Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς Διόδωρον ἐπίσκοπον

Ἰωάννης ὁ Χρυσόστομος

Η δυσφορία για τα υπερβολικά εγκώμια και η παρομοίωση με το διάδημα

Ο Ιωάννης ο Χρυσόστομος εκφράζει την αμηχανία του για τους επαίνους του Διοδώρου, αντιπαραβάλλοντας την ανθρώπινη δόξα με τη θεία κρίση και παρομοιάζοντας τα εγκώμια με δυσανάλογο βασιλικό στέμμα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 3

ΕΓΚΩΜΙΟΝ ΕΙΣ ΔΙΟΔΩΡΟΝ ΕΠΙΣΚΟΠΟΝ τὸν προλαβόντα καὶ ἐγκωμιάσαντα. αʹ. Ὁ σοφὸς οὗτος καὶ γενναῖος διδάσκαλος, πρώην τὴν ἀῤῥωστίαν τοῦ σώματος ἀποθέμενος, καὶ ἐπὶ τὸν θρόνον τοῦτον ἀναβὰς, ἐμοὶ τοῦ λόγου τῶν προοιμίων ἀπήρξατο, τὸν Βαπτιστὴν Ἰωάννην, καὶ φωνὴν τῆς Ἐκκλησίας, καὶ ῥάβδον Μωσέως, καὶ ἕτερα πλείονα μετὰ τούτων προσειπών. Καὶ οὗτος μὲν ἐπῄνεσε τότε, ὑμεῖς δὲ ἀνεκράγετε· ἐγὼ δὲ πόῤῥω καθήμενος πικρὸν ἀνεστέναξα. Αὐτὸς γὰρ ἐπῄνει, τὴν φιλοτεκνίαν ἐπιδεικνύμενος, ὑμεῖς ἀνεκράγετε, τὴν φιλαδελφίαν ἐμφαίνοντες, ἐγὼ δὲ ἐστέναξον (sic) τῷ τῶν ἐπαίνων ὄγκῳ πιεζόμενος. Ἐγκωμίων γὰρ μέγεθος ἁμαρτημάτων οὐκ ἔλαττον δάκνειν εἴωθε τὸ συνειδός· καὶ ὅταν τις ἑαυτῷ μηδὲν συνειδὼς ἀγαθὸν, πολλὰ καὶ μεγάλα ἀγαθὰ λεγόντων ἑτέρων ἀκούῃ περὶ αὑτοῦ, ἀναλογιζόμενος τὴν παροῦσαν ὑπόληψιν καὶ τὴν μέλλουσαν ἡμέραν, καθ᾽ ἣν πάντα γυμνὰ καὶ τετραχηλισμένα· καὶ ὅτι ὁ τότε δικάζων, οὐκ ἀπὸ τῆς τῶν πολλῶν ὑπονοίας, ἀλλ᾽ αὐτῆς τῶν πραγμάτων κρινεῖ τῆς ἀληθείας (Οὐ γὰρ κατὰ τὴν δόξαν κρινεῖ, φησὶν, οὐδὲ κατὰ τὴν λαλιὰν ἐλέγξει)· ταῦτα πάντα ἐννοῶν, ὀδυνῶμαι τοῖς ἐπαίνοις καὶ τῇ χρηστῇ τῶν πολλῶν ὑπονοίᾳ, πολὺ τὸ μέσον ταύτης πρὸς τὴν μέλλουσαν ψῆφον ὁρῶν.

Νῦν μὲν γὰρ προσωπείοις τισὶ ταῖς παρὰ τῶν πολλῶν δόξαις κρυπτόμεθα· ἐν ἐκείνῃ δὲ τῇ ἡμέρᾳ, γυμνῇ τῇ κεφαλῇ, τῶν προσωπείων τούτων ἀφαιρεθέντων, πρὸ βήματος ἑστῶτες, οὐδὲν ἀπὸ τῆς ἐντεῦθεν δόξης εἰς τὴν ἐκεῖ ψῆφον ὠφεληθῆναι δυνησόμεθα, ἀλλὰ δι᾽ αὐτὸ τοῦτο κολασθησόμεθα μειζόνως, ὅτι καὶ πολλῶν ἐπαίνων καὶ πολλῆς εὐφημίας παρὰ τῶν πολλῶν ἀπολαύσαντες, οὐδὲ αὐτῷ τούτῳ γεγενήμεθα βελτίους.

βʹ. Ταῦτ᾽ οὖν ἅπαντα ἐννοῶν, πικρὸν ἐστέναξον (sic). Διὸ καὶ ἀνέστην ταχέως σήμερον, ὥστε ἐφ᾽ ὑμῶν τῶν ἐκεῖνα ἀκηκοότων τὴν τοιαύτην ἀποκρούσασθαι δόξαν. Καὶ γὰρ στέφανος ὅταν μείζων ᾖ τῆς τοῦ στεφανουμένου κεφαλῆς, οὐ περισφίγγει τοὺς κροτάφους, οὐκ ἐνιζάνει τῇ κεφαλῇ· ἀλλὰ χαυνότερος τῷ μεγέθει γινόμενος, διὰ τῶν ὀφθαλμῶν καταβαίνων περιαυχένιος γίνεται, καὶ τὴν κεφαλὴν ἀφίησιν ἀστεφάνωτον.

Ὃ δὴ καὶ ἡμεῖς πεπόνθαμεν, τοῦ στεφάνου τῶν ἐγκωμίων μείζονος τῆς ἡμετέρας φανέντος ἀξίας κεφαλῆς. Ἀλλ᾽ ὅμως καὶ τούτων οὕτως ἐχόντων, διὰ τὴν παροῦσαν (f. περιοῦσαν) αὐτῷ φιλοστοργίαν, ὁ πατὴρ οὐκ ἀπέστη πρὶν αὐτὸν ὁπωσδήποτε ἐπιθεῖναι ἡμῖν. Οὕτω που καὶ βασιλεῖς ποιοῦσι πολλάκις, καὶ τὸ αὐτοῖς ἁρμόζον διάδημα λαβόντες, ταῖς τῶν παιδίων ἐπιτιθέασι κεφαλαῖς· εἶτα ἐπειδὰν ἴδωσιν ἐλάττω τὴν παιδικὴν οὖσαν κορυφὴν τοῦ στεφάνου, αὐτῷ τούτῳ τῷ περιθεῖναι ἁπλῶς καὶ ὡς ἔτυχε πληροφορηθέντες, λαβόντες λοιπὸν ἑαυτοῖς περιτίθενται.