Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς Πέτρον καὶ Παῦλον

Ἰωάννης ὁ Χρυσόστομος

Επίλογος, επίκληση και καταληκτήρια δοξολογία

Προσευχητική απεύθυνση προς τους Αποστόλους, συνοπτική αναφορά στο κοινό τους μαρτύριο στη Ρώμη και τελική τριαδική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 4

Χαίρετε ἐν Κυρίῳ πάντοτε· ἀδιαλείπτως ὑπὲρ ἡμῶν προσεύχεσθε· τὰς ὑποσχέσεις ὑμῶν ἐκπληρώσατε. Ἀνακράζεις γὰρ, μακάριε Πέτρε, οὕτω φάσκων, ὅτι Σπουδάσω μετὰ τὴν ἐμὴν ἄφιξιν τὴν ὑμετέραν μνήμην ποιεῖσθαι.

Ἔστιν οὖν ὁ μακάριος Πέτρος ὁ τοῦ Χριστοῦ ἀπόστολος ἀπὸ Βηθσαϊδὰ τῆς Γαλιλαίας, ἔνθα ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὰς πλείστας θαυματουργίας εἰργάσατο, ἐξ ἧς καὶ ὁ Φίλιππος ὥρμητο πόλεως· ὁ δὲ μακάριος Παῦλος ἀπὸ Ταρσοῦ τῆς Κιλικίας. Κεκοίμηνται δὲ ἀμφότεροι ἐν τῇ μεγαλοπόλει Ῥώμῃ τῇ ἀρχαίᾳ, μηνὶ Ἰουνίῳ, εἰκάδι ἐννάτῃ, ἐπὶ Νέρωνος τοῦ ἀνομωτάτου βασιλέων ἀναιρεθέντες, καὶ πρὸς τὸν διδάσκαλον καὶ Κύριον τῶν ἁπάντων μετὰ πλείστας πραγματείας ἀφικόμενοι.

Πᾶσαν οὖν σπουδὴν ἐπιδείξασθαι ὀφείλομεν, ἀγαπητοὶ, δεόμενοι τοῦ παμβασιλέως Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ἵνα ἡμᾶς ἀξιώσῃ τῇ αὐτοῦ φιλανθρωπίᾳ ταῖς αὐτῶν παραδόσεσι καὶ διδασκαλίαις ἐμμένειν, ἵνα λάβωμεν ἔλεος ἔμπροσθεν τοῦ βήματος αὐτοῦ· δι᾽ οὗ καὶ μεθ᾽ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.