Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὰ βαΐα

Ἰωάννης ὁ Χρυσόστομος

Η είσοδος του Κυρίου και η πνευματική του δόξα

Η υποδοχή του Χριστού ως νικητού βασιλέως από το πλήθος και η επιβεβαίωση της υπερβατικής του βασιλείας μέσω των προφητικών μαρτυριών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 4

Εἰς τὰ βαΐα. Ἤδη τῆς πνευματικῆς πανηγύρεως προλάμπει τὰ χαρίσματα· ἤδη τῆς πανευφήμου ἑορτῆς προτρέχει τὰ σήμαντρα· ἤδη τοῦ ἀΰλου νυμφίου προτρέχουσι τὰ μηνύματα· ἤδη τῆς καθολικῆς ἀναστάσεως ἀῤῥαβῶνα δεξάμενος Λάζαρος τῷ Κυρίῳ ἀνάκειται· ἤδη τῆς δωρεᾶς τὸ μύρον τοὺς τῷ βαπτίσματι προστρέχοντας εὐωδιάζει· ἤδη τοῦ βασιλέως οἱ πιστοὶ φύλακες τὴν μεγάλην πόλιν ταύτην κατέλαβον· ἤδη ὁ πιστὸς λαὸς εἰς ἀπάντησιν τῷ Κυρίῳ προσδραμὼν βοᾷ λέγων· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, καθὼς ἀρτίως ἠκούσατε· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, βασιλεὺς τοῦ Ἰσραήλ· εὐλογημένος ὁ ἐρχόμενος, ὁ ἀεὶ ἐρχόμενος, καὶ ὢν μεθ᾽ ἡμῶν, καὶ ἔξω τῶν πιστῶν μηδαμῶς γινόμενος. Ὄντως ὁ ὄχλος ἐκεῖνος βασιλικὴν ἐγνώρισε δύναμιν καὶ εἴσοδον.

Ὥσπερ γὰρ ἐν τοῖς παροῦσι, κοσμικοῦ βασιλέως ἐπιστρατεύσαντος τυράννῳ, καὶ μετὰ νίκης ὑποστρέφοντος, πάντες οἱ πολῖται αὐτοῦ πρὸ τῆς πόλεως συναντῶσιν, ἄνθη βαστάζοντες, ἐπαίνους πλέκοντες, ἐγκωμίοις τὴν νίκην ἀμειβόμενοι· ἄγει δὲ αὐτοὺς πρὸς ταῦτα οὐκ ἔνδοξος ἔρως, ἀλλ᾽ ἐπινίκιος ὕμνος καὶ πάθος· τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τοῦ Δεσπότου Χριστοῦ, ὡς ἐπὶ βασιλέως τροπαιούχου, ἅπαν τὸ πλῆθος, καὶ ἐκ τῶν λόγων, καὶ ἐκ τῶν βαΐων ἐμήνυον ὅτι νικητὴς ὁ παραγενόμενος, μᾶλλον δὲ ὅτι Θεὸς ὁ γνωριζόμενος. Θεῷ γὰρ μόνῳ ἁρμόδιαι αἱ φωναὶ αἱ τότε βληθεῖσαι, καὶ τοῖς συνετοῖς θεῖα μυστήρια παραγυμνοῦσαι, Ὡσαννὰ ἐν τοῖς ὑψίστοις· τουτέστι, Σῶσον δὴ ὁ ἐν τοῖς ὑψίστοις· οὕτω γὰρ ἑρμηνεύεται τῇ Ἑβραΐδι φωνῇ τὸ, Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, ὡς ἄνω σωτηρία, καὶ κάτω φιλανθρωπία. Ὦ ὄχλου θεογνωσία ἀγγελικῆς διακονίας μετεσχηκότος! γῆν πατοῦντες, καὶ οὐρανὸν χωροβατοῦντες· σῶμα περικείμενοι, καὶ τὰ τῶν ἀσωμάτων μετερχόμενοι· Ἰουδαῖοι τὴν προσηγορίαν, καὶ Χριστιανοὶ τὴν ἐργασίαν· κοσμικοὶ τὴν διαγωγὴν, καὶ ἀποστολικοὶ τὴν ὁμολογίαν· ἄνωθεν καὶ οὗτοι, ὡς Πέτρος, τὴν ἀποκάλυψιν ἐδέξαντο.

Ὥσπερ γὰρ ὁ κορυφαῖος τῶν ἀποστόλων οὐκ ἐξ οἰκείας μελέτης, ἀλλ᾽ ἐκ θείας ἀποκαλύψεως ἔλεγε πρὸς τὸν Κύριον, Σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, καὶ ὁ Κύριος δεικνύων ὅτι οὐκ ἐξ οἰκείων λογισμῶν, ἀλλ᾽ ἐκ τοῦ Πατρὸς ἔλαβε τὴν ἀποκάλυψιν, μακαρίζων αὐτὸν ἔλεγε· Μακάριος εἶ Σίμων Βὰρ Ἰωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ᾽ ὁ Πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς· τὸν αὐτὸν τρόπον καὶ ὁ ὄχλος ἄνωθεν τὴν ἀποκάλυψιν δεξάμενος ἀνεβόα πρὸς τὸν Κύριον λέγων· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, Βασιλεὺς τοῦ Ἰσραήλ. Ἔστι δὲ πάντως εἰκὸς εἰπεῖν, τίς καὶ πόθεν ἡμῖν ἡ ἀπόδειξις, ὅτι ὁ Ἰουδαϊκὸς οὗτος ὄχλος ἄνωθεν ἔλαβε τὴν ἀποκάλυψιν.

Πόθεν οὖν ὑμῖν ὑποδείξω; Ἐξ αὐτῶν τῶν τοῦ Κυρίου ῥημάτων· Ἰδόντες γὰρ, φησὶν, οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τοὺς παῖδας κράζοντας ἐν τῷ ἱερῷ, καὶ λέγοντας, Ὡσαννὰ τῷ υἱῷ Δαυῒδ, ἠγανάκτησαν καὶ εἶπον τῷ Ἰησοῦ· Ἀκούεις τί οὗτοι λέγουσιν; Ὁ δὲ Ἰησοῦς λέγει αὐτοῖς, Ναί· οὐδέποτε ἀνέγνωτε, Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον;

Καὶ οὐκ ἐκ μόνων δὲ τῶν τοῦ Κυρίου ῥημάτων, ἀλλὰ καὶ ἐκ τῆς παραδόξου τῶν ὄχλων συστροφῆς καὶ ἀπαντήσεως καὶ τῶν ἔργων ὧν ἐποίουν, οὐ μόνον κράζοντες, ἀλλὰ καὶ τοὺς κλάδους τῶν ἐλαιῶν, καὶ τὰ βαΐα τῶν φοινίκων κόπτοντες, καὶ ταῖς χερσὶ φέροντες, καὶ τὰ ἱμάτια αὐτῶν ὑποστρωννύοντες, καὶ Σωτῆρα καὶ βασιλέα καὶ Κύριον προσαγορεύοντες. Ὅθεν παντί που δῆλον, ὅτι ἄνωθεν ἐδέξαντο τὴν ἀποκάλυψιν. Εἰ μὴ γὰρ ἄνωθεν ἐδέξαντο, πόθεν ἐγνώριζεν ὁ ὄχλος βασιλέα τὸν Κύριον; Οὐκ ἐφόρει διάδημα βασιλέως κοσμικοῦ, οὔτε περιεβέβλητο ἁλουργίδα, οὐκ ἐπεφέρετο πλῆθος στρατοῦ, οὐ προέτρεχον αὐτῷ ἵπποι καὶ ἅρματα καὶ ἀσπίδες χρυσοκόλλητοι, οὐκ ἐπωχεῖτο ἅρματι πορφυροστρώτῳ βασιλικῷ· πώλῳ δὲ ἐπεκάθητο ἀλλοτρίῳ μικρῷ, δώδεκα μαθητὰς μόνους ἐπαγόμενος. Πόθεν οὖν ἔγνω ὁ ὄχλος αὐτὸν βασιλέα τυγχάνειν, εἰ μὴ ἄνωθεν ἔλαβε τὴν ἀποκάλυψιν;

Διὸ οὐκ ἐζήτουν ἐπὶ τοῦ Κυρίου διάδημα κοσμικόν· ἔγνωσαν γὰρ αὐτὸν ἀνάρχως βασιλεύοντα· οὐκ ἐζήτουν ἁλουργίδα· ἐθεώρουν γὰρ αὐτὸν ἀναβαλλόμενον φῶς, ὡς ἱμάτιον· οὐ περιεβλέποντο πλῆθος στρατιωτῶν, πεισθέντες τῷ εἰρηκότι προφήτῃ· Μύριαι μυριάδες ἐλειτούργουν αὐτῷ, καὶ χίλιαι χιλιάδες ἀρχαγγέλων παρειστήκεισαν αὐτῷ· οὐκ ἐπεζήτουν ἵππους καὶ ἅρματα· ἐγνώρισαν γὰρ ὅτι αὐτός ἐστιν ὁ τὸν Ἠλίαν ἐν ἅρματι πυρίνῳ ἀναλαβών· καὶ τοὺς εὐαγγελιστὰς καθάπερ ἵππους παρακολουθοῦντας αὐτῷ γινώσκοντες, πεισθέντες τῷ εἰρηκότι προφήτῃ· Ζαχαρίας δὲ οὗτός ἐστιν ὁ εἰπὼν, ὅτι Ὀπίσω αὐτοῦ ἵπποι λευκοὶ, καὶ πυῤῥοὶ, καὶ ποικίλοι, καὶ ψαροί. Λευκὸς ἵππος Ματθαῖος, ὡς τὰ τῆς ἐνανθρωπήσεως τοῦ Κυρίου σαφέστερον ἐκθέμενος· ψαρὸς ἵππος ὁ Μάρκος, ὃς διανθέστερον τὸ Εὐαγγέλιον ἔγραψε· ποικίλος ἵππος ὁ Λουκᾶς, ὡς εὐγλωττοτέρως καὶ ποικίλως τὰ κατὰ Κύριον ἐκθέμενος· πυῤῥὸς ἵππος Ἰωάννης, ὁ τὴν θεότητα τοῦ Χριστοῦ, καθάπερ ἀστραπὴ πυρὸς, τοῖς ἀποστόλοις ἐκλάμψας. Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Ἵππους δὲ ταχυδρόμους εἰς πᾶσαν τὴν γῆν τὸ Εὐαγγέλιον κομίσαντας, καὶ ὁ προφήτης Ἀμβακοὺμ τοὺς ἀποστόλους ὠνόμασε λέγων· Καὶ ἐπεβίβασας εἰς θάλασσαν τοὺς ἵππους σου· θάλασσαν τροπικῶς τὸν ἅπαντα κόσμον καλέσας.

Οὐκ ἐζήτουν ἐπὶ τοῦ Κυρίου ὄχημα λιθοκόλλητον, πορφυρόστρωτον, βασιλικοῖς ὅπλοις διηθυσμένον· ᾔδεισαν γὰρ τὰ Χερουβὶμ καὶ τὰ Σεραφὶμ, τὰς ἑξαπτέρυγας λαμπάδας, ὄχημα κεντούμενα, πεισθέντες τῷ εἰρηκότι· Ὁ καθήμενος ἐπὶ τῶν Χερουβὶμ ἐμφάνηθι. Θεόθεν τοίνυν ὁ Ἱεροσολυμικὸς ἐκεῖνος πιστὸς ὄχλος τὴν ἀποκάλυψιν δεξάμενος, οὐκ ἐσκανδαλίσθη ὑπὸ τοῦ εὐτελοῦς πώλου, ἀλλ᾽ ἐνεδυναμώθη ὑπὸ τῆς Δεσποτικῆς παρουσίας. Διὸ ὡς μόνον εἶδον τὸν Κύριον ἐπιβάντα τῷ πώλῳ, εὐθέως προφητικαῖς προῤῥήσεσι νυχθέντες, ἀναλαβόντες τὰ βαΐα τῶν φοινίκων, ἔλεγον πρὸς ἀλλήλους οἱ ὄχλοι· Τί ἀναμένομεν, καὶ οὐκ ἐξερχόμεθα εἰς ἀπάντησιν τοῦ νοητοῦ φοίνικος, κρατοῦντες τὰ βαΐα τῶν φοινίκων; Ὁ καρπὸς αὐτοῦ γλυκάσματος καὶ ἀθανασίας πλήρης· τὰ φύλλα αὐτοῦ τῆς οἰκουμένης ἰάματα· τὸ στέλεχος αὐτοῦ, τουτέστι, τὸ ξύλον τοῦ σταυροῦ, τοῦ κόσμου παντὸς σωτηρία, καὶ τρόπαιον τῆς κατὰ τοῦ διαβόλου νίκης. Ἠκούσαμεν τῆς ἐξ ἡμῶν Ἐκκλησίας ἐν τοῖς ᾌσμασι τῶν ᾀσμάτων βοώσης· Ἀναβήσομαι ἐπὶ τοῦ φοίνικος, κρατήσω τῶν κλάδων αὐτοῦ.