Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὰ βαΐα

Ἰωάννης ὁ Χρυσόστομος

Η προετοιμασία της εισόδου στα Ιεροσόλυμα και το θαύμα των υποζυγίων

Ο Χριστός αποστέλλει τους μαθητές του για την εξεύρεση των υποζυγίων, ενώ η προθυμία των ιδιοκτητών αντιπαραβάλλεται με την απιστία των Ιουδαίων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 3

«Τοῦ Χρυσοστόμου λόγος εἰς τὰ Βαΐα, Κύριε εὐλόγησον. Ὅτε ἤγγισεν ὁ Κύριος εἰς Ἱεροσόλυμα καὶ ἦλθεν εἰς Βηθσφαγὴν πρὸς τὸ Ὄρος τῶν Ἐλαιῶν, ἀπέστειλε δύο μαθητὰς λέγων· πορεύεσθε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν καὶ εὑρήσετε ὄνον δεδεμένην καὶ πῶλον μετ᾽ αὐτῆς· λύσαντες ἀγάγετέ μοι· καὶ ἐάν τις ὑμῖν εἴπῃ τι, ἐρεῖτε, ὅτι ὁ Κύριος αὐτῶν χρείαν ἔχει· καὶ εὐθέως ἀποστέλλει αὐτούς· τοῦτο δὲ γέγονεν, ἵνα τὸ ῥηθὲν πληρωθῇ διὰ τοῦ προφήτου· εἴπατε τῇ θυγατρὶ Σιών· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον καὶ πῶλον υἱὸν ὑποζυγίου.

Καίτοι πολλάκις ἐπέβη τῶν Ἱεροσολύμων πρότερον ἀλλ᾽ οὐδέποτε μετὰ τοσαύτης περιφανείας. Τί οὖν τὸ αἴτιον; προοίμιον ἦν τότε οἰκονομίας καὶ οὔτε αὐτὸς σφόδρα κατάδηλος ἦν οὔτε ὁ καιρὸς τοῦ παθεῖν ἐγγύς· διόπερ ἀδιαφορώτερον αὐτοῖς ἀνεμίγνυτο καὶ μᾶλλον κρύπτων ἑαυτόν. Οὔτε γὰρ ἂν ἐθαυμάσθη φαινόμενος οὕτως καὶ εἰς μείζονα αὐτοὺς ἐξήγειρεν ὀργήν. Ἐπειδὴ δὲ καὶ τῆς αὐτοῦ δυνάμεως πεῖραν ἔδωκεν ἱκανὴν καὶ ὁ σταυρὸς ἐπὶ θύραις ἦν, μειζόνως ἐπιλάμπει λοιπὸν καὶ μετὰ πλείονος ἅπαντα πράττει περιφανείας τὰ μέλλοντα αὐτοὺς ἐκκαίειν. Δυνατὸν μέντ᾽ ἄρ᾽ ἦν καὶ παρὰ τὴν ἀρχὴν τοῦτο γενέσθαι, ἀλλ᾽ οὐδὲν χρήσιμον οὐδὲ λυσιτελὲς οὕτως. Σὺ δέ μοι θέα ὅσα θαύματα γίνεται καὶ ὅσαι πληροῦνται προφητεῖαι. Εἶπεν, ὅτι εὑρήσετε ὄνον· προεῖπεν, ὅτι οὐδεὶς κωλύει, ἀλλ᾽ ὅτι ἀκούσαντες σιγήσουσι.

Καὶ τοῦτο δὲ οὐ μικρὸν κρῖμα Ἰουδαίων ἐστί. Τοὺς οὐδέποτε γνωρίμους αὐτῷ οὐδὲ φανέντας πείθει τὰ ἑαυτῶν προέσθαι καὶ μηδὲ ἀντειπεῖν καὶ διὰ τῶν μαθητῶν. Οὗτοι δὲ αὐτῷ θαυματουργοῦντι παρόντες οὐκ ἐπείσθησαν. Μὴ δὴ μικρὸν εἶναι νομίσῃς τὸ γεγενημένον.

Τίς γὰρ αὐτοὺς ἔπεισε τῶν Ἰουδαίων ἀφαιρουμένων καὶ ταῦτα πένητας ὄντας ἴσως καὶ γεωργοὺς μὴ ἀντειπεῖν; τί λέγω μὴ ἀντειπεῖν; μὴ ἐρέσθαι ἢ καὶ ἐρομένους σιγῆσαι καὶ παραχωρῆσαι; Καὶ γὰρ ἀμφότερα ὁμοίως θαύματα ἦν· καὶ εἰ μηδὲν εἶπον ἑλκομένων τῶν ὑποζυγίων καὶ εἰπόντες καὶ ἀκούσαντες, ὅτι ὁ Κύριος αὐτῶν χρείαν ἔχει παρεχώρησαν καὶ οὐκ ἀντέστησαν καὶ ταῦτα οὐκ αὐτὸν ὁρῶντες ἀλλὰ τοὺς μαθητάς.