Ἀντὶ ἱματίων τὰς καρδίας ἡμῶν ἐκχέωμεν ἐνώπιον αὐτοῦ, καὶ ἐν ψαλμοῖς καὶ ὕμνοις καὶ εὐχαριστίαις ἀνατείνωμεν αὐτῷ, καὶ τὸ, Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, ἀκαταπαύστως βοήσωμεν. Οἱ γὰρ εὐλογοῦντες αὐτὸν, ηὐλόγηνται· καὶ οἱ καταρώμενοι αὐτὸν, κατήρανται. Πάλιν ἐρῶ, καὶ προτρεπόμενος ἐπὶ τὸ ἀγαθὸν οὐ παύσομαι· Δεῦτε, ἀγαπητοὶ, εὐλογήσωμεν τὸν εὐλογημένον, ἵνα εὐλογηθῶμεν ὑπ᾽ αὐτοῦ. Πᾶσαν ἡλικίαν καὶ ἀξίαν ἐπὶ τὸ αὐτὸ συνεκάλεσεν ὁ λόγος πρὸς τὴν τοῦ Κυρίου αἴνεσιν, Βασιλεῖς τῆς γῆς καὶ πάντας τοὺς λαοὺς, ἄρχοντας καὶ πάντας κριτὰς γῆς, νεανίσκους καὶ παρθένους. Καὶ τὸ καινοπρεπὲς τοῦ θαύματος, ὅτι τῇ νέᾳ καὶ ἀπειροκάκῳ τῶν νηπίων παίδων καὶ θηλαζόντων ἡλικίᾳ τὰ πρεσβεῖα συνεχώρησε τοῦ ἐξάρξαι τῷ Κυρίῳ ἐν ἐξομολογήσει τὸ θεοδίδακτον ᾆσμα, καθάπερ πάλαι Μωϋσῆς τῷ ἐξ Αἰγύπτου λαῷ, τὸ, Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Σήμερον χαρᾷ χαίρει ὁ μακάριος Δαυῒδ, σεσυλημένος τὴν κιθάραν ὑπὸ νηπίων, οἷς καὶ συγχορεύων τῷ πνεύματι καὶ συνευωχούμενος, καθάπερ τὸ πρὶν πρὸ προσώπου τῆς κιβωτοῦ τοῦ Θεοῦ, συμμουσουργεῖ καὶ συμψελλίζει ἡδέως, τὸ, Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Πρὸς ὃν ἐροῦμεν· Λέγε ἡμῖν, ὦ προφῆτα, τίς οὗτος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου;