Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὰ ἅγια Θεοφάνια

Ἰωάννης ὁ Χρυσόστομος

Το γεγονός της Θεοφάνειας και η τελική δοξολογία

Η στιγμή της Βάπτισης, η φανέρωση του Αγίου Πνεύματος, η μαρτυρία του Θεού Πατέρα και η δοξολογική κατακλείδα του λόγου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 4

Ἥψατο μὲν τῆς κορυφῆς τοῦ Δεσπότου σύντρομος ὁ Ἰωάννης· ἄνωθεν δὲ οὐρανῶν ἀνοιχθέντων, κατεσκόπουν ἄγγελοι τὸ γενόμενον· Πνεύματος δὲ χάρις ἐν εἴδει περιστερᾶς τῇ τοῦ Δεσπότου κεφαλῇ προσφοιτῶσα, τὴν τοῦ Ἰωάννου δεξιὰν παρωθεῖτο. Εἱστήκει δὲ τὸ πλῆθος ἀπορούμενον ἐπὶ πλέον, καὶ τὸ, Τίς ἐστιν οὗτος; πρὸς ἀλλήλους λαλοῦν. Εἶτα ὡς ἀποκρινάμενος τοῖς πλήθεσι, Τίς ἐστιν οὗτος; πρὸς ἀλλήλους ζητοῦσιν, ἐβόησεν ὁ Πατὴρ, λέγων· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα· αὐτοῦ ἀκούετε. Βοᾷ τὴν εἰς τὸν Υἱὸν ὁ γεννήτωρ φιλοστοργίαν, ἵνα μάθῃς τὴν τοῦ Κτίστου περὶ τὸν κόσμον διάθεσιν, ὅτι τοιοῦτον ὑπὲρ τῶν τοιούτων δούλων Υἱὸν ἀπέδωκεν, ὑπὲρ μισουμένων τὸν ποθούμενον, ὑπὲρ ἁμαρτωλῶν τὸν ἀναμάρτητον, ὑπὲρ ἀδόξων τὸν ἔνδοξον. Δοξάσωμεν οὖν τὸν ἐπιφανέντα Δεσπότην σὺν τῷ Πατρὶ, καὶ τὸν Υἱὸν, καὶ τὸ ἅγιον Πνεῦμα, νῦν, καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.