Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὰς Καλάνδας

Ἰωάννης ὁ Χρυσόστομος

Προοίμιο και η απουσία του Επισκόπου Φλαβιανού

Εισαγωγικές σκέψεις σχετικά με την απουσία του Επισκόπου Φλαβιανού και την πνευματική αγάπη, η οποία δεν εμποδίζεται από τις φυσικές αποστάσεις.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 5

Τοῦ αὐτοῦ λόγος ἐν ταῖς καλάνδαις, μὴ προελθόντος τοῦ ἐπισκόπου Ἀντιοχείας Φλαβιανοῦ. Ἐλέχθη δὲ κατὰ τῶν παρατηρούντων τὰς νεομηνίας, καὶ κατὰ τὴν πόλιν χορείας τελούντων, καὶ εἰς τὸ ῥητὸν τοῦ Ἀποστόλου· Τὰ πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε. αʹ. Καθάπερ χορὸς τὸν κορυφαῖον ἐπιζητεῖ, καὶ ναυτῶν πλήρωμα τὸν κυβερνήτην, οὕτω καὶ ὁ τῶν ἱερέων τούτων σύλλογος τὸν ἀρχιερέα καὶ κοινὸν πατέρα τήμερον. Ἀλλ᾽ ἐπὶ μὲν τοῦ χοροῦ καὶ τοῦ πλοίου πολὺ καὶ τοῦ κόσμου καὶ τῆς ἀσφαλείας ἡ τῶν προεστώτων ἀπουσία παρασπᾶται πολλάκις· ἐνταῦθα δὲ οὐχ οὕτως.

Εἰ γὰρ καὶ μὴ τῇ σαρκὶ πάρεστιν, ἀλλὰ τῷ πνεύματι πάρεστι, καὶ νῦν μεθ᾽ ἡμῶν ἐστιν οἴκοι καθήμενος, ὥσπερ καὶ ἡμεῖς μετ᾽ ἐκείνου ἑστῶτες ἐνταῦθα. Τοιαύτη γὰρ ἡ τῆς ἀγάπης δύναμις, τοὺς ἐκ πολλοῦ διαστήματος ὄντας συναγαγεῖν εἴωθε καὶ συνδεῖν.

Τὸν γοῦν ἐν ἀλλοτρίᾳ διατρίβοντα καὶ μακροῖς διειργόμενον ἡμῶν πελάγεσιν ἂν φιλῶμεν, καθ᾽ ἑκάστην φανταζόμεθα τὴν ἡμέραν, ὥσπερ οὖν ὅταν πρός τινα ἀηδῶς ἔχωμεν, οὐδ᾽ ἐγγὺς ἑστῶτα βλέπειν δοκοῦμεν πολλάκις. Οὕτω παρούσης μὲν ἀγάπης οὐδὲν βλάβος ἐκ τοῦ κατὰ τὸν τόπον διαστήματος, ἀπούσης δὲ οὐδὲν ὄφελος ἐκ τῆς τῶν τόπων ἐγγύτητος. Πρῴην γοῦν ἡμῶν ἐγκωμιαζόντων τὸν μακάριον Παῦλον, οὕτως ἐσκιρτήσατε, ὡς αὐτὸν ὁρῶντες παρόντα· καίτοι τὸ μὲν σῶμα ἐν τῇ βασιλίδι κεῖται Ῥώμῃ, ἡ δὲ ψυχὴ ἐν ταῖς χερσὶ τοῦ Θεοῦ· Δικαίων γὰρ ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος· ἀλλ᾽ ὅμως ἡ τῆς ἀγάπης δύναμις πρὸ τῶν ὀφθαλμῶν αὐτὸν ἔστησε τῶν ὑμετέρων. Καὶ ἐβουλόμην μὲν εἰς τὴν αὐτὴν ὑπόθεσιν καταβῆναι καὶ τήμερον, ἀλλὰ πρὸς ἕτερα κατεπείγοντα ἡμῖν ὁ λόγος ὥρμηται, τὰ σήμερον ὑπὸ τῆς πόλεως ἁπάσης ἁμαρτηθέντα.

Τοὺς γὰρ ἀκούοντας τῶν ἐγκωμίων Παύλου πρότερον τῆς ἀρετῆς τοῦ Παύλου ζηλωτὰς εἶναι χρὴ, καὶ τῆς τοιαύτης ἀκροάσεως ἀξίους. Ἐπεὶ οὖν οὐ πάρεστιν ἡμῖν ὁ πατὴρ, φέρε, ταῖς εὐχαῖς ταῖς ἐκείνου θαῤῥήσαντες τῆς πρὸς ὑμᾶς διδασκαλίας ἁψώμεθα. Καὶ γὰρ Μωϋσῆς οὐ παρὼν τῷ σώματι τοῖς πολεμοῦσιν, οὐδὲν ἔλαττον τῶν πολεμούντων, ἀλλὰ καὶ πολλῷ πλέον, εἰς τὴν μάχην συνετέλεσεν ἐκείνην, τῇ τῶν χειρῶν ἐκτάσει τὰ πράγματα τῶν οἰκείων ἐπαίρων, καὶ φοβερὰ τοῖς ἐναντίοις ποιῶν.