Ἐκεῖ φιλοσοφία πολλή· ἔνθα γὰρ ἀθυμία, καὶ φιλοσοφία πάντως. Ὁ πρὸ τούτου πλουτῶν, ὁ μεγάλα φυσῶν, καὶ τοῦ τυχόντος ἀνέξεται διαλεγομένου πρὸς αὐτὸν, τοῦ φόβου καὶ τῆς ἀθυμίας καθάπερ τινὸς πυρὸς σφοδροτέρου ἐπιπεσόντος αὐτοῦ τῇ ψυχῇ, καὶ μαλάττοντος τὸ σκληρόν· τότε ταπεινὸς γίνεται, τότε σκυθρωπὸς, τότε τῆς μεταβολῆς αἰσθάνεται τῆς βιωτικῆς, τότε καρτερεῖ πρὸς πάντα. Ἐν δὲ θεάτρῳ πάντα τὰ ἐναντία, γέλως, αἰσχρότης, πομπὴ διαβολικὴ, διάχυσις, ἀνάλωμα χρόνου, καὶ δαπάνη ἡμερῶν περιττὴ, ἐπιθυμίας ἀτόπου κατασκευὴ, μοιχείας μελέτη, πορνείας γυμνάσιον, ἀκολασίας διδασκαλεῖον, προτροπὴ αἰσχρότητος, γέλωτος ὑπόθεσις, ἀσχημοσύνης παραδείγματα. Ἀλλ᾽ οὐ τὸ δεσμωτήριον τοιοῦτον· ἀλλ᾽ ἐκεῖ ταπεινοφροσύνη, παράκλησις, φιλοσοφίας προτροπὴ, ὑπεροψία τῶν βιωτικῶν· πάντα πεπάτηται καὶ καταπεφρόνηται, καὶ καθάπερ παιδίῳ παιδαγωγὸς ὁ φόβος ἐφέστηκε, πρὸς πάντα τὰ δέοντα ῥυθμίζων αὐτόν. Ἀλλ᾽ εἰ βούλει, πάλιν ἑτέρως ἐξετάσωμεν τοὺς αὐτοὺς τόπους. Ἐβουλόμην συντυχεῖν ἀνθρώπῳ ἀπὸ θεάτρου κατιόντι, καὶ ἄλλῳ ἀπὸ δεσμωτηρίου ἐξιόντι, καὶ εἶδες ἂν τοῦ μὲν τὴν ψυχὴν ἐπτοημένην, τεθορυβημένην, δεδεμένην ὄντως, τοῦ δὲ ἀνειμένην, λελυμένην, ἐπτερωμένην.