Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς Μάρθαν καὶ Μαρίαν καὶ Λάζαρον

Ἰωάννης ὁ Χρυσόστομος

Η θεία παιδαγωγία του προφήτη Ηλία και η χήρα των Σαρεπτών

Η σύγκριση της θείας εξουσίας του Χριστού με τη δράση του Ηλία. Αναλύεται η διατροφή του προφήτη από τους κόρακες, η αποστολή του στη Σιδωνία και η τυπολογική ερμηνεία των αγαθών της χήρας ως μυστηρίων της Εκκλησίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 4

Ἀσπάσωμεν οὖν τὰ τῆς νίκης σύμβολα, οὐ τύμπανα χειροκρατούμενα, ἀλλὰ καὶ βαΐα φοινίκων βλαστήματα· βοήσωμεν μετὰ τῶν ὁμοπίστων ἀδελφῶν, ἅπερ ἀρτίως ἠκούσαμεν· Ὡσαννὰ, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, ὁ βασιλεὺς τοῦ Ἰσραήλ. Ταύτην τὴν βασιλικὴν τοῦ Κυρίου ἔλευσιν Ἡσαΐας ὁ προφήτης προθεωρήσας ἔλεγε, καθὼς προεῖπον· Ἰδοὺ Κύριος μετὰ ἰσχύος ἔρχεται, ὡς νεκροὺς ἐγείρας· καὶ οὐχ ἁπλῶς νεκροὺς, ἀλλὰ σεσηπότας, διαῤῥυέντας, ἰχωροστατήσαντας, τριχορυήσαντας, τεταρταῖον τὸν Λάζαρον ἐκ τῶν τάφων ἀναστήσας, ὡς ἤκουες τοῦ εὐαγγελιστοῦ λέγοντος· Πρὸ ἓξ ἡμερῶν τοῦ Πάσχα ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος, ὃν ἤγειρεν ἐκ νεκρῶν. Τί τοιοῦτον Μωϋσῆς ἐποίησεν, οἷον ὁ Δεσπότης ἡμῶν Χριστός; Μωϋσῆς μὲν ἐθανάτωσεν· οὐ γὰρ ἐζωοποίησεν. Αἰσχυνέσθωσαν λοιπὸν Ἰουδαίων παῖδες, οἱ τὸν Μωϋσῆν ἐγκωμιάζοντες, καὶ τὸν Δεσπότην Χριστὸν λοιδοροῦντες. Ἀλλ᾽ εὐθέως Ἰουδαῖος παρεκπηδᾷ λέγων· Καὶ παρ᾽ ἡμῖν οὐκ ἀνέστη νεκρός; οὐκ ἤγειρεν Ἠλίας ὁ προφήτης τὸν τῆς Σαρεπτίας χήρας υἱόν; ἄνθρωπος δὲ ὁ Ἠλίας. Πῶς οὖν ἐπὶ τοῦ διδασκάλου ὑμῶν μεγαλοφρονεῖτε, θεοδυναμίαν αὐτῷ μαρτυροῦντες, διότι ἤγειρε Λάζαρον ἐκ νεκρῶν;

Τί λέγεις, ὦ Ἰουδαῖε; συγκρίνεις τὸν Ἠλίαν, καὶ τὸν Δεσπότην Χριστόν; Ἄλλο παιδεία δουλικὴ, καὶ ἄλλο ἐξουσία θεϊκή. Εἰ μὴ γὰρ ἔγνως πρῶτον τὸν τρόπον τῆς νεκρεγερσίας, οὐ μὴ συνίδῃς τὸν λόγον τῆς θεϊκῆς ἐξουσίας.

Ἄκουε συνετῶς· ὁ ἐπὶ τοῦ Ἠλία νεκρὸς, ὁ υἱὸς τῆς Σαρεπτίας χήρας, εἰ καὶ θανάτῳ παρεδόθη, ἀλλ᾽ ὅμως οὐ διὰ τὴν φυσικὴν ἔκλειψιν, ἀλλὰ διὰ παιδείαν καὶ θλῖψιν τοῦ Ἠλία, πρὸς τὸ καμφθῆναι τὸν Ἠλίαν ἐκ τῆς σκληροκαρδίας εἰς συμπάθειαν. Ὀργισθεὶς γάρ ποτε ὁ Ἠλίας, καθὼς ἴστε σαφῶς, τῷ οἴκῳ Ἀχαὰβ, καὶ τῷ Ἰσραηλιτικῷ λαῷ διὰ τὴν παρανομίαν τῆς Ἰεζάβελ, μεθ᾽ ὅρκου ἀπεφήνατο λέγων· Ζῇ Κύριος ὁ Θεὸς, εἰ ἔσται τὰ ἔτη ταῦτα δρόσος, ἢ ὑετὸς ἐπὶ γῆς, εἰ μὴ διὰ στόματός μου. Ταύτῃ τῇ ἀνύδρῳ ἀποφάσει τοῦ Ἠλία ὁ τῶν ὅλων Θεὸς οὐκ ἠρέσθη, πληροῖ δὲ τὴν τοῦ δούλου ἀπόφασιν. Ἤθελε γὰρ αὐτὸν τὸν δήσαντα τὰς νεφέλας τῇ στειρώσει τῶν πλουτιαίων ὑετῶν, θᾶττον λυθῆναι τὴν συμφορὰν τῆς ἀνυδρίας. Ὁ δὲ Ἠλίας οὐ προσέθετο τῇ διαλλαγῇ. Ἄλλως γὰρ ὁ Θεὸς σπλαγχνίζεται, καὶ ἄλλως ἄνθρωπος σκληρύνεται. Ὁ Κύριος οὖν ἐπὶ τῇ σκληρίᾳ τοῦ δούλου ἤθελε παρακαλέσαι τὸν δοῦλον, ἵνα δανείσῃ τῇ γῇ ὑετὸν διὰ τοῦ λόγου. Ἀνοίκειον γὰρ τῷ Θεῷ ἦν ἄνθρωπον παρακαλέσαι· διὸ καὶ ὡς Θεὸς ἄλλην μετῆλθε πραγματείαν. Ποίαν ταύτην;

Ἄκουε συνετῶς· τῆς ἀβροχίας τοίνυν ἐπιτεινομένης, ἐπὶ ἔτη τρία καὶ μῆνας ἓξ οὐκ ὠγκώθη πρὸς ὄμβρων τόκον νεφέλη. Ἤρξατο οὖν ὁ Ἠλίας ὀλιγωρεῖν τῇ δίψῃ, ἀλλ᾽ ὅμως ἐκαρτέρει βαστάζων τὴν ἔνδειαν, ἐκ φιλονεικίας τοῦτο ποιῶν· ἤθελε γὰρ καὶ αὐτὸς ἐκτριβῆναι, ἢ διαλλαγῆναι τῷ οἴκῳ Ἀχαάβ. Τί οὖν ὁ Κύριος; Σοφίζεται τὸν ἴδιον δοῦλον, οὐ παρακαλῶν, ἀλλὰ λέγων· Ἀνάστηθι ἐντεῦθεν, καὶ πορεύθητι εἰς τὸν χειμάῤῥουν Χοῤῥὰθ τοῦ ἐπὶ προσώπου τοῦ Ἰορδάνου, καὶ πίεσαι ὕδωρ ἐκ τοῦ χειμάῤῥου, καὶ τοῖς κόραξιν ἐντελοῦμαι τοῦ διατρέφειν σε ἐκεῖ. Ταῦτα δὲ ἔφη ὁ Κύριος, οὐχ ἵνα θρέψῃ τὸν Ἠλίαν, ἀλλ᾽ ἵνα ὑβρίσῃ· οὐχ ἵνα τιμήσῃ, ἀλλ᾽ ἵνα διὰ τῆς ἐφυβρίστου τροφῆς εἰς συμπάθειαν αὐτὸν ἑλκύσῃ. Ἀνοίκειον γὰρ ἦν τὸν προφήτην διὰ κοράκων τραφῆναι, καὶ κρεοφόρον αὐτῷ τράπεζαν παρατεθῆναι τῷ ἐξ ἀρχῆς ἀσκητικοὺς πόνους διατεμόντι. Ἴσχυε γὰρ ὁ Κύριος ἢ διὰ περιστερῶν θρέψαι τὸν δίκαιον, ἢ διὰ τῆς τοῦ μάννα δόσεως, καθ᾽ ὁμοιότητα τῶν υἱῶν Ἰσραὴλ, ἢ παραπλησίως τῷ Δανιὴλ φακοφόρον ἄνδρα τὸν Ἀμβακοὺμ παραστῆσαι· ἴσχυεν ὁ Κύριος τὸν Ἠλίαν σεμνῶς διαθρέψαι, ἐπειδὴ καὶ ἐν ἄλλῃ καθόδῳ σεμνῶς αὐτὸν διέθρεψεν.

Ἡνίκα γὰρ ἄλλοτε Ἠλίας φεύγων τὴν Ἰεζάβελ ἔρημον κατέλαβε, καὶ ἐν τῇ ἐρήμῳ ἐκάθευδε σὺν πολλῷ τῷ λιμῷ καὶ τῇ δίψῃ, ὅτι πολλὴ ἡ τῆς φυγῆς ὁδὸς, τίθησιν οὖν ὁ Κύριος πρὸς κεφαλὴν αὐτοῦ ἄρτον καὶ ὕδωρ, καὶ αὖθις νύττει τὴν πλευρὰν αὐτοῦ, καὶ οὐκ ἄλλο μέρος. Διὰ τί; Ἄκουε συνετῶς· τὴν πλευρὰν αὐτοῦ νύττει, ἐπειδὴ ἀπειλὴν πλευρᾶς ἔφυγε. Καὶ πρὸς αὐτὸν ὁ Κύριος· Ἠλία, ἀνάστηθι, καὶ φάγε καὶ πίε, ὅτι πολλὴ ἀπὸ σοῦ ἡ ὁδός. Ἀναστὰς δὲ ὁ Ἠλίας καὶ φαγὼν καὶ πιὼν, ἐπορεύθη ἐν τῇ ἰσχύϊ τῆς βρώσεως ἐκείνης τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας, οὐχ ὡς πεινῶν, ἀλλ᾽ ὡς ἐμπεπλησμένος. Τοιαύτη γὰρ ἡ θεοδώρητος βρῶσις. Ὁ ἐκεῖσε τοίνυν γνησίως διαθρέψας, ἴσχυσε καὶ ἐν τῷ παρόντι οὐρανόθεν αὐτὸν διαθρέψαι· ἀλλὰ παρίστησιν αὐτῷ ἀνοίκειον τράπεζαν, ὅπως διὰ τῆς ἐφυβρίστου τροφῆς καμφθῇ πρὸς συμπάθειαν καὶ οἶκτον. Ὁ δὲ ἔμενεν ἀκαμπής. Δέον γὰρ τὸν Ἠλίαν ἀκούσαντα τοῦ Κυρίου λέγοντος· Πίεσαι ἐκ τοῦ χειμάῤῥου, καὶ τοῖς κόραξιν ἐντελοῦμαι τοῦ διατρέφειν σε ἐκεῖ, προσπεσεῖν, ἱκετεῦσαι, καὶ εἰπεῖν, Μηδαμῶς, Κύριε· οὐδέποτε εἰσῆλθεν εἰς τὸ στόμα μου πᾶν κοινὸν καὶ ἀκάθαρτον· κόρακάς μοι παριστᾷς τοὺς ἐπιβούλους τοῦ Νῶε; κρεοφόρον τράπεζαν εὐτρεπίζεις ὡς ἐθνικῷ καὶ ἀλλοφύλῳ, ἀσκητικοῖς ἔθεσιν ἐξ ἀρχῆς προσεντραφέντι; ἔδει ταῦτα παρακλητικῶς τὸν Ἠλίαν προσενέγκαι τὰ ῥήματα.

Ἀλλ᾽ οὐδὲν τούτων ὁ Ἠλίας· ᾔδει γὰρ, ὅτι ἐὰν αἰτιάσηται τὴν ἀνοίκειον τράπεζαν, ἐρεῖ πρὸς αὐτὸν ὁ Κύριος· Τί λέγεις, ὦ Ἠλία; οὐ καταδέχῃ πιεῖν ῥυπαρὸν ὕδωρ, ὑετὸν μὴ ἐάσας κατελθεῖν; ἐπυράκτωσας γὰρ τὴν γῆν τοῦ Ἰσραήλ· οὐκ ἔστιν εὑρεῖν σταγόνα ὕδατος ἐν φρέατι, οὔτε ἐν πηγῇ νοτίδα. Ὃ οὖν ἐποίησας, κατάδεξαι. Οὐ προσδέχῃ κρεοφόρον κοράκων τροφήν; Οὐκ ἔστιν εὑρεῖν ἄρτον, οὐδὲ στάχυν, οὐδὲ χλοηφόρον λάχανον, μήποτε ὄμβρου μήτε δρόσου πεσούσης ἐπὶ τῆς γῆς τῇ σῇ τοῦ στόματος κλειθρώσει· οὐδὲν ἔστιν εὑρεῖν, εἰ μὴ κρέα μόνα, καὶ ταῦτα νεκριμαῖα, τῶν ζώων τελευτησάντων τῇ ἐκλείψει τῶν τροφῶν. Τί οὖν οὐ προσδέχῃ τὴν τράπεζαν τῶν σῶν καμάτων; Ὅπως οὖν μηδὲν τούτων ἀκούσῃ ὁ Ἠλίας, κατεδέξατο τὴν ἀνοίκειον τράπεζαν.

Εἵλατο γὰρ μᾶλλον ἀνομβρίαν βαστάσαι πολυχρόνιον, ἢ τὸν ὀμβροφόρον δανεῖσαι λόγον. Τί οὖν ὁ πάνσοφος Κύριος; Ὡς εἶδεν αὐτὸν προσμένοντα τῇ σκληρίᾳ, ἄλλην πραγματείαν μετέρχεται ἰσχυροτέραν τῆς πρώτης. Ποίαν ταύτην· Ξηραίνει τὸν ποταμὸν, συστέλλει τοὺς κόρακας, βάλλει φωνὴν πρὸς αὐτόν· Πορεύου εἰς Σάρεπτα τῆς Σιδωνίας· ἰδοὺ ἐντελοῦμαι γυναικὶ χήρᾳ τοῦ διατρέφειν σε ἐκεῖ. Ὁρᾷς πῶς ἔσπευδεν εἰς συμπάθειαν αὐτὸν κλῖναι ὁ Κύριος; Οὐ γὰρ ἀπέστειλεν αὐτὸν εἰς οἶκον ἀρχοντικὸν, ἢ εἰς βασιλικὸν, ἢ εἰς εὔπορόν τινα γυναῖκα, ἀλλὰ πρὸς χήραν ἐνδεομένην, ὅπως κἂν οὕτω καμφθῇ πρὸς συμπάθειαν.

Ὁ δὲ καὶ οὕτως ἀκαμπὴς ἔμενε. Δέον γὰρ αὐτὸν ἀκούσαντα τοῦ Κυρίου λέγοντος· Πορεύθητι εἰς Σάρεπτα τῆς Σιδωνίας· ἰδοὺ ἐντελοῦμαι γυναικὶ χήρᾳ τοῦ διατρέφειν σε ἐκεῖ, προσπεσεῖν, βοῆσαι, ἱκετεῦσαι, καὶ εἰπεῖν, Μὴ καταγάγῃς με εἰς ταπείνωσιν, ὦ Δέσποτα· Σιδωνίοις με παραπέμπεις, καὶ γυναικὶ χήρᾳ παρενοχλεῖν με προστάττεις, ἧς ὁ ἄρτος δακρύων πεπληρωμένος, ἡ τράπεζα στεναγμῶν ἀνάμεστος, ἡ κλίνη κατάρας προσκεφάλαιον ἔχουσα; ἀλλ᾽ οὐδὲν τούτων ὁ Ἠλίας. Ἔγνω γὰρ ὅτι, ἐὰν παραιτήσηται τῆς χήρας τὴν τράπεζαν, ἐρεῖ πρὸς αὐτὸν ὁ Κύριος· Τί λέγεις, ὦ Ἠλία; παραιτῇ τῆς χήρας τὴν τράπεζαν, ὁ πᾶσαν τὴν γῆν Ἰσραὴλ στειρεύειν παρασκευάσας, χήραν αὐτὴν ἐργασάμενος, στεῖραν καὶ ἄτεκνον, καρποὺς μὴ τίκτουσαν, καὶ σὺ παραιτῇ τῆς χήρας τὴν τράπεζαν; Ὅπως οὖν μηδὲν τούτων ἀκούσῃ ὁ Ἠλίας, εὐθέως ἐστείλατο τὴν ἐπὶ Σιδωνίους ἀποδημίαν, ἐν εὐφροσύνῃ, ἢ ὀδύνῃ ποριζόμενος.

Ἄκουσον δὲ πρὸς ταῦτα. Ξενισθεὶς ὁ Ἠλίας ὑπὸ τῆς χήρας εὗρεν ἀδαπάνητον τράπεζαν, γνησίαν, ἁρμόδιον, ἀσκητικὴν, ὕδωρ καὶ ἔλαιον καὶ ἄλευρον, καὶ δύο ξυλάρια. Τί γὰρ οὖν; δύο ξυλάρια μόνα εἶχεν ἡ χήρα; Ναί.

Πῶς; Ἄκουσον, καὶ ἐρῶ σοι. Αὕτη ἡ μνημονευθεῖσα χήρα εἰκόνα τῆς Ἐκκλησίας ἔφερε· διὸ πρὸς αὐτὴν ἀποστέλλεται ὁ προφήτης. Εἰσελθὼν τοιγαροῦν ὁ προφήτης εἰς τὸν οἶκον τῆς χήρας· εὗρεν ὡς ἀληθῶς τῆς Ἐκκλησίας ἡμῶν τὴν ἐνθήκην· εὗρεν ὕδωρ καὶ ἔλαιον καὶ ἄλευρον, καὶ δύο ξυλάρια· ὕδωρ, τὸ βάπτισμα· ἔλαιον, τὸ χρίσμα· ἄλευρον, ὁ ἄρτος· δύο ξυλάρια, τοῦ σταυροῦ τὸ κατόρθωμα. Ἦν δὲ καὶ πρὸς τὴν χήραν βοήσας ὁ Ἠλίας· Ὁ καμψάκης τοῦ ἐλαίου οὐκ ἐλαττονήσει, καὶ ἡ ὑδρία τοῦ ἀλεύρου οὐκ ἐκλείψει.