Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὰς καθολικὰς ἐπιστολάς (ἀποσπάσματα)

Ἰωάννης ὁ Χρυσόστομος

Ερμηνεία στην Α΄ Επιστολή Πέτρου: Χριστιανικό ήθος, φιλοξενία και ποιμαντική διακονία

Προτροπές για την αποφυγή του δόλου, την άσκηση της φιλοξενίας, την ταπεινοφροσύνη και την ποιμαντική ευθύνη, βασισμένες στα κεφάλαια τρία έως πέντε.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 6 από 8

ΚΕΦΑΛ. Γʹ. Καὶ χείλη αὐτοῦ τοῦ μὴ λαλῆσαι δόλον. Δόλος δέ ἐστι τὸ ψεῦδος, καὶ ἀπάτη καὶ συκοφαντία, καὶ διαβολαὶ τὸ ἀληθὲς οὐκ ἔχουσαι· φίλα δέ πως ταυτὶ τῷ τῆς ἀληθείας ἐχθρῷ, τουτέστι τῷ Σατανᾷ, τῷ τοῦ ψεύδους πατρί· Ψεύστης γάρ ἐστι, καθά φησιν ὁ Σωτὴρ, καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκε. Παραιτητέον δὲ τοῖς ἁγίοις τὰ ἐκείνου ἁρπαγημαῖα μᾶλλον τὰ Θεοῦ, ὅς ἐστιν ἀλήθεια.

Ἐκκλινάτω ἀπὸ κακοῦ, καὶ ποιησάτω ἀγαθόν. Οὐ γὰρ ἐν ἡμῖν τὸ μηδ᾽ ὅλως εἰς νοῦν δέξασθαί τι τῶν τοιούτων· προσπίπτουσι γὰρ αὐτῷ τοιαῦταί πως ἔννοιαι πλειστάκις· ἀλλ᾽ εἴπερ τις εἴη σοφὸς, ἀποφέρεται μὲν αὐτῶν, τοῖς δὲ ἀμείνοσι καὶ πολὺ λίαν ἔχουσι τὸ ἐπωφελὲς χαρίζεται τὰς ῥοπάς· τοῦτό ἐστιν, οἶμαι, τὸ, Ἔκκλινον ἀπὸ κακοῦ.

ΚΕΦΑΛ. Δʹ. Φιλόξενος εἰς ἀλλήλους, ἄνευ γογγυσμῶν. Εἰ ὡς τὸν Χριστὸν δέχῃ, μηδὲν γογγύσῃς μηδὲ ἐπαισχυνθῇς, μᾶλλον δὲ καὶ σεμνύνου ἐπὶ τῷ πράγματι· εἰ δὲ μὴ ὡς τὸν Χριστὸν δέχῃ, μηδὲ δέξῃ, Ὁ δεχόμενος ὑμᾶς, φησὶν, ἐμὲ δέχεται. Ἐὰν μὴ οὕτως δέχῃ, οὐδὲ μισθὸν ἔχεις. Ἀνθρώπους παριόντας ὁδίτας, ὡς ἐνόμιζεν, ὁ Ἀβραὰμ ὑπεδέχετο· καὶ οὐ πάντα τοῖς οἰκέταις ἐπέταττεν, ἀλλὰ καὶ τῇ γυναικὶ τὰ ἄλευρα φύρειν ἐπέταττε, καίτοι τιηʹ ἔχων οἰκογενεῖς.

Ἀλλ᾽ αὐτὸς ἐβούλετο τὸν μισθὸν ἔχειν μετὰ τῆς γαμετῆς· οὐ τῆς δαπάνης μόνον, ἀλλὰ καὶ τῆς διακονίας· οὕτω δεῖ φιλοξενίαν ἐπιδείκνυσθαι, δι᾽ ἑαυτῶν πάντα πράττοντας, ἵνα ἡμεῖς ἁγιαζώμεθα.

ΚΕΦΑΛ. Εʹ. Ποιμάνατε τὸ ἐν ὑμῖν ποίμνιον τοῦ Θεοῦ, μηδ᾽ ὡς κατακυριεύοντες τῶν κλήρων. Φησὶ γὰρ ὁ Χριστός· Ὁ θέλων ἐν ὑμῖν εἶναι πρῶτος ἔσται ὑμῖν διάκονος· ὃς γὰρ ταπεινώσει ἑαυτὸν οὗτος ὑψωθήσεται. Τί λέγεις; ἐὰν ταπεινώσω ἐμαυτὸν, τότε ὑψηλὸς ἔσομαι; Ναὶ, φησί· τοιαύτη γὰρ ἡ ἐμὴ δύναμις διὰ τῶν ἐναντίων τὰ ἐναντία παρέχειν εὔπορός εἰμι καὶ εὐμήχανος· μὴ δείσῃς· τῷ ἐμῷ θελήματι ἡ τῶν πραγμάτων ἀκολουθεῖ φύσις· οὐκ ἐγὼ τῇ φύσει ἕπομαι.

Ταπεινώθητε οὖν ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ Θεοῦ, ἵνα ὑμᾶς ὑψώσῃ ἐν καιρῷ. Οὐχ ἁπλῶς τὸ ὑψώσει, ἀλλ᾽ ἐν καιρῷ προσέθηκε· διδάσκων αὐτοὺς ἐκείνην ἀναμένειν τὴν ὄντως ἐν τῷ μέλλοντι αἰῶνι ὕψωσιν. Εἰρήνη ὑμῖν πᾶσι τοῖς ἐν Χριστῷ. Ἀμήν.

Ὅρα πῶς ὅταν τὰ πρακτέα ὑπαγορεύῃ, ἐπισημαίνεται αὐτὰ τῇ εὐχῇ· καθάπερ σήμαντρα τῶν ἀποτεθέντων τιθεὶς τὴν εἰρήνην.