Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὰ ἅγια Θεοφάνεια

Ἰωάννης ὁ Χρυσόστομος

Η θεολογική σημασία και οι προτυπώσεις του βαπτίσματος

Η κατάβαση του Χριστού στον Ιορδάνη, η αναίρεση της πτώσης του Αδάμ ως ίαση της κτίσεως και η προτύπωση του μυστηρίου από το Άγιο Πνεύμα κατά τη δημιουργία του κόσμου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 3

[Τοῦ ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου] εἰς τὰ ἅγια θεοφάνια. Πάσης οἰκουμενικῆς τῇ τῆς ἁμαρτίας νόσῳ κατακειμένη<ς> κοινὸν λουτρὸν ἐν Ἰορδάνῃ ὁ αὐτοδίδακτος ἰητρὸς συνεκέρασεν Χριστός· καὶ πρῶτος πάντων κατέβη, ἵνα πάντες οἱ ἀσθενεῖς τὴν ῥῶσιν ὑδρευσώμεθα. Οὐκέτι κολυμβήθρα ἐνιαυσιαῖον δῶρον ἑνὶ χαρίζεται πάθει· μία<ν> γὰρ πᾶσα κτίσις ὑδάτων ἤντλησεν χάριν. Οὐκέτι φαρμάκων φύσις ἐπιπλήττει τὰ τραύματα, ἀλλ’ ὑδάτων ἐπίχυσις ἀνατέλλει τὰ θαύματα. Τί γὰρ λοιπὸν Ἰορδάνου θαυμαστότερον τοῦ πᾶσι τοῖς πάθεσι βλύζοντος τὴν ἄφεσιν;

Ἐν αὐτῷ ὁ Ἀδὰμ θανατηφόρου τίτλου ἀπήλειψεν ἀπόφασιν· ἐν αὐτῷ ἡ Εὔα τὸν πτερνίσαντα ὄφιν ὁρᾷ βυθιζόμενον· ἐν αὐτῷ ὁ Κάϊν τῆς μιαιφόνου χειρὸς τὸ αἷμα ἀπεπλύνατο· ἐν αὐτῷ ἡ ἤπειρος τὰς ἀσεβεῖς τῶν εἰδώλων θυσίας ἀπενίψατο· ἐν αὐτῷ οἱ ἐν σκότει τὸν τῆς δικαιοσύνης ἥλιον ἐνεδύσαντο.

Ἐπειδὴ γάρ ποτε τοῦ Ἀδὰμ πλανηθέντος πᾶσα ἡ ἀνθρωπότης τὴν πλάνην ἐφόρεσεν· διὰ τοῦτο καὶ νῦν τοῦ Χριστοῦ βαπτισθέντος πᾶσα ἡ οἰκουμένη τὸ φῶς περιεβάλετο. Ποῖον φῶς; Τὸ πρὸ τοῦ κόσμου τῷ κόσμῳ ὑπὸ τοῦ κοσμοποιοῦ Χριστοῦ εὐτρεπιζόμενον· ἤδη γὰρ πρὸ τῆς κτίσεως ἡ τοῦ βαπτίσματος χάρις τῇ κτίσει προεγράφετο, καὶ ἀεὶ τοῖς ὕδασι τὸ πνεῦμα ἐπεπόλαζεν.

Ὅτι μὲν γὰρ δι’ ὕδατος καὶ πνεύματος τὸ ἄφθαρτον ἐκεράσθη λουτρόν, πᾶσι δῆλον τοῖς πιστοῖς· ὅτι δὲ ἦν πρὸ τοῦ κόσμου, ὁ κόσμου ἱστοριογράφος Μωϋσῆς ἐμαρτύρατο. «Ἐν ἀρχῇ,» φησίν, «ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος, καὶ σκότος ἐπάνω τῆς ἀβύσσου, καὶ πνεῦμα θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος.» Καὶ διὰ τί ἐξ ἀρχῆς τὸ πνεῦμα ἦν ἐν ὕδασιν; Ἵνα ἡ χάρις τῆς κολυμβήθρας κόσμου γένηται μήτηρ· ἐξ αὐτῆς γὰρ ἐτέχθη ὁ οὐράνιος.

Προῆλθεν ἡ ἤπειρος, συνηθροίσθη ἡ θάλασσα ἐγενήθη ὁ ἥλιος, ἀνήχθη σελήνης λαμπάς, ἐξέλαμψεν ἄστρων χορός· συνέστη στῦλος νεφελῶν, ἡπλώθη ὕφος ἀστραπῆς, σταγόνες μεγαλοειδεῖς ὑετῶν κατειργάσθησαν· παντοδαπὸν κτηνῶν καὶ πτηνῶν [ἀν]ἐ<ρ>ριπίσθη γένος φυτῶν πολυανθὴς ἐβλάστησεν ὡραϊσμός, καὶ ὁ τοῦ κόσμου νυμφίος ἐπλαστουργήθη ἄνθρωπος.