Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὰς Καλάνδας

Ἰωάννης ὁ Χρυσόστομος

Η πράξη προς δόξαν Θεού και η υπεροχή της ενάρετης πενίας

Ερμηνεία της αποστολικής προτροπής να γίνονται όλα προς δόξαν Θεού, σε συνδυασμό με την κατάκριση της προσκόλλησης στον μάταιο πλούτο και τον έπαινο των εναρέτων πενήτων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 5

Τοῦτο τὸ φῶς πολλήν σοι φέρει τὴν ἀμοιβήν. Μὴ τὴν θύραν τῆς οἰκίας στεφανώσῃς, ἀλλὰ τοιαύτην ἐπίδειξαι πολιτείαν, ὥστε τὸν τῆς δικαιοσύνης στέφανον σῇ κεφαλῇ παρὰ τῆς τοῦ Χριστοῦ δέξασθαι χειρός, Μηδὲν εἰκῆ, μηδὲ ἁπλῶς γενέσθω· οὕτω Παῦλος ἐπέταξε πάντα εἰς δόξαν Θεοῦ ποιεῖν. Εἴτε γὰρ ἐσθίετε, φησὶν, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε. Καὶ πῶς ἔστι, φησὶ, φαγεῖν καὶ ποιεῖν εἰς δόξαν Θεοῦ; Κάλεσον πένητα, κοινωνὸν ποίησον τῆς τραπέζης τὸν Χριστὸν, καὶ εἰς δόξαν Θεοῦ ἔφαγες καὶ ἔπιες. Ἀλλ᾽ οὐ τοῦτο μόνον ἐπέταξεν εἰς δόξαν Θεοῦ ποιεῖν, ἀλλὰ καὶ τὰ λοιπὰ ἅπαντα, οἷόν ἐστιν ἐμβαλεῖν εἰς τὴν ἀγορὰν, καὶ οἴκοι μεῖναι· ἀμφότερα ταῦτα διὰ τὸν Θεὸν γενέσθω.

Καὶ πῶς ἔστιν ἀμφότερα ταῦτα γίνεσθαι διὰ τὸν Θεόν; Ὅταν εἰς ἐκκλησίαν βαδίζῃς, ὅταν εὐχῆς μετέχῃς, ὅταν διδασκαλίας πνευματικῆς, ἡ πρόοδος εἰς δόξαν Θεοῦ γέγονε. Πάλιν ἐστὶν οἴκοι διὰ τὸν Θεὸν μεῖναι. Πῶς καὶ τίνι τρόπῳ; Ὅταν ἀκούσῃς θορύβους, ἀταξίας καὶ πομπὰς διαβολικὰς, πονηρῶν ἀνθρώπων καὶ ἀκολάστων τὴν ἀγορὰν πεπληρωμένην, οἴκοι μένε, καὶ τῆς ταραχῆς ἀπαλλάττου ταύτης, καὶ ἔμεινας εἰς δόξαν Θεοῦ. Ὥσπερ δὲ τὰς οἴκοι διατριβὰς καὶ τὰς ἐξόδους ἔξεστι ποιεῖσθαι διὰ τὸν Θεὸν, οὕτω καὶ ἐπαίνους καὶ ψόγους.

Καὶ πῶς ἔστιν εἰς δόξαν Θεοῦ τινα ἐπαινέσαι, φησὶ, καὶ αἰτιάσασθαι; Καθίζεσθε πολλάκις ἐν τοῖς ἐργαστηρίοις, ὁρᾶτε παριόντας πονηροὺς καὶ φαύλους ἀνθρώπους, τὰς ὀφρῦς ἀνασπῶντας, πεφυσιωμένους, παρασίτους καὶ κόλακας πολλοὺς ἐπισυρομένους, πολυτελῆ φοροῦντας ἱμάτια, πολλὴν περιβεβλημένους τὴν φαντασίαν, τὰ πάντων ἁρπάζοντας, πλεονεκτοῦντας.

Ἂν ἀκούσῃς τινὸς λέγοντος, Οὐχὶ ζηλωτὸς οὗτος, οὐχὶ μακάριος; ἐπιτίμησον, ἐγκάλεσον, ἐπιστόμισον, ταλάνισον, δάκρυσον· τοῦτό ἐστι ψέξαι διὰ τὸν Θεόν. Ὁ ψόγος διδασκαλία τοῖς συγκαθημένοις φιλοσοφίας καὶ ἀρετῆς ὁ τοιοῦτος, μηκέτι περὶ τὰ βιωτικὰ κεχηνέναι. Εἰπὲ πρὸς τὸν ταῦτα εἰρηκότα· Διὰ τί μακάριος οὗτος; ἐπειδὴ θαυμαστὸν ἵππον ἔχει καὶ χρυσοχάλινον, καὶ οἰκέτας πολλοὺς κέκτηται, καὶ φαιδρὰν περιβέβληται στολὴν, καὶ μέθῃ καὶ τρυφῇ διαῤῥήγνυται καθ᾽ ἑκάστην ἡμέραν; Ἀλλὰ διὰ τοῦτο ἄθλιος ἂν εἴη καὶ ταλαίπωρος, καὶ μυρίων δακρύων ἄξιος. Ὁρῶ γοῦν ὑμᾶς οὐδὲν δυναμένους ἐπαινέσαι τῶν αὐτοῦ, ἀλλὰ τὰ ἐκτὸς αὐτοῦ πάντα, τὸν ἵππον, τὸν χαλινὸν, τὰ ἱμάτια, ὧν οὐδέν ἐστι πρὸς αὐτόν. Τί γένοιτ᾽ ἂν οὖν ἀθλιώτερον, εἰπέ μοι, τούτου, ὅταν ὁ μὲν ἵππος αὐτοῦ, καὶ ὁ χαλινὸς τοῦ ἵππου, καὶ τῶν ἱματίων τὸ κάλλος, καὶ ἡ σωματικὴ τῶν οἰκετῶν εὐεξία θαυμάζηται, αὐτὸς δὲ ἀνεγκωμίαστος παρατρέχῃ;

Τί τοίνυν γένοιτ᾽ ἂν πενέστερον τούτου, τοῦ μηδὲν ἔχοντος καλὸν οἰκεῖον μήθ᾽ ὃ δυνήσεται ἐντεῦθεν ἀπενεγκεῖν, ἀλλὰ τοῖς ἀλλοτρίοις καλλωπιζομένου πᾶσιν; Οἰκεῖος γὰρ ἡμῶν κόσμος καὶ πλοῦτος οὐκ οἰκέται καὶ ἱμάτια καὶ ἵπποι, ἀλλὰ ψυχῆς ἀρετὴ, καὶ πλοῦτος ἀγαθῶν ἔργων, καὶ ἡ πρὸς τὸν Θεὸν παῤῥησία.

δʹ. Πάλιν ἕτερον ἂν ἴδῃς πτωχὸν, ἀπεῤῥιμμένον, καταφρονούμενον πτωχείᾳ καὶ ἀρετῇ συζῶντα, καὶ ταλανιζόμενον παρὰ τῶν συγκαθημένων, ἐπαίνεσον τοῦτον, καὶ γέγονεν ὁ ἔπαινος τοῦ παρελθόντος παραίνεσις καὶ συμβουλὴ χρηστῆς καὶ ἀγαθῆς πολιτείας.

Εἰ λέγουσιν, ἄθλιος καὶ ταλαίπωρος, εἰπὲ ὅτι πάντων μὲν οὖν οὗτος μακαριώτατος, τὸν Θεὸν ἔχων φίλον, ἀρετῇ συζῶν, πλοῦτον κεκτημένος οὐδέποτ᾽ ἐπιλείποντα, συνειδὸς ἔχων καθαρόν. Τί γὰρ αὐτῷ βλάβος ἐκ τῆς ἐνδείας τῶν χρημάτων, ὅταν τὸν οὐρανὸν καὶ τὰ ἐν τῷ οὐρανῷ μέλλῃ κληρονομεῖν ἀγαθά; Ἂν οὕτω καὶ αὐτὸς φιλοσοφῇς, καὶ ἄλλους παιδεύῃς, πολλὴν λήψῃ καὶ τοῦ ψόγου καὶ τῶν ἐπαίνων τὴν μισθαποδοσίαν, ἀμφότερα εἰς δόξαν Θεοῦ ποιήσας. Καὶ ὅτι οὐ μάτην σε ψυχαγωγῶ ταῦτα λέγων, ἀλλὰ μεγάλη τις τοῖς οὕτω τὴν γνώμην διακειμένοις κεῖται παρὰ τοῦ Θεοῦ τῶν ὅλων ἀμοιβὴ, καὶ ἀρετή τις νενόμισται τὸ πρᾶγμα, τὸ τὰ τοιαῦτα ψηφίζεσθαι, περὶ τῶν οὕτω ζώντων, ἄκουσον τί φησιν ὁ προφήτης, καὶ πῶς ἐν τάξει κατορθωμάτων τίθησι τὸ τοὺς πονηρευομένους ἐξουθενεῖν, καὶ τοὺς φοβουμένους τὸν Θεὸν δοξάζειν.

Μετὰ γὰρ τὸ καταλέξαι τὴν ἄλλην ἀρετὴν τοῦ μέλλοντος παρὰ τοῦ Θεοῦ τιμᾶσθαι, καὶ εἰπεῖν, οἷον εἶναι χρὴ τὸν ἐν τῷ ἁγίῳ κατοικοῦντα σκηνώματι, ὅτι ἄμωμον, καὶ ἐργαζόμενον δικαιοσύνην, καὶ ἀπόνηρον, καὶ τοῦτο προσέθηκεν· εἰπὼν γάρ· Ὃς οὐκ ἐδόλωσεν ἐν γλώσσῃ αὐτοῦ, καὶ οὐκ ἐποίησε τῷ πλησίον αὐτοῦ κακόν· ἐπήγαγεν· Ἐξουδένωται ἐνώπιον αὐτοῦ πονηρευόμενος, τοὺς δὲ φοβουμένους τὸν Κύριον δοξάζει· δεικνὺς ὅτι καὶ τοῦτο ἕν τι τῶν κατορθωμάτων ἐστὶ, [τουτέστι], τὸ καταφρονεῖν τῶν πονηρῶν, καὶ ἐπαινεῖν καὶ μακαρίζειν τοὺς ἀγαθούς. Καὶ πάλιν ἀλλαχοῦ τὸ αὐτὸ τοῦτο δηλῶν ἔλεγεν· Ἐμοὶ δὲ λίαν ἐτιμήθησαν οἱ φίλοι σου, ὁ Θεὸς, λίαν ἐκραταιώθησαν αἱ ἀρχαὶ αὐτῶν.

Ὃν ὁ Θεὸς ἐπαινεῖ, μὴ μέμψῃ· ἐπαινεῖ δὲ τὸν ἐν δικαιοσύνῃ ζῶντα, κἂν πτωχὸς ᾖ. Ὃν ὁ Θεὸς ἀποστρέφεται, μὴ ἐπαινέσῃς· ἀποστρέφεται δὲ τὸν ἐν πονηρίᾳ ζῶντα, κἂν πολὺν ᾗ περιβεβλημένος πλοῦτον. Ἀλλ᾽ ἄν τ᾽ ἐπαινῇς, ἄν τε ψέγῃς, ἀμφότερα ὡς ὁ Θεὸς βούλεται ποίει. Ἔστι καὶ ἐγκαλέσαι εἰς δόξαν Θεοῦ, Πῶς; Ἐπὶ τῶν οἰκετῶν ἀγανακτοῦμεν πολλάκις.