ΟΜΙΛΙΑ ΜΕʹ. Καὶ τανῦν παρατίθεμαι ὑμᾶς, ἀδελφοὶ, τῷ Θεῷ καὶ τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, τῷ δυναμένῳ ἐποικοδομῆσαι, καὶ δοῦναι κληρονομίαν ὑμῖν ἐν πᾶσι τοῖς ἡγιασμένοις. αʹ. Ὅπερ ἐπιστέλλων ποιεῖ, τοῦτο καὶ συμβουλεύων· ἀπὸ παραινέσεως εἰς εὐχὴν τελευτᾷ. Ἐπειδὴ γὰρ αὐτοὺς σφόδρα ἐφόβησε, λέγων, ὅτι Λύκοι βαρεῖς εἰς ὑμᾶς εἰσελεύσονται· ἵνα μὴ καταπλήξῃ τῇ διανοίᾳ καὶ ἀπολέσῃ, ὅρα τὴν παραμυθίαν. Καὶ τανῦν, φησίν. Οὕτως εἶπε, δηλῶν διὰ τούτου, ὅτι ὥσπερ ἀεί. Παρατίθεμαι ὑμᾶς, ἀδελφοὶ, τῷ Θεῷ καὶ τῷ λόγῳ τῆς χάριτος αὐτοῦ· τουτέστι, τῇ χάριτι αὐτοῦ. Καὶ καλῶς οὕτως εἶπεν· οἶδε γὰρ, ὅτι ἡ χάρις σώζει. Συνεχῶς αὐτοὺς ἀναμιμνήσκει τῆς χάριτος, σπουδαιοτέρους ποιῶν ὡς ὀφειλέτας, καὶ πείθων θαῤῥεῖν. Τῷ δυναμένῳ ὑμᾶς ἐποικοδομῆσαι. Οὐκ εἶπεν, Οἰκοδομῆσαι, ἀλλ᾽, Ἐποικοδομῆσαι, δεικνὺς ὅτι ἤδη ᾠκοδομήθησαν, Εἶτα τῆς ἐλπίδος ἀνέμνησε τῆς μελλούσης, εἰπών· Καὶ δοῦναι ὑμῖν κληρονομίαν ἐν πᾶσι τοῖς ἡγιασμένοις. Εἶτα πάλιν παραίνεσις· Ἀργυρίου, φησὶν, ἢ χρυσίου ἢ ἱματισμοῦ οὐδενὸς ἐπεθύμησα. Τὴν ῥίζαν ἀναιρεῖ τῶν κακῶν, τὴν φιλαργυρίαν. Ἀργυρίου, φησὶν, ἢ χρυσίου. Οὐκ εἶπεν, Οὐκ ἔλαβον· ἀλλ᾽, Οὐδὲ ἐπεθύμησα.