Ἄγωμεν δὴ λοιπὸν τὸν λόγον καὶ ἐπὶ τὸν ἔκγονον αὐτοῦ τὸν Ἰακώβ· καὶ ὄψει κἀκεῖνον δεδοικότα καὶ τρέμοντα τὴν τελευτὴν, ἄνθρωπον ἐκ πρώτης ἡλικίας ἀποστολικὴν ἐπιδειξάμενον φιλοσοφίαν. Ὃ γὰρ Παῦλος τοῖς μαθηταῖς ἐνομοθέτει λέγων· Ἔχοντες τροφὰς καὶ σκεπάσματα τούτοις ἀρκεσθησόμεθα, τοῦτο καὶ οὗτος ᾔτησε παρὰ τοῦ Θεοῦ εἰπών· Ἂν δῴη μοι Κύριος ἄρτον φαγεῖν καὶ ἱμάτιον περιβαλέσθαι, ἀρκεῖ ἡμῖν. Ἀλλ᾽ ὅμως καὶ οὗτος ὁ μηδὲν πλέον τῆς χρείας ζητῶν, ὁ τῆς οἰκίας ὑπεριδὼν, ὁ τὰς εὐλογίας λαβὼν, ὁ τῇ μητρὶ πεισθεὶς, ὁ τῷ Θεῷ φίλος, ὁ διὰ τῆς σοφίας βιασάμενος τὴν φύσιν (δεύτερος γὰρ ὢν τῇ φύσει, πρότερος γέγονε ταῖς εὐλογίαις), ὁ τοσαῦτα δυνηθεὶς, ὁ τοσαῦτα φιλοσοφήσας, ὁ τοσαύτην εὐσέβειαν ἐπιδειξάμενος, μετὰ τοὺς μυρίους ἄθλους, μετὰ τὰ μυρία σκάμματα, μετὰ τὰ μυρία παλαίσματα καὶ τοὺς πολλοὺς στεφάνους ἐκείνους, ἐπὶ τὴν πατρίδα ἐπανιὼν, καὶ μέλλων ἐντεύξεσθαι τῷ ἀδελφῷ, καθάπερ θηρίον ὄψεσθαι μέλλων, καὶ φοβούμενος αὐτοῦ τὴν μνησικακίαν, προσπίπτει τῷ Θεῷ, καὶ παρακαλεῖ· Ἐξελοῦ με ἐκ χειρὸς Ἡσαῦ τοῦ ἀδελφοῦ μου, λέγων, ὅτι φοβοῦμαι ἐγὼ αὐτὸν, μή ποτε ἐλθὼν πατάξῃ με, καὶ μητέρα ἐπὶ τέκνοις. Εἶδες πῶς καὶ οὗτος ἐδεδοίκει τὸν θάνατον; πῶς τρέμει, καὶ τὸν Θεὸν παρακαλεῖ περὶ τούτου; Βούλει σοι δείξω καὶ ἕτερον μέγαν ἄνθρωπον τὸ αὐτὸ τοῦτο πεπονθότα πάλιν;