Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὰ ἐγκαίνια τοῦ μαρτυρίου

Ἰωάννης ὁ Χρυσόστομος

Ιστορικό πλαίσιο της μετακομιδής και ο ζήλος του λαού

Εισαγωγή στη νυχτερινή μεταφορά των ιερών λειψάνων στη Δρυπία. Περιγραφή της ολόθυμης συμμετοχής των πιστών και της ταπεινής παρουσίας της αυτοκράτειρας άνευ των βασιλικών διακριτικών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 4

ΟΜΙΛΙΑ Βʹ. Τῆς βασιλίδος μέσων νυκτῶν εἰς μεγάλην ἐκκλησίαν προσελθούσης, κἀκεῖθεν τὰ λείψανα τῶν μαρτύρων ἀραμένης, καὶ προπεμψαμένης διὰ πάσης τῆς ἀγορᾶς ἕως Δρυπίας, τοῦ μαρτυρίου ἀπέχοντος θʹ σημεῖα τῆς πόλεως· ἐλέχθη ἐν τῷ μαρτυρίῳ ἡ προσομιλία, παρούσης αὐτῆς καὶ τῆς πόλεως πάσης καὶ τῶν ἀρχόντων.

αʹ. Τί εἴπω καὶ τί λαλήσω; σκιρτῶ καὶ μαίνομαι μανίαν σωφροσύνης βελτίονα· πέτομαι καὶ χορεύω καὶ μετάρσιος φέρομαι καὶ μεθύω λοιπὸν ὑπὸ τῆς ἡδονῆς ταύτης τῆς πνευματικῆς. Τί εἴπω καὶ τί λαλήσω; τῶν μαρτύρων τὴν ἰσχύν; τῆς πόλεως τὴν προθυμίαν; τῆς βασιλίδος τὸν ζῆλον; τῶν ἀρχόντων τὴν συνδρομήν; τοῦ διαβόλου τὴν αἰσχύνην; τῶν δαιμόνων τὴν ἧτταν; τῆς Ἐκκλησίας τὴν εὐγένειαν; τοῦ σταυροῦ τὴν ἰσχύν; τοῦ σταυρωθέντος τὰ θαύματα; τοῦ Πατρὸς τὴν δόξαν; τοῦ Πνεύματος τὴν χάριν; τοῦ δήμου παντὸς τὴν ἡδονήν; τῆς πόλεως τὰ σκιρτήματα; τῶν μοναχῶν τοὺς συλλόγους; τῶν παρθένων τοὺς χορούς; τῶν ἱερέων τὰ τάγματα; τῶν βιωτικῶν ἀνδρῶν τὸν τόνον, τῶν δούλων, τῶν ἐλευθέρων, τῶν ἀρχόντων, τῶν ἀρχομένων, τῶν πενήτων, τῶν πλουτούντων, τῶν ξένων, τῶν πολιτῶν;

Εὔκαιρον ἐφ᾽ ἅπασιν εἰπεῖν· Τίς λαλήσει τὰς δυναστείας σου, Κύριε; ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις σου; Γυναῖκες θαλαμευόμεναι καὶ κηροῦ μαλακώτεραι, τὰ κατάστεγα οἰκήματα καταλιποῦσαι, πρὸς τοὺς ἰσχυροτάτους τῶν ἀνδρῶν ἡμιλλῶντο τῇ προθυμίᾳ, μῆκος ὁδοῦ τοσοῦτον βάδην ἀνύουσαι· οὐ νέαι μόνον, ἀλλὰ καὶ γεγηρακυῖαι· καὶ οὔτε ἡ τῆς φύσεως ἀσθένεια, οὔτε τὸ τῆς διαγωγῆς ἁβροδίαιτον, οὔτε ὁ τῆς περιφανείας τῦφος γέγονε κώλυμα τῇ προθυμίᾳ.

Ἄρχοντες πάλιν καὶ αὐτοὶ τὰ ὀχήματα καταλιπόντες καὶ τοὺς ῥαβδούχους καὶ τοὺς δορυφόρους, τοῖς ἰδιώταις ἑαυτοὺς ἀνέμιξαν. Καὶ τί δεῖ λέγειν γυναῖκας, ἢ ἄρχοντας, ὅπου καὶ αὐτὴ ἡ τὸ διάδημα περικειμένη καὶ τὴν πορφυρίδα περιβεβλημένη, παρὰ τὴν ὁδὸν ἅπασαν οὐδὲ μικρὸν τῶν λειψάνων ἀποσχέσθαι ἠνέσχετο, ἀλλ᾽ ὥσπερ θεραπαινὶς παρηκολούθει τοῖς ἁγίοις, τῆς θήκης ἁπτομένη καὶ τῆς ὀθόνης τῆς ἐπικειμένης, καὶ πάντα τὸν ἀνθρώπινον καταπατοῦσα τῦφον, καὶ ἐν μέσῳ θεάτρῳ τοσούτῳ φαινομένη δήμῳ, ἣν οὐδὲ εὐνούχοις ἅπασι τοῖς ἐν ταῖς βασιλικαῖς στρεφομένοις αὐλαῖς θέμις ἰδεῖν;