Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὰ ἅγια φῶτα εἴτε Εἰς τὸ βάπτισμα καὶ εἰς τὸν πειρασμόν

Ἰωάννης ὁ Χρυσόστομος

Η φωτιστική ενέργεια των Γραφών και η πνευματική κλήση του ανθρώπου

Εισαγωγή στη σημασία του θείου λόγου για την επίγνωση της αλήθειας και τη διατήρηση της κατ' εικόνα δημιουργίας, με αναφορά στο παράδειγμα της μεταστροφής του αποστόλου Παύλου και προτροπή για πνευματική καλλιέργεια.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 7

Τοῦ αὐτοῦ [εἰς τὸ βάπτισμα καὶ εἰς τὸν πειρασμὸν καὶ εἰς τὸν λῃστὴν καὶ] κατὰ Ἀρειανῶν, καὶ τί νοητέον τὸ κλητός, καὶ εἴς τινα ῥητὰ τοῦ ἀποστόλου ἑρμηνεία. Ὅπερ ἔστιν ὁ ἥλιος τοῖς σώμασιν, τοῦτο τῶν γραφῶν αἱ λαμπηδόνες τῇ ψυχῇ· καθάπερ γὰρ σωμάτων πολλαὶ διαφοραί, οὕτω καὶ πολλαὶ αἱ φύσεις καὶ πολλαὶ αἱ ποιότητες. Ἔστι γὰρ λίθος, ἔστι σίδηρος, ἔστι δένδρον, ἔστιν ἄνθρωπος, ἔστιν ἄλογον, ἔστι πηγή, ἔστιν ὄρος. Καὶ πολλαὶ μὲν τῶν ὁρωμένων αἱ φύσεις, πολλαὶ καὶ διάφοροι· ἡλίου δὲ μὴ φαινομένου οὐ διαγινώσκονται. Ἀλλὰ κεῖται μὲν πρὸ τῶν ὀφθαλμῶν τῶν ἡμετέρων, καὶ χαλκὸς καὶ μόλιβδος, καὶ χρυσὸς καὶ ἄργυρος· ἐὰν δὲ μὴ ἀνίσχῃ τὴν ἀκτῖνα ὁ ἥλιος, οὐ διακρίνεται τῶν ὁρωμένων ἡ ὄψις· ἀλλ’ αὐτὰ μὲν βλέπομεν, οὐ γινώσκομεν δὲ τί βλέπομεν ἐν νυκτί, ἀλλ’ ἀφανίζεται αὐτῶν ἡ διαφορὰ κατὰ τὴν διάκρισιν τῆς ὄψεως τῆς ἡμετέρας· καὶ χρεία, καὶ ἡμέρας καὶ ἡλίου καὶ φωτός, ἵνα μάθωμεν αὐτῶν τὴν διαφορὰν τῆς φύσεως καὶ τί ἕκαστον τυγχάνει.

Οὕτω δὴ καὶ ἐπὶ τῶν γραφῶν· πολλά ἐστιν ἃ ὀφείλομεν μανθάνειν, ἀλλὰ χρεία τῆς ἐκεῖθεν λαμπηδόνος, ἵνα μάθωμεν, τί θάνατος, τί ζωή, τί σῶμα, τί ψυχή, τί ἀφθαρσία, τί ἀθανασία, τί ἀνάστασις, τί πλοῦτος, τί πενία, τί εὐημερία, τί τὰ παρόντα καὶ τί τὰ μέλλοντα.

Ἐπεὶ οὖν τοσαύτη τῶν γραφῶν ἡ ἀκρίβεια, ἵνα μάθωμεν, διὰ τί ἐγενόμεθα, διὰ τί εἰς τὸν κόσμον ἤλθομεν, ποῦ ἀπερχόμεθα, ποῦ ἀνάληψις ἡμᾶς ἀναμένει, τί ποτέ ἐστιν ἄνθρωπος, καὶ τί ποτέ ἐστιν ἄλογον· καὶ γὰρ πολυσαφής ἐστιν ἡ γνῶσις αὕτη.

Ὅπερ γὰρ χθὲς ἔλεγον, καὶ νῦν λέγω· πολλοὶ τῶν ἀνθρώπων οὔκ εἰσιν ἄνθρωποι. Οὕτω καὶ ἡ γραφὴ λύκους καλεῖ τοὺς ἅρπαγας, ὄνους καλεῖ τοὺς ἀνοήτους, κύνας καλεῖ τοὺς ἀναισχύντους, ψευδωνύμους καλεῖ τοὺς Ἰουδαίους· ἐπειδὴ γὰρ τὴν πονηρίαν διεδέξαντο, καὶ τὴν προσηγορίαν αὐτῶν ἐκληρονόμησαν. Διὰ δὴ τοῦτο καὶ ἡ γραφὴ λέγει· «Ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκεν· παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς.» Ὅτε γὰρ ἁρπάζει, γίνεται λύκος· ὅταν ἀναισχυντῇ, γίνεται κύων· ὅταν ἀνοηταίνῃ, γίνεται ὄνος· ὅταν δόλον ἔχῃ, γίνεται ὄφις. Οὕτω γὰρ καὶ Ἰωάννης φησίν· «Ὄφεις, γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς.» Καὶ πάλιν ἕτερος· «Κύνες ἐνεοί, οὐ δυνάμενοι ὑλακτεῖν.» Καὶ πάλιν ἕτερος· «Ἐκάθισεν ἐν τῇ ἐρήμῳ ὡσεὶ κορώνη ἠρημωμένη.» Καὶ πάλιν ἕτερος· «Ἵπποι θηλυμανεῖς ἐγένοντο, ἕκαστος ἐπὶ τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ ἐχρεμέτιζεν.» Ἐπεὶ οὖν ὁ μὲν ὄνος ἐγένετο, ὁ δὲ κύων, ὁ δὲ λύκος, φησίν· «Ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκεν· ἀλλὰ παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς.» Μή μοι λέγε· «Ὁ δεῖνα ἄνθρωπος.» Οὐκ, ἐὰν ὄψιν ἔχῃ ἀνθρώπου, ἀλλ’ ἐὰν καρπὸν ἔχῃ ἀνθρώπου. Ἐπεὶ καὶ τὰ δένδρα οὕτω δοκιμάζομεν. Ἔστιν ἐλαία, καὶ ἔστιν ἀγριέλαιος· κοινωνία τῆς ὄψεως, ἀλλὰ διαφορὰ τῆς φύσεως.

Ἔστι ῥόδον, καὶ ἔστιν ἀνεμώνη· καὶ ἡ μὲν ὄψις ἀπατᾷ, ἡ δὲ φύσις παραλλάττει. Ἔστι ζιζάνιον, καὶ ἔστι σῖτος· πάλιν τὸ σχῆμα τὸ αὐτό, ἡ δὲ φύσις διάφορος. Ἔστιν ἄνθρωπος, καὶ ἔστιν ἄλογον· ἀλλ’ ὁ μὲν ἄνθρωπος, ὁ δὲ εἰς ἀλόγων εὐτέλειαν κατηνέχθη.

Σπουδάζωμεν οὖν, ἀδελφοί, μένειν ἄνθρωποι. Ἐπεὶ καὶ τὸν Ἰὼβ ἐπαινοῦσα ἡ γραφὴ καὶ γράφουσα αὐτοῦ τὴν εἰκόνα, οὐ τῷ χρώματα μίξαι, ἀλλὰ τῷ φάρμακα τῆς ἀρετῆς κεράσαι, τοῦτο πρῶτον εἶπεν· «Καὶ ἦν ἄνθρωπος.» Οὐκ ἀπώλεσε τὸ ἀρχέτυπον, οὐκ ἔφθειρε τὴν βασιλικὴν εἰκόνα· οἷος ἐπλάσθη, τοιοῦτος διέμεινεν· ἐπλάσθη ἄνθρωπος, καὶ ἔμεινεν ἄνθρωπος, καὶ οὐκ ἐψεύσατο τῇ πονηρίᾳ τὴν φύσιν·

Καὶ ἦν ἄνθρωπος, τὸ ἀρχέτυπον ἐκεῖνο. Διὰ δὴ τοῦτο καὶ ὁ Ἀδὰμ ἐκάλυψε τὴν εἰκόνα, μὴ μείνας ἄνθρωπος. Πρόσσχες μετὰ ἀκριβείας τῷ λόγῳ. Ἐπλάσθη ἄνθρωπος, ἀλλ’ οὐκ ἔμεινεν ἄνθρωπος, τῇ ἁμαρτίᾳ τὴν εὐγένειαν τῆς φύσεως προδεδωκώς.

Ἐπλάσθη ὁ Δανιήλ, καὶ ἔμεινεν ἄνθρωπος. Πόθεν δῆλον; Ἀπὸ τῶν θηρίων. Καὶ ἔσται φησίν ὁ φόβος ὑμῶν καὶ ὁ τρόμος ὑμῶν ἐπὶ πάντα τὰ θηρία τῆς γῆς. Νόμος ἦν βασιλικός, ἀλλ’ ἐκινήθη νόμος· ἐπειδὴ γὰρ ἐκίνησεν ὁ ἄνθρωπος τὴν ὑπακοήν, ἐκίνησε καὶ ὁ θεὸς τὴν τιμήν· «Οὐκ ἐγώ σοι εἶπον· „Μὴ φάγῃς ἀπὸ τοῦ δένδρου“; Καὶ ἔφαγες· εἰργάσω ἁμαρτίαν.» Ἐλύθη ἡ τιμή, καὶ ἐγένετο λοιπὸν φοβερὰ τῷ ἀνθρώπῳ τὰ ἄλογα.

Ἀλλ’ ὁ Δανιὴλ οὐ τοιοῦτος· ἀλλὰ κατέβη εἰς λάκκον λεόντων, καὶ οὐχ ἥψαντο τὰ θηρία τῆς σαρκὸς αὐτοῦ· ἐπειδὴ γὰρ [οὐκ] ἀπέσμηξε τὴν βασιλικὴν εἰκόνα. Εἶδε τὰ θηρία ἐκεῖνα τὴν μορφὴν τὴν ἐν τῷ παραδείσῳ (ὅτε ἐδεδοίκει τὸν ἄνθρωπον) καὶ ἔτρεμεν, καὶ φησίν· «Αὐτὸς ἐκεῖνος ὁ ἄνθρωπος· οὐ δυνάμεθα ἅψασθαι αὐτοῦ τοῦ σώματος.» Ὥσπερ γάρ, ἐὰν ἡ βασιλικὴ εἰκὼν ὑπὸ ἀσβόλης καλυφθῇ, ἕως μὲν ἂν ᾖ ἀφανής, καταφρονεῖται, ἐὰν δέ τις αὐτὴν ἀποσμήξῃ, τὴν οἰκείαν πάλιν ἀναδείκνυσιν εἰκόνα, οὕτω καὶ ἐνταῦθα· ἐκάλυψε μὲν αὐτὴν ὁ Ἀδάμ, ἀπέσμηξε δὲ αὐτὴν ὁ Δανιήλ. Διὰ δὴ τοῦτο εἶδεν <αὐτὴν> τὰ θηρία ἐκεῖνα, καὶ ἐφοβήθη.

Ταῦτα λέγω, καὶ λέγων οὐ παύσομαι, ἵνα, ὅπερ ὄνομα ἔδωκεν ὁ θεός, ἀκίνητον διατηρῶμεν. Διὰ τί αὐτὸς θεὸς ὢν ἄνθρωπος ἐγένετο; Ἵνα τὴν παλαιὰν ἀναλάβωμεν εἰκόνα, μᾶλλον δὲ οὐκ ἐκείνην, ἀλλὰ πολλῷ βελτίονα. Τί γάρ; Ἀπωλέσαμεν παράδεισον, καὶ εὑρήκαμεν οὐρανόν.

Τί γὰρ μάλιστα ποιεῖ ἄνθρωπον; Τῶν γραφῶν ἡ ἀνάγνωσις. Αὕτη μεταβάλλει, αὕτη διορθοῦται, αὕτη ἀποσμήχει τὰ ἁμαρτήματα, τὰ περιττὰ ἐκκόπτει, τὰ λείποντα προστίθησιν. Πρόσεχε τῇ τῶν γραφῶν ἀναγνώσει. Κἂν μὴ ᾖς ἄνθρωπος, ἔσῃ ἄνθρωπος· κἂν ᾖς λύκος, γίνῃ ἄνθρωπος· κἂν ᾖς ἵππος, γίνῃ ἄνθρωπος· ἀπολαμβάνῃς σου τὴν εὐγένειαν. Φάρμακον γάρ ἐστι ποικίλον καὶ σωτήριον.

Ἐπεὶ οὖν τοσαύτη τῶν γραφῶν ἡ ὠφέλεια, φέρε δὴ τὰ λείψανα τῶν χθὲς ὑμῖν εἰρημένων ἀποδῶμεν. Ἴστε γὰρ ὅτι πολλὰ μὲν προεβαλόμεθα, οὐ πάντα δὲ διετελέσαμεν. Καὶ γὰρ γεωργὸς οὐχ ὅσα ἔχει σπέρματα καταβάλλει, ἀλλ’ ὅσα δύναται ἡ ἄρουρα δέξασθαι, ὥστε μὴ τὸ πλῆθος τῶν καταβαλλομένων λυμήνασθαί τι τῶν φυομένων. Κἀγὼ τοίνυν οὕτως αὐτὰ παρασκευάζομαι εἰπεῖν, οὐχ ὅσα δύναμαι εἰπεῖν, ἀλλ’ ὅσα δύναται ἡ ἄρουρα ὑποδέξασθαι, ἵνα μὴ τὸ πλῆθος τῶν λεγομένων τὴν ἐπιθυμίαν τῶν ἀκουόντων λυμήνηται.

Τίνα οὖν τῶν χθὲς τὰ εἰρημένα ἦν; Τὸ προοίμιον τῆς ἐπιστολῆς, μᾶλλον δὲ οὐ τὸ προοίμιον ὅλον, ἀλλὰ μία λέξις. Καὶ διεδέξατο ἡ τοῦ κλητός· καὶ αὕτη ἡμᾶς ἐπεραίωσεν εἰς ἅπαν τὸ πέλαγος, καὶ ναυάγιον οὐχ ὑπεμείναμεν. Εἰ καὶ μικρὸν τὸ ἀκάτιον, ἀλλὰ μέγας ὁ πλοῦ[το]ς· εἰ καὶ μία ἡ λέξις, ἀλλὰ πέλαγος νοημάτων ἔβλυσεν.

Ἐδίδαξα ὑμᾶς, τί ποτέ ἐστι τὸ κλητός, καὶ ὅπως, τῆς χάριτος τοῦ Χριστοῦ ἐλθούσης, οὐδὲ τὰ θαύματα αὐτὸν ἐπεσπάσαντο, ἀλλ’ ἔμεινεν μεμηνώς, πεπωρωμένος, ἐλαύνων, διώκων, ὕστερον δὲ ἡ κλῆσις αὐτὸν ἐποίησεν ἀντὶ λύκου πρόβατον καὶ ποιμένα, ἀντὶ βλασφήμου ἀπόστολον, ἀντὶ διώκτου εὐαγγελιστήν. Εἰρήκαμεν ὑμῖν τὴν αἰτίαν δι’ ἣν ὁ Χριστὸς κατέβη πρὸς τὸν δοῦλον, ὁ δεσπότης πρὸς τὸν οἰκέτην, ὁ θεὸς πρὸς τὸν ἄνθρωπον. Ἐπειδὴ οὐδενὶ τῶν ἄλλων ἐπείθετο, κατέβη αὐτός, ἵνα ἀναγάγῃ αὐτόν· καὶ λέγει· «Σαῦλε, Σαῦλε, τί με διώκεις;», τὸν πατέρα τὸν ἑαυτοῦ μιμούμενος λέγοντα· «Λαός μου, τί ἐποίησά σοι ἢ τί ἐλύπησά σε ἢ τί παρηνώχλησά σοι; Ἀποκρίθητί μοι.» Καὶ οὕτως ἐσαγήνευσε καὶ ἡλίευσε τὸν ἰχθὺν ἐκεῖνον τὸν τὴν θάλατταν ἀναβλύσαντα· ἐποίησεν ἀντὶ ἰχθύος ἁλιέα γενέσθαι.

Καὶ γὰρ αὐτὸς ἁλιευθείς, τὴν οἰκουμένην ἐσαγήνευσεν· καὶ δεξάμενος βέλος, οὐκ ἔτι ἀπέθανεν, ἀλλὰ νεκρὸς ὢν ζῶν ἐγένετο. Τὰ βέλη τοῦ δυνατοῦ ἠκονημένα. Ὢ βέλους φύσις· ἔτρωσε καὶ ἐζωογόνησεν. Τὸ τραῦμα φάρμακον εἰργάσατο. Ἔκειτο χαμαί, καὶ ἀνέστησε τὴν οἰκουμένην· ἐκεῖνος ἐτυφλώθη, καὶ τὰ πέρατα μέχρι τῆς σήμερον ἀνέβλεψεν. «Σαῦλε, Σαῦλε, τί με διώκεις;» Τί οὖν ἐκεῖνος; «Τίς εἶ, κύριε;» Δεσποτείαν ὡμολόγησεν. Καί φησιν· «Ἐγώ εἰμι Ἰησοῦς ὁ Ναζωραῖος ὃν σὺ διώκεις.» Ἐνταῦθα κατελύσαμεν τὸν λόγον. Ποῖον δὲ σήμερον προήγμεθα ἕτερον ἐπιστολῆς προοίμιον ἑρμηνεῦσαι; Οὐ γὰρ ἁπλῶς ἢ εἰκῇ τῷ Παύλῳ ἦν περὶ τῆς προσηγορίας τῶν ἐπιστολῶν ἡ σπουδή. Ποία οὖν ἄλλη ἐστὶν ἐπιστολή; Παῦλος ἀπόστολος οὐκ ἀπ’ ἀνθρώπων, οὐδὲ δι’ ἀνθρώπων, ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ. Τίνος ἕνεκεν ἐκ προοιμίων ἡ μάχη; Εἰς τὸ παγκράτιον προσκαλεῖται Παῦλος ἀπόστολος οὐκ ἀπ’ ἀνθρώπων, οὐδὲ δι’ ἀνθρώπων, καὶ λέγων ὅ τι δηλοῖ ὑμῖν ὅτι πρός τινας πυκτεύει, τοὺς λέγοντας ὅτι ἀπ’ ἀνθρώπων ἐστίν.

Ἀνάγκη τοίνυν ὑμᾶς μαθεῖν τὴν ὑπόθεσιν καὶ τὴν ἱστορίαν, ἐν ἀρχῇ τὸν λόγον ἀνάγοντας. Ἀλλὰ μηδεὶς μαλακιζέσθω, μηδεὶς ῥαθυμείτω, μηδεὶς βάναυσος ἀκροατής. Ἐγὼ τὸν θησαυρὸν ἀνορύττω· ἐμὸς ὁ πόνος, ὑμέτερος ὁ πλοῦτος, εἴπερ περὶ χρήματα, πολλῷ μᾶλλον περὶ νοήματα. Περὶ χρήματα ὅλην τὴν ἑβδομάδα, περὶ νοήματα κἂν δύο ἡμέρας. Περὶ χρήματα ὅλην τὴν ἑβδομάδα, ὅπου φθόνος· περὶ νοήματα κἂν δύο ἡμέρας, ὅπου σωτηρία.

Τί συνάγεις χρήματα, τὸ μιαρὸν γένος; Πλουσιώτερος εἶ χρήμασιν; Καὶ τί τὸ ὄφελος; Ἐὰν μάθῃς νοήματα, κἂν πένης ᾖς, εὐπορώτερος ἔσῃ. Τί γὰρ ὄφελος πλούτου, ὅταν ὁ πλοῦτος τὴν διάνοιάν σου παροινῇ; Διῄρηται ἡμῶν ἡ φύσις εἰς σῶμα καὶ ψυχήν, καὶ ἐξ ἴσης ἡ ψυχὴ ἡ δέσποινα, καὶ ἡ σὰρξ ἡ δούλη. Ἓξ ἡμέρας τῇ δούλῃ· καὶ οὐδεμίαν ἡμέραν τῇ δεσποίνῃ;