Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὰ βαΐα

Ἰωάννης ὁ Χρυσόστομος

Η αντίδραση των Φαρισαίων και η απολογία του πλήθους

Η επίκριση των επευφημιών από τους αρχιερείς, η συνωμοσία τους κατά του Λαζάρου και η ανάδειξη της σωτήριας δύναμης του Σταυρού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 4

Προλάβωμεν τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν, καὶ ὡς φοίνικα νοητὸν, καὶ ὡς βασιλέα κραταιὸν ἀσπασώμεθα. Ταῦτα τῶν ὄχλων λεγόντων καὶ διαπραττομένων, καὶ τὸν Κύριον εὐφημούντων, οἱ ἀρχιερεῖς καὶ Φαρισαῖοι δριμυχθέντες σφόδρα ἐπετίμων τοῖς ὄχλοις λέγοντες· Τί ποιεῖτε, τί ματαιολογεῖτε προπετέστατοι; ὡς Θεῷ τῷ υἱῷ τοῦ τέκτονος προσέρχεσθε τὰ βαΐα κρατοῦντες;

Κύριον ὀνομάζετε τὸν μὴ ἔχοντα ποῦ τὴν κεφαλὴν κλῖναι; βασιλικὰς φωνὰς περιβάλλετε τῷ ἐπὶ πώλῳ ὄνου καθεζομένῳ; οὐχὶ ὁ Πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ παρ᾽ ἡμῖν εἰσι; Παύσασθε, προπετέστατοι, εἰ δὲ μή γε, κολασθήσεσθε. Διὰ τοῦτο γὰρ ἀπεστάλημεν, ὅπως τοὺς ἐν ὑμῖν προπετεστάτους σημειωσώμεθα, δίκας τῇ τόλμῃ ἀποτιννύντας. Ταῦτα ἀκούσαντες οἱ ὄχλοι τῶν ἀρχιερέων λεγόντων, οὐ κινοῦνται μὲν πρὸς στάσιν, ἀποκρίνονται δὲ πρὸς αὐτοὺς τῆς χάριτος ἐνεργούσης· Μέμφεσθε ἡμῖν, Φαρισαῖοι, καὶ κόλασιν ἡμῖν ἀπειλεῖτε ὡς βλασφημίαν προϊεμένοις; τίνες κολάσεως ἄξιοι; ὑμεῖς οἱ τὰς Γραφὰς ἀναγινώσκοντες καὶ μὴ νοοῦντες, ἢ ἡμεῖς οἱ ἀκούοντες καὶ κρατοῦντες; σφαλλόμεθα βαΐα τῶν φοινίκων τῷ Κυρίῳ προσφέροντες; οὐκ αὐτός ἐστιν ὁ τῆς δικαιοσύνης φοίνιξ; οὐ περὶ αὐτοῦ κέκραγεν ὁ προφήτης, Δίκαιος ὡς φοίνιξ ἀνθήσει; οὐκ αὐτὸς ἤνθησε τῶν τυφλῶν τὴν ἀνάβλεψιν; οὐ χωλοῖς τὸν δρόμον ἀκώλυτον ἐχαρίσατο; οὐ τὸν παράλυτον τὴν βαστάσασαν κλίνην βαστάσαι ἐποίησεν; οὐ τὸν τεταρταῖον Λάζαρον ἐξήγειρεν ἐκ θανάτου; οὐ διὰ τοῦτο βούλεσθε τὸν Λάζαρον πάλιν ἀποκτεῖναι; οὐχ ὑμεῖς τὸν λίθον ἀπεκυλίσατε, καὶ τῇ ἀπιστίᾳ ὡς λίθοι σκληρύνεσθε; οὐχ ὑμῖν ἐπέτρεψε λῦσα τὰς κειρίας, ἵνα μὴ, ὡς ἐπὶ τοῦ ἐκ γενετῆς τυφλοῦ, ἄλλον ἐξ ἄλλου τάφου παραπηδήσαντα ψευδολογήσητε;

Ἀεὶ ὑμεῖς τοῖς καλοῖς βασκαίνετε, ὦ Φαρισαῖοι, καὶ τῷ πλήθει πιστεύοντι ἐναντιοῦσθε. Διὰ τοῦτο πάλιν τὸν Λάζαρον ἐβουλεύσασθε φονοκτονῆσαι, ἵνα τοῦ ὄχλου τὴν πίστιν ἐκκόψητε. Εἰ γὰρ φονεύσητε τὸν Λάζαρον, τί; οὐ δύναται πάλιν αὐτὸν ἀναστῆσαι; Ἴδωμεν τίς κοπωθήσεται, ὑμεῖς φονεύοντες, ἢ ἐκεῖνος ἐγείρων; Ὑμεῖς ἔργῳ καὶ κόπῳ φονεύετε, αὐτὸς λόγῳ ἀνίστησι. Τίς μᾶλλον κοποῦται; οὐχ ὁ λόγος τοῦ ἐνεργοῦντος κουφότερος; σφαλλόμεθα, ὦ Φαρισαῖοι, ὅτι ὡς βασιλεῖ προσήλθομεν τῷ Κυρίῳ;

Τὸν πῶλον θεωροῦντες μᾶλλον ἐνεδυναμώθημεν. Διὸ καὶ βασιλέα κραταιὸν γνωρίζομεν, καὶ ἔχομεν τὴν Γραφὴν παρὰ πόδας, ἵνα μάθητε συνετῶς ὅτι οὐχ ἡμεῖς σφαλλόμεθα, ἀλλ᾽ ὑμεῖς πλανᾶσθε. Ἔχετε τὸν προφήτην Ζαχαρίαν· τούτου τοὺς λόγους ἀναπτύξατε· φοβήθητε αὐτοῦ τὸ δρέπανον τῆς ἐκδικήσεως· ἐκ πολλῶν γὰρ τῶν χρόνων τὴν Ἰουδαίαν εὐαγγελιζόμενος ἐκέκραγε, Χαῖρε σφόδρα, θύγατερ Σιών· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι πραῢς καὶ ἡσύχιος, καθήμενος ἐπὶ πῶλον ὄνου, υἱὸν ὑποζυγίου. Μὴ σφαλλόμεθα τὴν Γραφὴν ἀναγινώσκοντες, καὶ τὸν βασιλέα γνωρίζοντες, καὶ ἑαυτοὺς εὐεργετοῦντες, καὶ τοὺς ἀμφιβάλλοντας ἐπιστρέφοντες;

Τὸν προφήτην κατέχετε καὶ τὸν προφητευθέντα νοεῖν οὐ θέλετε; Ἀποστήσατε τοιγαροῦν, ὦ Φαρισαῖοι. Ὅσον ἡμῖν ἐπίκεισθε, τοσοῦτο μᾶλλον τὸν πόθον ἡμῶν διεγείρετε καὶ τὸν ζῆλον. Διὸ οὐ πλανώμεθα βοῶντες, Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Γνωρίζομεν τὸ ὄνομα, ὦ Φαρισαῖοι· τοῦτο τὸ ὄνομα τῆς Αἰγύπτου ἡμᾶς ἠλευθέρωσε, καὶ τὴν θάλασσαν ἡμῖν βατὴν πεποίηκε, καὶ τὴν ἔρημον ἐπόλισε, καὶ εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι ἐνῴκισε· τὸν προφήτην βοᾷν παρεσκεύασε· Γνώτωσαν, ὅτι ὄνομά σοι Κύριος· σὺ μόνον ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν. Ὅτι μὲν ὁ ὄχλος εὐπειθὴς, οἱ δὲ ἀρχιερεῖς ἀπειθεῖς, ἄκουε τοῦ εὐαγγελιστοῦ· Καὶ συνεβουλεύσαντο οἱ ἀρχιερεῖς, ἵνα καὶ τὸν Λάζαρον ἀποκτείνωσιν, ὅτι πολλοὶ δι᾽ αὐτὸν ὑπῆγον ἀπὸ τῶν Ἰουδαίων, καὶ ἐπίστευον εἰς τὸν Ἰησοῦν. Εἶδες τῶν ἀρχιερέων τὴν μανίαν; Ἵνα ἐκκόψωσι τὴν πίστιν τοῦ πλήθους, ἐζήτουν καὶ τὸν Λάζαρον ἀποκτεῖναι, λέγοντες πρὸς ἑαυτοὺς, ὅτι Ἐὰν τὸν Ἰησοῦν μόνον ἀποκτείνωμεν, καταλείψωμεν δὲ τὸν Λάζαρον ζῶντα, οὐδὲν ὠφελοῦμεν· τοῦτον γὰρ ὁρῶντες εἰς ἐκεῖνον πιστεύουσιν. Ὅπως οὖν μὴ καὶ μετὰ θάνατον πρόσκομμα ἡμῖν γένηται, τοῦ πιστεύειν τινὰς εἰς τὸν Ἰησοῦν, ἀποκτείνωμεν τὸν Λάζαρον, ἵνα πάντῃ τὴν μνήμην αὐτοῦ ἐξαλείψωμεν.

Ταῦτα δὲ καὶ ἕτερα ἔλεγον οἱ ἀρχιερεῖς, ὡς ἄνθρωποι ματαιόφρονες, μὴ συνιέντες ὅτι ὁ Κύριος μέλλων τὸν ἑκούσιον θάνατον καταδέχεσθαι ὑπὲρ τῆς τοῦ κόσμου ἀθανασίας, οὐκ ἔμελλε τὸν Λάζαρον μόνον καὶ τὴν τούτου ἔγερσιν τῷ κόσμῳ εἰς μνήμην καταλιμπάνειν, ἀλλὰ καὶ τὸν ἀκαταμάχητον σταυρόν· ὃν οὔτε δυνήσονται οὔτε πορθῆσαι οὔτε κρύψαι οὔτε ματαιῶσαι, διὰ πάσης τῆς οἰκουμένης δεικνύντα τῆς ἐνεργείας αὐτοῦ τὴν δύναμιν. Ποῖος γὰρ οἶκός ἐστιν ὁ μὴ ἔχων τὸ σημεῖον τοῦ σταυροῦ, τρόπαιον κατὰ δαιμόνων καὶ φυλακτήριον ψυχῶν ὑπάρχον; Ποῖον πλοῖον τὸ μὴ πηδαλιουχούμενον ὑπὸ τοῦ σταυροῦ; ποία πόλις ἡ μὴ ἔχουσα τὸν σταυρὸν φρούριον; ποῖος βασιλεὺς ὁ μὴ ἀναδεσμούμενος τὸν σταυρόν; ποία παρθένος ἡ μὴ ἔχουσα βακτηρίαν τὸν σταυρόν; ποία Ἐκκλησία ἡ μὴ τῷ σταυρῷ τετειχισμένη; Σταυρὸς ἐν νυκτὶ φωτίζει, καὶ ἐν ἡμέρᾳ λαμπαδουχεῖ· χειμῶνα συμφορῶν ἔαρ καλεῖν καὶ θέρος ἐπίσταται, συζυγίαν συσφίγγει, φιλίαν αὔξει, δι᾽ ἁπάντων τῶν ἀγαθῶν ἀρχῇ.