Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς Μάρθαν καὶ Μαρίαν καὶ Λάζαρον

Ἰωάννης ὁ Χρυσόστομος

Η ανάσταση του Λαζάρου και η υπεροχή της δεσποτικής εξουσίας

Η αντιπαραβολή της ικεσίας του προφήτη Ηλία με την κυριαρχική προσταγή του Χριστού, η συντριβή του άδη με τη θεϊκή φωνή, η έγερση του Λαζάρου και η τελική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 4

Ὡς φονεὺς κατέχομαι· καὶ καλῶς κατέχομαι· ἀνθηρὸς γὰρ ἦν ὁ παῖς ἐν τῇ εἰσόδῳ μου· πῶς οὖν ἀθρόυς θανάτῳ παρεδόθη, οὐκ οἶδα. Λύτρωσαί με, Κύριε, τῆς ὀχλήσεως ταύτης· θέατρόν μοι περιέστησεν, αἰσχύνην μοι περιέθηκε, θλίψιν μοι πολλὴν ἐπήγαγε. Δὸς τὴν ψυχὴν, καὶ παρέχω τὴν βροχήν· πληροφόρησον τὴν χήραν, καὶ ἀρδεύω τὴν χώραν· δὸς τοῦ παιδὸς τὴν παλαιβίωσιν, καὶ κινῶ τὴν γλῶτταν πρὸς ὀμβροδοσίαν. Ταῦτα μέντοι διὰ τὴν προῤῥηθεῖσαν τοῦ Λαζάρου νεκρεγερσίαν, καὶ τὴν τῶν Ἰουδαίων ἀντιλογίαν, ὅτι ἄλλως Δεσπότης αὐθεντεῖ, καὶ ἄλλως δοῦλος ἐγείρει. Ἠλίας ἤγειρε νεκρὸν, ἀλλ᾽ ὅμως οὐκ ηὐθέντησεν· ὠδυνήθη γὰρ πολλὰ καὶ ἐθλίβη καὶ στενώσει περιέπεσε. Διὸ ἐβόησεν ἐν προσευχῇ λέγων· Οἴμοι! Ὅπου δὲ τὸ, οἴμοι· ἐκεῖ ὀδύνη ψυχῆς. Οὕτω γὰρ καὶ ἀλλαχοῦ εὑρήσεις τὸν προφήτην ὀδυρόμενον καὶ λέγοντα· Οἴμοι! ὅτι κατελείφθην ὡς συνάγων καλάμην ἐν ἀμητῷ, καὶ ὡς ἐπιφυλλίδα ἐν τρυγητῷ· καὶ πάλιν ἕτερος προφήτης, Οἴμοι, οἴμοι εἰς ἡμέραν! ὅτι ἐγγὺς ἡ ἡμέρα Κυρίου, καὶ αὐτὴ ὡς ταλαιπωρία· καὶ πάλιν ἄλλος, Οἴμοι! ὅτι ἀπόλωλεν ἀπὸ τῆς γῆς. Πανταχοῦ ὀδύνη τὸ Οἴμοι.

Οὕτω καὶ Ἠλίας ἐνταῦθα· Οἴμοι, Κύριε, ὁ μάρτυς τῆς χήρας, σὺ ἐκάκωσας τοῦ θανατῶσαι τὸν υἱὸν αὐτῆς. Καὶ ἐνεφύσησε τῷ παιδαρίῳ τρίτον. Ὅρα οὖν ἐνταῦθα, πῶς ἐν τῷ νόμῳ τῆς χάριτος τὸ μυστήριον εἰκονογραφεῖται. Τὸ γὰρ, Ἐνεφύσησε τρίτον, τῆς ἀδιαιρέτου Τριάδος τὴν εἴσοδον παριστᾷ. Καὶ ἐπεκαλέσατο τὸν Θεὸν, καὶ εἶπεν· Ἐπιστραφήτω δὴ, Κύριε, ἡ ψυχὴ τοῦ παιδαρίου εἰς αὐτόν. Καὶ ἐγένετο οὕτω. Τί λέγεις, ὦ Ἰουδαῖε; μήτι τοιοῦτον ὁ Κύριος, οἷον Ἠλίας; μήτι τοιοῦτον Ἠλίας, οἷον ὁ Κύριος; μὴ ἔκλινεν ὁ Κύριος γόνυ; μὴ ἐπλάτυνε τὴν προσευχήν;

Αὐτῷ γὰρ πᾶσα προσευχὴ ἀναπέμπεται· φωνὴν ἀφῆκε μόνον, Λάζαρε, δεῦρο ἔξω, ὡς δεσπότης δοῦλον καλῶν. Τί οὖν; ἐξῆλθεν ὡς δοῦλος ὑπακούσας δεσπότῃ; Ἐξῆλθεν, οὐκ ἐβράδυνεν, οὐκ ἀνέμεινεν ὁ ᾅδης, οὐκ ἐστασίασεν ὁ θάνατος, οὐκ ἀνεβάλοντο αἱ κάτω δυνάμεις· ἀλλὰ μᾶλλον κατεπλάγησαν. Ὁ γὰρ ᾅδης ἔχων τὸν Λάζαρον ἤδη τέσσαρας ἡμέρας ἐν τοῖς ἰδίοις χωρίοις πανταχόθεν διαλυθέντα, ὡς ἀγόμφωτον σκάφος, λοιπὸν ἀμέριμνος ἦν· αἱ κάτω δυνάμεις οὐκ εἶχον ἔννοιαν, ὡς Λάζαρος τῶν καταχθονίων ἀνασπασθήσεται λοιπόν.

Ὡς δὲ ἀθρόον ἡ Δεσποτικὴ φωνὴ ἐν τῷ τάφῳ κατελθοῦσα σὺν φωτισμῷ πολλῷ ἤρξατο θᾶττον τὰς μὲν τρίχας τοῦ Λαζάρου ἀντιφυτεύειν τῇ κεφαλῇ, τὸν μυελὸν ἐνθηκιάζειν τῇ κενότητι τῶν καλάμων, τῶν δὲ φλεβῶν τὴν μέστωσιν πρὸς ζωτικὸν κατευθύνειν αἷμα, κατεπλάγησαν αἱ κάτω δυνάμεις πρὸς ἀλλήλας βοῶσαι· Τίς οὗτος ὁ καλῶν; τίς οὗτος ὁ αὐθεντῶν; τίς ὁ ἀναπλάττων διαλελυμένον χοῦν; τίς ὁ ἐξυπνίζων νεκρὸν ὡς ἐξ ὕπνου; τίς ὁ ἀδαμαντίνας πύλας διαῤῥήσσων; τίς ὁ βοῶν, Λάζαρε, δεῦρο ἔξω; ἡ φωνὴ μὲν ἀνθρωπόφθογγος, καὶ ἡ δύναμις θεοδύναμος. Τίς ὁ καλῶν; οὐκ ἔστιν ἄνθρωπος· τὸ μὲν σχῆμα ἀνθρώπου, ἡ δὲ φωνὴ Θεοῦ.

Προπέμψωμεν Λάζαρον, ὀξέως αὐτὸν ἀναφορήσωμεν, μὴ κατέλθῃ ὧδε ὁ καλῶν αὐτὸν, μὴ βραδύνοντος τούτου ὧδε κατέλθῃ ὁ καλῶν. Ἤρξαντο σαλεύεσθαι οἱ νεκροὶ καὶ κινεῖσθαι. Ἕνα ζημιωθῶμεν, φησὶ, καὶ μὴ ἅπαντας ἀπολέσωμεν. Οὕτως ὁ Λάζαρος ἐξεπήδησεν ἐκ τοῦ κόλπου τοῦ ᾅδου αἰνῶν καὶ εὐλογῶν καὶ δοξάζων τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Ἐνταῦθα τὸν λόγον σφραγίσωμεν· τὰ βαΐα τῶν φοινίκων ἀναλεγόμενοι εἰς ἀπάντησιν τοῦ Κυρίου ἐξέλθωμεν βοῶντες καὶ λέγοντες· Ὡσαννὰ, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας.