Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὰς Παροιμίας (ἐν ταῖς σειραῖς)

Ἰωάννης ὁ Χρυσόστομος

Ερμηνεία στα κεφάλαια ΙΓ΄ και ΙΔ΄: Ο αληθινός πλούτος και η σοφή οικοδόμηση

Σχολιασμός περί της προστασίας του στόματος, της ορθής χρήσης του πλούτου ως λύτρου της ψυχής, και της πνευματικής οικοδόμησης μέσω της μακροθυμίας και της πραότητας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 9

ΚΕΦΑΛ. ΙΓʹ. Ὃς φυλάσσει τὸ ἑαυτοῦ στόμα, τηρεῖ τὴν ἑαυτοῦ ψυχήν. [Cod. f. 59 b.] Ὅρα πρώτους ἡμᾶς καρπουμένους τὰ καλὰ, καὶ τὴν βλάβην αὖθις περιτρεπομένην εἰς ἡμᾶς· φυλάσσει μὲν γὰρ ὃς οἶδε λέγειν τό· Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου· προπετεύεται δὲ χείλεσιν, ὁ μὴ νοῶν, ἃ λέγει, μηδὲ περὶ τίνων διαβεβαιοῦται. [Ibid.] Ἐν ἐπιθυμίαις ἐστὶ πᾶς ἀεργός.

Ὁ γὰρ τοιοῦτος, κἂν πάνυ εὔπορος ᾖ, διαφθείρει τῇ ἀργίᾳ τὸν πλοῦτον· ἢ παρ᾽ ὅσον τὸ ἔργον παρασχολεῖ τὴν διάνοιαν τῶν περισσῶν ἐπιθυμιῶν· οἱ δὲ ἐπιμελούμενοι τῶν ὄντων, καὶ τὰ οὐκ ὄντα τοῖς οὖσιν προσηύξησαν. Εἰσὶν οἱ πλουτίζουσιν ἑαυτοὺς, μηδὲν ἔχοντες, καὶ εἰσὶν οἱ ταπεινοῦντες ἑαυτοὺς ἐν πολλῷ πλούτῳ. Ἄρα οὔτε πλοῦτος, ἀλαζονίας ὑπόθεσις· οὔτε πενία, ταπεινοφροσύνης· ἢ πλουτίζουσιν οἱ δοκησίσοφοι.

Λύτρον ἀνδρὸς ψυχῆς ὁ ἴδιος πλοῦτος. [Cod. f. 60 a.] Τί λέγεις; τί ποιεῖς, οὕτως ἐπαίρων τὰ χρήματα; Πρῶτον μὲν οὐχ ἁπλῶς ἅπαντα τὸν πλοῦτον ἔφησεν, ἀλλὰ τὸν ἴδιον τὸν ἐκ δικαίων πόνων· οὐκ οὖν πονηρὸν ἡ πτωχεία· ἢ τοῦτό φησιν, ὅτι τῷ πτωχῷ ἴσως οὐδὲ ἀπειλῆσαί τις ἂν ἕλοιτο· τὸν γὰρ οὐκ ἔχοντα, πόθεν ἄν τις φοβήσειεν; Ὥστε ἀπράγμων οὗτος ὁ βίος ἔστιν· ἢ πλοῦτον ἴδιον τὴν δικαιοσύνην φησὶ, ἥτις ῥύεται ἐκ θανάτου· οὐχ ὑφίσταται δὲ ἀπειλὴν, ἤτοι τὴν περὶ κολάσεως προαναφώνησιν, ὁ πτωχεύων ταῖς ἀρεταῖς.

Κρείσσων ὁ ἐναρχόμενος βοηθεῖν τοῦ ἐξαγγελλομένου καὶ εἰς ἐλπίδας ἄγοντος. [Cod. f. 60 b.] Παιδεύει πανταχοῦ μὴ προπετεῖς εἶναι ῥήμασι, καὶ μήτε Θεῷ ἁπλῶς ἐπαγγέλλεσθαι μήτε ἀνθρώποις, ἀλλὰ δι᾽ ἔργων τοῦτο ποιεῖν, καὶ μὴ ῥήμασι διαλύεσθαι· ἢ ὅτι, Ταχὺ ἄρχου ἀρετῆς, καὶ μὴ μέλλε· καλὸν γὰρ ἐνάρχεσθαι ἀγαθῆς πράξεως, καὶ μὴ ἐλπιδοσκοπεῖν. Ὁ φοβούμενος ἐντολὴν, οὗτος ὑγιαίνει. [Cod. f. 61 a.] Ὡς ὁ φοβούμενος τὸν Θεὸν ποιεῖ τὸ θέλημα αὐτοῦ, οὕτως ὁ φοβούμενος ἐντολὴν τηρεῖ αὐτήν· ὁ δὲ καταφρονῶν τοῦ Θεοῦ, καταφρονεῖ τῶν ἐντολῶν αὐτοῦ· ὑγιαίνει δὲ ψυχὴ τηροῦσα τὴν ἐντολὴν τὴν θείαν.

Βασιλεὺς θρασὺς ἐμπεσεῖται εἰς κακά· ἄγγελος δὲ σοφὸς ῥύσεται αὐτόν. [Cod. f. 61 a.] Ὁρᾷς ὅσον κακὸν ἡ θρασύτης, ὅτι οὐδὲ βασιλέα ὠφελεῖ; καί τοι παρὰ τίνος ἐκεῖνος πείσεται δεινὸν, ὁ πάντας ἔχων ὑφ᾽ ἑαυτῷ; ἴδε καὶ ὅσον ἀγαθὸν τὸ ἐναντίον· ῥύσεται γὰρ, φησὶν, αὐτὸν ὁ σοφός τις ἀγγέλλων καὶ συμβουλεύων· ἤγουν αὐτὸς ἑαυτὸν ῥύσεται, σοφὰ τοῖς ἀντιπάλοις ἀγγέλλων καὶ πρεσβευόμενος· ἄγγελος δὲ σοφὸς, τουτέστιν ὁ σοφὰ συμβουλεύων αὐτῷ.

Ὁ συμπορευόμενος σοφοῖς, σοφὸς ἔσται. [Cod. f. 61 b.] Οὐ μικρὸν ἄρα ἡ συνδιατριβὴ ἡ μετὰ τῶν τοιούτων· οὐχ ἁπλῶς δὲ τὸ κοινωνεῖν πορείας· τάχα καὶ τοῦτο ὠφελεῖ· ἀνάγκη γὰρ πολλὰ μαθεῖν καὶ ἐκ τούτου· οὐκ εἶπε γὰρ, ὁ συνὼν, ἢ ὁ συγγινόμενος ἐπὶ πλεῖστον, ἀλλὰ καὶ ὁ μόνης βαδίσεως κοινωνήσας μεγάλα καρπώσεται, φησίν· εἰ γὰρ στολισμὸς ἀνδρὸς, καὶ γέλως ὀδόντων ἀναγγέλλει τὰ περὶ αὐτοῦ, πολλῷ μᾶλλον βάδισις μικρὰ, καὶ ὥστε συνεχῶς τοῦτο γίνεσθαι· ἐπὶ δὲ τῶν ἀγνωμόνων τοὐναντίον.

Ἁμαρτάνοντας καταδιώξεται κακά. [Ibid.] Τὸ καταδιώξεται, τὸ ταχὺ τῆς ἀντιδόσεως παρίστησιν, ὡς μηδὲ ἀναβάλλεσθαι· κακὰ δὲ, τὰ κακωτικὰ, ἃ ὡς βραδύτερα καταδιώκει τοὺς ἁμαρτάνοντας· τὰ δὲ ἀγαθὰ ὡς ταχύτερα καταλήψεται τοὺς δικαίους· Ἀγαθὸς ἀνὴρ κληρονομήσει υἱοὺς υἱῶν. [Cod. f. 62 a.] Τὸ κληρονομήσει, οὐ τοῦτό φησι, τὸ παῖδας κληρονομεῖν· τοῦτο γὰρ ἔσχατον ἀρὰ, ἀλλὰ τοὐναντίον ὅτι παραπέμψει τὸν πλοῦτον τοῖς ἐξ αὐτοῦ, καὶ καταλείψει πρὸς διαδοχήν· ὁ δὲ τῶν ἀσεβῶν οὐχὶ τοῖς τέκνοις, ἀλλὰ τοῖς δυναμένοις χρῆσθαι καλῶς παραπέμπεται· ἢ οὕτως· ὁ νοῦς πατὴρ, ἀγαθοὺς γεννῶν λογισμούς· οὗτοι δὲ πραγμάτων ὁμοίων γεννητικοί.

Ὃς φείδεται τῆς ἑαυτοῦ βακτηρίας, μισεῖ τὸν ἑαυτοῦ υἱόν. [Ibid.] Τοῦτο πρὸς τοὺς φιλοτέκνους εἶναι δοκοῦντας, οὐκ ὄντας δέ· ὥστε οὐ τὸ μὴ φείδεσθαι, ἀλλὰ τὸ φείδεσθαι μισεῖν ἐστιν· οὐ τὸ τυχὸν γὰρ κτῆμα τὰ παιδία, ὧν καὶ τῆς σωτηρίας ἐσμὲν ὑπεύθυνοι· μὴ τέκνα· ψιλὸς γὰρ λόγος οὐκ ἐπιτίμησις· οὐχὶ ὁ Ἡλεὶ χαλεπωτάτην δέδωκε δίκην ταύτης ἕνεκεν τῆς προφάσεως; Ὁ δὲ ἀγαπῶν, ἐπιμελῶς παιδεύει.

Οὐχ ἁπλῶς, ἀλλ᾽ ἐπιμελῶς· ἐπειδὴ γὰρ ἡ φύσις κελεύει φείδεσθαι, τὸ ἄμετρον ἀναιρεῖ· οὐ γὰρ διὰ τοῦτο ἐντέθεικέ σοι τὴν φιλοστοργίαν, ἵνα βλάπτῃς τοὺς φιλουμένους, ἀλλ᾽ ἵνα αὐτῶν φροντίζῃς· περίελε τοίνυν τὸ φίλτρον τὸ ἄκαιρον. »Δίκαιος ἐσθίων ἐμπιπλᾷ τὴν ψυχὴν αὐτοῦ. [Cod. f. 62 b.] Καὶ μὲν οἱ προφῆταί φασιν· Ἐφύτευσας αὐτοὺς, καὶ ἐρριζώθησαν, ἀλλ᾽ οὐ διαπαντὸς οὐδὲ διηνεκῶς· πολλὴ γὰρ τῶν ἀσεβῶν ἡ κατάπτωσις. Πῶς δὲ οὐ πάντες κολάζονται, οὐδὲ πάντες τιμῶνται; ἵνα δι᾽ ἑαυτὴν ᾖ ἡ ἀρετή· ἢ ὁ λόγοις τρεφόμενος θείοις, ἐμπιπλᾶται ὧν οἱ ἀσεβεῖς ἐν ἐνδείᾳ.

ΚΕΦΑΛ. ΙΔʹ. Σοφαὶ γυναῖκες ᾠκοδόμησαν οἴκους. [Cod. f. 62 b.] Ἡ Ἐκκλησία διὰ τῆς ὑπομονῆς καὶ ἐλπίδος τοῦ Χριστοῦ ἀνῳκοδόμησεν ἑαυτῇ οἶκον, τουτέστιν, ἀνήγειρε καὶ ἀνώρθωσε τῇ διδαχῇ καὶ πίστει τοὺς προσιόντας αὐτῇ. Ἡ δὲ ἄφρων κατέστρεψε ταῖς χερσὶν αὐτῆς· ὅπερ ἐστὶν, ἡ αἵρεσις παραίτιος ἑαυτῇ θανάτου αἰωνίου γεγενημένη. Ὁ πορευόμενος ὀρθῶς, φοβεῖται τὸν Κύριον. Οὐχὶ ὁ φόβος ἁπλῶς ποιεῖ μόνον τὸ ὀρθῶς πορεύεσθαι, ἀλλὰ καὶ τὸ φοβεῖσθαι τὸν Θεόν· ὡς γὰρ ἀσεβὴς εἰς βάθος κακῶν ἐμπεσὼν καταφρονεῖ, οὕτως ὁ εὐσεβὴς φοβεῖται· ὥστε καὶ κατὰ τοῦτο ὁ ἐνάρετος βίος, καλός· ὅτι καὶ ὁ φόβος προστιθέμενος εὐλαβεστέρους ποιεῖ.

Ἐκ στόματος ἀφρόνων, βακτηρία ὕβρεως. [Ibid.] Καὶ μὴν σὺ πρὸ τούτου ἔλεγες· Ὃς ἐκ χειλέων προφέρει σοφίαν, ῥάβδῳ τύπτει ἄνδρα ἀκάρδιον· πῶς ἐνταῦθα τὸ αὐτὸ δίδως τῷ ἀνοήτῳ; οὐκ ἴσως, φησί· καὶ γὰρ καὶ τοῦτο βακτηρία· ἀλλὰ τοῦτο μὲν, ὕβρεως· ἐκεῖνο δὲ, ἐπιεικείας· τὸ μὲν, ποιεῖ τὴν ὕβριν· τὸ δὲ, διορθοῖ· οὕτως εἰσὶν ἐπαχθεῖς, ὡς αὐτοὶ οἱ πλήττοντες· ἔνεστι μὲν γὰρ καὶ ὑβρίσαι καὶ ἐλέγξαι, ἀλλὰ μετὰ σοφίας· τὸ δὲ μετὰ ταύτης γινόμενον, οὔτε ἀηδὲς, οὔτε φορτικὸν, οὔτε βαρύ· κἂν μὲν ἐπαινῇ ὁ ἀνόητος, ὕβρεως χεῖρον· κἂν ὑβρίζῃ ὁ συνετὸς, ἐπαίνων ἴσον· τοῦτο καί τις σοφός φησι· Κἂν ἐπαινῶν μεγάλῃ τῇ φωνῇ τοῦτο ποιῇ, ὡς ὄνειδος εἶναι δέξαι τὸ λεγόμενον.

Οὗ μὴ εἰσὶ βόες, φάτναι καθαραί, κ. τ. λ. [Cod. f. 63 a.] Ἐμοὶ τοῦτο δοκεῖ λέγειν, ὅτι ἀργὸς μυρίαν ὑπομένει ζημίαν καὶ πενίαν· ἢ εἰ μὴ τοῦτο· ὅτι οὐκ ἔστι, μὴ προσέμενόν τι καρπώσασθαι, ὅτι δεῖ βοῶν φείδεσθαι· ὅτι χρὴ οἰκονομικὸν εἶναι· ὅτι πολλὴν πρόνοιαν ἔχειν γεωργίας. Ἢ οὕτως· οὗ μὴ εἰσὶν οἱ διδάσκοντες, τὰ δοχεῖα τῶν διδασκάλων κενά· ἡ ἰσχὺς δὲ τοῦ διδάσκοντος δείκνυται ἔνθα πολλὰ τὰ γεννήματα. Ζητήσεις σοφίαν παρὰ κακοῖς, καὶ οὐχ εὑρήσεις. [Ibid.] Οὐ συμπλέκεται γὰρ τῇ κακίᾳ ἡ σοφία. Οἰκίαι παρανόμων ὀφειλήσουσι καθαρισμόν. Ἐπὶ ψάμμου γὰρ ἔχουσαι τὸν θεμέλιον, ὀφείλουσι καθαρισμὸν, ἵνα καθαροὶ γενόμενοι ἴδωσι τὸν Θεόν· οἱ δὲ ἀκούοντες τοὺς Ἰησοῦ λόγους καὶ ποιοῦντες αὐτοὺς, οἰκοδομοῦσι τὴν ἑαυτῶν οἰκίαν ἐπὶ τὴν πέτραν.

Ἄκακος πιστεύει παντὶ λόγῳ. [Cod. f. 64 a.] Ὁ ἐπιπολαίως τὴν ἀκοὴν, ἀδιάκριτος· ἀνοίας γὰρ τὸ παντὶ πιστεύειν ἁπλῶς· ὁ δὲ φρόνιμος, κἂν ἐκ πρώτης πεισθῇ φαντασίας, μεταγινώσκει καὶ ἐπιλογίζεται. Ὀλισθήσουσι κακοὶ ἔναντι ἀγαθῶν. [Cod. f. 64 b.] Ἀδύνατος γὰρ οὖσα συνυπάρχειν, ὡς ἐναντία τῇ κακίᾳ ἡ ἀρετὴ, ἐν τῷ παρεῖναι, ταύτῃ πεσεῖται. Καὶ ἀσεβεῖς θεραπεύσουσι θύρας δικαίων· ἀσεβεῖς δὲ μετανοοῦντες, ἐπὶ θύρας ἴασιν ἀγαθῶν· θεραπεύει δὲ νῦν, οὐ τὸ ἰᾶσθαι, τὸ δὲ δουλεύειν ὡς διδασκάλοις ληπτέον.

Στέφανος σοφῶν, πλοῦτος αὐτῶν. [Cod. f. 65 a.] Τί λέγεις; Πλοῦτος ἡ δόξα σοφῶν; Ναὶ, φησίν· οὐχ ὅτι αὐτοῖς οὗτος προστίθησι δόξαν, ἀλλ᾽ ὅτι δυνατοὶ εἰς δέον αὐτῷ χρήσασθαι, καὶ μηδὲν ἀπ᾽ αὐτοῦ καρπώσασθαι κακόν· διὸ καί τίς φησιν· Ἵνα τί ὑπῆρξε χρήματα ἄφρονι; Κτήσασθαι γὰρ σοφίαν ἀσύνετος οὐ δυνήσεται. Πρόσταγμα Κυρίου, πηγὴ ζωῆς. [ibid.] Πηγὴ οὖσα οὐδέποτε διαλιμπάνει, ἀλλ᾽ ἀεὶ ἀναβλύζει τήν τε παροῦσαν ζωὴν καὶ τὴν μέλλουσαν· καὶ ἐν τῷ χορηγεῖν ἀγαθὰ, κακῶν ἀποτρέπει. Ἐν πολλῷ ἔθνει δόξα βασιλέως· ἐν δὲ ἐκλείψει λαοῦ, συντριβὴ δυνάστου. [Cod. f. 65 b] Ὁ μὲν βασιλεὺς ἐν ἑτέροις ἔχει τὴν ἰσχὺν καὶ τὴν δόξαν· ὁ δὲ τὸν Θεὸν φοβούμενος, ἐν ἑαυτῷ· δοκεῖ δέ μοι διὰ τούτων παραινεῖν τοῖς τε ἄρχουσι καὶ ἀρχομένοις, εἴκειν ἀλλήλοις· οἷον ὡς (ἐν) ἐκείνοις ἔχων τὴν ἰσχὺν, οὕτως διάκεισο.

Μακρόθυμος ἀνὴρ, πολὺς ἐν φρονήσει· ὁ δὲ ὀλιγόψυχος ἰσχυρῶς ἄφρων. [Ibid.] Ὅρα ἐν ἑκατέρῳ τὴν ἐπίτασιν· πολὺς, καὶ ἰσχυρῶς· οὐδὲν γὰρ οὕτως ἀνοίας τεκμήριον, ὡς ἡ ὀλιγοψυχία· καὶ οὐδὲν οὕτως φρονήσεως ἐντελοῦς, ὡς ἡ μακροθυμία· πῶς ἄν τις μακροθυμήσῃ, ἢ τῷ σφόδρα ἀκριβῶς ἐξετάζειν πάντα; Ὁ πραΰθυμος ἀνὴρ ἰᾶται τὸ θυμικὸν τῆς καρδίας πάθος· κρατήσας γὰρ τῆς ὀργῆς καὶ τοῦ θυμοῦ, αὐτὴν ταραττομένην ὑπ᾽ αὐτοῦ ἰᾶται· σὴς δὲ ὀστέων ἡ συνετὴ νόησις εἰς τὰς τῆς ψυχῆς δυνάμεις εἰσδύνουσα, ἀνατέμνει αὐτὰς καὶ τρέφεσθαι βούλεται.

Ὁ συκοφαντῶν πένητα, παροξύνει τὸν ποιήσαντα αὐτόν. [Cod. f. 65 b.] Δύο ἁμαρτίαι ἐνταῦθα, καὶ συκοφαντίαι, καὶ κατὰ πένητος· διὰ τί δὲ παροξύνει τὸν ποιήσαντα αὐτόν; Ὅτι αὐτὸς αὐτὸν ἐποίησε πένητα, καὶ εὐχείρωτον τῇ γλώττῃ τῇ σῇ τοῦ συκοφάντου.

Ὁ δὲ τιμῶν αὐτὸν, ἐλεεῖ πτωχόν. Καὶ μὴν εἰ αὐτὸς αὐτὸν ἐποίησε, τίνος ἕνεκεν ἐλεεῖσθαι χρή; Καὶ γὰρ ἤκουσα πολλῶν τοῦτο λεγόντων· Τίνος ἕνεκεν ἐλεῆσαι πένητα δεῖ; εἰ ἐφίλει αὐτὸν ὁ Θεὸς, οὐκ ἂν αὐτὸν πένητα ἐποίησε. Μέχρι τίνος παίζομεν εἰς τὴν σωτηρίαν τὴν ἡμετέραν; μέχρι τίνος γελῶμεν, ἐφ᾽ οἷς τρέμειν ἐχρῆν καὶ δεδοικέναι καὶ φρίττειν τὸν μιαρὸν τὸν μυρίων γέμοντα κακῶν· τίνα ἐφίλει; Τὸν Λάζαρον, ἢ τὸν πλούσιον; Ταῦτα ἡμᾶς ἀπόλωλεν, ὅτι εἰς ἀστεῖα διαλυόμεθα. Ὁ πεποιθὼς, τουτέστιν ὁ καθαρὸς καὶ θαῤῥῶν τῷ Θεῷ, τῇ ἑαυτοῦ δὲ ὁσιότητι δίκαιος· παρ᾽ ὅσον οὐδεὶς ταῖς ἑτέρου πράξεσι σώζεται ἢ ἀπόλλυται.

Ἐν καρδίᾳ ἀγαθοῦ ἀναπαύεται σοφία, κ. τ. λ. [Cod. f. 66 a.] Τουτέστι ῥιζωθήσεται, βαθυνθήσεται, φυλαχθήσεται ὡς ἐν ἀσφαλεστάτῳ χωρίῳ· οὐ διαγινώσκεται δὲ σοφία ἐν ἄφροσιν, ἐπεὶ οὐ κατοικήσει ἐν σώματι ἁμαρτίας καταχρέῳ. Δεκτὸς βασιλεῖ ὑπηρέτης νοήμων. Πάλιν ἀπὸ τῶν ἀνθρωπίνων αὐτοὺς ἐνάγει, καὶ ἀπάγει ἀργίας· καὶ γὰρ καὶ βασιλεὺς οὐδὲν ἕτερον ζητεῖ, ἀλλ᾽ εὔνοιαν· ἢ ὅτι τυγχάνει ἀποδοχῆς ὁ ὑπηρετῶν μετὰ λογισμοῦ. Τῇ δὲ ἑαυτοῦ εὐστροφίᾳ ἀφαιρεῖται ἀτιμίαν. Κἄν τι παρίδῃ τὴν ἐντεῦθεν ἀτιμίαν, διορθοῦται συνέσει.