Ἔργον
Ἰσίδωρος ὁ Πηλουσιώτης – Ἐπιστολαὶ περὶ τῆς ἑρμηνείας τῆς θείας γραφῆς
Βιβλίο Γ΄, Επιστολές 301-350
Νουθεσίες περί ταπεινοφροσύνης, αποφυγής της κακολογίας, ερμηνείας δύσκολων αγιογραφικών χωρίων και αντιμετώπισης της οργής.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Βιβλίο Γ΄, Επιστολές 301-350
Νουθεσίες περί ταπεινοφροσύνης, αποφυγής της κακολογίας, ερμηνείας δύσκολων αγιογραφικών χωρίων και αντιμετώπισης της οργής.
ΤΑʹ. ΑΡΧΟΝΤΙῼ ΠΟΛΙΤΕΥΟΜΕΝῼ. Ἔοικας ἀγνοεῖν, ὅτι τὸ αὐτὸ ῥῆμα, καὶ τὸ αὐτὸ ὄνομα, καὶ ὁ αὐτὸς λόγος, μὴ μετὰ τοῦ αὐτοῦ τόνου λεγόμενος, ποτὲ μὲν ἐμφαίνει λογισμοῦ, ποτὲ δὲ ὀργῆς καρπόν.
ΤΒʹ. ΑΛΥΠΙῼ. Ὁ φίλος ὁ σός, παύσων τοὺς ὀνειδίσαντας αὐτῶν τὴν πρὸς σὲ γεγενημένην αὐτῷ μικροψυχίαν, ἐκεῖσε ἀφῖκτο· ἧκε γὰρ τὴν νυνὶ φιλοφροσύνην οὐ μόνον καλύψων, ἀλλὰ καὶ σβέσων τὴν προλαβοῦσαν δυσμένειαν· δέδεξο τοίνυν αὐτὸν ὑπτίαις χερσίν.
ΤΓʹ. ΑΓΑΘΟΔΑΙΜΟΝΙ ΓΡΑΜΜΑΤΙΚῼ. Εἰ καί τισιν ἴσως κολακεύουσί σε, ἔδοξε λογισμοῦ εἶναι, οὐκ ὀργῆς ἡ ἀπόκρισις, ἐμοὶ δοκεῖ θρασύτητος μᾶλλον εἶναι ἢ θράσους ὁ καρπός. Διὸ δὴ παραινῶ σοι ἔμπροσθεν τῆς ὀργῆς τιθέναι τὸν λογισμόν, καὶ οὔτω καὶ λέγειν καὶ γράφειν. Εἰ γὰρ συγχωρήσειας αὐτῇ προπηδᾷν τοῦ λογισμοῦ, πάντα ἄνω καὶ κάτω ποιήσει.
ΤΔʹ. ΘΕΟΦΙΛῼ ΥΠΟΔΙΑΚΟΝῼ. Ὅτι μὲν τῇ πείρᾳ τὴν φήμην ὑπερέβη ὁ μακάριος Τιμόθεος, καὶ κρείττων ἦν ἀκοῆς εἰς θέαν ἐρχόμενος, ἄπαντες οἱ τῆς μειλιχίου ἐκείνης ἀξιωθέντες συνουσίας ἴσασιν. Ὅτι δὲ καὶ αὐτὸς ηὐχόμην τοσοῦτον δυνηθῆναι φράσαι, ὁπόσον καὶ βούλομαι, οὐδείς, ὡς οἴμαι, ἀμφιβάλλει. Ἐπειδὴ εὔξασθαι μὲν ῥᾴδιον, τυχεῖν δὲ ἀπορώτερον, ἢ ὅσα πρόχειρον εὔξασθαι, ἐγὼ μὲν σιγήσω· σὺ δ’ ἐξ ὧν ἀκριβῶς οἶσθα, τὸ ἐγκώμιον αὐτῷ ὑφᾶναι μὴ παραιτήσῃ.
ΤΕʹ. ΠΕΤΡῼ ΑΝΑΓΝΩΣΤῌ. Ὅτε οἱ ἀλιτήριοι Ἰουδαῖοι τῆς ἀγγελικῆς συμμαχίας, διὰ τὸ κατὰ τοῦ Δεσπότου τὴν πάντολμον ἐκείνην λύσσαν δεδραματουργηκέναι, ἐγυμνώθησαν· τότε δὴ τῇ Ῥωμαίων παραδοθέντες ἀσπίδι, τοσοῦτοι μὲν ἑάλωσαν, ὡς τοὺς τεθεαμένους ἀπιστεῖν, εἴ τις ἀπώλετο· τοσοῦτοι δὲ οἱ πεπτωκότες εὑρέθησαν, ὡς ἀπορεῖν ἅπαντας εἴ τις ἑάλωκεν. Ὅτε μὲν γὰρ περὶ τοὺς συνδούλους ἡ μανία ἐθήγετο, μετρίως ἐσωφρονίζοντο.
Ὅτε δὲ κατὰ τοῦ Δεσπότου ἐμάνησαν, ὡς συγγνώμης μείζονα πταίσαντες, πανωλεθρίᾳ παρεδόθησαν. Οἱ μὲν γὰρ πυρὸς καὶ σιδήρου, οἱ δὲ λιμοῦ ἔργον ἐγένοντο. Οἱ δὲ περιλειφθέντες διὰ τοῦτο περιεῖναι συνεχωρήθησαν, ἵνα καὶ τὰς τοῦ πολέμου τραγῳδήσωσι συμφοράς, καὶ ὥσπερ αἰχμάλωτοι μαστιγίαι τὴν ὑφ’ ἡλίῳ περιιόντες, ἴδωσι πανταχόσε ἀνθοῦν σταυρωθέντος τὸ σέβας.
Τϛʹ. ΚΥΡΙΛΛῼ ΕΠΙΣΚΟΠῼ. Ὥσπερ βασιλεὺς ὑπὸ τῶν νόμων ἀρχόμενος, ἔμψυχός ἐστι νόμος· οὕτω καὶ ἱερεὺς ὑπὸ τῶν θεσμῶν βασιλευόμενος, κανών ἐστιν ἄφθογγος.
ΤΖʹ. ΗΣΑΙᾼ ΣΤΡΑΤΙΩΤῌ. Ὥσπερ οἱ γνήσιοι καὶ διάπυροι τῆς σωφροσύνης ἐρασταὶ ἐκ τῆς οἰκείας ἀγνείας, καὶ περὶ τῶν ἄλλων καὶ περὶ μὴ ὄντων τοιούτων πολλάκις καθαρὰς τὰς ψήφους φέρουσι, καὶ οὐδένα ἡγοῦνται ἀκόλαστον εἶναι· οὕτω καὶ οἱ τῷ τῆς ἀσελγείας οἴστρῳ λυττῶντες, ὧν εἷς καὶ αὐτός, ὥς φασι, τυγχάνεις, ἐκ τῆς σφῶν λαγνείας, καὶ τοὺς μὴ ὄντας τοιούτους, τοιούτους εἶναι ψηφίζονται. Ἕκαστοι γὰρ ἐκ τῶν καθ’ ἑαυτούς, καὶ τὰς περὶ τῶν ἄλλων φέρουσι ψήφους.
ΤΗʹ. ΑΜΜΩΝΙῼ ΤΡΙΒΟΥΝῼ. Καὶ ὁ καιρὸς τῆς πανηγύρεως ἐπαληθεύων ἑαυτὸν εὐμοιρίᾳ φύσεως κεκόσμηται. Ἵνα γὰρ παρῶ τὸ τῶν ψυχῶν ἔαρ, τὸ μετὰ τὸν χειμῶνα τῶν ἁμαρτημάτων ἀνθῆσαν, οὐδὲ τὸ τῶν σωμάτων ἔξω θαύματος καθέστηκε. Τῆς γὰρ χειμερίου δυσκρασίας δεύτερον ὁρμηθέν, τῆς θερινῆς ὀχλήσεως προτρέχει, ἵνα δείξῃ, ὅτι ὁ τοῦ χειμῶνος τῶν ἁμαρτημάτων ἀπαλλαγείς, εἰ μὴ ἐαρινὴν καὶ βεβηκυῖαν κατάστασιν ἐν ἑαυτῷ φυλάξοι, τῷ πυρὶ τῆς κρίσεως παραδοθήσεται.
Ὥσπερ γὰρ ἀνάγκῃ τινὶ μετὰ τὸ ἔαρ τὸ θέρος, οὔτω καὶ μετὰ τὴν ἀνεξικακίαν ἡ κρίσις πάντως ἐπιφοιτήσει.
ΤΘʹ. ΜΑΡΤΥΡΙῼ ΠΡΕΣΒΥΤΕΡῼ. Εἰ βούλει, ὦ βέλτιστε, μεγάλα δεῖξαι τὰ σαυτοῦ κατορθώματα, μὴ μέγα φρόνει, καὶ τότε ταῦτα μείζονα ἀποφαίνεις. Μὴ νομίσῃς τι πεποιηκέναι, καὶ τότε λαμπρότερος ἔσῃ. Εἰ γὰρ ὁ ἁμαρτωλὸς νομίζων εἶναι τοῦθ’ ὅπερ ἐστί, δίκαιος γίνεται (ὥσπερ καὶ ὁ τελώνης)· ὁ δίκαιος ἁμαρτωλὸν ἑαυτὸν ἡγούμενος, πῶς οὐ σεμνότερός ἐστι καὶ εὐκλεέστερος; Ἡ εὐγνωμοσύνη στέφανον ἁμαρτωλῷ ἤνεγκεν (οὐδὲ γὰρ ταπεινοφρονῶν, ἀλλ’ ἀληθεύων ἔλεγε), ταπεινοφροσύνη δικαίῳ πῶς οὐ μυρίους πλέξει στεφάνους;
ΤΙʹ. ΠΕΤΡῼ ΣΧΟΛΑΣΤΙΚῼ. Πολλοὶ μὲν ἀνθρώπων (πάντας γὰρ αἰτιᾶσθαι οὐχ ὅσιον), τὰ μὲν κακὰ καὶ μὴ μαθόντες δρῶσι, τὰ δὲ ἀγαθὰ οὐδὲ διδασκόμενοι συνίασιν· ἀλλὰ τὰ μὲν τιμωρίας πνέοντα ἀφ’ ἑαυτῶν ποιοῦντες διατελοῦσι· τὰ δὲ στεφάνων πρόξενα, οὐδ’ ἀναγκαζόμενοι διαπράττονται· κἀκεῖνα μὲν μηδὲ παραδείγματα πολλάκις ἔχοντες τίκτουσι· ταῦτα δέ, καὶ παραδείγματα ὁρῶντες παραγράφονται. Τοσοῦτον ἀπέχουσι τοῦ μιμεῖσθαι. Τοῦ χάριν δὴ ταῦτα γράφω, τυχὸν οὐκ ἀγνοεῖς· ὅτι Ζωσίμου καὶ Μάρωνος τοὺς βίους ἐκωμῴδησας.
ΤΙΑʹ. ΔΑΝΙΗΛ ΠΡΕΣΒΥΤΕΡῼ. Ὁ σοφὸς Εὐστάθιος ὁ πρεσβύτερος, ὁ ὑπὸ θείας μισοπονηρίας, καὶ ἐπὶ τῇ ὁμωνυμίᾳ τοῦ ἐναγοῦς, ὣς οἶσθα, Εὐσταθίου βαρυνόμενος, καὶ ἀμεῖψαι ἑαυτοῦ τὴν προσηγορίαν βουλόμενος οἴχεται. Τέθνηκε γάρ, εἰπεῖν ἴσως οὐ θέμις. Ἡ γὰρ τῶν φιλαρέτων ἀνδρῶν κοίμησις, ὧν εἶς ἦν καὶ αὐτός, τελευτὴ μέν ἐστι τῶν λυπηρῶν, ἀρχὴ δὲ τῶν ἀγαθῶν.
Τὸ γὰρ τῶν ἄθλων πέρας, ἀρχὴ τῶν στεφάνων καθέστηκε.
ΤΙΒʹ. ΠΑΛΛΑΔΙῼ ΔΙΑΚΟΝῼ. Ἔχει τι ἡ ψυχή μου ἐπιῤῥεπές, ὦ φίλε, εἰς τὸ πιστεύειν μὲν τοῖς μεγίστοις κατορθώμασιν, ἀπιστεῖν δὲ τοῖς μεγάλοις ἁμαρτήμασι. Διὸ καὶ τοὺς ἐκεῖνα μὲν διηγουμένους ἐπαινῶ· τοὺς δὲ ταῦτα, εἰ μὲν δυναίμην, ἐπιστομίζω· εἰ δὲ μή, τῷ στυγνάζειν ἀναστέλλω. Εἰ τοίνυν καὶ τὸν σὸν ἐχθρὸν ἄῤῥητά τινα κατὰ σοῦ ῥητορεύσαντα ἐπεστόμισα, μὴ ἐμοὶ χάριν ἴσθι, ἀλλὰ τῷ Θεῷ τῷ τοιαύτην μοι προαίρεσιν χαρισαμένῳ. Καὶ πειρῶ ἐκεῖνον, δι’ ὧν πράττεις, ἐλέγχειν. Οὕτω γὰρ ἐγὼ χάριν εἴσομαι, εἰ μὴ ἐλεγχοίμην ὑπὲρ σοῦ, ἀλλ’ ὑπὲρ τῆς ἀληθείας τὸν λόγον ποιησάμενος.
ΤΙΓʹ. ΛΑΜΠΕΤΙῼ ΔΙΑΚΟΝῼ. Περὶ τῆς θείας ἐπιδημίας. Ἴσθι, ὦ σοφίας αὐτοφυὲς ἄγαλμα, ὅτι ὁ καλλίνικος τῶν οὐρανῶν βασιλεύς, ὁ ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων τὴν ἐπιδημίαν τῇδε ποιησάμενος, πᾶν τὸ ἁμαρτάνον ὡς βάρβαρον χειρωσάμενος, ὡς οἰκεῖον μετὰ τὴν νίκην ᾤκτειρε.
ΤΙΔʹ. ΠΕΤΡῼ ΣΧΟΛΑΣΤΙΚῼ. Ὁ μὴ μόνον τοῖς ἀδικουμένοις ἐπαμύνων, ἀλλὰ καὶ ὅπως μηδεὶς ἀδικήσῃ προμηθούμενος, οὖτος οὐ μόνον ἄρχων δραστήριος, ἀλλὰ καὶ νομοθέτης σοφὸς δίκαιος ἂν εἴη καλεῖσθαι· τὸ μὲν τῇ ἀρχικῇ δυνάμει, τὸ δὲ τῇ ψυχικῇ συνέσει διαπραττόμενος.
ΤΙΕʹ. ΑΥΣΟΝΙῼ ΚΟΡΡΗΚΤΩΡΙ. Ὁ μήτε χάριτι, μήτε δυσμενείᾳ, μήτε δωροδοκίᾳ λυμαινόμενος τὸ δίκαιον, οὗτος καὶ ἄριστός ἐστι τοῦ δικαίου κανών, καὶ ἀδέκαστος τῶν ἀμφισβητουμένων κριτής.
ΤΙϛʹ. ΙΕΡΑΚΙ ΠΡΕΣΒΥΤΕΡῼ. «Διδοὺς σοφίαν τοῖς σοφοῖς, καὶ φρόνησιν τοῖς εἰδόσι σύνεσιν.» Τὸ ῥηθὲν τῷ Δανιήλ, «Διδοὺς σοφίαν τοῖς σοφοῖς, καὶ φρόνησιν τοῖς εἰδόσι·» σύνεσιν μάλιστα μὲν περὶ ἑαυτοῦ εἶπεν. Ἐπειδὴ οὐ μόνον αὐτῷ τὸ ἐνύπνιον τοῦ βασιλέως (ὅπερ αὐτὸς ὁ ἑωρακὼς οὐκ ᾔδει) ἀπεκάλυψεν ὁ Θεός, ἀλλὰ καὶ τὴν αἰτίαν, δι’ ἢν ἐδείχθη ἡ ὅψις ἐκείνη, καὶ τὴν σύγκρισιν. Ἡ δὲ αἰτία ἦν, τοῦ βασιλέως τὰ βουλεύματα. Ἐπειδὴ γὰρ ὡς εἰκός, ὠφρύωτο τοῖς τροπαίοις, οὐ μόνον κατὰ τῶν ἄλλων ἐθνῶν ἀριστεύσας, ἀλλὰ καὶ κατὰ Ἰουδαίων, τῶν πολλὰ καὶ μεγάλα αὐχούντων εὐηργετῆσθαι ἐπί τε τῆς Αἰγύπτου, ἐπί τε τῆς ἐρήμου, ἐπί τε τῆς Παλαιστίνης ἐνενόησεν, ὡς εἰκός, θεασάμενος πολλὰς βασιλείας σβεσθείσας (ἦν γὰρ καὶ ἡ τῶν Ἀσσυρίων τελευτήσασα), εἰ καὶ αὐτῷ μεταβολή τις γενήσεται. Ἀκολούθως τοιγαροῦν τοῖς βουλεύμασιν ἡ ὅψις γέγονεν. Ὁ δὲ προφήτης τὰ βεβουλευμένα αὐτῷ πρῶτον διηγήσατο, ἵνα ἀπὸ τῶν ὡμολογημένων καὶ τὰ λανθάνοντα ἀξιόπιστα γένωνται, καὶ ἡ ἑρμηνεία εὐπαράδεκτος εἴη. Οὕτως οὖν καὶ ὁ βασιλεὺς κατεδέξατο τὸ λεχθέντα. Οὐ γὰρ μόνον ἀφ’ ὧν τὰ κατὰ διάνοιαν ἔφη, ἐστοχάσατο ὡς ἀληθῆ τὰ εἰρημένα τυγχάνει· ἀλλὰ καὶ ἀνεπόλησεν ἴσως τὸ ὀφθέν, καὶ εἰς μνήμην ἦλθεν ὑπὸ τῆς ἀκριβείας τῶν λεχθέντων.
Καὶ ταῦτα μὲν ἐπὶ τοσοῦτον. Εἰ δὲ καὶ περὶ τῶν ἄλλων τοῦτο ἔφη, σοφούς, οἶμαι, καλεῖ τοὺς τὸν θεῖον κτησαμένους φόβον («Ἀρχὴ γὰρ σοφίας, φόβος Κυρίου)·» εἰδότας δὲ σύνεσιν, τοὺς πεπαιδευμένους τὸν νόμον. Εἰ γὰρ τῆς τῶν εἰδώλων ἀποσταῖεν ἀπάτης, ἕψονται δὲ τοῖς οὐρανίοις χρησμοῖς, λήψονται τὴν τῶν ἀῤῥήτων γνῶσιν. «Δίδωσι γὰρ σοφίαν τοῖς σοφοῖς,» τουτέστι τὴν θείαν χάριν τοῖς φοβουμένοις ὀρέγει· «φρόνησιν δὲ τοῖς εἰδόσι σύνεσιν,» τουτέστι τῶν κεκρυμμένων τὴν γνῶσιν τοῖς συνετῶς ἐπὶ τὸν τὰ τοιαῦτα ἀποκαλύπτειν δυνάμενον κατατρέχουσιν.
Ἢ πάλιν, σοφίαν μὲν τοῖς σοφῶς ἑαυτοὺς ἄγουσι· φρόνησιν δέ, τοῖς σύνεσιν γεωργοῦσιν, ἵν’ ἡ προαίρεσις τὴν χάριν ἐπισπάσηται, καὶ μὴ κατὰ ἀποκλήρωσιν δόξῃ χαρίζεσθαι. Πρὸς γὰρ τὰς παρασκευὰς καὶ ἡ χάρις ἐφίπταται. Ἢ πάλιν, ἐπειδὴ πολλοὶ καὶ τῶν ἔξωθεν σοφῶν καὶ συνετῶν προσελθόντες τῷ θείῳ κηρύγματι τὴν ὄντως σοφίαν, καὶ τὴν τῷ ὄντι σύνεσιν δρέψασθαι ἤμελλον, τοῦτο προεφήτευσε.
ΤΙΖʹ. ΘΕΩΝΙ. Οὐχ ἡ δύναμις μόνον, ὦ θαυμάσιε, τοῦ κηρύγματος, ἀλλὰ καὶ ὁ βίος τῶν κηρυττόντων συμβαίνων τῷ κηρύγματι, τοὺς ἀνθρώπους ἐπηγάγετο. Τίς γὰρ ἂν ἐπείσθη ἀνθρώποις, ἅλλα μὲν φράζουσιν, ἕτερα δὲ πράττουσιν; Εἰ γὰρ νῦν πολλοὶ ῥιζωθέντες ἐν τῇ πίστει, ἐκ τοῦ βίου τῶν ὑφηγητῶν, οὐ μόνον ἐσαλεύθησαν, ἀλλὰ καὶ αὐτόπρεμνοι ἀνεσπάσθησαν· τίς ἂν παρὰ τὴν ἀρχὴν μὴ ὁρῶν πολιτείαν τοῖς λεγομένοις συμβαίνουσαν ἐπείσθη; καὶ ταῦτα, κελευόμενος τῶν πατρῴων θεῶν τε καὶ ἐθῶν ἀποστῆναι, καὶ πλοῦτον μὲν καὶ τρυφὴν καὶ ἡδονὴν μισῆσαι, ἀσπάσασθαι δὲ ἀκτημοσύνην καὶ νηστείαν, καὶ ἁγνείαν, καὶ πρὸς καθημερινοὺς παρασκευάσασθαι θανάτους.
ΤΙΗʹ. ΙΣΙΔΩΡῼ ΔΙΑΚΟΝῼ. Οὐδὲν δυνατώτερον ἀρετῆς, ὦ ὁμώνυμε, οὐδὲ τυραννικώτερον. Αὕτη γὰρ ἐλέγχουσα τὰς τῶν πραγμάτων μεταβολάς, ὑπ’ αὐτῶν ἐλέγχεσθαι οὐκ ἀνέχεται· ἀλλὰ πάσας τὰς ἡνίας τοῦ πρέποντος ἐπιβάλλουσα, ἡνιοχεῖ καὶ ἄγει πρὸς ὅπερ βούλεται.
ΤΙΘʹ. ΑΣΚΛΗΠΙῼ ΕΠΙΣΚΟΠῼ. Εἰ καὶ ἐπὶ τῆς Εὐσεβίου, ὡς γέγραφας, ἀναρχίας (τὴν γὰρ ἀρχὴν αὐτοῦ ἀναρχίαν εἰκότως κέκληκας) τῶν ἐγκλημάτων τιμωρία προηγεῖται, καὶ αἱ κολάσεις τοὺς ἐλέγχους φθάνουσι, μὴ θαύμαζε. Ἀλογίας γὰρ ὢν θρέμμα, καὶ πάσης δικαιοσύνης ἀμύητος, ταράττειν τὸ δίκαιον οὐκ ὀκνεῖ. Χρὴ δὲ οὐχ οὕτως· ἀλλὰ τοῖς ἐγκλήμασι τὴν κρίσιν συμπεφυκέναι, καὶ μετὰ τοὺς ἐλέγχους τὴν πίστιν ἕπεσθαι· καὶ τελευταίαν τὴν ψῆφον φέρεσθαι, τὴν τοῦ πταίσματος φύσιν, μέτρον τῆς δίκης ὁρίζουσαν.
ΤΚʹ. Τῼ ΑΥΤῼ. Πῶς νοητέον τὸ τῷ ἐκκλησιαστικῷ γεγραμμένον, «Μὴ γίνου δίκαιος πολύ.» Ἐπειδὴ ὅπως εἴρηται τό, «Μὴ γίνου δίκαιος πολύ,» ἠθέλησας μαθεῖν, οἶμαι διττὴν ἑρμηνείαν ἔχειν· ἤ, Μὴ γίνου ἀκριβοδίκαιος, ἀλλ’ ὑπέρβαινε τοῦτο τῇ ἀγαθότητι. Δίκαιον μὲν γὰρ τὸ μὴ ἀδικεῖσθαι· φιλόσοφον δὲ τὸ ἀδικούμενον φέρειν· ἤ, «Τὴν μέσην ὁδὸν τῆς ἀρετῆς βάδιζε.» Αἱ γὰρ ὑπερβολαὶ αὐτῶν καὶ ἐλλείψεις τῆς ὀρθῆς ἀπάγουσαι ὁδοῦ, εἰς ἁμαρτήματα τελευτῶσιν. Ὅτι δὲ εἰς τοῦτο ὁρᾷ ἡ σοφωτάτη παραίνεσις, τὸ ἑξῆς ἐγγυήσεται. Καὶ μὴ σοφίζου, φησί, περιττά, ἵνα μὴ καταπλαγῇς.
Ὅπερ ἢ κεκλοφώς τις, ὡς οἶμαι, τῶν ἑπτὰ θρυλλουμένων σοφῶν, ἢ συμπεσὼν τῇ γνώμῃ (κλοπὴ μὲν γάρ ἐστιν ἡ τῶν ἀλλοτρίων ὑφαίρεσις· συνέμπτωσις δέ, ἀπερίπτωτος ἐμφέρεια πραγμάτων), ἀπεφήνατο, «Μέτρον ἄριστον.» Ἄλλος δέ τις τοῦτο παραφράσας, «Μηδὲν ἄγαν,» ἔφη.
Οὐκ ἐπὶ τῶν ἀρετῶν δὲ μόνον, ἀλλὰ καὶ ἐπὶ τῆς εὐσεβείας τοῦτο κρατοῦν ἔστιν ἰδεῖν. Ἡ γὰρ εὐσέβεια, ἀσεβείας καὶ δεισιδαιμονίας μέση τυγχάνουσα, ἑκατέραν ἀποκηρύττει.
ΤΚΑʹ. Τῼ ΑΥΤῼ. Ἐπειδὴ ὅπως καὶ αἱ ἀρεταὶ μεσότητές εἰσιν, ἠθέλησας μαθεῖν, ἴσθι, ὅτι ἡ μὲν φρόνησις, μέση ἀφελείας καὶ κακουργίας ἕστηκεν· ἡ δὲ ἐλευθεριότης, ἀσωτίας καὶ φειδωλίας· ἡ δὲ μεγαλοψυχία, ἀλαζονείας καὶ ταπεινότητος· ἡ δὲ ἀνδρία, θρασύτητος καὶ δειλίας. Χρὴ οὖν τὰς μὲν ἀκρότητας φεύγειν, τὰς δὲ μεσότητας διώκειν.
ΤΚΒʹ. ΜΑΡΤΙΝΙΑΝῼ ΠΡΕΣΒΥΤΕΡῼ. Μὴ ζήτει πλοῦτον, ὦ βέλτιστε, τὸν τῆς ὑπερηφανίας πατέρα, τὸν τῆς ὑπεροψίας γεννήτορα, τὸν τῶν ἡδονῶν χορηγόν, τὸν πάσης κακίας δημιουργόν, τὸν τῆς πρὸς Θεὸν φιλίας ἀποσυλῶντα τὸν ἄνθρωπον· ἀλλ’ ἀρετήν, τὴν πάντων τῶν κακῶν ἀπαλλάττουσαν.
Εἰ δὲ ἱδρῶτας ἔχει καὶ πόνους, μὴ διὰ τοῦτο αὐτὴν ἀποφύγοις, ἀλλὰ διὰ τοῦτο μάλιστα περίπτυξαι, λογιζόμενος, ὅτι καὶ ἐπὶ τῶν ἄλλων πραγμάτων τὸ μετὰ πόνων καὶ ἰδρώτων κτηθέν, κἂν μικρὸν τυγχάνῃ, ποθεινότερόν ἐστι. Τὸ δ’ αὐτομάτως προσπεσόν, εὐκαταφρόνητον, κἂν ὑπάρχῃ μέγα.
ΤΚΓʹ. ΖΩΣΙΜῼ ΠΡΕΣΒΥΤΕΡῼ. Ἐπειδὴ αἱ παραινέσεις ἴσχυσαν οὐδέν, τῆς σῆς μανίας, τῆς περὶ τὴν κακίαν, κρείττονος διορθώσεως εὑρεθείσης, εἰς εὐχὰς πάλιν τρεπόμεθα. Εἴη τοίνυν σὲ ἀποφοιτῆσαι μὲν τῆς μανίας, εἰς νοῦν δὲ σώφρονα ἤκειν.
ΤΚΔʹ. ΣΤΡΑΤΗΓΙῼ ΜΟΝΑΖΟΝΤΙ. Οἱ ἀρετῆς ἐρῶντες καὶ σοφίας ἑαλωκότες, ἀκόρεστοι τὴν ἐπιθυμίαν ὄντες, οὐ διαλιμπάνουσι τὸν θεῖον τοῦτον πυρσὸν ἐν ἑαυτοῖς ἀνάπτοντες. Τοῦτο μὲν ἔργον, τὰ δ’ ἄλλα πάντα νομίζοντες εἶναι πάρεργα.
Μικρὰ γοῦν αὐτοῖς τὰ τοῖς ἄλλοις μεγάλα εἶναι δοκοῦντα φαίνεται, καὶ γελῶσι τὰ περιμάχητα, καὶ πατοῦσι τὰ ἀπόβλεπτα, καὶ τῶν ὑπερκοσμίων μόνων ἐφίενται. Εἰς τὸν τοιοῦτον τοίνυν χορόν, καὶ αὐτὸς τελέσαι προῃρημένος, ἀκοίμητον δίκαιος ἂν εἴης τὸ τῆς ψυχῆς ὅμμα διατηρῆσαι.
ΤΚΕʹ. ΣΕΡΗΝῼ. Λίαν θαυμάζω πῶς πρότερον μὲν τὰ ἴδια χρήματα εἰς τὴν κοινὴν ὠφέλειαν, οἱ τῷ θείῳ λόγῳ μαθητευθέντες προὐτίθεσαν, νυνὶ δέ τινες τῶν ὑφηγητῶν τοῦ λόγου (οὐ γὰρ πάντων καταψηφίζεσθαι θέμις) τὰ κοινὰ σφετερίζεσθαι τολμῶσι. Πεποιήκασι γοῦν ἀπὸ ταύτης τῆς ἀτοπίας, καὶ τοὺς καρποφορεῖν εἰωθότας ἀποναρκῆσαι. Δέον γὰρ ἐν τῇ εὐγνωμοσύνῃ τῶν ὑπηκόων ἀποκεῖσθαι τοὺς τῆς Ἐκκλησίας θησαυρούς, τοῦτο οὐ συγχωροῦσι γίνεσθαι.
ΤΚϛʹ. Τῼ ΑΥΤῼ. Εἰ οἱ ἱερωμένοι, καὶ οἱ ὑπὲρ ὧν ἡ ἱερωσύνη τελεῖται ἐν τοῖς αὐτοῖς, τίς ἐξιλάσεται τὸ Θεῖον; Χρὴ τοίνυν ἐν μὲν ταῖς τῶν ἀρχομένων γνώμαις ἀποκεῖσθαι τοὺς τῶν πενήτων θησαυρούς, τοὺς δ’ ἱερωμένους τῇ ἱερουργίᾳ μόνῃ σχολάζειν, ἵνα δυνηθεῖεν εὐμενὲς τὸ Θεῖον ἑαυτοῖς τε καὶ τοῖς ὑπηκόοις καθιστᾷν.
Εἰ δὲ θεώμενοι οἱ λαοὶ τοὺς τὴν ἱερωσύνης ἁγιστείαν κεκληρωμένους, πάντα τὰ βιωτικὰ μεταχειριζομένους, ἐξήμβλωσαν τὴν εὐλάβειαν, οὐκ ἔστιν αὐτοῖς τοσοῦτον μέμψασθαι, ὅσον ἐκείνοις τοῖς ἐμπόροις, καὶ παλιγκαπήλοις, καὶ πᾶσαν κινοῦσι πραγματείας ὁδὸν ἄδικον. Εἰ γὰρ τὰ καθ’ ἑαυτοὺς οὗτοι διορθώσονται, ἐλπίς ἐστι καὶ τὰ τῶν λαῶν ἕψεσθαι.
ΤΚΖʹ. ΣΤΡΑΤΗΓΙῼ ΣΧΟΛΑΣΤΙΚῼ. Εἰ καὶ τῷ νόμῳ Μωϋσέως ἐπερειδόμενος, ἀμύνασθαι διέγνως· ἀλλ’ ἴσθι ὅτι ἔστι καὶ ἀμέτρως ἀμυνόμενον ἀδικεῖν. Ὅταν γάρ τις μείζους τῶν πταισμάτων ἐπιφέρῃ τὰς τιμωρίας, δεύτερον ἄρχει πάλιν.
Οὐκοῦν ἄμεινον μὲν τὸ μὴ ἀμύνασθαι, ἀλλὰ φιλοσοφεῖν· οὐκ ἀπίθανον δὲ καὶ τὸ ἀμύνεσθαι μετρίως τὸν φιλοσοφεῖν μὴ ἐπιστάμενον. Τὸ γὰρ ἀμέτρως εἰς τὴν τοῦ ἐξ ἀρχῆς ἀδικοῦντος τάξιν παραπέμπει τὸν ἀμυνόμενον. Καὶ ταῦτα μὲν εἰς τοσοῦτον. Μὴ ἀγνόει δέ, ὦ σοφέ, ὡς ὁ νομοθέτης Μωσῆς προαναστέλλων τῶν Ἰουδαίων τὴν ἀκάθεκτον ὁρμὴν (ἵνα φόβῳ τοῦ παθεῖν μὴ δράσοιεν), τοῦτο συνεχώρησε μᾶλλον ἢ ἐθέσπισεν.
ΤΚΗʹ. ΑΕΤΙῼ ΚΟΜΗΤΙ. Οἱ τοῖς ἐξ ἀρχῆς εὐεργετήσασιν εἰς ἅπαντα κατακολουθεῖν σπουδάζοντες, κἂν μὴ δίκαια ἐκεῖνοι αἰτοῖεν, ἁμαρτάνειν μοι δοκοῦσι· κἂν δοκῶσι κοινωνοῦντες οὐ δικαίῳ πράγματι, δικαίῳ ἑτέρῳ περιστέλλειν τὴν μέμψιν, τῷ ἀμείβεσθαι τοὺς εὖ ποιήσαντας. Χρὴ δὲ τὸν εὖ παθόντα ἀντευποιεῖν ἐν καλοῖς ἀμειβόμενον, οὐκ ἐν κακοῖς συμπράττοντα.
Αὕτη γὰρ οὐκ ἔστιν ἀμοιβή, ἀλλ’ ἀδικία.
ΤΚΘʹ. ΜΑΚΑΡΙῼ ΠΡΕΣΒΥΤΕΡῼ. Εἰς τό, «ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν.» Ὅτε οἱ ἀλιτήριοι δαίμονες μετὰ τοῦ στρατηγοῦντος αὐτοῖς διαβόλου, οὐδὲν εἴασαν ἐν τάξει μένειν, ἀλλὰ πάσης ἀδικίας καὶ πλεονεξίας ἐμφορούμενοι, καὶ ὕβρεως κόρον οὐκ εἰδότες ἐπὶ τὸ ἔσχατον τῶν παθῶν τοὺς ἀνθρώπους ἀπήλασαν· τότε δὴ τότε ὁ τῶν ἁπάντων βασιλεύς, ὁ πατρῷος Λόγος, τῶν μὲν μισήσας τὴν τυραννίδα, τῶν δὲ οἰκτείρας τὰς συμφοράς, ἀνθρωπείαν ὑποδὺς φύσιν, ἐπὶ τῆς παρατάξεως ἕστη. Τρόπαια τοιγαροῦν τὰ μὲν εἱστήκει, τὰ δὲ ἠγείρετο, τὰ δὲ ἦν ἐν ἐλπίσι. Καὶ τὸ μὲν βάρβαρον τῶν δαιμόνων στίφος μετὰ τοῦ στρατηγοῦ τὰς συμφορὰς ἔστενεν· ἡ φύσις δὲ ἡ ἀνθρωπεία εἰς ἐλευθερίαν ἀνέτρεχε. Διὸ καὶ ὁ Μελῳδὸς ᾆσμα καινὸν ᾄδειν τοῖς ἐλευθερωθεῖσι παρεκελεύετο. Προφητικοῖς γὰρ ὀφθαλμοῖς ἐθεᾶτο τὸ μέλλον.
ΤΛʹ. ΘΕΟΔΟΣΙῼ ΕΠΙΣΚΟΠῼ. Οἴκτῳ καὶ πραότητι, ὦ σοφώτατε, καταπραΰνειν πειρῶ τὰς τῶν πειρασμοῖς περιπεπτωκότων συμφοράς, καὶ ἐκβιάζου αὐτοὺς λόγῳ ἠπίῳ πρὸς εὐθυμίαν, καὶ ἀναμόχλευε τὰς τῆς ἀθυμίας ῥίζας. Εἰ γὰρ γνοῖεν παρὰ σοῦ, ὅτι εἰ μὲν δικαίως ἐπήχθησαν, κουφισμὸν τῶν πταισμάτων ἐργάζονται, εἰ δὲ συνεχωρήθησαν ἐπελθεῖν μηδὲν φαῦλον δράσασι, στεφάνους προξενοῦσιν· οὐ μόνον τὴν ἀθυμίαν ἐξοστρακιοῦσιν, ἀλλὰ καὶ θυμηδίας ἐμπλησθήσονται.
ΤΛΑʹ. ΔΑΝΙΗΛ ΠΡΕΣΒΥΤΕΡῼ. Ὅτι μὲν ὁ μακάριος Εὐστάθιος πρεσβύτερος τὰς μὲν τῶν αἰσχρῶν λημμάτων ἐπιθυμίας κατακράτος ἐχειρώσατο, ὅ τι δὲ ἦν καὶ ἀνδραγαθίας οἰκεῖον, εἰς τοῦτο ῥέπων ἑωρᾶτο, οὐδὲ ἡ σὴ ἀγνοεῖ σύνεσις. Ὅτι δὲ τούτου εἰς τὴν ἄνω σύγκλητον μεταπεμφθέντος, οἱ μὲν ἀνδραποδώδεις (ὧν εἷς ἐστι καὶ ὁ ἐναγὴς Εὐστάθιος ὁ διάκονος, οὗ ἐπὶ τῇ ὁμωνυμίᾳ κομιδῇ ἐκεῖνος, ὡς οἶσθα, ἤχθετο), ὡς τεθνεῶτος ἐχάρησαν· οἱ δὲ φιλάρετοι ἐλυπήθησαν τῆς αὐτοῦ συνουσίας στερηθέντες, τοῦτο παρ’ ἐμοῦ μάνθανε.
ΤΛΒʹ. ΗΡΩΝΙ. Περὶ τῆς ἀλλοιώσεως καὶ ἀποκαταστάσεως τοῦ Ναβουχοδονόσωρ. Ὁπηνίκα τῶν Βαβυλωνίων ὁ βασιλεὺς πέρα τῆς ἀνθρωπίνης φύσεως καὶ φρονήσας, καὶ φράσας, καὶ πράξας ἐφωράθη, ἐξηλάθη μὲν τῆς τῶν ἀνθρώπων συνουσίας τε καὶ τιμῆς, τοῖς δὲ θηρίοις συνέστιος καὶ σύνοικος γέγονεν. Ὅτε δὲ τὴν προσήκουσαν ἔσχε περὶ τοῦ Θεοῦ δόξαν, τότε καὶ τὴν οἰκείαν δόξαν ἀπέλαβε. Τῆς γὰρ συμφορᾶς ὅρος ἦν ἡ τοῦ κρείττονος ἐπίγνωσις.
ΤΛΓʹ. ΜΑΡΤΙΝΙΑΝῼ, ΖΩΣΙΜῼ, ΜΑΡΩΝΙ, ΕΥΣΤΑΘΙῼ. Πότερος ἄρα πότερον ἀδικεῖν ἤρξατο καὶ παρανομεῖν, οὐδεὶς ἔχει ῥᾳδίως λέγειν, οὕτως ἀντίπαλον τὴν κακίαν ἐπὶ κακῷ τῆς ἑαυτῶν κεφαλῆς ἔχετε. Ὥσπερ οὖν οὐ ῥᾴδιον τὸν κατάρξαντα καὶ τὸν ἀκολουθήσαντα εἰδέναι, οὕτως οὐδὲ τὸ καταπαῦσαι τὴν μανίαν ὑμῶν εὐχερές, ἀλλὰ καὶ πάνυ δύσκολον εἶναι νομίζουσι· τῷ ἕκαστον τὸν ἕτερον ἐν τῇ πονηρίᾳ ὑπερβάλλειν φιλοτιμεῖσθαι, οὐκ ἀγνοοῦντα (ἧ γὰρ ἂν ἵσως καὶ συνεγνώσθη), ἀλλ’ ἐπιστάμενον μέν, ὑπὸ δὲ τῆς ἀνανταγωνίστου ἔχθρας εἰς τοῦτο τρεπόμενον.
ΤΛΔʹ. ΙΣΧΥΡΙΩΝΙ ΠΡΕΣΒΥΤΕΡῼ. Εἰς τὸ εἰρημένον ὑπὸ τοῦ Κυρίου πρὸς τὴν Σαμαρείτιδα, «Ἡμεῖς προσκυνοῦμεν ὃ οἴδα- Μάλιστα μὲν οὐδ’ ἀποκρίσεως ἐχρῆν τυχεῖν τοὺς Εὐνομίῳ πεισθέντας, ἀνθρώπῳ δεινῷ μὲν εἶναι οἰηθέντι, εἰπεῖν δὲ τολμήσαντι, ὅτι τῶν προσκυνούντων ἐστὶν ὁ Υἱός, καὶ μὴ δυνηθέντι ἐννοῆσαι, ἤ, ὡς ἔγωγε οἶμαι, μὴ βουληθέντι ὑπὸ προλήψεως καὶ φιλαρχίας εἰπεῖν τοῦθ’ ὅπερ καὶ ἀληθές ἐστι, καὶ σοφοί τε καὶ ἀνόητοι ἐννοοῦσιν, ὅτι πρὸς τὴν ὑπόνοιαν τῆς Σαμαρείτιδος, τῆς ὡς Ἰουδαίῳ αὐτῷ διαλεγομένης, καὶ τὰ ἑαυτῆς τῶν Ἰουδαϊκῶν προκρινούσης, τὴν ἀπόκρισιν ταύτην πεποίηται, ὅτι «Ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν·» εὔδηλον γὰρ ὅτι τῶν προσκυνουμένων ἐστί. Πλὴν ἀλλ’ ἵνα μὴ δόξωμεν ὑπεροψίας γραφὴν γράφεσθαι παρ’ αὐτῶν, ἀκροβολιζόμενος πρὸς αὐτοὺς εἰπέ, ὅτι Ἀβελτηρίαν ἐσχάτην νοσεῖτε, πεισθέντες ἀνθρώπῳ δογματίσαι τολμήσαντι, ἀσύγκριτον εἶναι τὸν Πατέρα, καὶ παραγραψαμένῳ τὸν θεσπέσιον Παῦλον εἰρηκότα· «Οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ.» Τὸ γὰρ μεῖζον, ὃ προφέρετε πρὸς ἐλάττωσιν τοῦ Υἱοῦ, ἐκ συγκρίσεως εἵρηται, καὶ οὐκ ἐκ τῆς ἀσυγκρίτου ὑπεροχῆς.
Εἰ μὲν οὖν ἐξ οὐκ ὄντων, ὥς φατε, γέγονεν, οὐδὲ τὸ μεῖζον ἵσταται καθ’ ὑμᾶς. Ποία γὰρ σύγκρισις τοῦ ἀεὶ ὄντος πρὸς τὰ ἐκ μὴ ὄντων γεγονότα; Εἰ δὲ ἀχρόνως καὶ ἀπαθῶς γεγενῆσθαι αὐτὸν ἐκ τῆς πατρικῆς ἰδιότητος ὁμολογήσετε, κἂν μὴ δυνηθείητε τῆς ἀκριβοῦς ἐννοίας ἐφικέσθαι, ἧς ἕνεκεν εἵρηται, «Ὁ Πατήρ μου μείζων μού ἐστιν.» Οὐ γὰρ διδασκαλίας, ἀλλὰ παραμυθίας ἕνεκεν μόνης τοῦτο εἴρηται τοῖς ἀποστόλοις τεθνηκόσι τῷ δέει, ὡς αὐτίκα μάλα ἀλλασσομένοις, ἵνα θαῤῥοῖεν, ὡς πρὸς τὸν δοκοῦντα αὐτοῖς μείζονα, πορευομένου αὐτοῦ. Καὶ τούτου ἀπόδειξις ἐναργής, τὸ μὴ ἐν ἄλλῳ καιρῷ, ἐν αὐτῇ δὲ τῇ νυκτὶ μόνῃ, ἐν ᾗ ἔμελλε παραδίδοσθαι, τοῦτο εἰρῆσθαι, ἐν ᾗ καὶ εἰς τοσαύτην ταπεινότητα ἐσχημάτισε τὰ λεγόμενα, ὡς εἰπεῖν, «Δοκεῖτε ὅτι οὐ δύναμαι παρακαλέσαι τὸν Πατέρα μου, καὶ δώσει μοι δώδεκα λεγεῶνας ἀγγέλων;» Τί γὰρ τοσούτων ἕδει, ἑνὸς ἐπὶ Ἐζεχίου ρπεʹ χιλιάδας ἀνελόντος, καὶ τὴν Περσικὴν δύναμιν ἀποκείραντος; Ἀλλ’ ὡς ἔφην, πρὸς τὴν δειλίαν αὐτῶν καὶ τὴν ὑπόνοιαν ἐφθέγξατο. Εἰ τοίνυν ταύτης ἀληθοῦς ἐννοίας οὐκ ἐφικνεῖσθε, ἀφεστάναι δὲ τῆς τῶν Ἀνομοίων ἀσεβείας προῄρησθε, δύνασθε λέγειν, ὃ ἔφησέ τις πρὸς αὐτοὺς διαλεγόμενος, ὅτι καὶ τὸ μεῖζον ἵσταται, ᾗ γεννήτωρ, καὶ τὸ ἴσον καθ’ ὃ Θεὸς καὶ ὁμοούσιος.
ΤΛΕʹ. Τῼ ΑΥΤῼ. Εἰ πνευματικοῖς πνευματικὰ (δηλονότι ῥήματα καὶ ὀνόματα) συγκρίνειν ὁ θεσπέσιος ἐνομοθέτησε Παῦλος, προσήκει καὶ ἡμᾶς τῷ κανόνι τούτῳ πειθομένους, τὰς θείας βασανίζειν Γραφάς. Πρῶτον τοιγαροῦν, τὸ μὴ δύνασθαι πῶς εἴρηται, σκοπητέον· καὶ οὕτως ἐπὶ τὴν λύσιν τοῦ ζητουμένου βαδιστέον.
Ἄκουε τοίνυν πρῶτον τοῦ νομοθέτου Μωσέως. Δίκαιον γὰρ ἀπὸ μὲν τῆς Παλαιᾶς Διαθήκης θεμελιῶσαι τὸ νόημα· ἀπὸ δὲ τῆς Καινῆς στεφανῶσαι. Τί φησι τῷ λαῷ; «Οὐ δυνήσῃ τὸ Πάσχα ποιεῖν ἐν οὐδεμιᾷ τῶν πόλεών σου, ἀλλ’ εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου.» Τό, οὐ δυνήσῃ, ἀντὶ τοῦ, μὴ ἐξόντος, μηδὲ ἐγχωροῦντος, μηδὲ συγκεχωρημένου, μηδὲ ἐνδεχομένου τεθεικώς. Ὅτι γὰρ ἠδύναντο ποιῆσαι τὸ Πάσχα καὶ ἐν ἄλλαις πόλεσι, δῆλόν ἐστι. Καὶ γὰρ καὶ νῦν ποιοῦσι μέν, παρανομοῦντες δέ. Τί οὖν ἐστιν, «Οὐ δυνήσῃ;» Οὐκ ἔξεστί σοι, οὐ προσάξεις, οὐ ποιήσεις. Ὅτι δὲ ταύτῃ τῇ ἐννοίᾳ εἴρηται, ἄκουσον καὶ τῶν ἀποστόλων τῷ νομοθέτῃ ἀκολουθούντων καὶ φραζόντων· «Ἡμεῖς οὐ δυνάμεθα, ἂ ἠκούσαμεν καὶ εἴδομεν, μὴ λαλεῖν.» Τί οὖν; οὐκ ἠδύναντο σιγῆσαι; Πάνυ μὲν οὖν. Τί οὖν εἰπεῖν ἐβουλήθησαν; Οὐκ ἐνδέχεται, οὔτε πρέπει σιγῇ παραδοθῆναι τὰ ἀνακηρυχθῆναι λαμπρῶς καὶ σαφῶς ὀφείλοντα. Καὶ Ἰουδαῖοι δὲ ἔφασαν (σεμνὴ δὲ δήπουθεν καὶ ἡ τῶν ἐχθρῶν μαρτυρία)· Ὅτι γὰρ γνωστὸν σημεῖον γέγονε, φανερόν, καὶ οὐ δυνάμεθα ἀρνεῖσθαι. Διὰ τοῦ μὴ δύνασθαι, τὸ μὴ ἐγχωροῦν μηνύοντες. Καὶ ὁ Ἀπόστολος δέ φησι περὶ τοῦ Θεοῦ καὶ Πατρός· «Ἐν οἷς ἀδύνατον ψεύσασθαι Θεόν.» Οὐκ ἀσθένειάν τινα κατηγορῶν τῆς παγκρατοῦς δυνάμεως, ἀλλὰ μεγίστην ῥώμην, ὅτι ἀνεπίδεκτός ἐστι τοῦ ψεύδους ὁ τῆς ἀληθείας πατήρ.
Καὶ ἀλλαχόσε δὲ ταύτην ὀχυρῶν τὴν ἔννοιαν ἔφη· «Ἐὰν ἀρνησώμεθα αὐτόν, ἐκεῖνος πιστὸς μένει· ἀρνήσασθαι γὰρ ἑαυτὸν οὐ δύναται.» Καὶ τοῦτο γὰρ οὐκ ἀσθενείας ἐστὶν ἀπόδειξις, ἀλλ’ ἀνυπερβλήτου ἰσχύος, ὅτι οὐκ ἐγχωρεῖ τὴν θείαν φύσιν ἑαυτὴν ἀρνήσασθαι. Εἰ δὲ καὶ αὐτοῦ τοῦ Σωτῆρος, οὗ τὴν λέξιν κακούργως ἑρμηνεύειν ἐπιχειροῦσιν οἱ αἱρετικοί, μαρτυρίαν χρὴ προσαγαγεῖν, ἄκουσον αὐτοῦ φράζοντος· «Οὐ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος νηστεύειν, ἐφ’ ὅσον μετ’ αὐτῶν ἐστιν ὁ Νυμφίος.» Ἀντὶ τοῦ, οὐκ ἐγχωρεῖ, οὐ πρέπει, οὐ προσήκει, οὐκ ἐνδέχεται, οὐχ ἁρμόττει. Τούτων τοιγαροῦν οὕτως εἰρημένων, ὁ σκοπὸς ὁ σωτήριος δῆλός ἐστι. Τὸ γάρ, «Οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφ’ ἑαυτοῦ οὐδέν,» οὐκ ἀσθένειαν αὐτοῦ κατηγορεῖ, ἀλλὰ καὶ μεγίστην ῥώμην, ὅτι ἀνεπίδεκτός ἐστι τοῦ ἐναντίον τι τῷ Πατρὶ ποιεῖν. Ἐπειδὴ γὰρ ὑπωπτεύετο παρ’ αὐτῶν ὡς ἀντίθεος, καὶ ἀλλοτρίαν σφετεριζόμενος δόξαν, τοῦτο ἔφη, μονονουχὶ φράζων· Μὴ νομίζετέ με παρὰ γνώμην τι τοῦ Πατρὸς ποιεῖν, οὐ δύναται τοῦτο γενέσθαι. Οὐκ ἐνδέχεταί με παρὰ σκοπὸν αὐτοῦ πράττειν τι· οὐκ ἐγχωρεῖ ἐναντιωθῆναί με τῷ Πατρί. Καὶ ὅτι τοῦτο μηνύει, δῆλον μὲν καὶ ἀπὸ τῶν εἰρημένων, δῆλον δὲ καὶ ἀπὸ τοῦ ἄγαν ταπεινῶς τεθεικέναι τὸ ῥῆμα. Τί γὰρ ἔφη; «Οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφ’ ἑαυτοῦ οὐδέν.»
Εἰ μὲν γὰρ εἶπεν, ὅτι τὰ μὲν ἀφ’ ἑαυτοῦ ποιεῖ, τὰ δὲ οὐκ ἀφ’ ἑαυτοῦ, τάχα ἂν οὐκ ἀπεικὸς ἦν ἐννοῆσαι ὅτι δι’ ἀσθένειαν τοῦτο ἔφη. Εἰ δὲ οὐδὲν ἔφη δύνασθαι ποιεῖν, αὐτὸ τοῦτ’ ἀναγκάζει καὶ τοὺς μὴ βουλομένους ὑψηλόν τι ἐννοῆσαι καὶ γενναῖον, εἰς ἔννοιαν ἀναπηδῆσαι θεοπρεπῆ καὶ τῆς θείας ἐκείνης οὐσίας ἀξίαν, λέγοντας·
Οὐδὲν ἀφ’ ἑαυτοῦ ποιεῖ; Καὶ μὴν τὸ μέγιστον κατόρθωμα, καὶ τῶν ἀγαθῶν ἁπάντων τὸ κεφάλαιον, ὃ πατριάρχαι μὲν ὤδινον, προφῆται δὲ προέλεγον, οἱ δ’ οὐράνιοι δῆμοι ἐξεπλήττοντο, αὐτὸς πεποίηκε. Καὶ βοᾷ τὸ σκεῦος τῆς ἐκλογῆς ὁ τῶν θείων μυστηρίων ταμίας, ὁ τοῦ κηρύγματος μυσταγωγός, φράζων· «Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών.» Οὐδὲν ἀφ’ ἑαυτοῦ ποιεῖ;
Καὶ μὴν αὐτὸς διαῤῥήδην βοᾷ· «Καὶ ὁ Υἱός, οὒς θέλει, ζωοποιεῖ.» Οὐδὲν ἀφ’ ἑαυτοῦ ποιεῖ; Καὶ μὴν τὸν μὲν ἑκατόνταρχον μαρτυρήσαντα αὐτῷ αὐτοκρατορικὴν δύναμίν τε καὶ ἐξουσίαν ἀνεκήρυξε, βεβαιῶν τὸ δόγμα, ἵνα μὴ μόνον τῆς τοῦ ἑκατοντάρχου γνώμης, ἀλλὰ καὶ τῆς αὐτοῦ τοῦ Σωτῆρος ψήφου, νομισθείη τὸ λεχθέν. Τῷ δὲ λεπρῷ τὸ μὲν δύνασθαι αὐτὸν λαμπρῶς ὁμολογήσαντι· ὑπὲρ δὲ τοῦ βούλεσθαι τὴν ἱκετηρίαν σαφῶς ποιησαμένῳ, καὶ φήσαντι, «Ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι,» καὶ ἐντελῆ αὐτῷ ἐξουσίαν σαφῶς ἀφιερώσαντι, ἔφη, κυρῶν τὴν γνώμην τῇ ἀποφάσει· «Θέλω, καθαρίσθητι.» Οὐδὲν ἀφ’ ἑαυτοῦ ποιεῖ; Καὶ μὴν τῇ Χαναναίᾳ ἔφη, «Γενηθήτω σοι ὡς θέλεις·» καὶ τῷ μὲν ἀνέμῳ ἐπετίμησε καὶ τῇ θαλάσσῃ· τὸν δὲ τυφλὸν ὠμμάτωσε· καὶ τὸν μὲν παράλυτον ἔσφιγξε· τὸν δὲ Λάζαρον ἤγειρεν. Ἀλλ’ εἰ πάντα τὰ τὴν αὐθεντίαν τοῦ Υἱοῦ ἀνακηρύττοντα εἰς μέσον ἀγαγεῖν πειραθείημεν, οὐδ’ εἰ παύσασθαι βουληθείημεν, ἴσως δυνηθείημεν. Διόπερ ταῦτα παρέντες ἀπὸ τῶν καθ’ ἑαυτοὺς συλλογισώμεθα. Οὐδὲν ἀφ’ ἑαυτοῦ ποιεῖ; Καὶ μὴν ἡμεῖς, ὧν οὐδὲν εὐτελέστερον γένοιτ’ ἄν, πολλὰ οἴκοθεν πράττομεν, καὶ κακίαν φεύγομεν, καὶ ἀρετὴν διώκομεν. Εἰ δὲ μὴ ἀφ’ ἑαυτῶν δρῶμεν, οὔτε δίκην ἁμαρτάνοντες δοῦναι δίκαιοι ἂν εἴημεν, οὔτε κατορθοῦντες στεφάνων ἀπολαῦσαι.
Ὁρᾷς ὅτι ἡ ταπεινότης τοῦ ῥήματος, μεθ’ ὑπερβολῆς τεθειμένη, καὶ τοὺς ἀγνώμονας πείθει μετ’ εὐσεβοῦς διανοίας καταδέξασθαι τὸ ὕψος τῶν λελεγμένων;
Εἰ δὲ καὶ τὴν ἀντιδιαστολὴν βασανίσειας, εὑρήσεις αὐτὴν οὕτως εἰρημένην, ὡς παρ’ ἡμῶν ἡρμηνεύθη. Οὔτε γὰρ εἶπεν, Οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφ’ ἑαυτοῦ οὐδέν, ἐὰν μὴ λάβῃ τὸ δύνασθαι παρὰ τοῦ Πατρός. Τοῦτο γὰρ τῷ ὄντι, τῷ μὴ δύνασθαι ἀντιδιασταλῆναι ἐχρῆν (εἴγε ἀσθένειαν αὐτοῦ κατηγορεῖν ἔμελλε τὸ ῥηθέν)· ἀλλὰ τί; «Ἐὰν μήτι βλέπῃ τὸν Πατέρα ποιοῦντα.» Ὁρᾷς πῶς τὴν ἰσοτιμίαν καὶ τὸ ἰσοσθενές, καὶ τὸ ὁμοούσιον κηρύττει;
ΤΛϛʹ. ΗΡΩΝΙ ΠΟΛΙΤΕΥΟΜΕΝῼ. Τοῖς ἐν τῇ σκηνῇ, ὦ βέλτιστε, σπουδὴ μεγίστη, οὐ τὸ σωφρονίζειν πολλοὺς τοῖς σκώμμασιν, ὡς ἔφης, σαυτόν, καὶ τοὺς ἀκούοντάς σου παραλογιζόμενος, ἀλλὰ τὸ πολλοὺς ἁμαρτάνειν. Ἐν γὰρ τῇ κακίᾳ τῶν θεατῶν τὴν εὐημερίαν ἔχουσιν, ὥστε εἰ ἐκεῖνοι βελτίους γένοιντο, τούτοις ἂν ἀπόλοιτο ἡ τέχνη. Οὔτε οὖν ἕλοιντο ἐπανορθῶσαι τοὺς πταίοντας, καὶ βουληθεῖσιν, οὐχ οἷόν τε. Πέφυκε γὰρ αὐτοῖς ἐπὶ τὸ βλάπτειν ἡ μίμησις.
ΤΛΖʹ. ΘΕΟΔΟΣΙῼ ΕΠΙΣΚΟΠῼ. Ὥσπερ ἄριστος ἰατρὸς τέχνῃ πρὸς συμμαχίαν τῆς ἀῤῥωστούσης φύσεως ὡπλισμένος, ὅταν πολύτροποι νοσημάτων ἰδέαι τὸ σῶμα πολιορκῶσι, πρὸς τὸ κατεπεῖγον ἱστάμενος (ὁ γὰρ ἐξὸν σῶσαι, περιορῶν, τῆς ἀπωλείας δηλονότι αἴτιος) τὰ ἀναβολὴν καὶ ὑπέρθεσιν ἐπιδεχόμενα τηρεῖ δεύτερα, ἵνα μὴ ταῦτα δόξας νενικηκέναι, ὑπ’ ἐκείνου λάθῃ νικώμενος τοῦ καὶ τὴν δόξασαν γεγενῆσθαι νίκην εἰς ἧτταν περιτρέποντος· οὕτω καὶ αὐτός, τῇ συνέσει τὴν τῆς θεραπείας τῶν ψυχῶν ἐπιστήμην κεράσας, πρὸς τὸ κατεπεῖγον βλέψον. Ἐκείνου γὰρ ἰαθέντος ἐλπὶς καὶ τὰ λοιπὰ συνιαθήσεσθαι.
ΤΛΗʹ. ΩΡΙΩΝΙ. Αἱ μὲν τοῦ σώματος ἡδοναὶ στωμύλαι εἰσί, καὶ δειναὶ γοητεῦσαι, καὶ τὸν λογισμὸν τῆς ἡγεμονίας ἐκβάλλειν, καὶ πάντα ἄνω καὶ κάτω ποιεῖν. Ἀλλ’ εἰ ὁ θυμὸς τῷ λογισμῷ συμμαχήσειε, καὶ καθάπερ ὑπασπιστὴς βασιλεῖ ὑπακούσειε, ῥᾳδίως ἐκεῖναι καταγωνισθήσονται. Δικαίας γὰρ ὀργῆς κατ’ αὐτῶν κινηθείσης οὐχ ὑποστήσονται τὴν ἀπειλήν, ἀλλὰ φροῦδοι οἰχήσονται, τὸ νικᾷν, τῷ νικᾷν ὀφείλοντι λογισμῷ ἐπιτρέψασαι. Καὶ τοῦτ’ ἔστιν ὅπερ ὁ Μελῳδὸς μὲν παρεκελεύσατο, σὺ δὲ μαθεῖν ἠθέλησας· «Ὀργίζεσθε, καὶ μὴ ἁμαρτάνετε.»
ΤΛΘʹ. ΝΕΜΕΣΣΙΑΝῼ ΣΧΟΛΑΣΤΙΚῼ. Ὥσπερ Ἕλληνας, καὶ Ἰουδαίους, καὶ εἴ τινες τὰ ἐκείνων ἐζήλωσαν, ἀσεβεῖς τε καὶ ἀνοήτους ὁρίζομαι, ἀποφαινομένους μηδὲν περὶ τοῦ Σωτῆρος τοὺς προφήτας εἰρηκέναι· οὕτως τοὺς πᾶσαν τὴν Παλαιὰν εἰς αὐτὸν μεταφέρειν πειρωμένους, οὐκ ἕξω αἰτίας τίθημι, ἅτε δὴ ἐν τῇ καθ’ ἡμῶν μάχῃ τρόπον τινὰ τοῖς διαδίκοις συμπράττοντας. Τῷ γὰρ ἐλέγχεσθαι παρ’ ἐκείνων περὶ αὐτοῦ μὴ εἰρημένα εἰς αὐτὸν ἕλκειν ἐκβιαζόμενοι, τούτων κἀν τοῖς περὶ αὑτοῦ ἀληθῶς καὶ διαῤῥήδην εἰρημένοις, ὑπόνοιαν τίκτουσι.
Χρὴ δ’ οὐχ οὕτως, ἀλλὰ τὰ μὲν εἰς αὐτὸν εἰρημένα, σαφῶς λέγειν, τὰ δὲ περὶ ἅλλων πραγμάτων ἐᾷν περὶ ἐκείνων εἰρῆσθαι, περὶ ὧν εἴρηται. Οὗτος γὰρ καὶ ἀληθείας καὶ ἀποδείξεως ὅρος. Οἱ δὲ τὰ μὴ προσήκοντα προφέροντες, καὶ τὰ προσήκοντα ἀνατρέπεσθαι παρασκευάζουσι.
ΤΜʹ. ΖΩΣΙΜῼ ΠΡΕΣΒΥΤΕΡῼ. Ἀνὴρ ἐλλόγιμος καὶ ὀρθὸς μὲν τὸν τρόπον, λαμπρὸς δὲ τὸν βίον (τὸ γὰρ καὶ ἀξιώματι αὐτὸν λαμπρῷ κεκοσμῆσθαι, παρήσω· σκιὰ γὰρ τοῦτο καὶ ὄναρ), ἐντυχὼν ἡμῖν ἀπήγγειλεν, ὅτι προσῆλθε μὲν τῷ σεπτῷ θυσιαστηρίῳ τῶν θείων μυστηρίων μεταληψόμενος· θεασάμενος δέ σε αὐτῷ παρεστῶτα, ἄνθρωπον πρεσβύτην μὲν τὴν ἡλικίαν, πρεσβύτερον δὲ τὴν ἀξίαν, ἀκμάζοντα δὲ τῇ λαγνείᾳ, καὶ πάντας τοὺς ἐπ’ ἀσελγείᾳ βεβοημένους ὑπερακοντίσαντα, εἰς τοὐπίσω κεχώρηκε, μὴ ἀξιώσας τὰ ἱερὰ μυστήρια διὰ μιαρᾶς χειρὸς δέξασθαι. Ἐγὼ δ’ ὅπως μὲν ἐπλήγην τὴν ψυχὴν ταῦτα ἀκούσας, παρήσω· ἂ δ’ ἐκεῖνον κατακράτος ἐμεμψάμην, λέξω. Οὐδέν, ἔφην, ὦ σοφώτατε, παραβλάπτεται ὁ δεχόμενος, εἰ καὶ ὁ διδοὺς ἀνάξιος εἶναι δοκοίη, οὐδὲ τὰ ἄχραντα χραίνεται μυστήρια, εἰ ὁ ἱερεὺς πάντας ἀνθρώπους εἰς κακίαν παρελάσειεν. Εἰ δ’ ἀπιστεῖς, ἐννόει τὸν κόρακα, τὸ ἀκάθαρτον καὶ μισότεκνον ζῶον, δι’ οὗ ὁ οὐρανοδρόμος καὶ οὐρανοπολίτης Ἠλίας ἐτρέφετο.
Καὶ ἄλλα δὲ πολλὰ ἔφην, ἅπερ γράψαι σοι δυεῖν ἕνεκεν παρῃτησάμην, τοῦ τε μὴ μῆκος περιττὸν τῇ ἐπιστολῇ προσθεῖναι, τοῦ τε μὴ δόξαι λίαν τὰ σὰ ἐκτραγῳδεῖν κακά. Ὥσπερ τοίνυν ἐκείνῳ ἐμεμψάμην, οὕτω καὶ σοὶ παραινῶ, ἢ μεταγνῶναι, ἢ ἀποστῆναι τοῦ σεπτοῦ θυσιαστηρίου, ἵνα μὴ τοὺς προσιέναι αὐτῷ προῃρημένους διὰ τῶν σαυτοῦ πράξεων ἀπελαύνοις.
ΤΜΑʹ. ΠΑΥΛῼ. Εἰς τὸ γεγραμμένον «Οὐκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος.» Ἐπειδὴ Ἑβραῖοι τεσσαράκοντα ἕτη τῷ μάννα τρεφόμενοι, οὐκ ἀξιοπίστῳ, ὅσον κατ’ ἀνθρώπινον λογισμόν, πρὸς ἰσχὺν σωμάτων τυγχάνοντι, διέμενον ἐπὶ τῆς ἵσης ἀλκῆς τε καὶ ῥώμης, ἵσως δὲ καὶ μείζονος ἀπέλαυον δυνάμεως (οὐ γὰρ ἡ τροφή, ἀλλ’ ὁ θεῖος ὅρος διεκράτει καὶ τὰς ψυχὰς καὶ τὰ σώματα), ἔφη ὁ νομοθέτης, ὅπερ μαθεῖν [ἢ] ἐθέλησας· «Οὐκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ’ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ.» Ὅπερ καὶ ὁ Χριστὸς διακρουόμενος τὸ διαβολικὸν μηχάνημα, προεβάλλετο, καὶ κατέσεισε τοῦ πειράζοντος τὴν ἰσχύν.
ΤΜΒʹ. ΘΕΩΝΙ. Περὶ Ἀρειανῶν καὶ Εὐνομιανῶν Λανθάνουσιν αἱρετικοὶ δι’ ὧν κατασκευάζουσι, διὰ τούτων ἁλισκόμενοι, καὶ δι’ ὧν νικᾷν οἴονται, διὰ τούτων λαμπρῶς ἡττώμενοι. Εἰ γὰρ κτίσμα ἐστὶν ὁ Υἱός, οὐδὲ τὸ μεῖζον κατ’ αὐτοὺς ἵσταται.
Τὸ γὰρ μεῖζον λέγεται ἐκ συγκρίσεως, καὶ οὐκ ἐκ τῆς ἀσυγκρίτου ὑπεροχῆς. Ποίαν οὖν σύγκρισιν ἔχει τὸ κτίσμα πρὸς τὸν Κτίστην; λεγέτωσαν οἱ σοφοί.
ΤΜΓʹ. ΠΕΤΡῼ. Οὐ μικρὸν συνετὸς ἀκροατής, ὁ μὴ μόνον θαύματι διακόπτων τοῦ λόγου τὸν δρόμον, ἀλλὰ καὶ ἐπινοῶν τὰ δυσθεώρητα, καί τι παρ’ ἑαυτοῦ εἰσφέρειν δυνάμενος. Ὅτι δὲ οὐ μικρόν, μετὰ τῶν ἄλλων τῶν μεγάλων καὶ ἐξαιρέτων ὧν ἠπείλησεν ὁ Θεὸς ἀπὸ τῆς Ἱερουσαλὴμ παραιρεῖσθαι, καὶ τὸν συνετὸν ἀκροατὴν ἐνέταξεν· οὐκ ἂν τοῦτο φήσας, εἰ μηδὲν μέγα συνετέλει. Διὸ καὶ ὁ Παροιμιαστὴς ἔφη, «Οὖς ἀκροατοῦ, ἐπιθυμία σοφοῦ.» Οὐ γὰρ πολλοὺς πόνους, οὔθ’ ἰδρῶτας αὐτῷ παρέχει, ἀλλ’ ἀφορμὰς μόνον καὶ σπέρματα ἀπαιτεῖ. Πρὸς γὰρ τὴν γεωργίαν ἡ σύνεσις ἀρκεῖ.
ΤΜΔʹ. ΙΕΡΑΚΙ ΛΑΜΠΡΟΤΑΤῼ. Ἴσθι, ὦ καθαρότητος τέμενος, ὡς ἅδῃ κατὰ πᾶσαν τὴν πόλιν· παράδοξον γὰρ ἔργον ἀνύσας, παραδοξότερον αὐτὸ πεποίηκας τῷ τάχει. Ἦν μὲν γὰρ καὶ αὐτὸ καθ’ ἑαυτὸ μέγα, τὸ δὲ τάχος μεῖζον, μᾶλλον δὲ μέγιστον αὐτὸ ἔδειξε, κοσμῆσαν τὴν χάριν καὶ χαριεστέραν πεποιηκός. Διάλαμπε τοίνυν ἐν τοῖς τοιούτοις κατορθώμασι. Πρέπει γάρ σοι.
ΤΜΕʹ. ΑΡΠΟΚΡᾼ ΣΟΦΙΣΤῌ. Περὶ τῆς δυνάμεως τοῦ θείου κηρύγματος. Εἰ ἀγχίνοια ἀνθρώπου τῆς τῶν γραμμάτων εἰδήσεως προκρίνεται, τί θαυμαστὸν εἰ οἱ Ἀπόστολοι, ἰδιῶται ὄντες καὶ ἀγράμματοι τῆς θείας ἐμπεπλησμένοι σοφίας, καὶ τῶν διαλεκτικῶν, καὶ τῶν ῥητόρων ἐκράτησαν; Εἰ γὰρ τὸν μὲν ἀναγινώσκοντα μὴ εἰδέναι τὴν ἑρμηνείαν εἰκός, τὸν δ’ ἀγνοοῦντα τῶν γραμμάτων τοὺς χαρακτῆρας τὸν νοῦν ἐπίστασθαι τῶν γεγραμμένων ἀδύνατον. Ἀλλ’ ἔστι πολλάκις τὸν μὲν ἀναγινώσκοντα μὴ εἰδέναι τὸν νοῦν, τὸν δ’ ἀκούοντα ὀξύτερον ὄντα καὶ συνέσει διαφέροντα εἰδέναι, καίτοι τῶν γραμμάτων μὴ ἐπιστάμενον τοὺς χαρακτῆρας. ᾯ γὰρ ἀδύνατος ἡ κατάληψις τῶν ἐγκειμένων διὰ τὴν ἄγνοιαν τῶν στοιχείων, τούτῳ ἡ σύνεσις ἀκμάζει πολλάκις, ἄλλων ἀναγινωσκόντων.
Εἰ τοίνυν ἀγχίνοια τῆς ἐπιστήμης κρατεῖ, πῶς οὐ θεία σοφία, λόγων τέχνης περιέσται;
ΤΜϛʹ. ΛΑΜΠΕΤΙῼ ΕΠΙΣΚΟΠῼ. Περὶ τοῦ βωμοῦ. Ἐπειδὴ ἄμαχος καὶ ἀναντίῤῥητος πᾶς λόγος παρὰ τῶν ἐναντίων συνομολογούμενος, ἑκάστῳ ἔθνει ἀπὸ τῶν παρ’ αὐτοῖς νενομισμένων διαλεκτέον, ὃ καὶ [ὁ] τῶν [τοῦ] Χριστοῦ νοημάτων ταμίας ἐποίει Παῦλος, Ἰουδαίοις μὲν ἀπὸ τῶν Γραφῶν διαλεγόμενος, Ἀθηναίοις δὲ ἀπὸ τοῦ βωμοῦ. Διὸ καὶ ἔφη, «Ἐγενόμην τοῖς ἀνόμοις, ὡς ἄνομος.» Ὡς γὰρ ἀνήκοος ὢν τοῦ νόμου, ἀπὸ τοῦ βωμοῦ τὴν παραίνεσιν ἐποιεῖτο, οὐ τὸν βωμὸν ἀξιοπιστότερον τῶν Γραφῶν ἡγούμενος, ἀλλὰ τοὺς ἀπιστοῦντας αὐταῖς, ἀπὸ τῶν οἰκείων χειρούμενος δογμάτων.
ΤΜΖʹ. ΠΑΥΛῼ ΤΡΙΒΟΥΝῼ. Παλαιὸς λόγος διαγορεύει, καὶ θεσμὸς εὖ ἔχειν ἅπασιν ἀνθρώποις δόξας, μὴ ἐπεμβαίνειν τοῖς πεπτωκόσι, μηδὲ κατασφάττειν τοὺς κειμένους, ἀλλ’ αἰδεῖσθαι ὡς ἱκέτας, καὶ χεῖρα ὀρέγειν τοῖς ἑαλωκόσιν.
Ἀκούω δὲ ὅτι τὰ θηρία, οἷς μέτεστι φρονήματος, τὸ μὲν ἀνθεστηκὸς ἀμύνεται· τὸ δὲ ἀπειρηκὸς αἰδεῖται. Εἰ τοίνυν καὶ παρὰ ἀνθρώποις, καὶ παρὰ θηρσίν εἰσιν ἔχθρας καὶ πολέμου ὅροι, οὒς οὐ χρὴ ὑπερβαίνειν· μηδὲ αὐτὸς ὀργίζου τοῖς ἡττημένοις, μηδὲ τοῖς χαμαὶ κειμένοις ὡς ἀντιπάλοις ἔγκεισο.
ΤΜΗʹ. ΗΣΑΙᾼ. Εἰ μὲν τοῦτο δεδιώς, μὴ φθάσῃ ἐγκαλέσας ὁ παροινηθεὶς παρὰ σοῦ, ᾠήθης προλαβὼν ἐπισκιάσασθαι τὰς αἰτίας, καὶ τὰς μέμψεις τὰς κατὰ σαυτοῦ ὑποτεμεῖσθαι, σοφὸν τῷ ὄντι, ἵνα μὴ κακοῦργον εἴπω, καὶ τοῦτο μηχάνημα· εἰ δ’ ὡς ἀληθῶς αἰρήσειν προσδοκῶν, ἠλίθιόν τι πέπονθας. Οὐ γὰρ ἂν ἁλοίη ἐφ’ οἷς ἤδη ἑάλως κατὰ τὴν τῶν γραψάντων ἀψευδῆ μαρτυρίαν.
ΤΜΘʹ. ΘΕΟΔΟΣΙῼ ΠΡΕΣΒΥΤΕΡῼ. Ἴσθι, ὦ θαυμασιώτατε, ὅτι μήτ’ ἐξειπών, μήτε κοινωσάμενός μοι ὁ δοκῶν εἶναι φίλος (ᾔδει γὰρ οὐκ ἀνεξόμενον, οὐδὲ συγχωρήσοντα αὐτῷ λύσαι πολυχρόνιον φιλίαν) πέπραχεν ἂ πέπραχε. Διὸ καὶ τῆς φιλίας ἡμῶν ἀπεκηρύχθη.
ΤΝʹ. ΕΡΜΕΙᾼ ΓΡΑΜΜΑΤΙΚῼ. Περὶ τοῦ, «Φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν.» Κινδυνεύεις ἀγνοεῖν, ὅτι οἱ ποιηταὶ τοὺς πλεονεκτήμασιν εὐγενείας ἐμπρέπειν οὐκ ἔχοντας, μυθολογίαις ἀπίστοις ἐσέμνυναν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.