Ἴδωμεν καὶ τὰ ἑξῆς. Τί λέγει ὁ θειότατος εὐαγγελιστής; Εἰσελθόντος γὰρ, φησὶ, τοῦ Κυρίου εἰς τὸ ἱερὸν, προσῆλθον αὐτῷ τυφλοὶ καὶ χωλοὶ, καὶ ἐθεράπευσεν αὐτούς. Ἰδόντες δὲ οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι τὰ θαύματα ἃ ἐποίησε, καὶ τοὺς παῖδας κράζοντας καὶ λέγοντας, Ὡσάννα τῷ υἱῷ Δαυῒδ, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, οὐκ ἤνεγκαν τὴν τούτου τιμήν. Ὅθεν προσελθόντες αὐτῷ εἶπον· Οὐκ ἀκούεις τί οὗτοι λέγουσιν; Οὐ βαρύνῃ δοξαζόμενος, ὡς Θεός; οὐκ ἄχθῃ ἀκούων παρὰ τῶν ἀκάκων τὰ τῷ Θεῷ καὶ μόνῳ πρέποντα; οὐ πάλαι δεδήλωκεν ὁ Θεὸς διὰ τοῦ προφήτου, Τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω; καὶ, Πῶς σὺ ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν; Ἀλλὰ τί πρὸς ταῦτα ὁ μακρόθυμος, ὁ πολὺς ἐν ἐλέει, καὶ βραδὺς εἰς ὀργήν; Ἀνέχεται τῶν μεμηνότων, ἀναστέλλει ἀπολογίᾳ τὴν, φλεγμονὴν, ἀνθυπομνήσκει Γραφὰς, προφέρει μαρτυρίας τῶν τελουμένων, καὶ οὐκ ἀπαναίνεται πρὸς τὴν πεῦσιν. Διὸ καί φησιν· Οὐδέποτε καὶ ὑμεῖς ἠκούσατέ μου διὰ τοῦ προφήτου λέγοντος, Τότε γνώσεσθε, ὅτι αὐτὸς ἐγὼ ὁ λαλῶν πάρειμι; οὐδ᾽ αὖ πάλιν, Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον ἕνεκα τῶν ἐχθρῶν σου, τοῦ καταλῦσαι ἐχθρὸν καὶ ἐκδικητήν; οἵτινές εἰσιν ὑμεῖς, οἱ νόμῳ προσέχοντες, καὶ προφήτας ἀναγινώσκοντες, κἀμὲ τὸν ἐν νόμῳ κηρυττόμενον ἀθετοῦντες.