Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὰς Παροιμίας (ἐν ταῖς σειραῖς)

Ἰωάννης ὁ Χρυσόστομος

Ερμηνεία στα κεφάλαια Θ΄ και Ι΄: Η τράπεζα της Σοφίας και η οδός των δικαίων

Αλληγορική ανάλυση της τράπεζας της Σοφίας, των προσκλήσεών της, και αντιπαραβολή της ζωής και των ανταμοιβών των δικαίων έναντι της πτώσης των ασεβών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 9

Ἔσφαξε τὰ ἑαυτῆς θύματα. Θύματα τὰ θεῖα νοήματα, ἢ τὰς ἑρμηνείας τῶν Γραφῶν· κρᾶμα δὲ, τὸ συμμιγνύναι τῇ ἱστορίᾳ τὴν ἀναγωγήν· ἄκρατα γὰρ ὄντα τὰ θεῖα, χωρηθῆναι οὐ δύναται· διὰ τοῦτο λεπτομερῶς καὶ ποικίλως τὰ δόγματα καὶ τὰς ἑρμηνείας διαιροῦσα, τροφὴν τοῖς μαθητευομένοις ἐργάζεται. —[Cod. f. 33 a.] Ἐκέρασεν εἰς κρατῆρα τὸν οἶνον ἑαυτῆς.

Ἄκρατα γὰρ ὄντα τὰ θεῖα, φωναῖς ἀνθρωπίναις ἐκέρασεν, ὅ ἐστιν σοφίᾳ ἀνθρώπων, ἵνα χωρῆσαι αὐτὴν δυνηθῶμεν. Τὰ θύματα, τοὺς μακαρίους προφήτας, κατὰ καιρὸν ἀναιρουμένους ὑπὸ τῶν ἀπίστων, καθὼς λέγει, ὅτι Ἕνεκα σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν. [Cod. f. 43 b.] Ἀπέστειλε τοὺς ἑαυτῆς προφήτας καὶ ἀποστόλους μετὰ ὑψηλοῦ κηρύγματος, τουτέστι μετὰ δογμάτων οὐδὲν ταπεινὸν ἐχόντων καὶ καταβεβλημένον, ἐκκαλουμένους πάντα τὰ ἔθνη εἰς τὴν γνῶσιν τοῦ Θεοῦ· ὑψηλὸν δέ φησι τὸ, Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν. [Cod. f. 44 a.] Τοῖς ἐνδεέσι, τοῖς μήπω κεκτημένοις τὴν δύναμιν τοῦ ἁγίου Πνεύματος· ἢ τοῖς ἀρξαμένοις μὲν, ἀτελέσι δέ. Δεῦτε, ἐπίγνωτε τὴν ἀληθῆ καὶ εὐθεῖαν ὁδόν· καὶ Πίετε οἶνον, καὶ λάβετε Πνεῦμα ἅγιον ὡς οἶνον. Ἀπολίπετε ἀφροσύνην, ἐκκλίνατε τὰς ὁδοὺς τῆς ἀγνωσίας, καὶ ἐπίγνωτε τὴν αἰώνιον ζωήν· Φάγετε, ῥώσθητε ὑπὸ τῶν ἐμῶν λόγων καὶ μυστηρίων.

Δίδου σοφῷ ἀφορμήν. [Cod. f. 45 a.] Ἄρα ἀφορμὴ ὁ ἔλεγχος, σωτήριον πρᾶγμα καὶ χρήσιμον· ἢ τὴν διὰ τῶν ῥημάτων λέγει· οὕτω γὰρ ὑψωθήσεται πρὸς τὰς τῆς ἀναγωγῆς ἀκρότητας. Γνώριζε δικαίῳ, ἤτοι τῷ εὐγνώμονι γνώριζε τὰς τῆς δικαιοσύνης ὁδούς· καὶ προσθήσει, ἀντὶ τοῦ ἀγαπήσει σε, τὰ ἐξ ἀπροσεξίας ἁμαρτήματα, διὰ τοῦ ἐλέγχου διορθούμενος. Βουλὴ ἁγίων, σύνεσις. Βουλὴ ἁγίων διακρίνουσα τὰ πρακτέα καὶ μή· τοιαύτη γὰρ ἡ μετὰ συνέσεως βουλή. Πολὺν ζήσεις χρόνον. Τὸ πολὺν ἀντὶ τοῦ ἀπείρου κεῖται· ἢ μή ποτε ἀμφιβολίας ἡμᾶς ἀπαλλάττῃ· τὰ γὰρ ἔτη τῆς ζωῆς ταύτης αἰώνια. [Cod. f. 45 b.] Ὃς οὐ χρῆται τῇ τοῦ Θεοῦ σοφίᾳ, ποιμαίνει ἀνέμους, ἀνυποστάτους ἀρχὰς ἑαυτῷ καὶ τῶν πραγμάτων καὶ τῶν Γραφῶν ὑποτιθέμενος. Ὁδοὺς τοῦ ἑαυτοῦ ἀμπελῶνος, τὴν νομικὴν πολιτείαν φησὶν, ἐπὶ Χριστὸν ὁδηγοῦσαν· ἄμπελος γὰρ ὁ Ἰσραήλ. —[Cod. f. 46 a.] Δέον γεωργεῖν, ὁ δὲ τί ποιεῖ;

Διαπορεύεται δι᾽ ἐρήμου· ἄκαρπος γὰρ ἡ φύσις τοῦ ψεύδους. Εἶδες πῶς παρέστησε τοῦ ψεύδους τὴν φύσιν ἄκαρπον; ἀκάνθας καὶ τριβόλους μόνους κέκτηται ὁ τούτῳ ἐπερειδόμενος· εἴη δ᾽ ἂν καὶ ἄνυδρος μὲν, ἡ μὴ ἔχουσα θείαν διδασκαλίαν· διψώδης δὲ ἡ μὴ πότιμον βλύζουσα ὕδωρ τοῦ Πνεύματος, ὃ ταῖς καρποφορούσαις πηγαῖς δίδοται παρὰ τοῦ Ἰησοῦ· ἀκαρπία δὲ, κακία καὶ ἄγνοια.

Ἄρτων κρυφίων ἡδέως ἅψασθε. [Cod. f. 46 b.] Καὶ ποία ἡδονὴ τῶν κεκλεμμένων, ἐν οἷς φόβος, κίνδυνος, προσδοκία θανάτου; καίπερ δὲ δοκοῦν ἡδὺ, οὐχ ἡδύ ἐστι· κατὰ τό· Ἡδύνθη αὐτοῖς ἄρτος ψεύδους, καὶ μετὰ τοῦτο· Πλησθήσεται τὸ στόμα αὐτῶν ψηφῖδος. Ἀλλ᾽ ἀποπήδησον. [Cod. f. 47 a.] Οὐκ εἶπεν ἀναχώρησον, ἀλλ᾽ ἀποπήδησον.

Μακάριον μὲν οὖν τὸ ἀποπηδῆσαι· δεύτερον δὲ τὸ μὴ ἐγχρονίσαι τοῖς φαύλοις νοήμασιν, ἀλλὰ διὰ μετανοίας παλινδρομῆσαι· οὐ γάρ ἐστιν ἀποθήσαντα πῦρ ἐν κόλπῳ, τὰ ἱμάτια μὴ κατακαῦσαι· μήτε τοῖς κακοῖς νοήμασιν ἐγχρονίσαντα, ἀδύνατον μὴ πυρὶ τῷ αἰωνίῳ παραδοθῆναι· ὅθεν δῆλον ὡς μακρὰν δεῖ τῆς κακίας ἐσκηνῆσθαι. [ita cod.] Κρημνός ἐστιν ἡ ἁμαρτία· μακρὰν βάδιζε· ὁ γὰρ πλησίον, κἂν ἐν ἀσφαλείᾳ ᾖ, τρέμει καὶ δέδοικεν. Οὕτως γὰρ διαβήσῃ ὕδωρ ἀλλότριον. Ὕδωρ καλεῖ τὴν ἐπιθυμίαν, δεικνὺς ὅτι καθάπερ ὁ φιλονεικῶν πιεῖν ὕδωρ ἀπὸ τῆσδε τῆς πηγῆς, ἔγκλημα ἔχει, τὸ προκείμενον ἁρπάζων, καὶ τὸ μετὰ ἀφθονίας ὂν, οὕτω κἀνταῦθα.

Ἢ ὅτι ὥσπερ παρὰ Θεῷ ἐστι πηγὴ ζωῆς, οὕτως καὶ παρὰ τῷ διαβόλῳ πηγὴ θανάτου· εἰ δὲ ἡ τοῦ Θεοῦ πηγὴ, ἀρετῆς καὶ γνώσεως ἐστὶ πηγὴ, ἡ τοῦ διαβόλου δηλονότι κακίας καὶ ἀγνωσίας ἐστὶ πηγή. Ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ποταμῶν καὶ φρεάτων καὶ ὑδάτων καὶ ὑετῶν νοητέον· τὸ δὲ, προστεθῇ ἔτη, τοῦτο δηλοῖ, ὅτι σὺ εἶ κύριος τοῦ λαβεῖν.

ΚΕΦΑΛ. Ιʹ. Οὐκ ὠφελήσουσι θησαυροὶ ἀνόμους. [Cod. f. 47 b.] Τί οὖν; οὐ πολλοὶ διὰ χρημάτων θάνατον ἔφυγον; Ναί· ἀλλ᾽ οὐχὶ καὶ τὴν ἁμαρτίαν ἀπεδύσαντο, πολλῷ δὲ χαλεπωτέραν θανάτου ζωὴν ἐξωνήσαντο· μὴ δὲ πεποιθότες ὦμεν ἐπὶ χρήμασιν, ἀλλ᾽ ἐπ᾽ ἀρετῇ· ἢ ὅτι ἐπιγενομένη ἡ δικαιοσύνη τοῖς πρὸς θάνατον ἁμαρτήμασιν, ῥύεται ἀπὸ θανάτου· πῶς δὲ οὐκ ὠφελήσουσιν, ἀνθ᾽ ὧν ἐθησαύρισαν ἐν γῇ, Ὅπου σὴς καὶ βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται διορύσσουσι καὶ κλέπτουσιν; Ἡ δὲ δικαιοσύνη οὐ μόνον τοὺς αὐτὴν κτωμένους διασώζει, ἀλλὰ καὶ πολλοὺς ἐν αὐτῇ πρὸς ζῆλον ἐγείρει, καὶ ἐκ θανάτου πρὸς ἀθανασίαν αἰώνιον παραπέμπει.

Οὐ λιμοκτονήσει Κύριος ψυχὴν δικαίου, ζωὴν δὲ ἀσεβῶν ἀνατρέψει. [Ibid.] Πῶς γὰρ ἂν λιμώσσωσι, τὸν ζωῆς καὶ οὐράνιον ἄρτον ἔχοντες; Οἱ δὲ ἀσεβεῖς, κἂν εὐθηνίας ἀπολαύσωσιν, οὐδὲν αὐτοῖς ἔσται πλέον. Ἢ καὶ οὕτως· εἰ ἡ ζωὴ τῶν ἀσεβῶν, ἡ κακία ἐστὶ, ταύτην δὲ ἀνατρέψει ὁ Κύριος, ἔσονται δηλονότι ποτὲ οἱ ἀσεβεῖς οὐκ ἀσεβεῖς· μετὰ γὰρ ταύτην τὴν ἀνατροπὴν, ὁ Κύριος παραδώσει τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρὶ, ἵνα γένηται ὁ Θεὸς τὰ πάντα ἐν πᾶσι. Ψυχὴν δὲ δικαίαν γνώσεως καὶ σοφίας καὶ παντὸς ἀγαθοῦ ἐφιεμένην οὐ λιμοκτονήσει ὁ Κύριος.

Εὐλογία Κυρίου ἐπὶ κεφαλὴν δικαίου· στόμα δὲ ἀσεβῶν καλύψει πένθος ἄωρον. [Cod. f. 48 a.] Τοῦ μὲν δικαίου τὸ κεφάλαιον διασώζεται, στεφανοῦται· ὁ δὲ ἀσεβὴς, ἐπεὶ καὶ στόμα εἰς προσθήκην ἁμαρτιῶν κατακέχρηται, καὶ δι᾽ αὐτοῦ ἁμαρτάνει, πένθει ἀώρῳ καλυφθήσεται. Ἢ οὕτως· ἐν τῷ ἡγεμονικῷ ἐννοεῖται εὐλογία καὶ ἡ σύνεσις, ὁ δὲ λόγος τῶν ἀσεβῶν ἐν παραθέσει μεγάλου πένθους νικᾷ· ἢ ὅτι ὁ λόγος αὐτῶν, χείρων ἀώρου πένθους ἐστίν· ἢ ἀντὶ τοῦ, καὶ τὸ στόμα αὐτῶν καλυφθήσεται, ἵνα τὸ πληρέστατον τῆς τιμωρίας ἐμφαίνῃ. Ὄνομα δὲ ἀσεβῶν σβέννυται. [Ibid.] Ἐν μέσῳ γὰρ φερομένου λόγου περὶ δικαίου, οὗτος μὲν ἐγκωμιάζεται, καὶ ἡ μνήμη ἀθανατίζεται· τοῦ δὲ ἀσεβοῦς οὐ μόνον ὁ θάνατος ἄωρος, ἀλλὰ καὶ τὸ ὄνομα ἀωρότερον σβέννυται.

Σοφὸς καρδίᾳ δέξεται ἐντολάς· ὁ δὲ ἄστεγος χείλεσι σκολιάζων ὑποσκελισθήσεται. [Cod. f. 48 b.] Σοφὸν καλεῖ τὸν εἰδότα, καὶ ἐκ φύσεως ἔχοντά τι· ὃς καὶ πεισθήσεται νόμῳ· ἄστεγον δὲ χείλεσι, τὸν ἄσοφον, τὸν στόμα ἀθύρωτον ἔχοντα, τὸν πάντα φθεγγόμενον, τὸν μηδὲν εἰδότα φυλάσσειν· ὃς οὐκ ἔμαθε τὸ, ἀκήκοας λόγον; συναποθανέτω σοι· ἢ ὅτι ποτὲ μὲν, τοῦτο λαλῶν, ποτὲ δὲ ἐκεῖνο, ὁ τοιοῦτος ἐμπόδια τίθησι τῇ ἑαυτοῦ ζωῇ· ἐν οἷς ὑποσκελισθήσεται, ἀντὶ τοῦ πεσεῖται.

Ὃς πορεύεται ἁπλοῦς, πορεύεται πεποιθώς. [Ibid.] Καὶ μὴν κακουργία δοκεῖ πρᾶγμα ἀσφαλὲς εἶναι· ἡ δὲ ἀφέλεια, εὐεπηρέαστον εἶναι· ἀλλὰ τοὐναντίον φησὶν, ὅτι ὁ πορευόμενος ἀδόλως θαῤῥείτω· ὁ γὰρ διαστρέφων τὰς ὁδοὺς αὐτοῦ, καταφανὴς ἔσται· οὐ γὰρ ἔστι λαθεῖν τὸν κακοῦργον· ἢ ἀντὶ τοῦ, ὁ μηδὲν τῷ πλησίον τεκταινόμενος, οὐδὲ παρ᾽ ἑτέρου ἐπιβουλὴν δέξεται· ὁ δὲ λαθραίως ἐπιβουλεύων, καὶ εἰς πρόσωπον ἐπαινῶν, οὗτος γνωσθήσεται, εἰ καὶ δοκεῖ λανθάνειν ἕως καιροῦ. Εἶτα παραινεῖ, ὅτι δεῖ μετὰ παῤῥησίας πάντα ποιεῖν. Αἱ πράξεις τοῦ δικαίου ἀπὸ πηγῆς ἀεννάου τῆς εἰπούσης· Ἐγώ εἰμι ἡ ζωὴ, ἀνελλιπῶς χορηγοῦνται· ὁ δὲ λαλῶν ἀσεβῆ, πεπαύσεται διαδεξαμένης κολάσεως.

Ὃς ἐκ χειλέων προφέρει σοφίαν, ῥάβδῳ τύπτει ἄνδρα ἀκάρδιον. [Cod. f. 49 a.] Ἵνα γὰρ μὴ λέγῃς τὸ ἀμύνασθαι ἠθέλησεν, Οὐ λέγω, φησὶν, ὅτι ὕβρισον, ἀλλ᾽ εἰπέ τι σοφὸν, καὶ πλήξεις τὸν ἐχθρὸν μᾶλλον, ἢ εἰ ῥάβδον εἶχες· ἐπὶ τῷ μὲν μισοῦντι, ἴδιον καὶ πλῆξαι· ὡς ἐὰν θέλῃς, τοῦτο ποίησον· οὐ γὰρ ἡ ὕβρις πλήττει, ἀλλ᾽ ἡ ἐπιείκεια.

Κτῆσις πλουσίων, πόλις ὀχυρά. Συντριβὴ δὲ ἀσεβῶν, πενία. [Ibid.] Οὐκ ἐπαρκεῖ ἑαυτῷ ὁ πλούσιος· εἰ γὰρ μὴ ἐν πόλει εἴη ἀσφαλεῖ, σφαλερὰ ἔσται ἡ κτῆσις αὐτοῦ· εἶτα καὶ τὴν πενίαν κακίζει· κατὰ δὲ διάνοιαν, τῶν κατὰ Θεὸν πλουτούντων οἱ μαθηταὶ τυγχάνουσιν ἀῤῥαγεῖς· οἱ δὲ ἀσεβεῖς μηδὲν ἔχοντες ἄξιον ἀκοῆς, ἀκροατὰς οὐκ ἔχοντες πένονται· διὸ καὶ ἀπόλλυνται. Ὁδοὺς ζωῆς, τὰς ἀγούσας ἐπὶ τὴν ἀρετήν· παιδείαν δὲ ἀνεξέλεγκτον, τὴν κακὴν τῆς ψυχῆς πολιτείαν, ἥτις λανθάνουσα πλάνην ποιεῖ.

Παραπορευομένης καταιγίδος ἀφανίζεται ἀσεβής· δίκαιος δὲ ἐκκλίνας, σώζεται εἰς αἰῶνα. [Cod. f. 50 b.] Ὅτι πειρασμοῦ ἐπερχομένου, ἀδεῶς ἁμαρτάνει· ὁ δὲ δίκαιος περιγενόμενος τοῦ πειρασμοῦ, δι᾽ ὑπομονῆς καὶ εὐχαριστίας, σώζεται εἰς τὸν αἰῶνα. Ὅρα πῶς ἀσφαλὴς ἡ δικαιοσύνη· ὁ μὲν γὰρ ἐκκλίνας, ἤτοι μεταστραφεὶς, ἢ στεῤῥῶς ὑπομείνας, σώζεται· ὁ δὲ καίτοι μὴ ἁπλῶς ἐπιούσης, ἀλλὰ παραπορευομένης ταραχῆς ἤτοι πειρασμῶν, ἀφανίζεται· ἀδεῶς δὲ ἁμαρτάνει, τὴν δικαιοκρισίαν τοῦ Θεοῦ μὴ εἰδώς. Φόβος Κυρίου προστίθησιν ἡμέρας. Ἡμέρας τὰς ἀπὸ τοῦ τῆς δικαιοσύνης ἡλίου γινομένας· ὑπὲρ ὧν ὁ Δαυῒδ εὔχεται· Μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν μου· ὧν πλήρης γεγονὼς Ἀβραὰμ ἐξέλιπεν.