Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Δέησις

Ἰωάννης ὁ Χρυσόστομος

Το μυστήριο της θείας Οικονομίας

Ανασκόπηση του σχεδίου της σωτηρίας, από την προετοιμασία της Παλαιάς Διαθήκης και την Ενσάρκωση, έως τον επίγειο βίο, τα Πάθη, την Ανάσταση και τη μέλλουσα Κρίση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 3

Ὁ τὸν διάβολον ἐκτρίψας καὶ σειραῖς ταρτάρου ζόφοις παραδώσας, ἐλ. ἡμ. Ὁ διὰ τὴν αὐτοῦ ὑπερηφανίαν τοῦτον τῶν οὐρανίων ἀσπίδων ἀποσπινθηρίσας καὶ εἰς τέλεον ἐξαφανίσας, ἐλ. ἡμ. Ὁ τὴν πανουργίαν τοῦ ὄφεως χειρωσάμενος, ἐλ. ἡμ.

Ὁ τῷ Ἀδὰμ συμπαθήσας κατὰ τὴν ἄφατόν σου φιλανθρωπίαν, ἐλ. ἡμ. Ὁ τῷ Ἄβελ συναθλήσας καὶ 〈τὸν Νῶε κυβερνήσας,〉 ἐλ. ἡμ. 〈Ὁ τὸν Ἀβραὰμ ὁδηγήσας〉 καὶ δι᾽ αὐτοῦ πατριάρχας ἡμῖν χαρισάμενος, ἐλ. ἡμ. 〈Ὁ τῷ Ἰσαὰκ συνδεθεὶς καὶ τῷ Ἰακὼβ συγξενιτεύσας,〉 ἐλ. ἡμ. 〈Ὁ τῷ Ἰωσὴφ συμπραθεὶς καὶ τῷ Μωυσεῖ συστρατηγήσας,〉 ἐλ. ἡμ. 〈Ὁ τὸν Ἰσραὴλ νομοθετήσας καὶ αὐτὸν κληροδοτήσας,〉 ἐλ. ἡμ. 〈Ὁ ἐκ παρθένου σαρκωθεὶς〉 καθὼς αὐτὸς εὐδόκησας, ἐλ. ἡμ. 〈Ὁ ἐν Βηθλεὲμ〉 ἄνθρωπος 〈γεννηθεὶς〉 ἐκ τῆς παρθένου καὶ μετὰ τόκον ἄφθορον φυλάξας τὴν παρθένον, ἐλ. ἡμ. 〈Ὁ ἐν φάτνῃ σπάργανα λαβὼν〉 καὶ ἀνακλιθεὶς καὶ ὑπὸ ἀλόγων γνωρισθεὶς κύριος καὶ θεός, ἐλ. ἡμ. 〈Ὁ ὑπ᾽ ἀγγέλων ὑμνούμενος〉 καὶ δοξασθεὶς ἐπὶ γῆς 〈καὶ ὑπὸ ποιμένων γνωρισθείς,〉 ἐλ. ἡμ.

Ὁ ὑπ᾽ ἀστέρος μηνυθεὶς 〈καὶ ὑπὸ μάγων προσκυνηθείς,〉 ἐλ. ἡμ. Ὁ ἀπὸ Ἡρῴδου ἀποδράσας ἐν Αἰγύπτῳ καὶ τὰ χειροποίητα Αἰγύπτου συσσείσας τῇ σῇ ἐπιδημίᾳ, ἐλ. ἡμ. Ὁ τὴν Ναζαρὲτ οἰκίσας καὶ φόρους τελέσας, διὰ τὸ θέλειν σε αὐτὸ ὑπεῖναι, ἐλ. ἡμ. 〈Ὁ ὑπὸ Ἰωάννου προκηρυχθεὶς καὶ ἐν Ἰορδάνῃ βαπτισθεὶς〉 ὑπ᾽ αὐτοῦ, ἐλ. ἡμ.

Ὁ μαρτυρηθεὶς ὑπὸ ἀχράντου πατρὸς καὶ τὸ ἅγιον πνεῦμα πέμψαντος ἐπὶ σέ, ἐλ. ἡμ. Ὁ γνωρίσας ἡμῖν τὸ μυστήριον τῆς ἁγίας καὶ ὁμοουσίου τριάδος, ἐλ. ἡμ. 〈Ὁ ἐν ἐρήμῳ πειρασθεὶς καὶ κύριος〉 καὶ θεὸς 〈εὑρεθεὶς〉 καὶ ἐπιτιμήσας τῷ διαβόλῳ, ἐλ. ἡμ.

Ὁ ἐν τῷ ναῷ προσενεχθεὶς καὶ ὑπὸ τοῦ Συμεὼν ἐναγκαλισθείς, ἐλ. ἡμ. 〈Ὁ ἐν τῷ ναῷ ὀφθεὶς καὶ ὑπὸ τοῦ λαοῦ ἀπιστηθείς,〉 ἐλ. ἡμ. 〈Ὁ τοὺς χωλοὺς θεραπεύσας καὶ τοὺς λεπροὺς καθαρίσας,〉 ἐλ. ἡμ. 〈Ὁ τοὺς τυφλοὺς φωταγωγήσας καὶ τοὺς νεκροὺς ἀναστήσας,〉 ἐλ. ἡμ.

Ὁ κόπον ὑπομείνας καὶ τὸν παράλυτον ἰασάμενος λόγῳ, ἐλ. ἡμ. Ὁ δίψαν ὑπομείνας καὶ τὸ ὕδωρ εἰς οἶνον μεταβαλών, ἐλ. ἡμ. Ὁ τὸν Λάζαρον κλαύσας καὶ τεταρταῖον νεκρὸν ἀναστήσας, ἐλ. ἡμ. 〈Ὁ τοὺς ἀποστόλους συναθροίσας καὶ βασιλείας οὐρανῶν〉 κληρονόμους 〈ἀναδείξας,〉 ἐλ. ἡμ. 〈Ὁ ὑπὸ Ἰουδαίων συλληφθεὶς καὶ ὑπὸ ἀρχιερέων παραδοθείς,〉 ἐλ. ἡμ. 〈Ὁ ὑπὸ Ἡρῴδου προαχθεὶς καὶ ὑπὸ Πιλάτου ἀνακριθείς,〉 ἐλ. ἡμ. 〈Ὁ ἐν〉 σταυρῷ 〈σαρκὶ προσηλωθεὶς〉 [207r] 〈καὶ ἐπὶ ξύλου αὐτοῦ κρεμασθείς,〉 ἐλ. ἡμ.

Ὁ τοῖς ἐν τῷ ᾅδῃ εὐαγγελισάμενος 〈καὶ〉 τῇ τριημέρῳ σου ἀναστάσει 〈ἐκ νεκρῶν ἀναστάς,〉 ἐλ. ἡμ. Ὁ ταῖς γυναιξὶ τὸ τῆς ἀναστάσεώς σου μυστήριον φανερώσας καὶ τοῖς μαθηταῖς χαρὰν δώσας, ἐλ. ἡμ. Ὁ τοὺς ἀποστόλους πληροφορήσας διὰ τύπων τῶν ἥλων καὶ τῆς πλευρᾶς, ἐλ. ἡμ.

Ὁ συναυλισθεὶς τοῖς μαθηταῖς ἐπὶ ἡμέρας τεσσαράκοντα καὶ 〈εἰς οὐρανοὺς ἀναληφθείς,〉 ἐλ. ἡμ. 〈Ὁ ἐν δεξιᾷ τοῦ πατρὸς καθήμενος〉 καὶ ἐρχόμενος πάλιν κρῖναι ζῶντας καὶ νεκρούς, ἐλ. ἡμ. 〈Ὁ ἡνίοχος τῶν χερουβὶμ〉 καὶ ἐποχούμενος τοῖς σεραφίμ, ἐλ. ἡμ. 〈Ὁ ἀρχιστράτηγος τῶν ἀγγέλων〉 καὶ βασιλεὺς τῶν αἰώνων, ἐλ. ἡμ. 〈Ἡ ἀνάστασις τῶν τεθανατωμένων καὶ σωτηρία τῶν ἀπολλυμένων,〉 ἐλ. ἡμ.