Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὰ ἅγια Θεοφάνεια

Ἰωάννης ὁ Χρυσόστομος

Προοίμιο και το νόημα της εορτής των Θεοφανείων

Εισαγωγή στην εορτή και θεολογική σύγκριση μεταξύ της αφάνειας της Γεννήσεως και της δημόσιας φανερώσεως του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 4

Ἰωάννου ἐπισκόπου Κωνσταντινουπόλεως εἰς τὰ θεοφάνια. Διχῇ μοι τῆς ψυχῆς μεριζομένης αἰσθάνομαι· ἡ μὲν γὰρ σημερινὴ τῶν εὐαγγελίων ἀνάγνωσις τὸ τῶν φύσεων αἰνιττομένη διπλοῦν πρὸς ἑαυτὴν συγκαλεῖ· ὁ δὲ παρὰ τοῦ προλαβόντος γεγενημένος ὕμνος εἰς τὴν τῶν ἐπιφανίων εὐφημίαν ἀνθέλκει. Δεῦρο δὴ καὶ ἡμεῖς τῷ προλαβόντι τὸν εἰς τὴν τῶν ἐπιφανίων ἡμέραν κοινωνήσωμεν ὕμνον. Εἰ γὰρ παρῆλθεν τῆς ἑορτῆς ἡ ἡμέρα, ἀλλὰ τῆς ἑορτῆς οὐ παρῆλθεν εὐεργεσία.

Ἦν μὲν οὖν καὶ ἡ τῶν γενεθλίων ἡμέρα θεοπρεποῦς ἐπιφανείας μεστή, ἀλλὰ τοῖς Ἰουδαίων ἀπόρρητος πλήθεσι καὶ δήμων οὐκ ἐμφανὴς ὀφθαλμοῖς. Φήμῃ γὰρ ὁ τεχθεὶς ἐγνωρίζετο μόνῃ ἣν ἡ τῶν μάγων ἐγέννησεν ἄφιξις, καὶ αὐτῶν ὡς ἐπ᾽ ἀγνώστῳ τῷ τόκῳ πυνθανομένων· «Ποῦ ἐστὶν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων;» Διὰ τοῦτο καὶ ἀστὴρ τὸ τοῦ βρέφους αὖθις αὐτοῖς ἐδακτυλοδείκτει χωρίον, ὡς οὐκ ὄντος ἐμφανοῦς τοῦ τεχθέντος. Συνέφερε γὰρ τῷ τόκῳ τὸ ἄγνωστον καὶ πρῶτόν γε διὰ τὸν Ἡρῴδου θυμόν· εἴπερ τὸ βρέφος γνωριζόμενον ηὗρε, τοῦ τῆς οἰκονομίας ἂν προανέσφαξε τέλους.

Ἐν δὲ τοῖς ἐπιφανίοις πάνδημος τοῦ τεχθέντος ἡ θέα καὶ γνῶσις ἐμφανεστέρα καὶ 〈ἐκ〉 ταύτης τὸ τῶν ἐπιφανίων ἐπώνυμον ὄνομα, ὅτι βραχέσι πρότερον γνωριζόμενος ἐπιφανὴς τότε γεγένηται πλήθεσιν, ὅλης μὲν τῆς Ἰηρουσαλὴμ τῷ βαπτιστῇ συμπαρούσης, ὅλης δὲ τῆς Ἰουδαίας πρὸς αὐτὸν κενωθείσης, ὅλης δὲ τῆς Ἰορδάνου χώρας πρὸς αὐτὸν δραμούσης. «Ἐξεπορεύετο γάρ, φησίν, ἡ Ἰεροσόλυμα καὶ πᾶσα ἡ Ἰουδαία καὶ πᾶσα ἡ περίχωρος τοῦ Ἰορδάνου καὶ ἐβαπτίζοντο ὑπ᾽ αὐτοῦ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν».