ μετὰ τὴν χειροτονίαν ἐκείνου, ταῦθ’ ὁ Μωσῆς ἔνθους γενόμενος ἐθέσπισε.
Δεύτερον, ὅτι, εἰ μὲν ὁ τοῦ Ναυῆ παῖς ὑπερέβη τὸν Μωσέα, πιθανὸν μὲν ἦν τὸ λεγόμενον, οὐκ ἀληθὲς δέ. Εἰ δὲ πολλῷ αὐτοῦ καταδεέστερος ἦν, ἀδρανὴς αὕτη ἡ ἔννοια φαίνεται. Τρίτον, ὅτι οὐδὲ προσέθηκέ τι τὸ νόμῳ· ἀλλὰ τοῖς ἐκείνου ἐπολιτεύετο θεσμοῖς. Τέταρτον, ἐχρῆν, εἴ γε περὶ αὐτοῦ ἦν ὁ λόγος, εἰπεῖν, οὐκ ἀναστήσει, ἀλλ’, Ἀνέστησε. Πέμπτον, ὅτι ἔδει φράσαι· «Ἔσται δὲ πᾶσα ψυχή, ἥτις ἂν μὴ ἀκούσῃ τοῦ προφήτου τούτου.» Τῷ δ’ εἰπεῖν, ἐκείνου, τοῦτον παρεγράψατο. Ἕκτον, πῶς πρὸς τὸν Ἰωάννην μετὰ πολλὰς γενεὰς τεχθέντα ἀπέστειλαν, πευσόμενοι, εἰ αὐτὸς εἴη ὁ προφήτης· κἀκεῖνος ἔφη· «Οὐκ εἰμί;» Προφήτης μὲν γὰρ ἦν· ὁ προφήτης δὲ οὐκ ἦν. Ἕβδομον, πῶς τοῦ Σωτῆρος δεῦρο φοιτήσαντος, οἱ τὰ θαύματα θεώμενοι ἔλεγον· «Οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης.» Συνοράτω οὖν πόσα αὐτῷ ἐναντιοῦται, καὶ τὸν ἀληθῆ προγνώστην τε καὶ βασιλέα προσκυνείτω.
ϟΕʹ. ΙΣΙΔΩΡῼ ΔΙΑΚΟΝῼ. Εἰς τό· «Κατ’ εἰκόνα καὶ καθ’ ὁμοιότητα.» Ἐπειδὴ ὁ σοφώτατος καὶ ὀξύτατος τὸ πολυθρύλλητον πρόβλημα ἑρμηνευθῆναί σοι συντόμως καὶ σαφῶς, καὶ μὴ διὰ κύκλων τινῶν, παρεκάλεσας, θάτερον δὲ θατέρῳ ἀντίκειται· τὸ μὲν γὰρ σαφές, πολλῶν δεῖται λόγων· τὸ δὲ σύντομον, ὀλίγων· ὡς ἂν οἷός τε ὦ, συγκεράσας τὴν σαφήνειαν τῇ συντομίᾳ, ἐπιστέλλω. Κρεῖττον μὲν ποιοῦσιν τῷ κρείττονι μέρει τοῦ ἀνθρώπου, τὸ κρεῖττον παραβάλλοντες. Εἰ δ’ ἀσαφὲς εἶναι δοκεῖ τὸ εἰρημένον, σαφέστερον εἰρήσεται.
Ἄμεινον μὲν ποιοῦσιν, οἱ τῷ βελτίονι μέρει τἀνθρώπου, τοῦτ’ ἔστι τῇ λογικῇ ψυχῇ τὸ θεῖον ἐξεικονίζοντες. Οἱ γὰρ ἀνθρωπόμορφον αὐτὸ ἡγούμενοι, πάμπαν ἠλίθιοι, ἐπειδὴ τοῖς συγκαταβατικῶς εἰρημένοις περιπλέκονται· καὶ οὐδὲν θειότερον ἐννοεῖν ἀνέχονται. Πῶς γὰρ εἴρηται· «Ἐν σκέπῃ τῶν πτερύγων σου σκεπάσεις με,» καί· «Ἑπτὰ ὀφθαλμοὶ Κυρίου ἐπιβλέποντες ἐπὶ πᾶσαν τὴν γῆν,» τοῦ ἀνθρώπου μήτε πτέρυγας, μήθ’ ἑπτὰ ὀφθαλμοὺς ἔχοντος; Πῶς δ’ ὁ Παῦλος ἀπεφήνατο, μηδ’ ἐνθυμήσεως ἀνθρώπου τὸ θεῖον εἶναι ὅμοιον; Πῶς δ’ ὁ Ἡσαΐας εἶπεν, «Εἰ πάντα τὰ ἔθνη ὡς σταγὼν ἀπὸ κάδου, καὶ ὡς σίελος ἐλογίσθησαν, ὁ δὲ Λίβανος οὐχ ἱκανὸς εἰς καῦσιν, καὶ πάντα τὰ τετράποδα οὐχ ἱκανὰ εἰς ὁλοκάρπωσιν, τίνι ὁμοιώσετε Κύριον;» Πῶς δὲ Μωσῆς οὗ τὴν λέξιν κακούργως ἑρμηνεύειν πειρῶνται, ἔφησε· «Καὶ φυλάξεσθε σφόδρα ταῖς ψυχαῖς ὑμῶν· ὅτι οὐκ ἴδετε πᾶν ὁμοίωμα ἐν τῇ ἡμέρᾳ, ᾖ ἐλάλησε πρὸς ὑμᾶς;» Πλὴν οὐδ’ ἐκεῖνοι τὸ ἀκριβές, ὤς γε ἡγοῦμαι, δογματίζουσιν.
Ἀρχῆς γὰρ καὶ βασιλείας ἐστὶν εἰκὼν ὁ ἄνθρωπος, οὐκ οὐσίας· εἰ δὲ εὖ πράξοι, καὶ ἀρετῆς. Εἰ γὰρ καὶ ἀθάνατον ὁριζόμεθα εἶναι τὴν νοερὰν ψυχήν, ἀλλ’ οὐ τῆς θειοτάτης ἐκείνης καὶ ἀνάρχου φύσεως ὁμοούσιον, ἀλλὰ τοσοῦτον ἀπέχουσαν, ὅσον εἰκὸς κτίσμα τοῦ Κτίσαντος. Εἰ γὰρ ἡ ψυχὴ κατ’ εἰκόνα, δηλονότι καὶ ἡ τῆς γυναικός. Τί οὖν δήποτε εἶπεν ὁ Παῦλος· «Ἀνὴρ μὲν γὰρ οὐκ ὀφείλει κατακαλύπτεσθαι τὴν κεφαλήν, εἰκὼν καὶ δόξα Θεοῦ ὑπάρχων· ἡ δὲ γυνὴ δόξα ἀνδρός ἐστι;» Τῆς γὰρ ψυχῆς τῆς γυναικὸς ἀθανάτου, καὶ ἀφθάρτου οὔσης, ὥσπερ καὶ τῆς τοῦ ἀνδρός, τί δήποτε μετὰ διορισμοῦ τινος τοῦτ’ ἔφρασεν ὁ Παῦλος; Εἰ δὲ πρὸς ταῦτα ἀνθυπενέγκοιεν, ἀνθοπλίζοντες τὸν Μωσέα τῷ Παύλῳ, τό· «Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν, καὶ καθ’ ὁμοίωσιν,» μάλιστα μὲν δυνατὸν εἰπεῖν, ὅτι ἐνικόν ἐστι τὸ εἰρημένον, καὶ οὐ περὶ ἀμφοτέρων εἴρηται, πλὴν οὐ λέξομεν. Εἰ δὲ τὸ ἑξῆς προαγάγοιεν τὸ καὶ ἀρχέτωσαν, πρὸς ἡμῶν ἔσται τὸ εἰρημένον.
Δείκνυται γὰρ λαμπρῶς τὸ κατ’ εἰκόνα, ἐν τῷ ἀρχικῷ χαρακτηριζόμενον. Εἰ δ’ εἴποιεν· Πῶς οὖν ὁ Παῦλος, τὸν μέν, εἰκόνα θείαν, τὴν δὲ τοῦ ἀνδρὸς ἀπεφήνατο; φήσομεν, ὅτι ἐξ ἀρχῆς μὲν ὁμότιμος ἦν ἡ γυνή, καὶ τῆς αὐτῆς ἠξιοῦτο ἀρχῆς· ἐπειδὴ δ’ ἔπταισεν, ἠλαττώθη, καὶ ἠκρωτηριάσθη αὐτῆς ἡ ἀρχή. καὶ ὑπὸ τὸν ἄνδρα γεγένηται. «Οὐκ ἤνεγκας, φησί, τὴν ἰσοτιμίαν, δέχου τὴν ἐλάττωσιν. Πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει.» Ὥστε ἡ μὲν κοσμοποιία τὴν πρὸ τῆς ἁμαρτίας τῆς γυναικὸς δηλοῖ ἀρχήν· τὸ δ’ ἀποστολικὸν λόγιον, τὴν μετὰ τὸ πταῖσμα ὑποταγήν. Ὅτι δὲ τῷ κεχειροτονῆσθαι πάντων τῶν ἐπιγείων ἄρχοντα τὸν ἄνθρωπον, τὸ κατ’ εἰκόνα σώζεται· ἄκουσον τοῦ Μελῳδοῦ τὰς θείας δέλτους, καὶ τὰς βασιλικὰς συλλαβὰς ἑρμηνεύοντος, καὶ φράζοντος· «Δόξη καὶ τιμῇ ἐστεφάνωσας αὐτόν, καὶ κατέστησας αὐτὸν ἐπὶ πάντα τὰ ἔργα τῶν χειρῶν σου.» Ὥσπερ γὰρ τὸ Θεῖον πάντων, οὕτω καὶ ὁ ἄνθρωπος τῶν ἐπὶ γῆς βασιλεύει.
Ἔχει μὲν οὖν τὸ ἀρχικὸν σῶζον τὴν βασιλικὴν εἰκόνα. Τὸ καθ’ ὁμοίωσιν, εἰ μὴ δοκοίη τισὶν ἐκ παραλλήλου λέγεσθαι, ὡς τό· «Ἐὰν [δὲ] ἐκοιμήθην καὶ ὕπνωσα,» καὶ τό· «Μακάριος ὁ συνιὼν ἐπὶ πτωχὸν καὶ πένητα·» οὕτως ἑρμηνευτέον, ὅτι τὴν ἀρχὴν αὐτῷ ἐνεχείρισεν ὁ Θεός, ἵν’ ἐπιδείξηται τὴν ἀρετήν, καὶ σώσῃ τὴν ὁμοιότητα.
Ἐδέξω, φησί, τὴν τιμήν, δεῖξον τὴν ἀρετήν· ἵνα τὸ μὲν τῇ δημιουργίᾳ, τὸ δὲ τῇ προαιρέσει τοῦ δημιουργηθέντος ἀνακέηται. Καὶ τάχα τοῦτο δηλοῖ, τὸ ἐξ ἀρχῆς μὲν εἰρῆσθαι· «Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν·» ὕστερον δέ· «Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, κατ’ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν,» οὐ προστεθέντος τό, καθ’ ὁμοίωσιν· ἢ ὡς τὸ αὐτὸ ἐμφαινούσης τῆς λέξεως, ὡς ἔφθην εἰπών, ἀναρτηθείσης τῆς ἀρετῆς, ἵν’ ᾖ τὸ τοιοῦτον τὸ εἰρημένον, «Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν,» ἵν’ ἐκ προαιρέσεως γένηται καθ’ ὁμοίωσιν· διὸ πρὸ μὲν τῆς δημιουργίας ἀμφότερα εἶπε· μετὰ δὲ τὴν δημιουργίαν, θάτερον. Ὁ μονογενὴς γοῦν Θεὸς ἐπιδημήσας, φησί· «Γίνεσθε ὅμοιοι τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς·» ὡς τῆς [μὲν] δημιουργίας, τὸ κατ’ εἰκόνα σωζούσης· τῆς δὲ προαιρέσεως, τὸ καθ’ ὁμοίωσιν. Εἰ δὲ φαῖεν·
Πῶς οὖν, εἴ γε τὴν ἀρχὴν πάντων τὴν ἐπὶ γῆς εἴληφεν ὁ ἄνθρωπος, τὰ θηρία δέδοικε; παρεὶς ἐκείνην τὴν ἀπολογίαν, εἴτε ἀληθὴς εἴη, εἴτε μή, ἥν τινες ἔφασαν, ὅτι ἐν ταῖς θείαις δέλτοις, ἡ ἀρχὴ τῶν θηρίων οὐκ ἐνέκειτο· ἀλλ’ ὕστερον παρά τινων προσετέθη· ἐξ εὐθείας τὴν ἀπολογίαν ποιήσομαι. Ὅτι ἐξ ἀρχῆς μὲν αὐτῷ ὅτε ἔλαμπεν ἡ εἰκών, πάντα ὑπέκειτο (διὸ καὶ ὀνόματα αὐτοῖς ἐπέθηκεν), ἐπειδὴ δὲ παρήκουσεν, ἠκρωτηριάσθη αὐτοῦ εἰκότως ἡ ἀρχή, καὶ πάσης μὲν οὐκ ἐξεβλήθη (ἵνα μὴ ἕωλος ἡ χάρις εὑρεθῇ), ἠκρωτηριάσθη δέ· οὐ γὰρ δίκαιον ἦν τὸν ἡττηθέντα καὶ στεφανωθῆναι, ἀλλὰ τῷ φόβῳ τῶν θηρίων σωφρονισθῆναι. Ὅτι δὲ τοῦτ’ ἔστιν ἀληθές, ὅτι ὁ Νῶε τὴν εἰκόνα ταύτην ἀνεκάθηρε, τῷ δικαιοσύνην ἀσμενίσαι· ἦλθε πρὸς αὐτὸν πάντα τὰ θηρία, τὴν ἀρχαίαν δουλείαν ὁμολογοῦντα, καὶ μονονουχὶ τὸν ἐξ ἀρχῆς ἁμαρτόντα, καὶ μέρος τῆς ἀρχῆς ἀπολέσαντα καταμεμφόμενα. Καὶ τὸν Δανιὴλ δὲ οἱ λέοντες ᾐδέσθησαν, καὶ τὸ πῦρ τοὺς παῖδας τοὺς τρεῖς. Καὶ ἡ ἔχις τὸν Παῦλον οὐδὲν ἔβλαψε.
Δι’ ὧν οὖν ἀνενεώσαντο τὴν προγονικὴν ἀρχήν, δῆλός ἐστι κἀκεῖνος εἰληφὼς μὲν ὁλόκληρον, ἐκ μέρους δ’ ἀπολέσας. Καὶ ταῦτα μὲν παρ’ ἡμῶν. Εἰ δέ τις ἔχοι βέλτιον λέγειν, καὶ λεγέτω, καὶ ἀκουέσθω.
ϟϛʹ. ΠΑΥΛῼ. Πᾶσαι μὲν αἱ τέχναι, ταῖς μὲν μελέταις συγκροτοῦνται, καὶ μείζους γίνονται· ταῖς δ’ ἀργίαις ἀπόλλυνται, μάλιστα δὲ ἡ τῶν λόγων δύναμις. Θεραπευομένη μὲν γὰρ καὶ ἀρδευομένη, μεγίστη γίνεται· ἀμελουμένη δέ, ῥᾳδίως ἀποφοιτᾷ καὶ ἀφίπταται. Ὅτου δὲ χάριν ταῦτα λέγω, ἵσως οὐκ ἀγνοεῖς, ὁ τὴν θείαν σοφίαν καὶ τὴν τῆς ἀρετῆς ἐργασίαν δίκαιος ὢν ταῖς προσθήκαις αὔξειν, καὶ μείζους καθιστᾷν.
ϟΖʹ. ΖΩΣΙΜῼ. Πρεσβύτερον ὄντα σε διὰ τὴν ἡλικίαν, καὶ καλούμενον, διὰ τὴν χειροτονίαν, φασὶ νεωτερίζειν τοῖς τρόποις, καὶ πάντα ἀκμάζοντα ἀποκρύπτειν, πράττοντα, λόγῳ μὲν αἰδοῦμαι λέγειν, αὐτὸς δ’ οὐκ οἶδ’ ὅπως πράττειν οὐκ ἐρυθριᾷς. Εἰ τοίνυν ἀληθεύουσιν, ἀρίστην κἂν ἐπὶ γήρως δεῖξον μεταβολήν, ἵνα κἀκεῖνοι παυσάμενοι τῶν κωμῳδιῶν, παλινῳδίαν ᾄσοιεν.
ϟΗʹ. ΣΤΡΑΤΗΓΙῼ ΜΟΝΑΧῼ. Ἥσθην ὑπερφυῶς πυθόμενος τὴν σὴν ἐπὶ τὸ κρεῖττον προκοπήν, καὶ τοὺς φίλους συνησθῆναι παρεσκεύασα, τὴν εὐκταιοτάτην αὐτοῖς καὶ ἐρασμιωτάτην εὐαγγελισάμενος ἀκοήν. Εἰ τοίνυν βούλει ἡμᾶς μὲν ἐπὶ πλεῖον πανηγυρίζειν (ἥδιον γὰρ τὰς σὰς ἑορτάζομεν εὐδοκιμήσεις), σαὐτῷ δὲ κλέος οὐρανόμηκες κατασκευάσαι, μὴ παύσοιο ταῦτα θηρώμενος, ἃ καὶ παρὰ Θεῷ εὐδόκιμον, καὶ παρὰ ἀνθρώποις ἀοίδιμόν σε παρασκευάσει.
ϟΘʹ. ΕΡΜΟΓΕΝΕΙ ΕΠΙΣΚΟΠῼ. Οἱ τῷ κανόνι τοὺς μὴ κανόνας προσάγοντες, καὶ διὰ τοῦτο τὸν καὶ τοὺς ἄλλους κανονίσαι δίκαιον ὄντα δοκιμάζοντες, οὔ μοι δοκοῦσι τὴν κρίσιν τῶν πραγμάτων ἔχειν ὀρθήν. Ἐπειδὴ γὰρ ἐκακώθησαν τὸ λογιστικὸν τῆς ψυχῆς δι’ ἑκουσίας νόσου, σφάλλονται λοιπὸν καὶ περὶ τὴν κρίσιν τῶν πραγμάτων. Τὸ γοῦν δικαίῳ, καὶ ἀνδρείῳ, καὶ τοῖς ἁμαρτάνουσι φοβερῷ, τῦφον καὶ ὀφρὺν ἐπιφημίζουσι· διὰ τούτου πᾶσι τοῖς τῆς ἀρετῆς ἐρασταῖς, τὸν εἰς αὐτὴν δρόμον ἐγκόψαι μηχανώμενοι. Τῇ γὰρ σύνεγγυς κακίᾳ τὴν ἀρετὴν ὀνομάζειν τολμῶσιν. Οὐκοῦν μεμφέσθωσαν οἱ τοιοῦτοι καὶ τῷ λέοντι, ὅτι βλοσυρόν, καὶ βασιλικόν, καὶ οὐ πιθήκειον βλέπει, καὶ τοὺς μίμους τῶν γελοίων ἀποδεχέσθωσαν, ὅτι γέλωτα κινοῦσιν ἄτοπον.
Ρʹ. ΜΑΡΩΝΙ ΠΡΕΣΒΥΤΕΡῼ. Οὐ τοῖς ἀδικουμένοις, ὦ βέλτιστε, ἀλλὰ τοῖς ἀδικοῦσιν ἐπικρέμαται ὁ κίνδυνος ἅπας· οὒς καὶ ἀγωνιᾷν καὶ τρέμειν δίκαιον. Εἰ δὲ ταῦτα οὕτως ἔχει, οὐ τὸ ἀδικεῖσθαι κακόν, ἀλλὰ τὸ ἀδικεῖν, καὶ τὸ μὴ εἰδέναι φέρειν ἀδικούμενον.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.