Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὰς Παροιμίας (ἐν ταῖς σειραῖς)

Ἰωάννης ὁ Χρυσόστομος

Ερμηνεία στα κεφάλαια Κ΄ έως ΚΒ΄: Η καθαρότητα της καρδίας και τα πνευματικά δώρα

Σχόλια για το μεγαλείο του ανθρώπου, την κατεύθυνση των ανθρώπινων βημάτων από τον Θεό και τις αρετές της ελεημοσύνης και της αγάπης προς τον πλησίον.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 7 από 9

ΚΕΦΑΛ. Κʹ. Μέγα ὁ ἄνθρωπος, κ. τ. λ. [Cod. f. 44 a.] Μέγα ὁ ἄνθρωπος καθ᾽ ὃ κατ᾽ εἰκόνα Θεοῦ ἐγένετο· εἰ δὲ προσλάβοι τὸ πρακτικὸν, ἐν ᾧ τὸ ἐλεεῖν, ἀνὴρ τίμιος γίνεται· τὸν δὲ ἐν πίστει καὶ ἐπιστήμῃ τοῦτο ποιοῦντα, ἔργον εὑρεῖν. Μακαρίους τοὺς παῖδας αὑτοῦ καταλείψει. [Cod. f. 84 b.] Ὁ φυλάσσων τὰ πρὸς Θεὸν καὶ πρὸς ἀνθρώπους δίκαια, τοὺς ἀκούοντας αὐτοῦ καὶ ἑαυτὸν σώσει.

Τίς καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν; Διττὴ ἡ κακία ἀπεναντίας τῇ ἀρετῇ· ἧς ἡ μὲν, θεωρητικὴ, ἡ δὲ πρακτική· τὸ δὲ τίς, ἐπὶ τοῦ σπανίου· σπάνιον γὰρ εὑρεῖν τινα πράξει καὶ θεωρίᾳ καθαρόν. Σημαίνει καὶ τὸ ἀδύνατον· ὡς ἐν τῷ, Εἰ ὁ Θεὸς ὑπὲρ ἡμῶν, τίς καθ᾽ ἡμῶν; Σημαίνει καὶ πεῦσιν· Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; Δηλοῖ καὶ τὸ ἄτομον· ὡς τό· Ἄνθρωπός τις ἦν εὐγενής. —Στάθμιον μέγα καὶ μικρόν. [Cod. f. 85 b.] Διάθεσις δολερὰ, λόγον ἔχουσα χρηστὸν, καὶ πρᾶξιν ἀκάθαρτον.

Ἢ παντὸς πράγματος ὑπερβολὴ καὶ ἔλλειψις. Παρὰ Κυρίου εὐθύνεται τὰ διαβήματα ἀνδρί. [Ibid.] Οὐ δύναται θνητὸς, τουτέστιν ἁμαρτωλὸς, ἐννοῆσαι τὰς ὁδοὺς Κυρίου· ἐπειδὴ θνητὸς ὢν, οὐ συναπέθανε καὶ συνέζησε τῷ Χριστῷ. Πρὸς γὰρ τὴν βασιλείαν τῶν οὐρανῶν τοῦ πορευθῆναι, παρὰ Κυρίου εὐθύνεται τὰ διαβήματα ἀνθρώπου. Φῶς Κυρίου, πνοὴ ἀνθρώπων, καὶ λύχνος ὃς ἐρευνᾷ ταμιεῖα κοιλίας. [Cod. f. 86 a.] Τοῦτο λέγει, ὅτι οὐδὲν αὐτῷ σκοτεινὸν ἔνδον. Ἀλλὰ καὶ αὐτὴ ἡ ψυχὴ, ἡ ἐρευνωμένη αὐτῷ, φῶς ἐστι τῷ Θεῷ, ὥσπερ ἂν εἰ αὐτὴ παραφανείη καὶ ἅπτοι λύχνον. Τὸ τοῦ Κυρίου φῶς, ζωῆς αἴτιον τοῖς λογικοῖς· Ἡ ζωὴ γὰρ ἦν τὸ φῶς τῶν ἀνθρώπων. Ἑξῆς ἐμπνεύσας εἰς τὸ πρόσωπον τοῦ ἀνθρώπου ὁ Θεὸς, ἐποίησεν αὐτὸν εἰς ψυχὴν ζῶσαν· ᾧ φωτὶ κατάλληλος λύχνος ἐρευνᾷ τὰς κεκρυμμένας νόσους, φωτίζων. Λύχνος δὲ καὶ ὁ νόμος, παιδαγωγὸς ἡμῶν γενόμενος εἰς Χριστόν. Ἐλεημοσύνη καὶ ἀλήθεια περικυκλώσουσιν ἐν δικαιοσύνῃ τὸν θρόνον αὐτοῦ. Ὅπου γὰρ ἀλήθεια καὶ δικαιοσύνη, οὐδὲν ἄδικον. Ὁ ταύτας οὖν ἔχων, φυλάττεται ὑπ᾽ αὐτῶν. Κόσμος νεανίαις, σοφία, Καὶ ποία οὖν δόξα τῆς φύσεως ἔστι; Ποῖος δὲ πρεσβύτερος τοῦτο οὐκ ἔχει; Ἢ τοῦτό φησιν· Ὥσπερ τοῦτον ἡ πολιὰ ποιεῖ αἰδέσιμον, οὕτως ἐκείνους ἡ σοφία. Ὑπώπια καὶ συντρίμματα συναντᾷ κακοῖς.

Οὐχὶ τὴν ὄψιν μόνον, ἀλλὰ καὶ τὴν καρδίαν πλήττονται οἱ κακοί· αὕτη μὲν γὰρ καὶ θεραπευθῆναι δύναται, ἐκείνη δὲ οὐχί. Ἐν γὰρ τοῖς ταμιείοις ἐστίν. Ἢ ὅτι καθάπτονται αὐτῶν αἱ τιμωρίαι μέχρι βάθους ψυχῆς· τοῦτο γὰρ ταμιεῖα κοιλίας. Ἕξεις δὲ νῦν μοχθηραὶ, ταμιεῖα· καὶ διὰ γνώμην γὰρ κολαστέος ὁ φαῦλος.

ΚΕΦ. ΚΑʹ. Ὥσπερ ὁρμὴ ὕδατος, οὕτως καρδία βασιλέως ἐν χειρὶ Θεοῦ. [Cod. f. 86 b.] Ἐπεὶ πολλὰ περὶ βασιλέων διελέχθη, δείκνυται τὸν ἐκείνων ἰσχυρότερον, ὡς εὔκολον αὐτῷ περιτρέπειν οὗ ἂν βούληται, ὥσπερ ὁρμὴν ὕδατος περιάγει πανταχοῦ· καίτοι οὐδεὶς ἂν αὐτὸν ἐκκλίνειε διὰ τὸ τῆς ἀρχῆς μέγεθος. Ἢ οὕτως· Τὴν ἐν χειρὶ Θεοῦ καρδίαν, τουτέστι τὴν ἐν τοῖς πράγμασιν αὐτοῦ ἀναστρεφομένην, οὐκ ἔστι δυνατὸν ἐπισχεῖν· εἰς οὐδὲν γὰρ νεύων κακὸν, κατευθύνεται ᾗ ἂν θέλῃ Θεὸς, ὥσπερ ὁρμὴ ὕδατος πανταχοῦ εὐοδοῦται.

Κρεῖσσον οἰκεῖν ἐπὶ γωνίας ὑπαίθρου, ἢ ἐν κεκονιαμένοις μετὰ ἀδικίας. [Cod. f. 87 a.] Ὕπαιθρος γωνία, πρᾶξις κρυφία, θεωρίας ἁπτομένη, ὑπὸ δὲ τοῦ Ἡλίου τῆς δικαιοσύνης φωτίζεται. Οἶκος δὲ κεκονιαμένος, κακία ἀρετὴν ὑποκρινομένη. Ζημιουμένου ἀκολάστου, πανουργότερος γίνεται ὁ ἄκακος. Τιμωρουμένων κακῶν σωφρονίζεται ὁ ἀμαθὴς καὶ νήπιος. Οὕτω καὶ ὁ δίκαιος ἐν τῷ αἵματι τοῦ ἁμαρτωλοῦ νίπτεται τὰς χεῖρας· τὰς πράξεις αὑτοῦ τῇ ἐκείνου τιμωρίᾳ καθαίρων.

Οὕτως καὶ αἱ πόρναι ἐλούσαντο ἐν τῷ αἵματι τοῦ Ἀχαάβ. Ἐν συναγωγῇ γιγάντων ἀναπαύεται. [Cod. f. 88 a.] Γίγαντας οἶδεν ἡ Γραφὴ τοὺς πονηροὺς καλεῖν, τοὺς φαύλους, τοὺς θρασεῖς, τοὺς θεομάχους· μετ᾽ ἐκείνων ἀριθμηθήσεταί, φησιν. Ἢ οὕτως· Ὁ σφαλλόμενος περὶ τὴν τοῦ κτίσαντος Θεοῦ δικαιοσύνην, ἐν συναγωγῇ τῶν θεομάχων ἀναπαύσεται.

Συναγωγὴ δὲ, ἡ κακία καὶ ἡ ἀγνωσία· Ὃς φυλάσσει τὸ στόμα αὑτοῦ, κ. τ. λ. [Cod. f. 89 a.] Εἰ ὁ ἀγαπῶν τὸν πλησίον φυλάσσει νόμον, ἡ ἀγάπη τῷ πλησίον οὐδὲν κακὸν ἐργάζεται· Ὃς μνησικακεῖ, παράνομος. Ὁ μεμνημένος τῶν ἁμαρτημάτων, μισεῖ τὸν πλησίον. Οὐκοῦν παράνομος.

Ἀνὴρ ὑπήκοος φυλασσόμενος λαλήσει. [Cod. f. 89 b.] Τουτέστι κἂν ὑπήκοος ᾖ, φυλάσσεται δὲ, δυνήσεται μετέχειν παῤῥησίας. Ἢ οὕτως· Παρανομοῦντος τοῦ ψευδομάρτυρος, ὁ τῷ νόμῳ καταπειθὴς φυλασσόμενος λαλήσει· Ἀσεβὴς ἀνὴρ ἀναιδῶς ὑφίσταται προσώπῳ. Ἁμαρτάνων γὰρ εἰς Θεὸν, τὴν πρὸς αὐτὸν ἀναίδειαν τῷ προσώπῳ δηλοῖ, μηδὲν ἔχων εὐλαβὲς ἢ κατεσταλμένον· ὁ δὲ εὐθὴς, κατ᾽ εἰκόνα ἐστὶ τοῦ Θεοῦ· Ἵππος ἑτοιμάζεται εἰς ἡμέραν πολέμου· Ἵππον λεκτέον τὸν προφορικὸν λόγον, ὃν ἑτοιμαστέον πρὸς τὰς αἱρέσεις. Τὸ εἰς ἡμᾶς γὰρ ἧκον ποιήσαντες, νίκην παρὰ Θεοῦ χορηγούμεθα, τοῦ ἀπολλύντος τὴν σοφίαν τῶν σοφῶν· ἢ ἵππον, τὸν νοῦν· κατὰ τό· Ἐπιβήσῃ ἐπὶ τοὺς ἵππους σου.

ΚΕΦ. ΚΒʹ. Νίκην καὶ τιμὴν περιποιεῖται ὁ δῶρα δούς. [Cod. f. 91 a.] Δῶρα τοῦ ἀνθρώπου τὰς τῆς ψυχῆς ἀρετὰς ὀνομάζει, δι᾽ ὧν νικῶν τὸν διάβολον, τίμιον ἑαυτὸν παρέχει τῷ Θεῷ, καὶ ἀφαιρεῖται τὴν ἑαυτοῦ ψυχὴν ἀπὸ τῶν κτησαμένων αὐτὴν δαιμόνων. Οἱ ὀφθαλμοὶ Κυρίου διατηροῦσι αἴσθησιν; [Cod. f. 91 b.] Ἐπὶ τίνα γὰρ, φησὶν, ἐπιβλέψω, ἀλλ᾽ ἢ ἐπὶ τὸν πρᾶον καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς λόγους; —Φαυλίζει δὲ λόγους παράνομος.

Ὁρᾷς ὅτι ἐκείνων ἔστι καὶ τῆς προνοίας κατηγορεῖν, καὶ τῆς τῶν πραγμάτων καταστάσεως, οὐκ ἐθελόντων ἐμμένειν τοῖς νόμοις; Εἰ γὰρ σοφῶς πάντα ὁ Θεὸς διοικεῖ, τοῦτο γάρ ἐστιν, οἱ ὀφθαλμοὶ Κυρίου τηροῦσιν αἴσθησιν, αἴσθησιν δὲ τὴν κατὰ νόμον ἀγωγὴν, καὶ τὴν κατὰ λόγον ζωὴν, πῶς τινὲς γενεαλογοῦσιν, ἐπειδὴ παράνομοί εἰσιν; —Ὅρα πῶς παιδεύει τοὺς ἄρχοντας τὸ πλέον τῆς ἀρχῆς, μήτε ἐν τοῖς ὑπακούουσιν, μήτε ἐν φόβῳ μήτε ἐν τιμωρίαις τίθεσθαι, ἀλλ᾽ ἐν τῇ τῶν οἰκείων λόγων δυνάμει καὶ συνέσει.

Εἶτα οὐκ ἀπὸ τούτου μόνον αὐτοὺς ἐπιτρέπει, ἀλλὰ καὶ ἀπὸ τῆς προνοίας τῆς τοῦ Θεοῦ. Καὶ σὺ δὲ ἀπόγραψαι αὐτὰ σεαυτῷ τρισσῶς. [Cod. f. 93 b.] Τὰ παρ᾽ ἐμοῦ σοι λεγόμενα, φησὶν ἡ Σοφία, τρισσῶς ἀπόγραψαι ἐν τῷ πλάτει τῆς καρδίας σου· ὥσπερ γὰρ ὁ ἄνθρωπος συνέστηκεν ἐκ σώματος καὶ ψυχῆς καὶ πνεύματος, οὕτως καὶ ἡ Γραφὴ τοῦ σώματος τῆς λέξεως, ἀφ᾽ ἧς ὁ ἁπλούστερος ὠφελεῖται· ἥτις λέγεται πρόχειρος ἐκδοχή. Ἐκ ψυχῆς, τῆς ἀναγωγῆς, ἧς ἀκούει ὁ ἐπὶ ποσὸν ἀναβεβηκώς· ἐκ πνεύματος, τῆς ὑψηλοτέρας καὶ πνευματικῆς θεωρίας, ἣν οἱ τέλειοι νοοῦσί τε καὶ λέγουσιν· οἷον ἐπὶ τῆς ὄνου τῆς εἰς ἀντικρὺ κώμην δεδεμένης, ᾗ ἐπεκάθισεν ὁ Σωτὴρ, πρῶτον μὲν ἀπογράφου τὸ ῥητὸν, εἶτα τὴν ἀναγωγὴν, ὅτι τῷ κτηνώδει τρόπῳ ἐπιβὰς ὁ λόγος, λογικῶς αὐτὸν κινεῖσθαι παρασκευάζει.

Εἶτα κατὰ πνευματικὴν θεωρίαν, τὴν ἀνθρωπότητα νόει, παραλαμβανομένην ἐκ τοῦ κατ᾽ ἀντικρὺ τόπου τοῦ παραδείσου, ἵνα ἀγαλματοφοροῦσα εἰς τὸν παράδεισον εἰσέλθῃ. Μὴ ἀποβιάζου πένητα. [cod. f. 94 b.] Δεῖ μηδένα πένητα ἢ πτωχὸν ἢ ἀσθενῆ ἀποβιάζεσθαι ἢ ἀτιμάζειν. Ὁ γὰρ Κύριος ἐκζητεῖ ταῦτα πάντα, καὶ κρίνας δικαίως ἀνταποδίδωσιν ἑκάστῳ κατὰ τὰ ἔργα αὐτῶν. Ὁ γὰρ μὴ θλίψας, ἢ ἀδικήσας, ἢ λόγοις ἀτιμάσας τοὺς προειρημένους, ἑαυτὸν ἐῤῥύσατο αἰωνίων κολάσεων, καὶ ἄσυλον ἐφύλαξε τὴν ἑαυτοῦ ψυχήν. Μὴ δίδου σεαυτὸν εἰς ἐγγύην. [cod. f. 95 a.] Μὴ ἀπερισκέπτως ἐγγυῶ· ἤτοι μὴ ἀναδέχου πράξεις ἀλλοτρίας, μὴ εὑρεθῇ τί σοι ὧν ἐμαρτύρησας, πάντως ἐπὶ σὲ ἡ τοῦ τοιούτου χρέους ἀπότισις μεταβήσεται, ἀδυνάτως ἔχοντα πρὸς ἀπότισιν, οὐδεὶς γὰρ ὑπὲρ ἄλλου ἀγαθὸς, ἀλλ᾽ ἑαυτῷ.

Λήψονται τὸ στρῶμα τὸ ὑπὸ τὰς πλευράς σου. Ἀφαιρεθήσῃ τὴν σκέπουσαν ἐλπίδα τὰς δυνάμεις σου, ὥστε αὐτὰς γυμνωθῆναι· πλευραὶ γὰρ δυνάμεις. —Ὄρη Σιὼν τὰ πλευρὰ τοῦ βοῤῥᾶ· οἱ ποτὲ δυνατοὶ παρὰ τῷ ψυχρῷ διαβόλῳ, νῦν ὄρη Σιὼν ἐγένοντο, οἱ ἅγιοι δηλονότι.