Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὰ βαΐα

Ἰωάννης ὁ Χρυσόστομος

Εισαγωγή στην εορτή των Βαΐων

Προτροπή προς τους πιστούς για τη συμμετοχή με φαιδρότητα και ευγνωμοσύνη στην εορτή της εισόδου του Χριστού στα Ιεροσόλυμα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 4

Εἰς τὰ Βάϊα. αʹ. Ἐκ θαυμάτων ἐπὶ θαύματα τοῦ Κυρίου βαδίσωμεν, ἀδελφοὶ, καὶ φθάσωμεν, ὡς ἐκ δυνάμεως εἰς δύναμιν. Καθάπερ γὰρ ἐν ἁλύσει χρυσῇ κρικίοις ἀλληλενδέτοις συμβεβλημένῃ ἓν τοῦ ἑνὸς κατέχεται, καὶ τῶν συμβεβλημένων ἕκαστον συνάπτεται θάτερον θατέρῳ καὶ παραπέμπεται· οὕτω καὶ τὰ τῶν ἁγίων Εὐαγγελίων θαύματα ἐξ ἀλλήλων εἰς ἄλληλα ποδηγοῦσι τὴν φιλέορτον τοῦ Θεοῦ Ἐκκλησίαν, καὶ εὐφραίνουσιν οὐ τῇ ἀπολλυμένῃ βρώσει, ἀλλὰ τῇ μενούσῃ εἰς ζωὴν αἰώνιον.

Φέρε οὖν σήμερον καὶ ἡμεῖς, ἀγαπητοὶ, ἐν ἑτοιμασίᾳ καρδίας καὶ ὠσὶν εὐηκόοις ἀκούσωμεν, τί λαλήσει ἡμῖν Κύριος ὁ Θεὸς ἔν τε προφήταις καὶ Εὐαγγελίοις περὶ τῆς θειοτάτης ταύτης ἑορτῆς. Λαλήσει δὲ πάντως εἰρήνην ἐπὶ τὸν λαὸν αὐτοῦ, καὶ ἐπὶ τοὺς ὁσίους αὐτοῦ, καὶ ἐπὶ τοὺς ἐπιστρέφοντας καρδίαν ἐπ᾽ αὐτόν. Σήμερον προφητικαὶ σάλπιγγες τὴν οἰκουμένην ἀνεπτέρωσαν, καὶ τὰς ἁπανταχῆ τοῦ Κυρίου Ἐκκλησίας ἐφαίδρυναν καὶ κατέστεψαν, καὶ ἐκ τοῦ σκάμματος τῶν ἁγίων νηστειῶν καὶ τῆς κατὰ τῶν παθῶν παλαίστρας παραλαβοῦσαι τοὺς πιστοὺς, τὸν ἐπινίκιον ὕμνον καὶ τὸ καινὸν θέαμα τῆς εἰρήνης ᾄδειν τῷ νικοποιῷ Χριστῷ ἐδίδαξαν. Δεῦτε οὖν ἅπαντες, ἀγαλλιασώμεθα τῷ Κυρίῳ· δεῦτε πάντα τὰ ἔθνη, κροτήσωμεν χεῖρας, καὶ ἀλαλάξωμεν τῷ Θεῷ τῷ Σωτῆρι ἡμῶν ἐν φωνῇ ἀγαλλιάσεως. Μηδεὶς ἄμοιρος ἔστω τῆς χαρᾶς, μηδεὶς ὑστερείτω τῆς κλήσεως, ὅτι ἐγενήθη τὸ σπέρμα τῶν ἀπειθούντων εἰς ἀπώλειαν· μηδεὶς ἀγνωμονείτω τὴν ὑπάντησιν τοῦ βασιλέως, ἵνα μὴ ἔξωθεν τοῦ νυμφῶνος ἀποκλεισθῇ· μηδεὶς σκυθρωπὸς ἢ κατηφὴς πρὸς τὴν ὑποδοχὴν εὑρεθῇ ἐν ἡμῖν, ἵνα μὴ τοῖς πονηροῖς πολίταις συγκατακριθῇ. Πολίτας δὲ πονηρούς φημι τοὺς μὴ θέλοντας δέξασθαι τὸν Κύριον βασιλέα ἐφ᾽ αὑτούς. Πάντες φαιδρῶς συνδράμωμεν, πάντες προθύμως ὑποδεξώμεθα, καὶ ὑπερκοσμίως ἑορτάσωμεν.