Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς Πέτρον καὶ Παῦλον

Ἰωάννης ὁ Χρυσόστομος

Εισαγωγή στην εορτή και κλήση των Αποστόλων

Εναρκτήρια αναφορά στην πανήγυρη των κορυφαίων Αποστόλων Πέτρου και Παύλου και θεολογική ερμηνεία της κλήσεώς τους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 4

Εἰς τοὺς κορυφαίους τῶν ἀποστόλων Πέτρον καὶ Παῦλον, καὶ τὸ αὐτῶν μαρτύριον ἐνδοξότατον. αʹ. Οὐρανοῦ καὶ γῆς ἅμιλλαν ὁρῶ διὰ τὴν παροῦσαν πανήγυριν τῆς μνήμης τῶν ἀποστόλων, τῶν μὲν ἐπουρανίων δυνάμεων εὐφημουσῶν ἐντίμοις φωναῖς τοῦ πόνου αὐτῶν τὸ διδασκάλιον, ὡς δι᾽ αὐτῶν γνωρισθὲν αὐτοῖς τὸ τῆς οἰκονομίας μυστήριον, καθὼς ὁ Παῦλος βοᾷ, Ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς Ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ· τῶν δὲ ἐπὶ γῆς ἀνθρώπων ἐκβιαζομένων ἀξίαν εὐφημίαν διὰ τῆς τιμῆς πρὸς τοὺς κορυφαίους δεῖξαι, ὡς δι᾽ αὐτῶν εἰς σωτηρίαν ἐπανελθόντων.

Τί γὰρ Πέτρου μεῖζον; τί δὲ Παύλου ἴσον; οἵτινες τῷ ἔργῳ καὶ τῷ λόγῳ πᾶσαν τὴν ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς κτίσιν ἐνίκησαν· οἱ τῷ πηλῷ τοῦ σώματος συμπεπλεγμένοι, καὶ ἀμείνους ἀγγέλων εὑρεθέντες. Τί οὖν ἐροῦμεν πρὸς τοὺς διδασκάλους τῆς ἄνω καὶ τῆς κάτω κτίσεως; Οὐχ εὑρίσκω γὰρ λόγον ἐπάξιον ἐγκωμιάσαι τοὺς ἐγκωμιάσαντας τὸ γένος ἡμῶν, τοὺς τὴν ἅπασαν γῆν καὶ θάλασσαν περιελθόντας, καὶ τὰς ῥίζας τῶν ἁμαρτημάτων ἀνασπάσαντας, καὶ τὰ σπέρματα τῆς εὐσεβείας καταβαλόντας ἐν ταῖς καρδίαις τῶν ἀπειθούντων ἀνθρώπων. Πέτρος ὁ καθηγητὴς τῶν ἀποστόλων, Παῦλος ὁ γνωριστὴς τῆς οἰκουμένης, καὶ τῶν ἄνω δυνάμεων συμμέτοχος· Πέτρος τῶν ἀγνωμόνων Ἰουδαίων ὁ χαλινὸς, Παῦλος τῶν ἐθνῶν ἡ παράκλησις. Καὶ βλέπε μοι τοῦ Δεσπότου τὴν ὑπερέχουσαν σοφίαν. Τὸν γὰρ Πέτρον ἀπὸ ἁλιέων ἐξελέξατο, τὸν δὲ Παῦλον ἀπὸ σκηνοῤῥάφων· καὶ τοῦτο δὲ πρὸς ὠφέλειαν πεποίηκεν· ἐβυθίζετο γὰρ ἡ δόξα τῶν Ἰουδαίων. Διὰ τοῦτο τούτῳ τῷ ἁλιεῖ ἐνεπίστευσεν ὁ Κύριος, φήσας πρὸς αὐτόν· Ἄπελθε εἰς τὴν θάλασσαν, καὶ βάλε ἄγκιστρον· καὶ τὸν ἀναβάντα πρῶτον ἰχθὺν ἄρας, ἄνοιξον τὸ στόμα αὐτοῦ, καὶ εὑρήσεις στατῆρα Θάλασσαν λέγων, τὴν ἄστατον τῶν ἀνόμων Ἰουδαίων γνώμην· ἄγκιστρον, τὸν ἔντεχνον λόγον τῆς διδασκαλίας· ἰχθὺς, τὸν νόμον σημαίνει.

Τὸ δὲ ἀνοῖξαι τὸ στόμα αὐτοῦ, τὸ ἑρμηνεύειν αὐτὸν λέγει· τὸ δὲ εὑρεῖν ἐν αὐτῷ στατῆρα, τὸ πνευματικῶς αὐτὸν ἀνακρίνειν σημαίνει. Τῷ δὲ Παύλῳ ὡς σκηνοῤῥάφῳ τὰ ἔθνη ἐνεχείρισεν, ἵνα ἐνδύσῃ διὰ νόμου καὶ τῆς χάριτος γυμνοὺς, τὸ κόκκινον ἔνδυμα, τὸ ἐξ ὕδατος καὶ αἵματος Δεσποτικοῦ βαφέν. Οὕτως αὐτῷ ὁ Δεσπότης βοῶν, Ἄπελθε, φησὶν, ὅτι ἐγὼ εἰς ἔθνη μακρὰν ἀποστελῶ σε. Ὢ μακαρία δυὰς ἡ πιστευθεῖσα ὅλου τοῦ κόσμου τὰς ψυχάς! Πέτρος ἡ ἀρχὴ τῆς ὀρθοδοξίας, ὁ μέγας τῆς Ἐκκλησίας ἱεροφάντης, ὁ ἀναγκαῖος σύμβουλος τῶν Χριστιανῶν, τὸ κειμήλιον τῶν ἄνω δυνάμεων, ὁ τετιμημένος ὑπὸ τοῦ Δεσπότου ἀπόστολος. Παῦλος ὁ μέγας τῆς ἀληθείας κήρυξ, τὸ καύχημα τῆς οἰκουμένης, ὁ ἐν οὐρανοῖς ἄνθρωπος, καὶ ἐπὶ γῆς ἄγγελος, ἡ δόξα τῆς Ἐκκλησίας, ὁ ἐν ὑψηλοῖς πετόμενος ἀετὸς, ἡ λύρα τοῦ Πνεύματος, ἡ χελιδὼν καὶ τέττιξ, τὸ ὄργανον τὸ Δεσποτικὸν, ὁ γρήγορος τοῦ Χριστοῦ ὑπηρέτης.