Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὰς Πράξεις τῶν Ἀποστόλων

Ἰωάννης ὁ Χρυσόστομος

Οι Απολογίες ενώπιον του Φήλικος, του Φήστου και του Αγρίππα (Ομιλίες Ν'-ΝΒ')

Αναλύονται οι ρητορικές απαντήσεις του Παύλου στις κατηγορίες του Τερτύλλου, η μεταφορά της δίκης στον Φήστο, η έφεσή του στον Καίσαρα και η μνημειώδης απολογία του ενώπιον του βασιλέως Αγρίππα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 19 από 21

ΟΜΙΛΙΑ Νʹ. Οἱ μὲν οὖν στρατιῶται κατὰ τὸ διατεταγμένον αὐτοῖς ἀναλαβόντες τὸν Παῦλον, ἤγαγον διὰ νυκτὸς εἰς τὴν Ἀντιπατρίδα. Τῇ τε ἐπαύριον ἐάσαντες τοὺς ἱππεῖς πορεύεσθαι σὺν αὐτῷ, ὑπέστρεψαν εἰς τὴν παρεμβολήν· οἵτινες ἐλθόντες εἰς τὴν Καισάρειαν, καὶ ἀναδόντες τὴν ἐπιστολὴν τῷ ἡγεμόνι, παρέστησαν καὶ τὸν Παῦλον.

αʹ. Καθάπερ βασιλέα τινὰ δορυφόροι παρέπεμπον μετὰ τοσούτου πλήθους καὶ ἐν νυκτὶ, φοβούμενοι τοῦ δήμου τὴν ὀργὴν τῆς ὁρμῆς. Ἐπεὶ οὖν τῆς πόλεως αὐτὸν ἐξέβαλον, τότε ἀφίστανται. Οὐκ ἂν δὲ ὁ χιλίαρχος μετὰ τοσαύτης αὐτὸν ἀσφαλείας ἐξέπεμψεν, εἰ μὴ καὶ αὐτὸς οὐδὲν ἦν αὐτοῦ κατεγνωκὼς, καὶ ἐκείνων ᾔδει τὸ φονικόν.

Ἀναγνοὺς δὲ, καὶ ἐπερωτήσας ἐκ ποίας ἐπαρχίας ἐστὶ, καὶ πυθόμενος, ὅτι ἀπὸ Κιλικίας, Διακούσομαί σου, ἔφη, ὅταν καὶ οἱ κατήγοροί σου παραγένωνται· ἐκέλευσέ τε αὐτὸν ἐν τῷ πραιτωρίῳ Ἡρώδου φυλάσσεσθαι. Ἤδη ἀπελογήσατο ὑπὲρ αὐτοῦ ὁ Λυσίας· ἀλλ᾽ ὅμως καὶ ἔτι οἱ Ἰουδαῖοι ἐπιτίθενται, καὶ προκαταλαμβάνουσι τὸν ἀκροατὴν, καὶ πάλιν εἰς δεσμὰ βάλλεται, καὶ ἄκουε πῶς· ἐπάγει γάρ· Μετὰ δὲ πέντε ἡμέρας κατέβη ὁ ἀρχιερεὺς Ἀνανίας μετὰ πρεσβυτέρων καὶ ῥήτορος Τερτύλλου τινὸς, οἵτινες ἐνεφάνησαν τῷ ἡγεμόνι κατὰ τοῦ Παύλου. Ὅρα πῶς οὐδ᾽ οὕτως ἀπέστησαν, ἀλλ᾽ ἔρχονται μυρίοις κωλύμασι καίτοι κωλυόμενοι, ὥστε κἀκεῖ καταισχυνθῆναι. Κληθέντος δὲ αὐτοῦ, ἤρξατο κατηγορεῖν ὁ Τέρτυλλος, λέγων· Πολλῆς εἰρήνης τυγχάνοντες διὰ σοῦ, καὶ κατορθωμάτων γινομένων τῷ ἔθνει τούτῳ διὰ τῆς σῆς προνοίας, πάντη τε καὶ πανταχοῦ ἀποδεχόμεθα, κράτιστε Φῆλιξ, μετὰ πάσης εὐχαριστίας.

Ἵνα δὲ μὴ ἐπὶ πλέον σε ἐγκόπτω, παρακαλῶ ἀκοῦσαι συντόμως ἡμῶν τῇ σῇ ἐπιεικείᾳ. Καὶ μὴν ὑμεῖς τοῦτο πεποιήκατε· ῥήτορος οὖν τί ἔδει; Ὅρα πῶς καὶ οὗτος εὐθέως ἐκ προοιμίων ὡς νεωτεροποιὸν καὶ στασιαστὴν βούλεται παραδοῦναι, καὶ τοῖς ἐπαίνοις προκαταλαμβάνει τὸν δικαστήν. Εἶτα ὡς πολλὰ ἔχων εἰπεῖν, παρατρέχει, καὶ μόνον τοῦτο λέγει· Ἵνα δὲ μὴ ἐπιπλέον σε ἐγκόπτω. Ὅρα πῶς εἰς ἐπιθυμίαν ἐμβάλλει κολάσεως τὸν δικαστήν· εἴ γε ἔμελλε τὸν τὴν οἰκουμένην ἀνατρέποντα καθέξειν, καὶ ὡς ἐπὶ κατορθώματι φρονοῦσι μεγάλῳ. Εὑρόντες γὰρ τὸν ἄνδρα τοῦτον λοιμὸν, καὶ κινοῦντα στάσεις πᾶσι τοῖς Ἰουδαίοις τοῖς κατὰ τὴν οἰκουμένην, πρωτοστάτην τε τῆς τῶν Ναζωραίων αἱρέσεως, ὃς καὶ τὸ ἱερὸν ἐπείρασε βεβηλῶσαι· ὃν καὶ ἐκρατήσαμεν, καὶ κατὰ τὸν ἡμέτερον νόμον ἠθελήσαμεν κρῖναι. Παρελθὼν δὲ Λυσίας ὁ χιλίαρχος μετὰ πολλῆς βίας ἐκ τῶν χειρῶν ἡμῶν ἀπήγαγε, κελεύσας τοὺς κατηγόρους αὐτοῦ ἔρχεσθαι ἐπὶ σοῦ· παρ᾽ οὗ δύνασαι αὐτὸς ἀνακρίνας περὶ πάντων τούτων ἐπιγνῶναι, ὧν ἡμεῖς κατηγοροῦμεν αὐτοῦ. Τοῖς κατὰ τὴν οἰκουμένην, φησὶν, Ἰουδαίοις στάσεις κινοῦντα. Ὡς λυμεῶνα λοιπὸν καὶ κοινὸν ἐχθρὸν τοῦ ἔθνους διαβάλλουσι πρωτοστάτην τε τῆς τῶν Ναζωραίων [αἱρέσεως. Ἐδόκει τοῦτο ἐπονείδιστον εἶναι, τὸ τῶν Ναζωραίων]· διὸ καὶ τοῦτο παρῆγον, καὶ ἀπὸ τούτου πάλιν διέβαλλον αὐτόν· ἡ γὰρ Ναζαρὲθ εὐτελὴς ἦν.

Καὶ εὑρόντες, φησίν. Ὅρα, πῶς κακούργως ὡς διαφυγόντα συκοφαντοῦσι, καὶ μόλις ἐπιτυχόντες, καίτοι ἑπτὰ ἡμέρας εἶχεν ἐν τῷ ἱερῷ. Ὃν καὶ ἐκρατήσαμεν, καὶ κατὰ τὸν ἡμέτερον νόμον ἠθελήσαμεν κρῖναι. Ὅρα πῶς καὶ τὸν νόμον ὑβρίζουσιν· εἴ γε μὴ τοῦτο νόμου ἦν, τὸ τύπτειν, τὸ ἀναιρεῖν, τὸ ἔνεδρα ποιεῖν.

Εἶτα καὶ τοῦ Λυσίου κατηγορία, Παρελθὼν δὲ Λυσίας ὁ χιλίαρχος μετὰ πολλῆς βίας ἐκ τῶν χειρῶν ἡμῶν ἀπήγαγεν· οὐ προσῆκον αὐτῷ, φησὶ, πρᾶγμα ποιῶν· ὅμως ἐποίησε. Παρ᾽ οὗ δύνασαι αὐτὸς ἀνακρίνας περὶ τούτων πάντων γνῶναι, ὧν ἡμεῖς κατηγοροῦμεν αὐτοῦ.

Συνεπέθεντο δὲ καὶ οἱ Ἰουδαῖοι, φάσκοντες ταῦτα οὕτως ἔχειν. Τί οὖν ὁ Παῦλος; ἆρα ἐπὶ τούτοις σιγᾷ; Οὐδαμῶς· ἀλλὰ παῤῥησιάζεται πάλιν καὶ ἀποκρίνεται· καὶ τοῦτο τοῦ ἡγεμόνος βουληθέντος· ἐπήγαγε γάρ· Ἀπεκρίθη δὲ Παῦλος νεύσαντος αὐτῷ τοῦ ἡγεμόνος λέγειν· Ἐκ πολλῶν ἐτῶν ὄντα σε κριτὴν δίκαιον τῷ ἔθνει τούτῳ ἐπιστάμενος, εὐθυμότερον τὰ περὶ ἐμαυτοῦ ἀπολογοῦμαι, δυναμένου σου γνῶναι, ὅτι οὐ πλείους εἰσί μοι ἡμέραι δεκαδύο, ἀφ᾽ ἧς ἀνέβην προσκυνήσων ἐν Ἱερουσαλήμ. Καὶ οὔτε ἐν τῷ ἱερῷ εὗρόν με πρός τινα διαλεγόμενον ἢ ἐπισύστασιν ποιοῦντα ὄχλων, οὔτε ἐν ταῖς συναγωγαῖς, οὔτε κατὰ τὴν πόλιν· οὔτε παραστῆσαι νῦν δύνανται, περὶ ὧν νῦν κατηγοροῦσί μου. Οὐκ ἔστι ταῦτα κολακείας τὰ ῥήματα, τὸ μαρτυρῆσαι τῷ δικαστῇ δικαιοσύνην· ἀλλ᾽ ἐκεῖνα μᾶλλον, τὸ εἰπεῖν· Πολλῆς εἰρήνης τυγχάνοντες διὰ σοῦ. Τί οὖν ἀδίκως στασιάζετε;

Σκόπει δέ· ἐκεῖνοι πρὸς ἀδικίαν παρώρμων, οὗτος τὸ δίκαιον ἐζήτει· διὸ καὶ ἔλεγεν· Εὐθυμότερον τὰ περὶ ἐμαυτοῦ ἀπολογοῦμαι· εἶτα καὶ ἀπὸ τοῦ χρόνου ἰσχυρίζεται· Ἐκ πολλῶν ἐτῶν γὰρ, φησὶν, ὄντα σε κριτὴν ἐπιστάμενος. Καὶ τί τοῦτο πρὸς ἀπόδειξιν συνετέλει; Μέγα· δείκνυσι γὰρ, ὅτι καὶ αὐτὸς οἶδε μηδὲν ὧν κατηγορεῖται πεποιηκότα. Εἰ δὲ ἐπισύστασίν ποτε ἐκίνησεν, ἐγίνωσκεν ἂν κριτὴς ὢν, καὶ τὸ τοιοῦτον αὐτὸν οὐκ ἐλάνθανεν. Εἶτα ἐπειδὴ ὁ κατήγορος οὐδὲν εἶχε δεῖξαι ἐν Ἱεροσολύμοις, ὅρα τί φησι· Τοῖς κατὰ τὴν οἰκουμένην πᾶσιν Ἰουδαίοις, ψεῦδος ἐπὶ ψεύδει συντιθείς. Διὰ τοῦτο ὁ Παῦλος ἐντεῦθεν αὐτὸν ἀφέλκων, Προσκυνήσων ἀνέβην, λέγει· μονονουχὶ ἀπολογούμενος διὰ τούτου, ὅτι τοσοῦτον ἀπέχω τοῦ στάσεις κινεῖν· καὶ τούτῳ ἐνδιατρίβει τῷ δικαίῳ ὅπερ ἦν ἰσχυρόν· ἐπάγει γάρ· Καὶ οὔτε ἐν τῷ ἱερῷ, οὔτε ἐν τῇ πόλει, οὔτε ἐν τῇ συναγωγῇ εὗρόν με πρός τινα διαλεγόμενον. Ὅπερ ἦν καὶ ἀληθές. Κἀκεῖνος μὲν Πρωτοστάτην φησὶ, καθάπερ ἐπὶ μάχης καὶ συστάσεως· οὗτος δὲ ὅρα πῶς ἐπιεικῶς ἀποκρίνεται· Ὁμολογῶ δὲ τοῦτό σοι, ὅτι κατὰ τὴν ὁδὸν, ἣν λέγουσιν αἵρεσιν, οὕτω λατρεύω τῷ πατρῴῳ Θεῷ, πιστεύων πᾶσι τοῖς κατὰ νόμον, καὶ ἐν τοῖς προφήταις γεγραμμένοις, ἐλπίδα ἔχων εἰς τὸν Θεὸν, ἣν καὶ αὐτοὶ προσδέχονται, ἀνάστασιν μέλλειν ἔσεσθαι δικαίων τε καὶ ἀδίκων.

βʹ. Ὅρα· ἐχώριζον αὐτὸν ἐκεῖνοι· οὗτος συνεισάγει, καὶ οἰκειοῖ ἑαυτὸν τῷ νόμῳ δι᾽ ὧν ἀπολογεῖται. Καὶ βεβαιῶν ὃ εἶπε, πάλιν ἐπάγει· Ἐν τούτῳ δὲ καὶ αὐτὸς ἀσκῶ, ἀπρόσκοπον συνείδησιν ἔχων πρός τε τὸν Θεὸν καὶ πρὸς τοὺς ἀνθρώπους διαπαντός. Δι᾽ ἐτῶν δὲ πλειόνων παρεγενόμην, ἐλεημοσύνας ποιήσων εἰς τὸ ἔθνος μου καὶ προσφορὰς, ἐν οἷς εὗρόν με ἡγνισμένον ἐν τῷ ἱερῷ οὐ μετὰ ὄχλου, οὐδὲ μετὰ θορύβου τινός. Τί οὖν ἀνέβης; τί ἦλθες; Προσκυνῆσαι; ἐλεημοσύνας, φησὶ, ποιῆσαι· ὥστε τοῦτο οὐκ ἦν στασιώδους. Εἶτα καὶ ἐκβάλλει αὐτῶν τὸ πρόσωπον, λέγων ἀδιορίστως· Ἐν οἷς εὗρόν μέ τινες τῶν ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι· οὓς ἔδει ἐπὶ σοῦ παρεῖναι, καὶ κατηγορεῖν εἴ τι ἔχοιεν πρός με· ἢ αὐτοὶ οὗτοι εἰπάτωσαν, τί εὗρον ἐν ἐμοὶ ἀδίκημα, στάντος μου ἐπὶ τοῦ συνεδρίου· ἢ περὶ μιᾶς ταύτης φωνῆς ἧς ἐκέκραξα ἑστὼς ἐν αὐτοῖς, ὅτι Περὶ ἀναστάσεως νεκρῶν ἐγὼ σήμερον κρίνομαι ὑφ᾽ ὑμῶν. Τοῦτο περιουσία δικαιωμάτων, μὴ φεύγειν τοὺς κατηγόρους, ἀλλ᾽ ἕτοιμον εἶναι πᾶσι διδόναι λόγον. Περὶ ἀναστάσεως νεκρῶν ἐγὼ σήμερον, φησὶ, κρίνομαι. Καὶ οὐδὲν εἶπεν ὧν εἶχεν εἰκότως εἰπεῖν, ὅτι ἐπεβούλευσαν, ὅτι κατέσχον αὐτὸν, ὅτι ἔνεδρον ἐποίησαν (ταῦτα γὰρ παρ᾽ ἐκείνων λέγεται γενέσθαι· παρὰ δὲ τούτου, καὶ κινδύνου ὄντος, οὐκ ἔτι)· ἀλλὰ σιγᾷ, καὶ μόνον ἀπολογεῖται, καίτοι μυρία ἔχων εἰπεῖν.

Τοῦτο αὐτὸν καὶ ἐν Καισαρείᾳ ἐποίει λαμπρὸν, τὸ μετὰ τοσαύτης ἐλθεῖν παρατάξεως.

Ἐν οἷς εὗρόν με, φησὶν, ἡγνισμένον ἐν τῷ ἱερῷ. Πῶς οὖν ἐβεβήλωσεν; οὐ γὰρ ἦν τοῦ αὐτοῦ καὶ ἁγνίζεσθαι καὶ προσκυνεῖν, καὶ διὰ τοῦτο ἔρχεσθαι καὶ βεβηλοῦν. Τοῦτο καὶ δικαιολογίας ὑποψίαν ἔχει τὸ μὴ εἰς μακρὸν ἐμπίπτειν τὸν λόγον ἐᾷν Καὶ χαρίζεται τῷ δικαστῇ. Ἐμοὶ δὲ δοκεῖ κἀκείνῳ συστέλλειν τὴν ἀπολογίαν.

Ἀλλ᾽ ἴδωμεν ἄνωθεν τὰ εἰρημένα. Ἐπειδὴ πρὸ τούτου μακρὰ ἐδημηγόρησεν ὁ Τέρτυλλος, δεικνὺς ὅτι ἐγκόπτεται, οὐκ εἶπεν, Ἄκουσον τοῦ πράγματος· ἀλλ᾽, Ἵνα σε μὴ ἐπὶ πλεῖον ἐγκόπτω, παρακαλῶ ἀκοῦσαί σε ἡμῶν τῇ σῇ ἐπιεικείᾳ. Τάχα θεραπεύων οὕτω τὸν λόγον κατασκευάζει· ἢ καὶ ἀληθῶς τοῦτο ἐπιεικείας τεκμήριον, εἰ παρὸν πολλὰ εἰπεῖν, ὑπὲρ τοῦ μὴ ἐνοχλεῖν ὀλίγα τις λέγοι. Εὕρομεν γὰρ τὸν ἄνδρα τοῦτον λοιμόν· ὃς, φησὶ, καὶ τὸ ἱερὸν ἐπείρασε βεβηλῶσαι.

Οὐκοῦν οὐκ ἐβεβήλωσε. Τί οὖν, εἰ ἀλλαχοῦ τοῦτο ἐποίησεν; Οὐδαμῶς· ἦ γὰρ ἂν καὶ εἶπε· νῦν δὲ Ἐπείρασε μὲν λέγει, τὸ δὲ πῶς, οὐ προστίθησι. Καὶ τὰ μὲν κατὰ Παύλου οὕτως ἐπῆρεν· ὅρα δὲ τὰ αὐτῶν πῶς ἐλαττοῖ.

Ὃν καὶ ἐκρατήσαμεν, φησὶ, καὶ ἠθελήσαμεν κρῖναι κατὰ τὸν ἡμέτερον νόμον. Παρελθὼν δὲ Λυσίας χιλίαρχος, μετὰ πολλῆς βίας ἐκ τῶν χειρῶν ἡμῶν ἀπήγαγεν. Ἐνταῦθα δείκνυσιν, ὅτι καὶ ἐπηρεάζονται εἰς δικαστήρια ἐρχόμενοι ξένα, καὶ ὅτι οὐκ ἂν ἠνώχλησαν αὐτὸν, εἰ μὴ ἐκεῖνος ἠνάγκασε, καὶ ὡς οὐ προσῆκον αὐτῷ ἥρπασε τὸν ἄνδρα· καὶ γὰρ τὰ ἀδικήματα πρὸς ἡμᾶς ἦν, καὶ τὸ δικαστήριον παρ᾽ ἡμῖν ἔδει γενέσθαι.

Ὅτι γὰρ τοῦτό ἐστιν, ὅρα τὸ ἑξῆς· Μετὰ πολλῆς, φησὶ, βίας. Βία γὰρ τοῦτό ἐστι. Παρ᾽ οὗ δύνασαι γνῶναι. Οὐδὲ κατηγορῆσαι τολμᾷ· συγγνωμονικὸς γὰρ ἀνὴρ ἦν· οὐδὲ ἁπλῶς παρέρχεται. Εἶτα πάλιν, ἵνα μὴ δόξῃ ψεύδεσθαι, αὐτὸν ἐφίστησιν ἑαυτοῦ κατήγορον τὸν Παῦλον. Παρ᾽ οὗ, φησὶ, δύνασαι ἀνακρίνας περὶ πάντων τούτων ἐπιγνῶναι. Εἶτα καὶ μάρτυρες τῶν εἰρημένων· Συνεπέθεντο δὲ καὶ οἱ Ἰουδαῖοι φάσκοντες ταῦτα οὕτως ἔχειν. Οἱ κατήγοροι, αὐτοὶ καὶ μάρτυρες καὶ κατήγοροι. Ἀλλ᾽ ὁ Παῦλος, Ἐκ πολλῶν ἐτῶν ὄντα σε κριτὴν ἐπιστάμενος δίκαιον, ἀποκρίνεται.

Οὐκ ἄρα ξένος τίς ἐστιν, οὐδὲ ἀλλότριος, οὐδὲ νεωτεροποιὸς, εἴ γε ἐκ πολλῶν ἐτῶν οἶδε τὸν δικαστήν. Καὶ καλῶς ἐπήγαγε τὸ, Δίκαιον, ἵνα μὴ πρὸς τὸν ἀρχιερέα ἴδῃ, μηδὲ πρὸς τὸν δῆμον, μηδὲ πρὸς τὸν κατήγορον.

Ὅρα, πῶς οὐ προήχθη εἰς ὕβριν· καίτοι γε καὶ ἀνάγκης οὔσης. Πιστεύων, φησὶ, πᾶσι τοῖς κατὰ νόμον. Τοῦτο εἶπε, δεικνὺς, ὅτι οὐκ ἂν ἄνθρωπος, πιστεύων ἀνάστασιν ἔσεσθαι, τοιαῦτα πράξειέ ποτε, ἣν καὶ αὐτοὶ οὗτοι ἐκδέχονται. Οὐκ εἶπε περὶ τούτων, ὅτι πιστεύουσι τοῖς ἐν τοῖς προφήταις γεγραμμένοις (οὐδὲ γὰρ ἐπίστευον)· ἀλλ᾽ οὗτος πᾶσιν ἐπίστευεν, οὐκ ἐκεῖνοι· πῶς δὲ, μακροῦ ἂν εἴη λόγου τανῦν λέγειν. Τοσαῦτα εἶπε, καὶ οὐδαμοῦ τοῦ Χριστοῦ μέμνηται. Ἐνταῦθα δὲ, Πιστεύων, εἰπὼν, καὶ τὰ κατὰ τὸν Χριστὸν εἰσήγαγεν, ἀλλὰ τέως τῷ τῆς ἀναστάσεως ἐνδιατρίβει λόγῳ, ὃ κοινὸν ἦν αὐτοῖς δόγμα, καὶ πάσης στάσεως ὑποψίαν ἀνῄρει.

Εἶτα καὶ ἡ αἰτία τῆς ἀνόδου. Ἐλεημοσύνας, φησὶ, καὶ προσφορὰς ποιήσων εἰς τὸ ἔθνος μου, παρεγενόμην, καὶ τοῦτο δι᾽ ἐτῶν πλειόνων. Πῶς ἂν οὖν ἐτάραξεν, οἷς ὥστε ἐλεημοσύνην ποιῆσαι τοσαύτην ἦλθεν ὁδόν; Οὐ μετὰ ὄχλου, φησὶν, οὐδὲ μετὰ θορύβου.

Πανταχοῦ τὴν στάσιν ἀναιρεῖ. Καλῶς δὲ καὶ προσκαλεῖται τοὺς κατηγόρους τοὺς ἀπὸ τῆς Ἀσίας, λέγων· Οὓς δεῖ ἐπὶ σοῦ κατηγορεῖν, εἴ τι ἔχοιεν πρός με. Οὕτως ἐθάῤῥει καθαρὸς εἶναι πρὸς ἃ κατηγορεῖτο, ὅτι καὶ προσκαλεῖται αὐτούς. Οὐ τοὺς ἀπὸ τῆς Ἀσίας δὲ μόνον, ἀλλὰ καὶ τοὺς ἐξ Ἱερουσαλὴμ οὐκ ἐκβάλλει κατηγόρους. ἀλλὰ καὶ τούτους προσκαλεῖται πάλιν, ἐπάγων· Ἢ αὐτοὶ οὗτοι εἰπάτωσαν. Καὶ γὰρ διὰ τοῦτο ἐξ ἀρχῆς διεπονοῦντο, ὅτι τὴν ἀνάστασιν ἐκήρυττε.

Καὶ καλῶς οὕτως ἐποίει· τούτου γὰρ δειχθέντος, εὐκόλως καὶ τὰ τοῦ Χριστοῦ ἐπεισήγετο, ὅτι ἀνέστη. Τί εὗρον, φησὶν, ἐν ἐμοὶ ἀδίκημα, στάντος μου ἐπὶ τοῦ συνεδρίου; Ἐν τῷ συνεδρίῳ εἶπε· δεικνὺς, ὅτι οὐδὲν εὗρον οὐχὶ κατ᾽ ἰδίαν τῆς ἐξετάσεως γενομένης, ἀλλὰ παρόντος τοῦ πλήθους καὶ ἀκριβῶς ἀνακρίνοντος.

γʹ. Ὅτι δὲ ταῦτα ἀληθῆ λέγω, μαρτυροῦσιν οἱ περὶ τούτου ἐγκαλοῦντες. Διὰ τοῦτο καὶ ἔλεγεν· Ἐν τούτῳ δὲ αὐτὸς ἀσκῶ, ἀπρόσκοπον συνείδησιν ἔχων πρός τε τὸν Θεὸν καὶ τοὺς ἀνθρώπους. Ἡ τελεία γὰρ αὕτη ἀρετὴ, ὅταν μηδὲ ἀνθρώποις διδῶμεν λαβὰς, καὶ παρὰ Θεῷ σπουδάζωμεν εἶναι ἀπρόσκοποι. Ἧς ἐκέκραξα, φησὶν, ἐν τῷ συνεδρίῳ. Καὶ τὴν βίαν αὐτῶν δηλοῖ ἐκ τοῦ εἰπεῖν, Ἐκέκραξα, ὡσανεὶ ἔλεγεν· Οὐκ ἔχουσιν εἰπεῖν, ὅτι Προσχήματι ἐλεημοσύνης ταῦτα ἐποίεις· οὐ γὰρ μετὰ ὄχλου οὐδὲ μετὰ θορύβου τοῦτο ἐποίουν· ἄλλως τε, καὶ ἐξετάσεως γενομένης περὶ τούτου, οὐδὲν πλέον εὑρίσκετο. Εἶδες ἐπιείκειαν, κινδύνων ὄντων; εἶδες εὔφημον γλῶτταν, καὶ πῶς ἓν ζητεῖ μόνον ἀπολύσασθαι τὰ ἑαυτοῦ, οὐχὶ κἀκείνους ἐγκλήμασι περιβαλεῖν, πλὴν εἴ που ἀναγκάζοιτο, ἀπολογούμενος; ὥσπερ καὶ ὁ Χριστὸς ἔλεγεν· Ἐγὼ δαιμόνιον οὐκ ἔχω, ἀλλὰ τιμῶ τὸν Πατέρα μου· ὑμεῖς δὲ ἀτιμάζετέ με. Τοῦτον μιμώμεθα καὶ ἡμεῖς, ἐπειδὴ καὶ αὐτὸς Χριστοῦ μιμητὴς ἦν. Εἰ τοῖς μέχρι φόνου καὶ σφαγῆς χωρήσασιν οὐδὲν εἶπεν ἐκεῖνος ἐπαχθὲς, τίνος ἂν εἴημεν ἡμεῖς συγγνώμης ἄξιοι, ἐν λοιδορίᾳ καὶ ὕβρεσιν ἐκθηριούμενοι, μιαροὺς καὶ παμμιάρους ἀποκαλοῦντες τοὺς ἐχθροὺς τοὺς ἡμετέρους; τίνα δὲ ἀπολογίαν ἕξομεν ἐχθροὺς ὅλως ἔχοντες; Οὐκ ἀκούεις, ὅτι ὁ τιμῶν, ἑαυτὸν τιμᾷ; Ἡμεῖς δὲ ἑαυτοὺς ὑβρίζομεν. Ἐγκαλεῖς, ὅτι ὑβρίσθης· τί οὖν περιπίπτεις τῷ ἐγκλήματι;

τί σαυτὸν πληγῇ περιβάλλεις;

Μεῖνον ἀπαθὴς, μεῖνον ἄτρωτος· μὴ, βουλόμενος ἕτερον πλῆξαι, σαυτὸν περιβάλῃς τῷ κακῷ. Οὐ γὰρ ἀρκεῖ ἡμῖν ὁ ἕτερος θόρυβος τῆς ψυχῆς ὁ μηδενὸς κινοῦντος κινούμενος· οἷον, αἱ ἐπιθυμίαι αἱ ἄτοποι, αἱ λῦπαι καὶ αἱ ἀθυμίαι καὶ ὅσα τοιαῦτα· ἀλλὰ καὶ ἑτέρας ἐπισωρεύομεν.

Καὶ πῶς δυνατὸν ὑβριζόμενον φέρειν, φησί; Πῶς δὲ οὐ δυνατὸν, εἰπέ μοι; τραῦμα ἡμῖν τίκτεται ἀπὸ τῶν ῥημάτων; μώλωπες περὶ τὰ σώματα; ποία τοίνυν γίνεται ἡμῖν βλάβη; Ὥστε, ἂν βουλώμεθα, δυνάμεθα ἐνεγκεῖν.

Θῶμεν ἑαυτοῖς νόμον μὴ ἀλγεῖν, καὶ οἴσομεν· εἴπωμεν πρὸς ἡμᾶς αὐτούς· Οὐκ ἔστιν ἔχθρας, ἀσθενείας ἐστίν· ἀσθενείας καὶ γὰρ ὄντως ἐστίν· ἐπεὶ ὅτι ἔχθρας οὐκ ἔστιν οὐδὲ κακοηθείας, ἐβούλετο κἀκεῖνος κατασχεῖν, εἰ καὶ μυρία ἠδικημένος ἦν. Ἂν τοῦτο ἐννοήσωμεν μόνον, ὅτι ἀσθενείας ἐστὶν, οἴσομεν, καὶ συγγνωσόμεθα μὲν ἐκείνῳ, πειρασόμεθα δὲ μὴ περιπεσεῖν καὶ αὐτοί. Ἐπεὶ ἐρωτῶ πάντας τοὺς παρόντας· ἆρα, ἂν ἐθελήσητε, οὕτω φιλοσοφεῖν δύνασθε, ὥστε φέρειν τοὺς ὑβρίζοντας; Ἔγωγε οἶμαι. Οὐκοῦν ἄκων σε ὕβρισε καὶ οὐ βουλόμενος, ἀλλὰ ἀναγκαζόμενος ὑπὸ τοῦ πάθους· ἐπίσχες. Οὐχ ὁρᾷς τοὺς δαιμονῶντας; Ὥσπερ ἐκεῖνος οὐκ ἀπὸ ἔχθρας τοσοῦτον, ὅσον ἀπὸ ἀσθενείας, τοῦτο ὑπομένει· οὕτω καὶ ἡμεῖς οὐκ ἀπὸ τῆς φύσεως τῶν ὕβρεων κινούμεθα, ὅσον ἀφ᾽ ἡμῶν αὐτῶν· ἐπεὶ πῶς τῶν μαινομένων τὰ αὐτὰ ὑβριζόντων φέρομεν; Πάλιν εἰ φίλοι εἶεν οἱ ὑβρίζοντες ἢ καὶ μείζους, καὶ οὕτω φέρομεν· πῶς οὖν οὐκ ἄτοπον, τριῶν μὲν τούτων ὄντων, καὶ φίλων καὶ μαινομένων καὶ μειζόνων, φέρειν, ὁμοτίμων δὲ ἢ καὶ ἡττόνων μὴ φέρειν; Πολλάκις εἶπον· ῥοπή τίς ἐστι καὶ συναρπαγὴ τὸ πρᾶγμα· καρτερήσωμεν μικρὸν, καὶ τὸ πᾶν ἠνύσαμεν. Ὅσῳ ἂν ὑβρίζῃ μείζονα, τοσούτῳ μᾶλλόν ἐστιν ἀσθενής. Οἶδας πότε ἀλγεῖν χρή;

Ὅταν ὑβρισάντων ἡμῶν ἐκεῖνος σιγήσῃ· τότε γὰρ αὐτὸς μὲν ἰσχυρὸς, ἡμεῖς δὲ ἀσθενεῖς· ἂν δὲ τοὐναντίον γένηται, καὶ χαίρειν δεῖ· ἐστεφανώθης, ἀνεκηρύχθης· οὐκ εἰς ἀγῶνα καταχθεὶς, οὐδὲ ἡλίου καὶ ἀκτῖνος καὶ κόνεως ἐπάχθειαν ἐνεγκὼν, οὐδὲ συμπλακεὶς, καὶ λαβὰς δοὺς, ἀλλὰ θελήσας μόνον, καὶ καθήμενος ἢ ἑστὼς, ἔλαβες μέγαν τὸν στέφανον· καὶ οὐχ ἁπλῶς μέγαν, ἀλλὰ πολλῷ μείζονα ἐκείνων· οὐ γάρ ἐστιν ἴσον ἐχθρὸν βαλεῖν ἀντίπαλον, καὶ τῶν τῆς ὀργῆς περιγενέσθαι βελῶν.

Ἐνίκησας οὐδὲ λαβὴν δοὺς, κατέβαλες τὸ πάθος τὸ ἐν σοὶ, ἀπέσφαξας τὸ θηρίον κεκινημένον, καὶ λυττῶντα τὸν θυμὸν ἐπεστόμισας, καθάπερ τις ἄριστος νομεύς· ἐμφύλιος ἔμελλεν ἡ μάχη εἶναι, οἰκεῖος ὁ πόλεμος. Καθάπερ γὰρ οἱ τείχει προσκαθήμενοι καὶ πολιορκοῦντες ἔξωθεν, ἐμφυλίοις περιβάλλουσι πολέμοις, καὶ τότε περιγίνονται· οὕτω δὴ καὶ ὁ ἐνυβρίζων, ἂν μὴ τὸ ἐν ἡμῖν ἐγείρῃ πάθος, οὐ δυνήσεται περιγενέσθαι· ἐὰν μὴ ἡμεῖς ἑαυτοὺς ἐμπρήσωμεν, ἐκεῖνος οὐδεμίαν ἰσχὺν ἔχει.

Ἔστω παρ᾽ ἡμῖν ὁ τῆς ὀργῆς σπινθὴρ, ὥστε εὐκαίρως ἀνάπτεσθαι, μὴ καθ᾽ ἡμῶν αὐτῶν, μηδὲ ἵν᾽ ἡμᾶς μυρίοις περιβάλῃ κακοῖς. Οὐχ ὁρᾶτε ἐν ταῖς οἰκίαις τὸ πῦρ ἀποτεταγμένον, καὶ οὐ πανταχοῦ ἐῤῥιμμένον, οὔτε ἐν χόρτῳ, οὔτε ἐν ἱματίοις, οὔτε ἁπλῶς; ὥστε μὴ ἀνέμου ἐμπνέοντος ἐξάπτεσθαι· ἀλλὰ κἂν θεράπαινα λύχνον ἔχῃ, κἂν ὁ μάγειρος ἀνακαίῃ, παραγγελία πολλὴ, μὴ παρ᾽ ἄνεμον, μηδὲ σανίδος ἐγγὺς, μηδὲ ἐν νυκτὶ τοῦτο ποιεῖν· ἀλλ᾽ ὅταν καταλάβῃ ἡ νὺξ, ἐκοιμίσαμεν αὐτὸ, δεδιότες μή ποτε, καθευδόντων ἡμῶν καὶ οὐδενὸς ὄντος τοῦ ἐπικουροῦντος, ἀναφθῇ, καὶ πάντας ἐμπρήσῃ; Τοῦτο καὶ ἐπὶ τοῦ θυμοῦ γινέσθω· μὴ πανταχοῦ διεσπάρθω τῶν ἡμετέρων λογισμῶν, ἀλλ᾽ ἔν τινι βάθει τῆς διανοίας, ὥστε μὴ τὸν ἄνεμον τὸν ἀπὸ τῶν ῥημάτων τοῦ δι᾽ ἐναντίας εὐκόλως ἐφικνεῖσθαι, ἀλλὰ παρ᾽ ἡμῶν δέχεσθαι τὸν ἄνεμον, τῶν εἰδότων συμμέτρως αὐτὸ κινεῖν καὶ ἀσφαλῶς.

Ἂν ἔξωθεν ἄνεμον δέχηται οὐκ οἶδε τὸ μέτρον, ἀλλὰ πάντα ἐμπρήσει· πολλάκις καὶ καθευδόντων ἡμῶν ὁ ἄνεμος οὗτος ἐμπεσεῖται, καὶ τὰ πάντα κατακαύσει. Ἔστω οὖν ἡμῖν ὥστε φῶς ἀνάπτειν μόνον· ἀνάπτει γὰρ φῶς ὁ θυμὸς, ὅταν προσηκόντως γένηται· καὶ λαμπάδας ἔχωμεν κατὰ τῶν ἀδικούντων ἑτέρους, κατὰ τοῦ διαβόλου. Μὴ πανταχοῦ κείσθω, μηδὲ ἐῤῥίφθω σπινθὴρ, ἀλλ᾽ ἐν τέφρᾳ φυλάττωμεν· ἐν τοῖς λογισμοῖς τοῖς ταπεινοῖς κοιμίζωμεν αὐτόν. Οὐ πάντοτε αὐτοῦ δεόμεθα, ἀλλ᾽ ὅταν κατεργάσασθαί τι δέῃ, καὶ ποιῆσαι ἁπαλόν· ὅταν πώρωσιν μαλάξαι δέῃ, ὅταν τῆς ψυχῆς καταγνῶναι.

δʹ. Πόσα θυμοὶ καὶ ὀργαὶ δεινὰ κατειργάσαντο! Καὶ τὸ δὴ χαλεπὸν, ὅταν διαναστῶμεν, οὐκ ἔτι τοῦ συνελθεῖν ἐσμεν κύριοι, ἀλλ᾽ ἑτέρους ἀναμένομεν· ἕκαστος αἰσχύνεται καὶ ἐρυθριᾷ ἐπανελθὼν καταλλάξαι τὸν ἕτερον. Ὅρα, διαστῆναι μὲν καὶ διασχισθῆναι οὐκ αἰσχύνεται, ἀλλὰ τοῦ κακοῦ γίνεται ἀρχηγός· προσελθεῖν δὲ καὶ τὸ ἐσχισμένον ῥάψαι αἰσχύνεται· καὶ ταυτὸν συμβαίνει, οἷον ἂν εἴ τις ἀποκόψαι μὲν τὸ μέλος μὴ ὀκνοίη, συναγαγεῖν δὲ αἰσχύνοιτο. Τί λέγεις, ἄνθρωπε; ἠδίκησας μεγάλα, καὶ αὐτὸς αἴτιος ἐγένου τῆς μάχης; Οὐκοῦν δίκαιος ἂν εἴης πρότερος ἀπελθεῖν καὶ καταλλαγῆναι, ἅτε τὴν αἰτίαν αὐτὸς παρασχών. Ἀλλ᾽ ἠδίκησαν, κἀκεῖνος αἴτιός ἐστιν, Οὐκοῦν καὶ διὰ τοῦτο, ἵνα μᾶλλόν σε θαυμάσωσιν, ἵνα πρὸς τῷ προτέρῳ καὶ ἐν τῷ δευτέρῳ τὰ πρωτεῖα ἔχῃς, ὥσπερ οὐ τοῦ γενέσθαι τῆς ἔχθρας αἴτιος, οὕτως οὐδὲ τοῦ ἐκταθῆναι ἐπὶ πλέον τὴν ἔχθραν· ἴσως καὶ ἐκεῖνος μυρία συνειδὼς ἑαυτῷ αἰσχύνεται καὶ ἐρυθριᾷ.

Ἀλλ᾽ ἀπονενόηται; Ταύτῃ μάλιστα μὴ ὀκνήσῃς προσδραμεῖν· καὶ γὰρ διπλοῦν παρ᾽ αὐτῷ τὸ πάθος, καὶ ἀπόνοια καὶ ὀργή. Σὺ τὴν αἰτίαν εἶπας, δι᾽ ἣν ὀφείλεις πρότερος ἀπελθεῖν, ὁ ὑγιαίνων, ὁ δυνάμενος βλέπειν· ἐκεῖνος γὰρ ἐν σκότῳ ἐστί· τοιοῦτον γὰρ ἡ ὀργὴ καὶ ἡ ἀλαζονεία.

Σὺ δὲ ὁ τούτων ἀπηλλαγμένος καὶ ὑγιαίνων πρόσελθε, πρὸς τὸν κάμνοντα ὁ ἰατρός. Μή τις λέγει τῶν ἰατρῶν, Ἐπειδὴ ἀσθενεῖ οὐκ ἀπέρχομαι; Ἀλλὰ διὰ τοῦτο μάλιστα βαδίζουσιν, ὅταν ἴδωσι μὴ δυνηθέντα ἐλθεῖν.

Τῶν μὲν γὰρ δυναμένων καὶ ἐλάττονα φροντίζουσιν, ὡς οὐ νοσούντων σφόδρα, τῶν δὲ κατακειμένων οὐκέτι. Ἢ οὐ δοκεῖ σοι ἀῤῥωστίας εἶναι χαλεπώτερον ἀπόνοια καὶ θυμός; οὐχ ὁ μὲν πυρετῷ τινι ἔοικε σφοδρῷ, ἡ δὲ φλεγμαίνοντι σώματι καὶ οἰδαίνοντι; Ἐννόησον ὅσον ἐστὶ πυρετὸν ἔχειν καὶ οἴδημα· ἄπελθε, σβέσον τὸ πῦρ· δύνασαι γὰρ τῇ χάριτι τοῦ Θεοῦ· ὥσπερ ὕδατι κατάστειλον τὴν φλεγμονήν. Τί οὖν, ἂν αὐτῷ τούτῳ πλέον ἐπαίρεται, φησίν; Οὐδὲν παρὰ σέ· σὺ μὲν γὰρ τὸ σαυτοῦ ἐποίησας, ἐκεῖνος δὲ ἑαυτῷ λογιζέσθω· μὴ καταγινωσκέτω ἡμῶν τὸ συνειδὸς, ὅτι ἡμῶν ἐλλειπόντων τι τῶν δεόντων τοῦτο γίνεται. Ψώμιζε, φησὶ, τὸν ἐχθρόν σου· τοῦτο γὰρ ποιῶν ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. Καὶ ὅμως, καὶ τούτου ὄντος, κελεύει ἀπελθεῖν καὶ καταλλαγῆναι καὶ εὐεργετεῖν, οὐχ ἵνα ἄνθρακας πυρὸς σωρεύωμεν, ἀλλ᾽ ἵνα εἰδὼς ἐκεῖνος τοῦτο καταστέλληται, ἵνα τρέμῃ, ἵνα φοβῆται τὰς εὐεργεσίας μᾶλλον τῶν ἐχθρῶν καὶ τὰς φιλίας ἢ τὰς ἐπιβουλάς. Οὐ γὰρ οὕτως ἐχθρὸς μνησικακῶν βλάπτει τὸν μισοῦντα, ὡς ὁ ὠφελῶν καὶ εὐεργετῶν.

Μνησικακῶν γὰρ, καὶ ἑαυτὸν κἀκεῖνον ἔβλαψεν ἴσως μικρόν τι· εὐεργετῶν δὲ, ἄνθρακας πυρὸς ἐσώρευσεν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. Οὐκοῦν οὐ δεῖ ποιεῖν, φησὶν, ἵνα μὴ σωρεύωμεν ἄνθρακας; Ἀλλ᾽ ἑτέρως ἐπὶ τὴν κεφαλὴν τὴν σὴν ἄνθρακας σωρεύειν θέλεις; καὶ γὰρ τοῦτο ποιεῖ μνησικακία. Ἀλλ᾽ ἐπὶ πλεῖον ἐκτείνειν;

Οὐδαμῶς· οὐ γὰρ σὺ τοῦτο ποιεῖς, ἀλλ᾽ ἐκεῖνος ὁ θηριώδης. Εἰ γὰρ εὐεργετοῦντός σου καὶ τιμῶντος καὶ καταλλάττοντος, μένει φυλάττων ἐκεῖνος τὴν ἀπέχθειαν, ἑαυτῷ τὸ πῦρ ἀνῆψεν, αὐτὸς ἔφλεξεν αὑτοῦ τὴν κεφαλήν· σὺ δὲ ἀναίτιος εἶ. Μὴ γίνου τοῦ Θεοῦ φιλανθρωπότερος, ἐπεὶ μυρία πείσῃ δεινά· μᾶλλον δὲ, οὐδ᾽ ἂν θέλῃς δυνήσῃ, οὐδὲ κατὰ μικρόν. Πῶς γάρ; Ὅσον ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, φησὶ, τοσοῦτον ἀπέχουσιν αἱ βουλαί μου ἀπὸ τῶν βουλῶν ὑμῶν· καὶ πάλιν· Εἰ ὑμεῖς, φησὶ, πονηροὶ ὄντες οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος δώσει ὑμῖν; Ἀλλὰ σκῆψις ταῦτα καὶ πρόφασις. Μὴ δὴ σοφιζώμεθα τὰ προστάγματα τοῦ Θεοῦ. Καὶ πῶς σοφιζόμεθα, φησίν; Εἶπε· Τοῦτο ποιῶν, ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ· σὺ δὲ λέγεις· Φοβοῦμαι τὸν ἐχθρὸν, ὅτι μεγάλα με ἠδίκησεν. Οὐ ταῦτα λέγεις; Πῶς δὲ ὅλως ἔσχες ἐχθρόν; Ἀδικήσαντα φοβῇ, σαυτὸν δὲ οὐ φοβῇ; Εἴθε σαυτοῦ ἐφρόντιζες. Μὴ ποίει σκοπῷ τοιούτῳ· μᾶλλον δὲ κἂν τοιούτῳ ποίησον σκοπῷ. Ἀλλ᾽ οὐ ποιεῖς. Οὐ λέγω σοι, ὅτι ἄνθρακας πυρὸς σωρεύσεις, ἀλλὰ καὶ ἕτερόν τι πλέον λέγω· μόνον ποίησον. Ταῦτα γὰρ πάντα, ἵνα σε ἐκκαλέσηται, φησὶν ὁ Παῦλος, ἐλπίδι τῆς τιμωρίας λῦσαι τὴν ἔχθραν.

Ἐπειδὴ θηριώδεις ἐσμὲν, καὶ οὐκ ἂν ἄλλως ἀνασχοίμεθα τὸν ἐχθρὸν φιλῆσαι, εἰ μή τινα προσδοκῶμεν τιμωρίαν, καθάπερ τινὶ θηρίῳ δίδωσι ταύτην τὴν μᾶζαν· ἐπεὶ τοῖς ἀποστόλοις οὐ τοῦτό φησιν, ἀλλὰ τί;

Ὅπως γένησθε ὅμοιοι τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς. Ἄλλως δὲ οὐκ ἔστιν εὐεργετοῦντα καὶ εὐεργετούμενον μεῖναι ἐχθρόν. Διὰ τοῦτο ταῦτα ἔθηκε. Τί ἐν τοῖς λόγοις φιλοσοφῶν, ἐν τοῖς ἔργοις οὐδὲ τὸ μέτρον φυλάττεις;

Καλῶς, οὐ ψωμίζεις αὐτὸν, ἵνα μὴ ἄνθρακας πυρὸς σωρεύσῃς· οὐκοῦν φείδῃ; οὐκοῦν φιλεῖς, καὶ σκοπῷ τοιούτῳ ποιεῖς; Οἶδεν ὁ Θεὸς, εἰ σκοπῷ τοιούτῳ λέγεις· καὶ μὴν πρὸς ἡμᾶς σοφίζῃ καὶ σκήπτῃ τὸν λόγον. Προνοεῖς τοῦ ἐχθροῦ καὶ φοβῇ μὴ κολασθῇ; Οὐκοῦν ἔσβεσας τὴν ὀργήν· ὁ γὰρ οὕτω φιλῶν, ὡς τὴν οἰκείαν ὠφέλειαν παριδεῖν ὑπὲρ τῶν ἐκείνῳ συμφερόντων, οὐκ ἔχει ἐχθρόν. Ἔχοις ἂν τοῦτο εἰπεῖν· Μέχρι τίνος παίζομεν ἐν οὐ παικτοῖς, οὐδὲ ἔχουσι συγγνώμην; Διὸ παρακαλῶ τῇ ἡμετέρᾳ ἀδελφότητι, ἠγαπημένοι ὑπὸ τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ὑμῶν Ἰησοῦ Χριστοῦ, καὶ δέομαι ὑμῶν καὶ ἀντιβολῶ], τὰς προφάσεις ταύτας περικόψαντες, μὴ καταφρονῶμεν τῶν τοῦ Θεοῦ νόμων, [μηδὲ τῶν αὐτοῦ ἐντολῶν παροψώμεθα], ἵνα δυνηθῶμεν εὐαρέστως τῷ Κυρίῳ τὴν παροῦσαν ζωὴν διαγαγεῖν, καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΝΑʹ. Ἀνεβάλετο δὲ, φησὶ, ὁ Φῆλιξ αὐτοὺς, ἀκριβέστερον εἰδὼς τὰ περὶ τῆς ὁδοῦ, εἰπών· Ὅταν Λυσίας ὁ χιλίαρχος καταβῇ, διαγνώσομαι τὰ καθ᾽ ὑμᾶς. Διαταξάμενός τε τῷ ἑκατοντάρχῃ τηρεῖσθαι τὸν Παῦλον, ἔχειν τε ἄνεσιν, καὶ μηδένα κωλύειν τῶν ἰδίων ὑπηρετεῖν ἢ προσέρχεσθαι αὐτῷ.

αʹ. Ὅρα πόση γίνεται βάσανος, πρῶτον μὲν ὑπὸ πολλῶν, εἶτα καὶ ἐν χρόνῳ μακρῷ, ὥστε μὴ εἰπεῖν, ὅτι συνηρπάγη τὸ δικαστήριον. Ἐπειδὴ γὰρ ἐμνημόνευσε Λυσίου ὁ ῥήτωρ, εἰπὼν, ὅτι μετὰ βίας ἀφείλετο αὐτὸν, ἐπήγαγεν εὐκαίρως τὰ περὶ τοῦ Φήλικος, καί φησιν· Ἀνεβάλετο δὲ ὁ Φῆλιξ αὐτοὺς, ἀκριβέστερον εἰδὼς τὰ περὶ τῆς ὁδοῦ· τουτέστιν, ἐπίτηδες ὑπερέθετο· οὐ δεόμενος μαθεῖν, ἀλλὰ διακρούσασθαι βουλόμενος τοὺς Ἰουδαίους. Ἀφεῖναι οὐκ ἤθελε δι᾽ ἐκείνους· κολάσαι πάλιν, οὐκ ἦν δυνατόν· ἀναίσχυντον γὰρ ἦν. Διὸ καὶ ὑπερτίθεται, εἰπών· Ὅταν Λυσίας ὁ χιλίαρχος καταβῇ, διαγνώσομαι τὰ καθ᾽ ὑμᾶς. Διαταξάμενός τε τῷ ἑκατοντάρχῃ τηρεῖσθαι τὸν Παῦλον, ἔχειν τε ἄνεσιν, καὶ μηδένα κωλύειν τῶν ἰδίων ὑπηρετεῖν ἢ προσέρχεσθαι αὐτῷ. Ἔχειν τε, φησὶν, ἄνεσιν. Οὕτως αὐτὸν καὶ αὐτὸς ἀφῆκεν ἐγκλημάτων. Τί οὖν κατέχει ἀφείς; Ἐκείνοις χαριζόμενος, ἢ καὶ ἔτι προσδοκῶν χρήματα λήψεσθαι. Διὸ καὶ μετακαλεῖται τὸν Παῦλον· καὶ ὅτι ἐπὶ τούτῳ μετεκαλέσατο, δῆλον ἡμῖν τοῦτο ποιεῖ ὁ συγγραφεὺς ἐπάγων, καὶ λέγων· Μετὰ δέ τινας ἡμέρας παραγενόμενος ὁ Φῆλιξ σὺν Δρουσίλλῃ τῇ γυναικὶ, οὔσῃ Ἰουδαίᾳ, μετεπέμψατο τὸν Παῦλον, καὶ ἤκουσεν αὐτοῦ περὶ τῆς εἰς Χριστὸν Ἰησοῦν πίστεως.

Διαλεγομένου δὲ αὐτοῦ περὶ δικαιοσύνης καὶ ἐγκρατείας καὶ τοῦ κρίματος τοῦ μέλλοντος ἔσεσθαι, ἔμφοβος γενόμενος ὁ Φῆλιξ ἀπεκρίθη· Τὸ νῦν ἔχον πορεύου· καιρὸν δὲ μεταλαβὼν μετακαλέσομαί σε· ἅμα καὶ ἐλπίζων, ὅτι χρήματα δοθήσεται αὐτῷ ὑπὸ τοῦ Παύλου, ὅπως λύσῃ αὐτόν. Διὸ καὶ πυκνότερον αὐτὸν μεταπεμπόμενος ὡμίλει αὐτῷ. Ὅρα πῶς τῆς ἀληθείας ἔχεται τὰ γραφόμενα. Μετεπέμπετο δὲ αὐτὸν συνεχῶς, οὐχὶ θαυμάζων αὐτὸν, οὐδὲ ἐπαινῶν τὰ λεγόμενα, οὐδὲ πιστεῦσαι βουλόμενος, ἀλλὰ τί; Προσδοκῶν, φησὶ, χρήματα δοθήσεσθαι αὐτῷ. Σκόπει, πῶς οὐ κρύπτει ἐνταῦθα τοῦ δικαστοῦ τὴν γνώμην· καίτοι εἰ κατεγνώκει, οὐκ ἂν τοῦτο ἐποίησεν, οὐδ᾽ ἂν ἠθέλησεν ἀκοῦσαι παρὰ καταδίκου καὶ πονηροῦ. Καὶ ὅρα τὸν Παῦλον, καίτοι πρὸς ἄρχοντα διαλεγόμενον, μηδὲν τούτων λέγοντα, ὧν εἰκὸς ἀνεῖναι αὐτοῦ τὴν ψυχὴν, ἀλλὰ τοιαῦτα, ἐξ ὧν καὶ φοβεῖται, καὶ κατασείεται τὴν διάνοιαν. Διαλεγόμενος γὰρ, φησὶ, περὶ δικαιοσύνης καὶ ἐγκρατείας καὶ τοῦ μέλλοντος κρίματος ἔσεσθαι. Ἔμφοβος ὁ Φῆλιξ ἐγένετο. Τοσαύτη ἦν ἡ ἰσχὺς τῶν Παύλου ῥημάτων, ὅτι καὶ φοβοῦσι τὸν ἄρχοντα. Καὶ οὗτος μὲν λαμβάνει διάδοχον, καὶ ἀφίησι τοῦτον δέσμιον, καίτοι γε οὐκ ἔδει, ἀλλὰ τέλος ἐπιθεῖναι, ἀλλὰ χαριζόμενος ἐκείνοις κατέλιπεν αὐτόν.

Οὗτοι δὲ οὕτως ἐνέκειντο, ὡς πάλιν ἐντυχεῖν, καίτοι οὐδενὶ τῶν ἀποστόλων οὕτως ἐπετέθησαν, ἀλλ᾽ ἐπιτιθέμενοι, πάλιν ἀφίσταντο. Οὕτως οἰκονομικῶς ἀφίσταται τῶν Ἱεροσολύμων πρὸς τοιαῦτα θηρία ἔχων, καὶ ὅμως ἀξιοῦσιν αὐτὸν πάλιν ἀχθῆναι ἐκεῖ δικασόμενον.

Ἀλλὰ καὶ ἐνταῦθα λοιπὸν ᾠκονόμησεν ὁ Θεὸς, οὐκ ἐπιτρέπων τῷ ἄρχοντι· εἰκὸς γὰρ αὐτὸν νεωστὶ τῆς ἀρχῆς ἐπιβάντα καὶ θελῆσαι χαρίσασθαι· ἀλλ᾽ οὐκ ἀφίησιν ὁ Θεός. Ἐπειδὴ δὲ κατῆλθον, λοιπὸν ἀναισχύντως καὶ μειζόνως ἐποιοῦντο τὰς κατηγορίας· καὶ οὐκ ἰσχύσαντες ἀπὸ τῶν νομικῶν ἑλεῖν, πάλιν ἐπὶ τὸ εἰωθὸς αὐτοῖς ἔθος, τὰ κατὰ Καίσαρα ἐκίνουν, ὅπερ καὶ ἐπὶ τοῦ Χριστοῦ ἐποίουν. Τὸ γὰρ τὸν Παῦλον ἀπολογεῖσθαι περὶ τῶν εἰς Καίσαρα ἁμαρτημάτων, δῆλον τοῦτο ἦν, ὅθεν καὶ αὐτὸ ἑρμηνεύων ἐπάγει· Διετίας δὲ πληρωθείσης, ἔλαβε διάδοχον ὁ Φῆλιξ Πόρκιον Φῆστον.

Θέλων δὲ χάριν καταθέσθαι τοῖς Ἰουδαίοις ὁ Φῆλιξ, κατέλιπε τὸν Παῦλον δεδεμένον. Φῆστος οὖν ἐπιβὰς τῇ ἐπαρχίᾳ, μετὰ τρεῖς ἡμέρας ἀνέβη εἰς Ἱεροσόλυμα ἀπὸ Καισαρείας. Ἐνεφάνισάν τε αὐτῷ οἱ ἀρχιερεῖς καὶ οἱ πρῶτοι τῶν Ἰουδαίων κατὰ τοῦ Παύλου, καὶ παρεκάλουν αὐτὸν, αἰτούμενοι χάριν παρ᾽ αὐτοῦ, ὅπως μεταπέμψηται αὐτὸν εἰς Ἱερουσαλὴμ, ἔνεδρον ποιοῦντες ἀνελεῖν αὐτὸν κατὰ τὴν ὁδόν. Ὁ μὲν οὖν Φῆστος ἀπεκρίθη τηρεῖσθαι τὸν Παῦλον ἐν Καισαρείᾳ, ἑαυτὸν δὲ μέλλειν ἐν τάχει ἐκπορεύεσθαι. Οἱ οὖν δυνατοὶ ἐν ὑμῖν, φησὶν, συγκαταβάντες, εἴ τί ἐστιν ἐν τῷ ἀνδρὶ τούτῳ, κατηγορείτωσαν αὐτοῦ. Διατρίψας δὲ ἐν αὐτοῖς ἡμέρας πλείους ἢ δέκα, καταβὰς εἰς Καισάρειαν, τῇ ἐπαύριον καθίσας ἐπὶ τοῦ βήματος, ἐκέλευσε τὸν Παῦλον ἀχθῆναι. Παραγενομένου δὲ αὐτοῦ, περιέστησαν οἱ ἀπὸ Ἱεροσολύμων καταβεβηκότες Ἰουδαῖοι, πολλὰ καὶ βαρέα αἰτιώματα φέροντες κατὰ τοῦ Παύλου, ἃ οὐκ ἴσχυον ἀποδεῖξαι, ἀπολογουμένου αὐτοῦ, ὅτι Οὔτε εἰς τὸν νόμον τῶν Ἰουδαίων, οὔτε εἰς τὸ ἱερὸν, οὔτε εἰς Καίσαρά τι ἥμαρτον. Ὁ Φῆστος δὲ τοῖς Ἰουδαίοις θέλων χάριν καταθέσθαι, ἀποκριθεὶς τῷ Παύλῳ, εἶπε· Θέλεις εἰς Ἱεροσόλυμα ἀναβὰς, ἐκεῖ περὶ τούτων κρίνεσθαι ἐπ᾽ ἐμοῦ; Ὅρα πῶς καὶ αὐτὸς τοῖς Ἰουδαίοις χαρίζεται, δήμῳ ὁλοκλήρῳ, καὶ πόλει. Διὰ τοῦτο πάλιν καὶ αὐτὸν ἐκφοβεῖ, ἀνθρωπίνῳ χρησάμενος ὅπλῳ· καὶ ἄκουε πῶς.

Εἶπε δὲ ὁ Παῦλος· Ἐπὶ τοῦ βήματος Καίσαρος ἑστώς εἰμι, οὗ με δεῖ κρίνεσθαι. Ἰουδαίους οὐδὲν ἠδίκησα, ὡς καὶ σὺ κάλλιον ἐπιγινώσκεις. Εἰ μὲν γὰρ ἀδικῶ, καὶ ἄξιον θανάτου πέπραχά τι, οὐ παραιτοῦμαι τὸ ἀποθανεῖν· εἰ δὲ οὐδέν ἐστιν ὧν οὗτοι κατηγοροῦσί μου, οὐδείς με δύναται αὐτοῖς χαρίσασθαι. Καίσαρα ἐπικαλοῦμαι.

Ἀλλ᾽ εἴποι ἄν τις ἐνταῦθα· Καὶ τίνος ἕνεκεν ἀκούσας, ὅτι Καὶ ἐν Ῥώμῃ σε δεῖ μαρτυρῆσαι τὰ περὶ ἐμοῦ, ὡς ἀπιστῶν ταῦτα ἐποίει; Μὴ γένοιτο, ἀλλὰ καὶ σφόδρα πιστεύων. Μᾶλλον οὖν πειράζοντος ἦν τὸ θαῤῥεῖν ἐκείνῃ τῇ ἀποφάσει, καὶ εἰς μυρίους ἑαυτὸν ἐμβάλλειν κινδύνους, καὶ λέγειν· Ἴδωμεν εἰ δύναται ὁ Θεὸς καὶ οὕτως ἐξελέσθαι με. Ἀλλ᾽ οὐ ποιεῖ τοῦτο Παῦλος, ἀλλὰ τὰ καθ᾽ ἑαυτὸν πάντα εἰσφέρει, τὸ πᾶν ἐπιτρέπων τῷ Θεῷ· ἠρέμα δὲ καὶ καθάπτεται τοῦ ἄρχοντος οὕτως ἀπολογούμενος· μονονουχὶ γὰρ τοῦτο λέγει· Εἰ μὲν ἀδικῶ, καλῶς· εἰ δὲ οὐκ ἀδικῶ, τί με ἐκδίδως; Οὐδεὶς δύναταί με, φησὶ, χαρίσασθαι. Εἰς φόβον αὐτὸν ἐνέβαλεν ὥστε μηδὲ ἑκόντα χαρίσασθαι, ἀλλὰ καὶ πρὸς ἐκείνους ἔχειν ἀπολογίαν τὴν ἔφεσιν. Τότε ὁ Φῆστος συλλαλήσας μετὰ τοῦ συμβουλίου, ἀπεκρίθη· Καίσαρα ἐπικέκλησαι, ἐπὶ Καίσαρα πορεύσῃ.

βʹ. Ὅρα, ἀνακοινοῦται τῷ Ἀγρίππᾳ, ὥστε καὶ ἑτέρους γενέσθαι πάλιν ἀκροατὰς, καὶ τὸν βασιλέα, καὶ τὸν στρατὸν, καὶ τὴν Βερνίκην. Εἶτα δὲ πάλιν ἀπολογία. Ἡμερῶν δὲ διαγενομένων, Ἀγρίππας ὁ βασιλεὺς καὶ Βερνίκη κατήντησαν εἰς Καισάρειαν ἀσπασόμενοι τὸν Φῆστον. Ὡς δὲ πλείους ἡμέρας διέτριβον ἐκεῖ, ὁ Φῆστος τῷ βασιλεῖ ἀνέθετο τὰ κατὰ τὸν Παῦλον, λέγων· Ἀνήρ τίς ἐστι καταλελειμμένος ὑπὸ Φήλικος δέσμιος· περὶ οὗ, γενομένου μου εἰς Ἱεροσόλυμα, ἐνεφάνισαν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τῶν Ἰουδαίων, αἰτούμενοι κατ᾽ αὐτοῦ δίκην.

Πρὸς οὓς ἀπεκρίθην, ὅτι Οὐκ ἔστιν ἔθος Ῥωμαίοις χαρίζεσθαί τινα ἄνθρωπον εἰς ἀπώλειαν, πρὶν ἢ ὁ κατηγορούμενος κατὰ πρόσωπον ἔχοι τοὺς κατηγόρους, τόπον τε ἀπολογίας λάβοι περὶ τοῦ ἐγκλήματος. Συνελθόντων οὖν αὐτῶν ἐνθάδε, ἀναβολὴν μηδεμίαν ποιησάμενος, τῇ ἑξῆς καθίσας ἐπὶ τοῦ βήματος, ἐκέλευσα ἀχθῆναι τὸν ἄνδρα. Περὶ οὗ σταθέντες οἱ κατήγοροι οὐδεμίαν αἰτίαν ἐπέφερον, ὧν ὑπενόουν ἐγώ· ζητήματα δέ τινα περὶ τῆς ἰδίας δεισιδαιμονίας εἶχον πρὸς αὐτὸν, καὶ περί τινος Ἰησοῦ τεθνηκότος, ὃν ἔφασκεν ὁ Παῦλος ζῇν.

Ἀπορούμενος δὲ ἐγὼ περὶ τὴν τούτου ζήτησιν, ἔλεγον, εἰ βούλοιτο πορεύεσθαι εἰς Ἱερουσαλὴμ, κἀκεῖ κρίνεσθαι περὶ τούτων. Τοῦ δὲ Παύλου ἐπικαλεσαμένου τηρηθῆναι αὐτὸν εἰς τὴν τοῦ Σεβαστοῦ διάγνωσιν, ἐκέλευσα τηρεῖσθαι αὐτὸν, ἕως ἂν πέμψω αὐτὸν πρὸς Καίσαρα. Ἀγρίππας δὲ πρὸς τὸν Φῆστον ἔφη· Ἐβουλόμην καὶ αὐτὸς τοῦ ἀνθρώπου ἀκοῦσαι. Ὁ δὲ, Αὔριον, φησὶν, ἀκούσῃ αὐτοῦ. Ὅρα κατηγορίαν Ἰουδαίων πάλιν, οὐ παρὰ τοῦ Παύλου, ἀλλὰ παρὰ τοῦ ἄρχοντος. Ἐνεφάνισαν, φησὶν, οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τῶν Ἰουδαίων, αἰτούμενοι κατ᾽ αὐτοῦ δίκην. Πρὸς οὓς ἐγὼ ἀπεκρίθην. Ὅρα καὶ τί ἀποκρίνεται εἰς αἰσχύνην αὐτῶν· ὅτι Οὐκ ἔστιν ἔθος Ῥωμαίοις χαρίζεσθαί τινα ἄνθρωπον εἰς ἀπώλειαν· τουτέστι, πρὶν ἢ λόγου αὐτῷ μεταδοῦναι ἀδύνατον τὸ χαρίζεσθαι ἁπλῶς. Κατὰ τὸ εἰωθὸς δὲ ποιήσας, οὐχ εὗρεν αἰτίαν· ὅθεν καὶ ἀπορεῖται ἐπὶ τούτῳ. Καὶ δῆλον τοῦτο δι᾽ ὧν ἐπήγαγε, λέγων· Ἀπορούμενος δὲ ἐγὼ περὶ τὴν τούτων ζήτησιν. Οὕτως εἶπε, συσκιάζων τὸ οἰκεῖον ἁμάρτημα. Καὶ ἐκεῖνος μὲν συσκιάζει, Ἀγρίππας δὲ ἐπιθυμεῖ ἰδεῖν αὐτόν. Ὅρα ἀεὶ τοὺς ἄρχοντας διακρουομένους τὴν ἐπάχθειαν τὴν Ἰουδαϊκὴν, καὶ παρὰ τὸ δίκαιον ἀναγκαζομένους πολλάκις ποιεῖν, καὶ προφάσεις ἐπιζητοῦντας τῆς ἀναβολῆς· οὐ γὰρ δὴ ἀγνοῶν ἀνεβάλετο, ἀλλ᾽ εἰδώς.

Ὁ δὲ Ἀγρίππας οὐ μόνον οὐ διακρούεται, ἀλλὰ καὶ ἀκοῦσαι βούλεται· ὃ καὶ θαυμάσαι ἄξιον, πόθεν εἰς ἐπιθυμίαν κατέστη τοῦ βούλεσθαι ἰδεῖν ἄνθρωπον, εἰ καὶ ἀδίκως, ὅμως κατηγορούμενον.

Οὕτως ἦν καὶ τοῦτο οἰκονομίας. Διὸ καὶ ἡ γυνὴ αὐτοῦ συνακούει, καὶ τῆς ἀκροάσεως οὐκ ἀπολιμπάνεται. Καὶ οὐδὲ ἁπλῶς ἀκροᾶται, ἀλλὰ μετὰ πολλῆς τῆς τιμῆς. Τοσαύτην ἔσχε τὴν ἐπιθυμίαν· οὐ γὰρ ἂν, εἰ μὴ ἐπεθύμησεν, ἐζήτησεν ἂν ἀκοῦσαι, οὐδ᾽ ἂν καὶ τὴν γυναῖκα κοινωνὸν ἐποιήσατο τῆς ἀκροάσεως, εἰ μὴ μεγάλα περὶ αὐτοῦ ἐφαντάζετο. Ἐμοὶ δὲ δοκεῖ κἀκείνην τοῦτο ποθῆσαι. Καὶ ὅρα τὸν Παῦλον εὐθέως οὐ περὶ πίστεως μόνον οὐδὲ περὶ ἀφέσεως ἁμαρτημάτων, ἀλλὰ καὶ περὶ τῶν πρακτέων διαλεγόμενον. Ἀλλ᾽ ἴδωμεν ἄνωθεν τὰ εἰρημένα. Τὸ νῦν ἔχον, φησὶ, πορεύου· καιρὸν δὲ λαβὼν, μετακαλέσομαί σε. Ὅρα τὴν πώρωσιν· τοιαῦτα ἀκούων, χρήματα προσεδόκα λήψεσθαι παρ᾽ αὐτοῦ.

Καὶ οὐ τοῦτο μόνον δεινὸν, ἀλλὰ καὶ διαλεχθεὶς, οὐκ ἀφῆκεν αὐτὸν, ἀλλ᾽ ἐπειδὴ πρὸς τῷ τέλει τῆς ἀρχῆς ἦν, κατέλιπεν αὐτὸν δέσμιον, ἵνα χαρίσηται τοῖς Ἰουδαίοις· ὥστε οὐ χρημάτων ἤρα μόνον, ἀλλὰ καὶ δόξης.

Πῶς χρήματα, μιαρὲ, παρὰ ἀνθρώπου τὸ ἐναντίον κηρύττοντος ἐπιζητεῖς; Ὅτι δὲ οὐκ ἔλαβε, δῆλον ἐξ ὧν εἴασε δεδεμένον, λύσας ἂν, εἴπερ ἔλαβε. Περὶ ἐγκρατείας οὗτος διελέγετο, ἐκεῖνος δὲ χρήματα προσεδόκα λαβεῖν παρ᾽ αὐτοῦ ταῦτα διαλεγομένου. Καὶ αἰτῆσαι μὲν οὐκ ἐτόλμα· τοιοῦτον γὰρ ἡ κακία, δειλὸν καὶ πάντα ὑποπτεῦον· ἤλπιζε δέ· ὥστε εἰκότως αὐτοῖς ἐχαρίζετο, ἅτε τοσοῦτον ἄρξας ἐκεῖ. Φῆστος οὖν ἐπιβὰς τῇ ἐπαρχίᾳ· ἐνεφάνισαν αὐτῷ ὅ τε ἀρχιερεὺς καὶ οἱ πρῶτοι τῶν Ἰουδαίων κατὰ Παύλου, φησίν. Εὐθέως καὶ ἐν ἀρχῇ προσῆλθον οἱ ἱερεῖς, οὐκ ἂν ὀκνήσαντες καὶ εἰς Καισάρειαν ἐλθεῖν, εἰ μὴ ἔφθη ἀνελθὼν, ὅπου γε εὐθέως ἐπιβάντι προσέρχονται. Καὶ καταβὰς ἐν Καισαρείᾳ, διατρίβει δέκα ἡμέρας. Τάχα, δοκῶ, ὥστε ἐγγενέσθαι τοῖς βουλομένοις αὐτὸν διαφθεῖραι. Παῦλος δὲ ἦν ἐν τῷ δεσμωτηρίῳ. Καὶ παρεκάλουν αὐτὸν, φησὶν, ὅπως μεταπέμψηται αὐτὸν εἰς Ἱερουσαλήμ. Καὶ διὰ τί χάριν ᾔτησαν, εἰ δίκαιός ἐστιν ἀποθανεῖν; Ἀλλ᾽ οὕτω κἀκείνῳ δήλη ἐγένετο ἡ ἐπιβουλὴ, ὡς διαλεγόμενον εἰπεῖν· Ἄνδρες οἱ συμπαρόντες, θεωρεῖτε τοῦτον, περὶ οὗ τὸ πλῆθος ἐνέτυχόν μοι τῶν Ἰουδαίων. Διὰ γὰρ τοῦ, Ἐνέτυχον, τὸ, Αἰτούμενοι κατ᾽ αὐτοῦ χάριν, δηλοῖ.

Ὥστε ἤδη ἐβούλοντο αὐτὸν εἰς ἀπόφασιν ἐξενεγκεῖν, φοβούμενοι τὴν Παύλου γλῶτταν. Τί φοβεῖσθε; τί ἐπείγετε; Τοῦτο γὰρ ἐμφαίνει τὸ, Φυλάττεσθαι αὐτόν. Μὴ γὰρ φεύγει; Οἱ οὖν ἐν ὑμῖν, φησὶ, δυνατοὶ κατηγορείτωσαν αὐτοῦ. Πάλιν κατήγοροι ἐν Καισαρείᾳ, καὶ πάλιν ἐξάγεται Παῦλος. Τῇ δὲ ἐπαύριον καθίσας, φησὶν, ἐπὶ τοῦ βήματος.

γʹ. Ὅρα, εὐθέως ἐλθὼν ἐκάθισεν ἐπὶ τοῦ βήματος· οὕτως αὐτὸν ὤθουν μετὰ τοσαύτης σπουδῆς, οὕτως ἐπείγουσιν. Ἕως μὲν οὖν οὐδέπω πεῖραν ἦν λαβὼν τῶν Ἰουδαίων, καὶ τῆς τιμῆς τῆς παρ᾽ αὐτῶν, ὀρθῶς ἀπεκρίνατο· ἐπειδὴ δὲ ἐγένετο ἐν τοῖς Ἱεροσολύμοις, καὶ οὗτος χαρίζεται αὐτοῖς· οὐχ ἁπλῶς δὲ χαρίζεται, ἀλλὰ μετὰ ἀπάτης τοῦτο ποιεῖ· καὶ ὅπως, ἄκουε· ἐπάγει γάρ· Θέλεις εἰς Ἱεροσόλυμα ἀναβὰς, ἐκεῖ περὶ τούτων κρίνεσθαι ὑπὲρ ἐμοῦ; Ὡσεὶ ἔλεγεν· Οὐχὶ αὐτοῖς δίδωμί σε, ἀλλ᾽ αὐτὸς κριτὴς ἔσομαι. Τοῦτο δὲ λέγει, καὶ αὐτὸν ποιεῖ κύριον, ἵνα τῇ τιμῇ αὐτὸν χαλάσῃ· ἐπειδὴ εἰ ἦν ἀπόφασις, καὶ πάνυ ἀναίσχυντον ἐδόκει, μηδὲν ἐνταῦθα ἐλεγχθέντα ἐκεῖ θέλειν ἀπάγειν.

Ὁ δὲ Παῦλος οὐκ εἶπεν, Οὐ βούλομαι, μή ποτε καὶ σφοδρότερον ποιήσῃ τὸν δικαστὴν, ἀλλὰ πάλιν παῤῥησιάζεται, καί φησιν· Ἐπὶ τοῦ βήματος Καίσαρος ἑστώς εἰμι, οὗ με δεῖ κρίνεσθαι. Μεγάλη ἡ παῤῥησία. Καὶ ὅρα πῶς αὐτοὺς συλλογίζεται· μονονουχὶ γὰρ τοῦτο λέγει δι᾽ ὧν ἀπολογεῖται· Ἐξέβαλόν με ἅπαξ αὐτοὶ, καὶ τοῦτο νομίζουσι κατακρίνειν, τῷ δεικνύειν, ὅτι εἰς Καίσαρα ἥμαρτον· ἐπ᾽ αὐτοῦ βούλομαι κριθῆναι τοῦ ἠδικημένου.

Οὕτως εἰπὼν, ἐπάγει· Ἰουδαίους οὐδὲν ἠδίκησα, ὡς καὶ σὺ κάλλιον ἐπιγινώσκεις. Καθήψατο αὐτοῦ λοιπὸν ὡς καὶ χαριζομένου. Εἶτα ἐπεὶ καθήψατο, πάλιν ἐκλύει τὸν λόγον, ἐπάγων· Εἰ μὲν οὖν ἀδικῶ, ἢ ἄξιόν τι θανάτου πέπραχα, οὐ παραιτοῦμαι τὸ ἀποθανεῖν.

Κατ᾽ ἐμαυτοῦ τὴν ψῆφον ἐκφέρω, φησίν. Τοῦτο οὐ θανατῶντος, ἀλλὰ σφόδρα θαῤῥοῦντός ἐστιν, οἷς ἐλάλει· μετὰ γὰρ τῆς παῤῥησίας καὶ τὴν δικαιολογίαν εἶναι δεῖ, ὥστε ἐντρέψαι. Εἰ δὲ οὐδέν ἐστιν ὧν κατηγοροῦσί μου, οὐδείς με δύναται χαρίσασθαι. Κἂν θέλῃ, φησὶν, οὐ δυνήσεται. Οὐκ εἶπεν, Οὐκ ἄξιός εἰμι ἀποθανεῖν, οὐδὲ, Ἀπολυθῆναι, ἀλλ᾽, Ἕτοιμος κρίνεσθαι ἐπὶ Καίσαρος· ἅμα καὶ τοῦ ὀνείρατος μνησθεὶς, μᾶλλον ἐθάῤῥησεν ἐπικαλέσασθαι. Καὶ οὐκ εἶπε, Σὺ, ἀλλ᾽, Οὐδείς· καὶ προσέθηκε, Καίσαρα ἐπικαλοῦμαι, ὥστε μὴ εἶναι εἰς ἐκεῖνον τὴν ὕβριν. Τότε ὁ Φῆστος συλλαλήσας μετὰ τοῦ συμβουλίου, ἀπεκρίθη· Καίσαρα ἐπικέκλησαι· ἐπὶ Καίσαρα πορεύσῃ. Εἶδες πῶς χαρίζεται;

Τοῦτο γὰρ χάρις ἐστὶ, τὸ συλλαλεῖν μετὰ τῶν κατηγόρων, ὃ διεφθαρμένης γνώμης ἐστὶ, καὶ συγχεούσης τὴν τάξιν. Ὅρα πάλιν ἐκτεινομένην αὐτοῦ τὴν δίκην, καὶ τὴν ἐπιβουλὴν ἀφορμὴν τοῦ κηρύγματος γινομένην.

Ταῦτα γὰρ οἰκονομεῖται, ὥστε μετὰ εὐκολίας καὶ φυλακῆς ἀπενεχθῆναι αὐτὸν εἰς τὰ Ἱεροσόλυμα ὑπὸ μηδενὸς ἐπιβουλευόμενον· οὐ γὰρ ἦν ἴσον ἁπλῶς παραγενέσθαι, καὶ ἐπὶ αἰτίᾳ τοιαύτῃ. Τοῦτο καὶ συνελθεῖν ἐποίησεν Ἰουδαίους ἐκεῖ. Εἶτα πάλιν χρόνος γίνεται ἐνδιατρίβοντος αὐτοῦ τοῖς Ἱεροσολύμοις, ἵνα μάθῃς, ὅτι καὶ χρόνου γενομένου, οὐδὲν τὰ τῆς ἐπιβουλῆς αὐτῷ ἰσχύει, τοῦ Θεοῦ μὴ συγχωροῦντος. Ἀγρίππας δὲ οὗτος ὁ βασιλεὺς καὶ Βερνίκη κατήντησαν εἰς Καισάρειαν.

Οὗτος ὁ Ἀγρίππας ὁ καὶ Ἡρώδης, ἕτερός μοι δοκεῖ, ὡς εἶναι τέταρτον τοῦτον μετ᾽ ἐκεῖνον τὸν ἐπὶ Ἰακώβου. Ὅρα τοὺς ἐχθροὺς συμπράττοντας ἄκοντας. Ὥστε δὲ μέγα γενέσθαι τὸ ἀκροατήριον, εἰς ἐπιθυμίαν ἐνέπεσεν ὁ Ἀγρίππας τῆς ἀκροάσεως· καὶ οὐχ ἁπλῶς ἀκούει, ἀλλὰ μετὰ παρασκευῆς. Καὶ ἴδε τὴν ἀπολογίαν, ἢν ὁ ἄρχων φησί· Καὶ αὐτοῦ δὲ τούτου ἐπικαλεσαμένου τὸν Σεβαστὸν, ἔκρινα πέμπειν αὐτὸν, περὶ οὗ ἀσφαλές τι τῷ κυρίῳ γράψαι οὐκ ἔχω. Οὕτω γράφει ὁ Φῆστος, καὶ ἐκπομπεύεται ἡ ὠμότης ἡ Ἰουδαϊκή· ὅταν γὰρ ταῦτα ὁ ἄρχων λέγῃ, ἀνύποπτός ἐστι. Διὰ τοῦτο δὲ λέγει, ὥστε καὶ παρ᾽ αὐτοῦ καταγνωσθῆναι τοὺς Ἰουδαίους· μετὰ δὲ τὸ πάντας αὐτῶν καταψηφίσασθαι, τότε ἐπάγει τὴν κόλασιν ὁ Θεός. Σκόπει δέ· κατέγνω Λυσίας, κατέγνω Φῆλιξ, κατέγνω Φῆστος καὶ οἱ χαριζόμενοι αὐτοῖς, κατέγνω Ἀγρίππας. Τί λοιπόν; Κατέγνωσαν αὐτῶν καὶ οἱ Φαρισαῖοι. Καὶ ὅτι κατέγνω, ἄκουε αὐτοῦ λέγοντος· Οὐδεμίαν αἰτίαν ἐπέφερον ὧν ὑπενόουν ἐγώ.

Καὶ μὴν ἤνεγκαν, ἀλλ᾽ οὐκ ἤλεγξαν· ἡ μὲν γὰρ ἐπιβουλὴ καὶ τὸ τόλμημα, τοῦτο ὑποπτεύειν ἐδίδου, ἡ δὲ ἐξέτασις οὐδὲν τοιοῦτον. Καὶ περί τινος, φησὶν, Ἰησοῦ τεθνηκότος. Εἰκότως Περί τινος λέγει, ἅτε ἄνθρωπος ἐν ἀρχῇ ὢν, καὶ τούτων οὐ φροντίζων. Ἀπὸ ταύτης τῆς αἰτίας καὶ τὸ, Ἀπορούμενος ἐγὼ, εἶπεν, εἰς τὴν περὶ τούτων ἐξέτασιν. Καὶ γὰρ ὄντως τοιούτου δικαστοῦ ὑπερέβαινεν ἀκοὰς ἡ τῶν τοιούτων ζήτησις. Καὶ εἰ ἐν ἀπορίᾳ εἶ, τί εἰς Ἱεροσόλυμα ἕλκεις; Διὰ τοῦτο καὶ Παῦλος οὐκ ἀξιῶν ὑπ᾽ αὐτοῦ κρίνεσθαι, Καίσαρα ἐπικαλεῖται, λέγων· Ἐπὶ τοῦ βήματος Καίσαρος ἑστώς εἰμι, οὗ με δεῖ κρίνεσθαι· καὶ γὰρ περὶ τούτου ἐνεκάλουν.

Ἀκούεις ἔφεσιν; ἀκούεις ἐπιβουλὴν Ἰουδαίων; ἀκούεις στάσιν; δʹ. Ταῦτα πάντα τὸν Ἀγρίππαν εἰς ἐπιθυμίαν ἐξήγειρεν ἀκούοντα. Καὶ δίδωσιν ὁ Φῆστος τὴν χάριν, καὶ γίνεται λοιπὸν λαμπρότερος ὁ Παῦλος. Τοιαῦτα, ὅπερ ἔφην, αἱ ἐπιβουλαὶ προεξένησαν. Εἰ μὴ ταῦτα ἦν, οὐδεὶς ἂν τούτων κατηξίωσεν ἀκοῦσαι αὐτοῦ τῶν ἀρχόντων, οὐδεὶς ἂν μετὰ τοσαύτης ἡσυχίας καὶ σιγῆς. Καὶ δοκεῖ μὲν διδάσκειν καὶ ἀπολογεῖσθαι, δημηγορεῖ δὲ μᾶλλον μετὰ πολλῆς τῆς εὐταξίας. Μὴ δὴ χαλεπόν τι πρᾶγμα νομίσωμεν τὰς ἐπιβουλάς.

Ἕως ἂν ἑαυτοῖς μὴ ἐπιβουλεύωμεν, οὐδεὶς ἡμῖν ἐπιβουλεῦσαι δυνήσεται· μᾶλλον δὲ ἐπιβουλεύουσι μὲν, οὐδὲν δὲ βλάπτουσιν, ἀλλὰ καὶ ὠφελοῦσιν ἡμᾶς τὰ μέγιστα· ὥστε ἡμεῖς ἑαυτῶν κύριοι καὶ τοῦ παθεῖν κακῶς καὶ τοῦ μὴ παθεῖν. Ἰδοὺ διαμαρτύρομαι καὶ μεγάλῃ λέγω τῇ φωνῇ καὶ σάλπιγγος τρανότερον, καὶ εἰ ἦν ἐφ᾽ ὑψηλοῦ ἀναβάντα βοῆσαι, οὐκ ἂν παρῃτησάμην, ὅτι τὸν Χριστιανὸν οὐδεὶς ἀνθρώπων τῶν οἰκούντων τὴν γῆν βλάψαι δυνήσεται. Καὶ τί λέγω, ἀνθρώπων; Οὐδὲ αὐτὸς ὁ δαίμων, ὁ τύραννος, ὁ διάβολος, ἂν μὴ αὐτὸς ἑαυτὸν ἀδικήσῃ· κἂν ὁτιοῦν τις ἡμᾶς κακὸν ἐργάσασθαι βουληθῇ, μάτην πειράσεται. Ὥσπερ γὰρ ἄγγελον οὐδεὶς ἂν βλάψειεν ἐπὶ γῆς ὄντα ἄνθρωπον, οὐδὲ οὕτως ἄνθρωπος ἄνθρωπον.

Ἀλλ᾽ οὐδὲ αὐτὸς ἕτερον βλάψαι δυνήσεται, ἕως ἂν ᾖ ἀγαθός. Τί οὖν ἂν τούτου γένοιτο ἴσον, ὅταν μήτε βλαβῆναι δύνηται, μήτε βλάψαι ἕτερον; Τοῦτο γὰρ ἐκείνου οὐκ ἔλαττον, τὸ μὴ βούλεσθαι βλάπτειν ἕτερον. Ἄρα ἄγγελός τίς ἐστι καὶ Θεῷ ὅμοιος. Τοιοῦτος γὰρ καὶ ὁ Θεός· ἀλλ᾽ ἐκεῖνος μὲν φύσει, οὗτος δὲ προαιρέσει. Οὔτε οὖν βλαβῆναι δύναται, οὔτε βλάψαι ἕτερον. Τὸ δὲ, οὐ δύναται, μὴ ἀδυναμίας νομίσῃς (τοὐναντίον γὰρ ἀδυναμία)· ἀλλὰ τὸ ἀνένδεκτον λέγω. Ἡ γὰρ φύσις ἐκείνη οὔτε βλάβης ἐστὶ δεκτικὴ, οὔτε τοῦ ἀδικεῖν ἕτερον· ἐπεὶ καὶ τοῦτο ἑτέρα βλάβη. Ἄλλως γὰρ ἑαυτοὺς οὐ βλάπτομεν, ἢ τῷ βλάπτειν ἕτερον, καὶ τὰ μείζονα τῶν ἁμαρτημάτων ἡμῶν ἐκ τῆς εἰς ἡμᾶς ἀδικίας οὕτω γίνεται. Ὥστε καὶ διὰ τοῦτο ὁ Χριστιανὸς οὐ δύναται βλάπτεσθαι, ὅτι οὐδὲ βλάπτειν δύναται. Πῶς δὲ ἑτέρους βλάπτοντες ἑαυτοὺς βλάπτομεν, φέρε καθ᾽ ἕκαστον τῶν πραγμάτων προχειρισάμενοι τὸν λόγον γυμνάσωμεν τὸ λεγόμενον.

Ἀδικείτω τις, ὑβριζέτω, πλεονεκτείτω· τίνα ἄρα ἔβλαψεν οὗτος; οὐχ ἑαυτὸν πρότερον; Παντί που δῆλον. Τῷ μὲν γὰρ εἰς χρήματα ἡ ζημία, αὐτῷ δὲ εἰς ψυχήν· καὶ γὰρ εἰς ἀπώλειαν καὶ εἰς κόλασιν παραδίδοται τοῦ τοιούτου ἡ ψυχή. Πάλιν φθονείτω ἕτερος· τίνα οὖν ὁ τοιοῦτος ἠδίκησεν; οὐχ ἑαυτὸν, εἰπέ μοι; Τοιαύτη γὰρ ἡ τῆς ἀδικίας φύσις· τὸν τίκτοντα πρῶτον βλάπτει μυρία, μικρὰ δὲ ἕτερον, μᾶλλον δὲ οὐδὲ μικρὸν βλάπτει, ἀλλὰ καὶ ὠφελεῖ. Ἀλλ᾽ οὐδὲν ἀξιόπιστον εἴρηκα. Ἔστω τοίνυν (μάλιστα γὰρ ἐν τούτοις ἐστὶ τὸ πᾶν) πένης χρήματα ἔχων ὀλίγα καὶ τῆς ἀναγκαίας εὐπορῶν τροφῆς, ἕτερος δὲ πλούσιος καὶ εὔπορος καὶ πολλὴν ἔχων δύναμιν, καὶ λαμβανέτω τὰ τοῦ πένητος λοιπὸν καὶ γυμνὸν ποιείτω καὶ παραδιδότω λιμῷ, αὐτὸς δὲ ἐντρυφάτω τοῖς ἐξ ἐκείνου ληφθεῖσιν ἀδίκως· ὁ τοιοῦτος οὐ μόνον οὐδὲν αὐτὸν ἔβλαψεν, ἀλλὰ καὶ ὠφέλησεν, ἑαυτὸν δὲ οὐ μόνον οὐκ ὠφέλησεν, ἀλλὰ καὶ ἔβλαψε. Πῶς;

Πρῶτον μὲν ὑπὸ τοῦ συνειδότος μαστιζόμενος τοῦ πονηροῦ, καὶ καθ᾽ ἑκάστην ἡμέραν κεντούμενος, καὶ παρὰ πάντων καταγινωσκόμενος· ἔπειτα ἐν τῷ μέλλοντι κρίματι. Ἀλλ᾽ ὅτι μὲν οὗτος βλάπτεται, δῆλον ἐντεῦθεν κατέστη· πῶς δὲ ὠφελεῖται ἐκεῖνος, εἰπέ. Ὅτι τὸ κακῶς παθεῖν καὶ φέρειν γενναίως, μέγα κέρδος ἔχει· ἔστι γὰρ ἁμαρτημάτων λύσις τὸ παθεῖν κακῶς, ἔστι φιλοσοφίας γυμνάσιον, ἔστιν ἀρετῆς διδασκαλία. Ἴδωμεν οὖν τίς ἐν κακοῖς, οὗτος ἢ ἐκεῖνος. Ἐκεῖνος μὲν γὰρ ἂν ᾖ φιλόσοφος, γενναίως οἴσει· οὗτος δὲ καθ᾽ ἑκάστην ἡμέραν ἐν τρόμῳ ἔσται καὶ ὑποψίᾳ· τίς οὖν ἀδικεῖται, οὗτος ἢ ἐκεῖνος; Μύθους λέγεις, φησίν· ὅταν γάρ τις μὴ ἔχῃ φαγεῖν, καὶ ἀναγκάζηται ἀποδύρεσθαι καὶ ἀποδυσπετεῖν, ἢ προσελθὼν ἐπαιτεῖν καὶ μὴ λάβῃ, οὐχὶ καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα προσαπολλύει; Μύθους σὺ λέγεις· ἐγὼ γὰρ ἐπιδεικνύω πράγματα. Εἰπὲ γάρ μοι, οὐδεὶς τῶν πλουτούντων ἀποδυσπετεῖ; Τί οὖν; μὴ ἡ πενία αἰτία τούτου; Ἀλλὰ οὐ λιμώττει; Καὶ τί τοῦτο; Μείζων ἡ δίκη, ὅταν μετὰ πλούτου τοῦτο ποιῇ. Οὔτε γὰρ πλοῦτος γενναῖον ποιεῖ, οὔτε ἀσθενῆ πενία· ἐπεὶ οὐδεὶς ἂν τῶν ἐν πλούτῳ ζώντων μοχθηρὸν ἔζη βίον, οὐδ᾽ ἂν ἑαυτῷ κατηράσατο οὐδεὶς τῶν ἐν πενίᾳ. Ὅτι δὲ ὄντως μῦθοι τὰ παρ᾽ ὑμῶν, ἐκεῖθεν ὑμῖν ποιήσω φανερόν.

Εἰπέ μοι, ὁ Παῦλος ἐν πενίᾳ ἦν, ἢ ἐν πλούτῳ; ἐλίμωττεν, ἢ οὐχί; Αὐτοῦ ἔστιν ἀκοῦσαι λέγοντος· Ἐν λιμῷ καὶ δίψει. Οἱ προφῆται ἐλίμωττον, ἢ οὐχί; Κἀκεῖνοι ἀπεδυσπέτουν. Πάλιν Παῦλόν μοι φέρεις, πάλιν τοὺς προφήτας, δέκα καὶ εἴκοσιν ἀνθρώπους.

Ἀλλὰ πόθεν βούλει; Ἀπὸ τῶν πολλῶν, φησὶ, δεῖξόν μοί τινας φέροντας γενναίως. Ἀλλὰ τὸ σπάνιον ἀεὶ τοιοῦτον, καὶ ὀλίγοι οἱ καλοί. Εἰ βούλει δὲ, καὶ καθ᾽ ἑαυτὸ τὸ πρᾶγμα ἐξετάσωμεν. Ἴδωμεν τίνος ἡ φροντὶς μείζων καὶ δριμυτέρα, καὶ τίνος εὐφορωτέρα. Οὐχ ὁ μὲν ὑπὲρ τῆς ἀναγκαίας μεριμνᾷ τροφῆς, ὁ δὲ ὑπὲρ μυρίων πραγμάτων ταύτης ἀφέμενος; Οὐ δέδοικεν ὑπὲρ λιμοῦ ὁ πλούσιος, ἀλλ᾽ ὑπὲρ ἑτέρων δέδοικε· πολλάκις ὑπὲρ σωτηρίας αὐτῆς. Οὐκ ἔχει τὴν ἀμεριμνίαν τῆς τροφῆς ὁ πένης, ἀλλ᾽ ἔχει τὴν ἑτέραν ἀμεριμνίαν, τὴν ἀσφάλειαν, τὴν ἡσυχίαν, τὴν ἄδειαν.

εʹ. Ἄλλως δὲ, εἰ μὴ κακὸν τὸ ἀδικεῖν, ἀλλὰ καλὸν, διὰ τί αἰσχυνόμεθα; διὰ τί ἐγκαλυπτόμεθα; διὰ τί ὀνειδιζόμενοι ἀγανακτοῦμεν καὶ δυσχεραίνομεν; Εἰ μὴ καλὸν τὸ ἀδικεῖσθαι διὰ τί ἐναβρυνόμεθα καὶ ἐγκαλλωπιζόμεθα τῷ πράγματι, καὶ δικαιολογούμεθα ἐν τούτῳ; Θέλεις μαθεῖν πῶς τοῦτο ἐκείνου βέλτιον; Ὅρα τοὺς ἐν τούτῳ, ὅρα τοὺς ἐν ἐκείνῳ. Διὰ τί νόμοι; διὰ τί δικαστήρια; διὰ τί τιμωρίαι; οὐχὶ δι᾽ ἐκείνους ὡς νοσοῦντας καὶ κάμνοντας; Ἀλλ᾽ ἡ ἡδονὴ πολλὴ, φησί. Μὴ εἴπωμεν τὰ μέλλοντα· τὰ παρόντα ἐξετάσωμεν. Τί χεῖρον ἀνδρὸς τοιαύτην ἔχοντος ὑποψίαν; τί σφαλερώτερον; τί σαθρότερον; οὐκ ἐν ναυαγίῳ διαπαντός ἐστι; Κἂν δίκαιόν τι πράττῃ, οὐ πιστεύεται, ἀπὸ τῆς δυνάμεως καταδικαζόμενος παρὰ πάντων· πάντας γὰρ τοὺς συνοικοῦντας κατηγόρους ἔχει· οὐ φιλίᾳ χρήσασθαι δύναται· οὐδεὶς γὰρ ἂν ἕλοιτο ταχέως τοιαύτην δόξαν ἔχοντος ἀνθρώπου γενέσθαι φίλος, ὥστε μὴ κοινωνῆσαι αὐτῷ τῆς ὑπολήψεως.

Καθάπερ θηρίον, οὕτω πάντες ἀποστρέφονται· καθάπερ λυμεῶνα καὶ ἐχθρὸν καὶ ἀνδροφόνον καὶ τῆς φύσεως πολέμιον, τὸν ἄδικον ἄνθρωπον. Ἂν εἰς δικαστήριον ἐμπέσῃ, οὐδὲ κατηγόρου δεῖται ὁ ἠδικηκὼς, τῆς δόξης ἀντὶ παντὸς κατηγόρου καταδικαζούσης αὐτόν.

Ἀλλ᾽ οὐχ ὁ ἀδικούμενος οὕτως, ἀλλὰ πάντας ἔχει προστάτας, συναλγοῦντας, χεῖρα ὀρέγοντας· ἐπ᾽ ἀσφαλείᾳ ἕστηκεν. Εἰ καλὸν τὸ ἀδικεῖν καὶ ἀσφαλὲς, ὁμολογείτω τις εἶναι ἄδικος· εἰ δὲ οὐ τολμᾷ, τί δήποτε ὡς ἀγαθὸν μετέρχεται; Ἴδωμεν δὲ πῶς καὶ ἐν ἡμῖν αὐτοῖς, ἂν γένηται τοῦτο, πόσα γίνεται κακά. Εἰπὲ γάρ μοι, ἄν τι τῶν ἐν ἡμῖν τὸ οἰκεῖον ὑπερβὰν μέτρον τοῦ ἑτέρου ἐφίηται, καὶ βουληθῇ ἀφεὶς ὁ σπλὴν τὸν οἰκεῖον τόπον λαβεῖν τὸ ἀλλότριον μετὰ τοῦ οἰκείου, οὐχὶ νόσος τοῦτό ἐστι; Τὸ ὑγρὸν πάλιν τὸ ἐν ἡμῖν, ὁ χυμὸς, εἰ πάντα πληρώσει, οὐχὶ ὕδερος τοῦτό ἐστι; Μετ᾽ ἐκείνου ἡ χολὴ πάλιν εὐρυχωρίαν ζητείτω, καὶ πανταχοῦ διαχείσθω τὸ αἷμα. Τί δὲ ἐν τῇ ψυχῇ ὁ θυμὸς, ἡ ἐπιθυμία, καὶ τὰ ἄλλα πάντα, ἐὰν ὑπερβῇ τὸ μέτρον, οὐχὶ ἑαυτὸν συνδιέφθειρεν; Οὕτω καὶ ἡ τροφή· ἐὰν ὑπὲρ ὃ δύναται πέπτεσθαι προσληφθῇ, νόσοις τὸ σῶμα περιέβαλε.

Πόθεν γὰρ αἱ ποδαλγίαι; πόθεν αἱ παρέσεις καὶ ὁ κλόνος τοῦ σώματος; ἆρα οὐκ ἀπὸ τῆς τῶν τροφῶν ἀμετρίας; Πάλιν ἐν τῷ σώματι ἐὰν πλεῖον βουληθῇ λαβεῖν ὁ ὀφθαλμὸς, ἢ πλέον ἰδεῖν τοῦ ὡρισμένου θελήσειεν, ἢ μεῖζον ἀναλάβοι φῶς, ἔβλαψε μᾶλλον ἢ ὠφέλησε τὸ ὑπὲρ μέτρον. Εἰ δὲ ἔνθα ἀγαθόν τι τὸ φῶς ἐστι, ὁ ὀφθαλμὸς εἰ πλέον ἰδεῖν θελήσειεν ἀπόλλυται· ὅταν λαμπρότερον ἴδῃ, ἐννόησον ἐπὶ τοῦ κακοῦ. Ἡ ἀκοὴ ἐὰν μεγάλην δέξηται φωνὴν, ἀπόπληκτος ἡ διάνοια γίνεται· ὁ νοῦς ἐπειδὰν τὰ ὑπὲρ ἑαυτὸν λογίσηται, ἐκπλήττεται, καὶ ὅπερ ἂν πλέον τοῦ δέοντος γένηται, παραπόλλυσι.

Τοῦτο γὰρ πλεονεξία, πλέον ἔχειν τοῦ ὡρισμένου. Οὕτω δὴ καὶ ἐπὶ χρημάτων, ὅταν βουλώμεθα ἐπιτιθέναι φορτία πλείονα, εἰ καὶ μὴ αἰσθανόμεθα, χαλεπὸν ἐν ἑαυτοῖς τρέφομεν τὸ θηρίον, πολλὰ ἔχοντες, πολλῶν δεόμενοι, φροντίσι μυρίαις περιβάλλοντες ἑαυτοὺς, πολλὰς τῷ διαβόλῳ παρέχοντες λαβάς. Διὰ τοῦτο οὐδὲ χρεία καμάτου ἐπὶ τῶν πλουτούντων τῷ διαβόλῳ· ἕτοιμοι γὰρ αὐτῷ πρὸς καταφορὰν ἀπὸ τοῦ πλούτου μάλιστα γίνονται.

Ἀλλ᾽ οὐκ ἐπὶ τῶν πενίᾳ συζώντων, ἀλλὰ πᾶν τὸ ἐναντίον. Οὕτως αὐτὰ καθ᾽ ἑαυτὰ ἀπόλλυσι τὰ πράγματα. Διὸ παρακαλῶ ἀπέχεσθαι τῆς τούτων ἐπιθυμίας, ἵνα δυνηθῶμεν διαδράναι τὰς τοῦ πονηροῦ παγίδας, καὶ ἀρετῆς ἐπιλαβόμενοι τῶν αἰωνίων ἀγαθῶν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ, τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΝΒʹ. Τῇ οὖν ἐπαύριον ἐλθόντος τοῦ Ἀγρίππα καὶ τῆς Βερνίκης μετὰ πολλῆς φαντασίας, καὶ εἰσελθόντων εἰς τὸ ἀκροατήριον σύν τε τοῖς χιλιάρχοις καὶ ἀνδράσι τοῖς κατ᾽ ἐξοχὴν οὖσι τῆς πόλεως, καὶ κελεύσαντος τοῦ Φήστου, ἤχθη ὁ Παῦλος.

αʹ. Ὅρα οἷον συλλέγεται ἀκροατήριον τῷ Παύλῳ· Τοῖς κατ᾽ ἐξοχὴν, φησὶ, τῆς πόλεως· τοὺς δορυφόρους γὰρ πάντας συναγαγὼν ὁ ἄρχων καὶ ὁ βασιλεὺς, οὕτως ἀπαντῶσι. Σὺν αὐτοῖς δὲ καὶ οἱ χιλίαρχοι καὶ οἱ πρῶτοι τῆς πόλεως παραγεγόνασιν· τούτους γὰρ κατ᾽ ἐξοχὴν καλεῖ.

Εἶτα καὶ Παῦλος ἄγεται· καὶ ὅρα, πῶς αὐτοῦ ἀχθέντος ἀνακηρύττεται ὑπὸ τοῦ Φήστου· οὐ μόνον γὰρ αὐτὸν ἀφίησι τῶν ἐγκλημάτων, ἀλλὰ καὶ ὑπεραπολογεῖται. Τί λέγων; Ἀγρίππα βασιλεῦ, καὶ πάντες οἱ συμπαρόντες ἡμῖν ἄνδρες, θεωρεῖτε τοῦτον, περὶ οὗ πᾶν τὸ πλῆθος τῶν Ἰουδαίων ἐνέτυχόν μοι ἔν τε Ἱεροσολύμοις καὶ ἐνθάδε, ἐπιβοῶντες μὴ δεῖν ζῇν αὐτὸν μηκέτι. Ἐγὼ δὲ καταλαβόμενος μηδὲν ἄξιον θανάτου αὐτὸν πεπραχέναι, καὶ αὐτοῦ δὲ τούτου ἐπικαλεσαμένου τὸν Σεβαστὸν, ἔκρινα πέμπειν αὐτόν.

Περὶ οὗ ἀσφαλές τι γράψαι τῷ κυρίῳ οὐκ ἔχω· διὸ προήγαγον αὐτὸν ἐφ᾽ ὑμῶν καὶ μάλιστα ἐπὶ σοῦ, βασιλεῦ Ἀγρίππα, ὅπως τῆς ἀνακρίσεως γενομένης, σχῶ τι γράψαι. Ἄλογον γάρ μοι δοκεῖ, πέμποντα δέσμιον μὴ καὶ τὰς κατ᾽ αὐτοῦ αἰτίας σημᾶναι. Σκόπει, πῶς ἐκείνων μὲν κατηγορεῖ, τοῦτον δὲ ἀφίησιν. Ὢ τῆς τῶν δικαιωμάτων περιουσίας! ὅπως καταδικάσῃ, οὐχ εὑρίσκει ὁ ἄρχων, μυρίας γενομένης ἐξετάσεως· ἐκεῖνοι δὲ τοῦτον ἄξιον θανάτου ἔφασκον εἶναι. Διὰ τοῦτο καὶ ἔλεγεν· Ἐγὼ δὲ καταλαβόμενος, φησὶ, μηδὲν ἄξιον θανάτου πεπραχέναι αὐτόν· εἶτα ἐπήγαγε, λέγων· Περὶ οὗ ἀσφαλές τι γράψαι τῷ κυρίῳ οὐκ ἔχω. Καὶ τοῦτο τῆς τοῦ Παύλου καθαρότητος τὸ μηδὲν ἔχειν τὸν δικαστὴν, ὅ τι εἴπῃ περὶ αὐτοῦ. Διὸ προήγαγον αὐτὸν, φησὶν, ἐφ᾽ ὑμῶν· Ἄλογον γάρ μοι δοκεῖ εἶναι, πέμποντα δέσμιον, μὴ καὶ τὰς κατ᾽ αὐτοῦ αἰτίας σημᾶναι. Ὅρα εἰς οἵας ἐνέβαλον οἱ Ἰουδαῖοι τοὺς ἄρχοντας αὐτῶν ἀπορίας μεγάλας. Τί οὖν ὁ Ἀγρίππας; Ἐπὶ τούτοις βουλόμενός τι μαθεῖν, πρὸς τὸν Παῦλον ἔφη· Ἐπιτρέπεταί σοι ὑπὲρ σεαυτοῦ λέγειν.

Τῇ πολλῇ περὶ τοῦ ἀκοῦσαι ἐπιθυμίᾳ ἐπιτρέπει αὐτῷ λέγειν ὁ βασιλεύς. Ὁ δὲ Παῦλος μετὰ παῤῥησίας φθέγγεται λοιπὸν, οὐ κολακεύων, ἀλλὰ διὰ τοῦτο μακάριον ἑαυτὸν φάσκων εἶναι, ἐπειδὴ πρὸς πάντα εἰδότα τὸν λόγον ποιεῖται· καὶ ὅτι διὰ τοῦτο, ἄκουε ἃ δὴ καὶ προτείνεται λέγων· Τότε ὁ Παῦλος ἀπελογεῖτο, ἐκτείνας τὴν χεῖρα. Περὶ πάντων ὧν ἐγκαλοῦμαι ὑπὸ Ἰουδαίων, βασιλεῦ Ἀγρίππα, ἥγημαι ἐμαυτὸν μακάριον, ἐπὶ σοῦ μέλλων ἀπολογεῖσθαι σήμερον, μάλιστα γνώστην ὄντα σε πάντων τῶν κατὰ Ἰουδαίους ἐθῶν καὶ ζητημάτων· διὸ δέομαί σου μακροθύμως ἀκοῦσαί μου. Καίτοι γε, εἰ συνῄδει ἑαυτῷ, φοβηθῆναι ἐχρῆν παρὰ τῷ πάντα εἰδότι δικαζόμενον· ἀλλὰ καθαροῦ συνειδότος τοῦτό ἐστιν, τὸ μὴ παραιτεῖσθαι δικαστὴν τὸν ἀκριβῶς εἰδότα τὰ γεγενημένα, ἀλλὰ καὶ χαίρειν· ὅθεν καὶ μακάριον ἑαυτὸν ἡγεῖται, καὶ λέγει· Δέομαί σου μακροθύμως ἀκοῦσαί μου. Ἐπειδὴ μέλλει λόγον ἐκτείνειν καὶ λέγειν τι περὶ ἑαυτοῦ, διὰ τοῦτο προλαβὼν παρεκάλεσε, καί φησι· Τὴν μὲν οὖν βίωσίν μου τὴν ἐκ νεότητος, τὴν ἀπαρχῆς γενομένην ἐν τῷ ἔθνει μου ἐν Ἱεροσολύμοις, ἴσασι πάντες οἱ Ἰουδαῖοι, προγινώσκοντές με ἄνωθεν, ἐὰν θέλωσι μαρτυρεῖν, ὅτι κατὰ τὴν ἀκριβεστάτην αἵρεσιν τῆς ἡμετέρας θρησκείας ἔζησα Φαρισαῖος. Ὃ λέγει, τοῦτό ἐστι· Πῶς ἂν στασιαστὴς ἐγενόμην, ὁ νέος τοιοῦτος ὢν καὶ μαρτυρούμενος ὑπὸ πάντων;

Εἶτα καὶ ἀπὸ τῆς αἱρέσεως ἡ πίστις οὗ εἶπεν· ἐπάγει γάρ· Κατὰ τὴν ἀκριβεστάτην αἵρεσιν τῆς θρησκείας ἔζησα. Καὶ ἐπεὶ πάλιν εἰκὸς ἦν τινας εἰπεῖν· Τί οὖν, εἰ ἡ μὲν αἵρεσις θαυμαστὴ, σὺ δὲ πονηρός; ὅρα πῶς τὸ ὑφορμοῦν θεραπεύει· μάρτυρας γὰρ καλεῖ πάντας τοὺς Ἰουδαίους τοὺς γινώσκοντας τὸν αὐτοῦ βίον καὶ τὴν ἀναστροφήν. Ἴσασι γὰρ, φησὶ, πάντες Ἰουδαῖοι, προγινώσκοντές με ἄνωθεν, ἐὰν θέλωσι μαρτυρεῖν. Καὶ νῦν ἐπ᾽ ἐλπίδι τῆς πρὸς τοὺς πατέρας ἡμῶν γενομένης ἐπαγγελίας ὑπὸ τοῦ Θεοῦ, ἕστηκα κρινόμενος· εἰς ἣν τὸ δωδεκάφυλον ἡμῶν, ἐν ἐκτενείᾳ νύκτα καὶ ἡμέραν λατρεῦον, ἐλπίζει καταντῆσαι· περὶ ἧς ἐλπίδος ἐγκαλοῦμαι, βασιλεῦ Ἀγρίππα, ὑπὸ Ἰουδαίων. Τί; ἄπιστον κρίνεται παρ᾽ ὑμῖν, εἰ ὁ Θεὸς νεκροὺς ἐγείρει;

Δύο τίθησι περὶ ἀναστάσεως λογισμοὺς, ἕνα μὲν τὸν ἀπὸ προφητῶν· καὶ οὐ παράγει προφήτην, ἀλλ᾽ αὐτὴν τῶν Ἰουδαίων τὴν δόξαν· ἄλλον δὲ τὸν καὶ ἰσχυρότερον τὸν ἀπὸ πραγμάτων. Ποῖον δὴ τοῦτον; Ὅτι διελέχθη αὐτῷ ὁ Χριστὸς, ἀναστὰς ἐκ νεκρῶν. Καὶ κατασκευάζει καὶ τοῦτον ἀπὸ λογισμῶν, τὴν προτέραν αὐτοῦ μανίαν διηγούμενος ἀκριβῶς· εἶτα καὶ μετὰ ἐγκωμίου τῶν Ἰουδαίων· Νύκτα καὶ ἡμέραν λατρεῦον ἐλπίζει, φησὶ, καταντῆσαι. Ὥστε εἰ καὶ μὴ ἀλήπτου βίου ἤμην, ὑπὲρ τούτων οὐκ ἔδει κρίνεσθαι, βασιλεῦ Ἀγρίππα. Εἶτα καὶ ἄλλος λογισμός. Τί; ἄπιστον κρίνεται παρ᾽ ὑμῖν, εἰ ὁ Θεὸς νεκροὺς ἐγείρει; Εἰ γὰρ μὴ τοιαύτη δόξα ἦν, εἰ γὰρ μὴ ἀνατεθραμμένοι ἦσαν ἐν τούτοις τοῖς δόγμασι, νῦν δὲ εἰσεφέρετο, ἴσως οὐκ ἂν ἐδέξατό τις τὸν λόγον. Εἶτα λέγει, πῶς ἐδίωκε· καὶ τοῦτο κατασκευαστικόν· καὶ τοὺς ἀρχιερεῖς παράγει μάρτυρας, καὶ τὰς ἔξω πόλεις, καὶ ὅτι ἤκουσε λέγοντος αὐτῷ· Σκλῆρόν σοι πρὸς κέντρα λακτίζειν. Ἔπειτα δείκνυσι καὶ τοῦ Θεοῦ τὴν φιλανθρωπίαν, ὅτι καὶ διωκόμενος ὤφθη, καὶ ὅτι Οὐκ ἐμὲ μόνον εὐεργέτησεν, ἀλλὰ καὶ ἑτέροις ἔπεμψε διδάσκαλον.

βʹ. Δείκνυσι δὲ καὶ τὴν προφητείαν, ἣν ἤκουσεν Εἰς τοῦτο ὤφθην σοι· ἐξαιρούμενός σε ἐκ τοῦ λαοῦ καὶ τῶν ἐθνῶν, εἰς οὓς ἐγώ σε ἀποστέλλω. Ταῦτα πάντα δεικνὺς, ἔλεγεν· Ἐγὼ μὲν οὖν ἔδοξα ἐμαυτῷ πρὸς τὸ ὄνομα Ἰησοῦ τοῦ Ναζωραίου δεῖν πολλὰ ἐναντία πρᾶξαι. Ὃ καὶ ἐποίησα ἐν Ἱεροσολύμοις, καὶ πολλοὺς τῶν ἁγίων ἐγὼ φυλακαῖς κατέκλεισα, τὴν παρὰ τῶν ἀρχιερέων ἐξουσίαν λαβών· ἀναιρουμένων τε αὐτῶν κατήνεγκα ψῆφον· καὶ κατὰ πάσας τὰς συναγωγὰς πολλάκις τιμωρῶν αὐτοὺς, ἠνάγκαζον βλασφημεῖν· περισσῶς τε ἐμμαινόμενος αὐτοῖς, ἐδίωκον ἕως καὶ εἰς τὰς ἔξω πόλεις. Ἐν οἷς καὶ πορευόμενος εἰς τὴν Δαμασκὸν μετ᾽ ἐξουσίας καὶ ἐπιτροπῆς τῆς παρὰ τῶν ἀρχιερέων, ἡμέρας μέσης κατὰ τὴν ὁδὸν εἶδον, βασιλεῦ, οὐρανόθεν ὑπὲρ τὴν λαμπρότητα τοῦ ἡλίου περιλάμψαν με φῶς, καὶ τοὺς σὺν ἐμοὶ πορευομένους. Πάντων δὲ καταπεσόντων ἡμῶν εἰς τὴν γῆν, ἤκουσα φωνὴν λαλοῦσαν πρός με καὶ λέγουσαν τῇ Ἑβραΐδι διαλέκτῳ· Σαοὺλ, Σαοὺλ, τί με διώκεις; σκληρόν σοι πρὸς κέντρα λακτίζειν.

Ἐγὼ δὲ εἶπον· Τίς εἶ, Κύριε; Ὁ δὲ εἶπεν· Ἐγώ εἰμι Ἰησοῦς, ὃν σὺ διώκεις. Ἀλλὰ ἀνάστηθι, καὶ στῆθι ἐπὶ τοὺς πόδας σου· εἰς τοῦτο γὰρ ὤφθην σοι, προχειρίσασθαί σε ὑπηρέτην καὶ μάρτυρα ὧν τε εἶδες, ὧν τε ὀφθήσομαί σοι, ἐξαιρούμενός σε ἐκ τοῦ λαοῦ καὶ τῶν ἐθνῶν, εἰς οὓς ἐγώ σε ἀποστέλλω, ἀνοῖξαι ὀφθαλμοὺς αὐτῶν τοῦ ἀποστρέψαι ἀπὸ σκότους εἰς φῶς, καὶ τῆς ἐξουσίας τοῦ Σατανᾶ ἐπὶ τὸν Θεὸν, τοῦ λαβεῖν αὐτοὺς ἄφεσιν ἁμαρτιῶν καὶ κλῆρον ἐν τοῖς ἡγιασμένοις πίστει τῇ εἰς ἐμέ.

Σκόπει, πῶς ἡμέρως διαλέγεται. Ὁ Θεὸς φησὶν, εἶπε πρός με, ὅτι Ὤφθην σοι προχειρίσασθαι σε ὑπηρέτην καὶ μάρτυρα, ὧν τε εἶδες, ὧν τε ὀφθήσομαι σοι, ἐξαιρούμενός σε ἐκ τοῦ λαοῦ καὶ τῶν ἐθνῶν, εἰς οὓς ἐγώ σε ἀποστέλλω, ἀνοῖξαι ὀφθαλμοὺς αὐτῶν, τοῦ ἀποστρέψαι ἀπὸ σκότους εἰς φῶς, καὶ τῆς ἐξουσίας τοῦ Σατανᾶ ἐπὶ τὸν Θεὸν, τοῦ λαβεῖν αὐτοὺς ἄφεσιν ἁμαρτιῶν. Ὡσεὶ ἔλεγε· Τούτοις ἐπείσθην, ταύτῃ τῇ ὀπτασίᾳ με ἐπηγάγετο, καὶ οὕτως ἔπεισεν, ὥστε μὴ ἀναβάλλεσθαι. Ὅθεν, βασιλεῦ Ἀγρίππα, οὐκ ἐγενόμην ἀπειθὴς τῇ οὐρανίῳ ὀπτασίᾳ· ἀλλὰ τοῖς ἐν Δαμασκῷ πρῶτον καὶ Ἱεροσολύμοις, εἰς πᾶσάν τε τὴν χώραν τῆς Ἰουδαίας, καὶ τοῖς ἔθνεσιν ἀπαγγέλλω μετανοεῖν, καὶ ἐπιστρέφειν ἐπὶ τὸν Θεὸν, ἄξια τῆς μετανοίας ἔργα πράσσοντας. Ὁ τοίνυν καὶ τοὺς ἄλλους παιδεύων περὶ βίου ἀρίστου, πῶς ἂν αὐτὸς στάσεως καὶ φιλονεικίας, φησὶν, ἀρχηγὸς γέγονα; Ἕνεκα τούτων οἱ Ἰουδαῖοί με συλλαβόμενοι ἐν τῷ ἱερῷ, ἐπειρῶντο διαχειρίσασθαι. Ἐπικουρίας οὖν τυχὼν τῆς παρὰ τοῦ Θεοῦ ἄχρι τῆς ἡμέρας ταύτης ἕστηκα, μαρτυρόμενος μικρῷ τε καὶ μεγάλῳ, οὐδὲν ἐκτὸς λέγων ὧν τε οἱ προφῆται ἐλάλησαν μελλόντων γίνεσθαι, καὶ Μωϋσῆς· εἰ παθητὸς ὁ Χριστὸς, εἰ πρῶτος ἐξ ἀναστάσεως νεκρῶν φῶς μέλλει καταγγέλλειν τῷ τε λαῷ καὶ τοῖς ἔθνεσιν. Ὅρα, πῶς ἐκτὸς κολακείας ἐστὶν ὁ λόγος αὐτοῦ, καὶ τὸ πᾶν ἐπιγράφει τῷ Θεῷ. Εἶτα ἡ παῤῥησία.

Ἀλλ᾽ οὐδὲ νῦν ἀφίσταμαι· καὶ τὸ ἀσφαλές· Ἀπὸ γὰρ προφητῶν ἰσχυρίζομαι, Εἰ παθητὸς ὁ Χριστὸς, εἰ πρῶτος ἐξ ἀναστάσεως νεκρῶν φῶς μέλλει καταγγέλλειν· ὡσεὶ ἔλεγεν, ὅτι Πρῶτος ὁ Χριστὸς ἀναστὰς, οὐκέτι ἀποθνήσκει. Δῆλον ἐκ τοῦ πᾶσι καταγγεῖλαι τοῦτο καὶ εἰς ἑαυτοὺς προσδοκᾷν.

Εἶτα τὴν παῤῥησίαν ὁ Φῆστος ἰδὼν, ἐπειδὴ πρὸς τὸν βασιλέα διελέγετο, μὴ μεθιστάμενος τοῦ πρὸς αὐτὸν ἀποβλέπειν, ὥσπερ ἔπαθέ τι, καί φησι· Μαίνη, Παῦλε. Ὅτι δὲ παθὼν τοῦτο λέγει, ἄκουε τῶν ἑξῆς· Ταῦτα δὲ αὐτοῦ διαλεγομένου, ὁ Φῆστος μεγάλῃ τῇ φωνῇ ἔφη· Μαίνῃ, Παῦλε, τὰ πολλά σε γράμματα εἰς μανίαν περιτρέπει. Τί οὖν ὁ Παῦλος; μετὰ ἐπιεικείας ἀποκρινόμενος, Οὐ μαίνομαι, φησὶ, κράτιστε Φῆστε, ἀλλὰ ἀληθείας καὶ σωφροσύνης ῥήματα ἀποφθέγγομαι.

Εἶτα καὶ τὴν αἰτίαν διδάσκει, δι᾽ ἣν πρὸς τὸν βασιλέα τὸν λόγον ἀπέστρεψεν· Ἐπίσταται γὰρ περὶ τούτων ὁ βασιλεὺς, πρὸς ὃν καὶ παῤῥησιαζόμενος λαλῶ· λανθάνειν γὰρ τούτων αὐτόν τι οὐ πείθομαι οὐδέν· οὐ γάρ ἐστιν ἐν γωνίᾳ πεπραγμένον τοῦτο. Πιστεύεις, βασιλεῦ Ἀγρίππα, τοῖς προφήταις; Οἶδα, ὅτι πιστεύεις. Τοῦτο οὕτως εἶπε, μονονουχὶ διασύρων καὶ λέγων πρὸς αὐτούς· Οἶδα, ὅτι πάντα οἶδεν ἀκριβῶς· καὶ ἔδει μὲν πρώτους ὑμᾶς ταῦτα εἰδέναι (τὸ γὰρ ἐπαγόμενον τοῦτο δηλοῖ, τὸ, Οὐ γάρ ἐστιν ἐν γωνίᾳ πεπραγμένον τοῦτο), ἀλλ᾽ οὐκ ἠθελήσατε. Πιστεύεις, βασιλεῦ Ἀγρίππα, τοῖς προφήταις; Οἶδα ὅτι πιστεύεις.

Ὁ δὲ Ἀγρίππας πρὸς τὸν Παῦλον ἔφη· Ἐν ὀλίγῳ με πείθεις Χριστιανὸν γενέσθαι. Ὁ δὲ Παῦλος εἶπεν· Εὐξαίμην ἂν τῷ Θεῷ, καὶ ἐν ὀλίγῳ, καὶ ἐν πολλῷ, οὐ μόνον σὲ, ἀλλὰ καὶ πάντας τοὺς ἀκούοντάς μου σήμερον, γενέσθαι τοιούτους, ὁποῖος κἀγώ εἰμι, παρεκτὸς τῶν δεσμῶν τούτων. Ὅρα πῶς εὔχεται, λέγων· Εὐξαίμην ἂν ἔγωγε τῷ Θεῷ [οὐκ] ἐν ὀλίγῳ, τουτέστι, παρὰ μικρόν. Καὶ οὐχ ἁπλῶς εὔχεται, ἀλλὰ καὶ ἐπιτεταμένως. Τοιούτους, φησὶ, γενέσθαι πάντας, οὐ μόνον σὲ, ἀλλὰ καὶ πάντας, ὁποῖος κἀγώ εἰμι. Εἶτα καὶ προστίθησι· Παρεκτὸς τῶν δεσμῶν τούτων· οὐκ ἀποδυσπετῶν διὰ τὰ δεσμὰ, οὐδὲ αἰσχυνόμενος διότι ἐδέδετο (τοῦτο γὰρ ἦν αὐτῷ, εἴπερ τι ἄλλο, ἄξιον δόξης)· ἀλλὰ πρὸς τὴν ἐκείνων ὑπόληψιν ἀφορῶν, οὕτως εἶπε. Διὰ τοῦτο προσέθηκε τὸ, Παρεκτὸς τῶν δεσμῶν τούτων. Ἀλλ᾽ ἴδωμεν ἄνωθεν τὰ ἀνεγνωσμένα. Τῇ οὖν ἐπαύριον εἰσελθόντων εἰς τὸ ἀκροατήριον, κελεύσαντος τοῦ Φήστου, φησὶν, ἤχθη ὁ Παῦλος. Ἀπέστησαν λοιπὸν οἱ Ἰουδαῖοι τῇ ἐφέσει χρησαμένου ἐκείνου, καὶ τότε αὐτῷ λαμπρὸν τὸ θέατρον γίνεται· μετὰ πολλῆς γὰρ τῆς φαντασίας ὁ βασιλεὺς καὶ πᾶν τὸ πλῆθος τῶν Ἰουδαίων παρῆσαν οὐχ οἱ μὲν, οἱ δὲ οὔ. Τὸ πλῆθος τῶν Ἰουδαίων, φησὶ, συνέτυχόν μοι, ἔν τε Ἱεροσολύμοις καὶ ἐνθάδε, ἐπιβοῶντες μὴ δεῖν αὐτὸν ζῇν μηκέτι.

γʹ. Ὅρα τὴν μανίαν· ἐβόων, δεῖν αὐτὸν ἀποθανεῖν λέγοντες. Ἐντεῦθεν δείκνυσιν, ὅτι δικαίως ἐπεκαλέσατο Καίσαρα. Εἰ γὰρ οὐδὲν μὲν εἶχον δεινὸν εἰπεῖν, ἐκεῖνοι δὲ ἐμεμήνεσαν, εἰκότως ἐπ᾽ ἐκεῖνον ἔρχεται. Ὅπως τῆς ἀνακρίσεως ὑφ᾽ ὑμῶν γενομένης, σχῶ τί γράψαι, φησίν. Ὁρᾷς, πῶς βασανίζεται πολλάκις τὸ πρᾶγμα;

Καὶ τῆς ἀπολογίας τοίνυν ταύτης Ἰουδαῖοι αἴτιοι, ἣν ἔμελλον μανθάνειν καὶ οἱ ἐν τῇ Ῥώμῃ. Περὶ πάντων ὧν ἐγκαλοῦμαι, βασιλεῦ Ἀγρίππα, φησὶν, ἥγημαι ἐμαυτὸν μακάριον, μέλλων ἐπὶ σοῦ ἀπολογεῖσθαι. Ὅρα πῶς κήρυκες ἄκοντες καὶ τῆς οἰκείας γίνονται κακίας καὶ τῆς Παύλου ἀρετῆς καὶ αὐτῷ τῷ κρατοῦντι· ὥστε λαμπρότερον ἀπήγετο Παῦλος, ἢ εἰ χωρὶς δεσμῶν ἀπῆλθεν· οὐκέτι γὰρ ὡς πλάνος καὶ γόης τοσούτων αὐτὸν ἀφέντων δικαστῶν ἀπήγετο. Πάντα τοίνυν ἀποδυσάμενος παρ᾽ οἷς ἐτέχθη καὶ ἐτράφη, οὐχ ἁπλῶς, ἀλλ᾽ οὕτω καθαρὸς ὑποψίας ἐπιβαίνει τῆς Ῥώμης. Καὶ οὐκ εἶπε· Τί δὴ τοῦτο; ἅπαξ ἐπεκαλεσάμην Καίσαρα· μυριάκις ἐκρίθην· μέχρι πότε; ἀλλὰ τί; Πάλιν ἕτοιμος ἐγένετο δοῦναι εὐθύνας καὶ ἐπὶ τοῦ μάλιστα εἰδότος τὰ κατὰ Ἰουδαίους. Διὸ καὶ μετὰ πολλῆς τῆς παῤῥησίας ἀπολογεῖται, ἅτε οὐκ ὄντων κυρίων τῶν καταδικαζόντων αὐτόν· ὃς, καίπερ οὐκ ὄντων κυρίων, ἀλλὰ τῆς ἀποφάσεως ἐκείνης κρατούσης, ὅτι Πρὸς Καίσαρα πορεύσῃ, δίδωσι λόγον ὅμως, καὶ πολλὰς τὰς εὐθύνας περὶ πάντων· οὐ περὶ τῶν μὲν, περὶ τῶν δὲ οὔ. Μονονουχὶ δὲ τοῦτο λέγει δι᾽ ὧν ἀποκρίνεται· Ἐγκαλοῦσιν ὑπὲρ στάσεως, ἐγκαλοῦσιν ὑπὲρ αἱρέσεως, καὶ ὅτι τὸν ναὸν ἐβεβήλωσα· περὶ πάντων ἀπολογοῦμαι· Τὴν μὲν οὖν βίωσίν μου τὴν ἐκ νεότητος ἴσασι πάντες οἱ Ἰουδαῖοι· ὅτι μὲν οὐ τοῦ ἐμοῦ τρόπου τὸ στάσεις ποιεῖν, αὐτοὶ μάρτυρες οἱ κατήγοροι.

Ὃ καὶ πρὸ τούτου λέγει· Ζηλωτὴς ὑπάρχων τῶν πατρικῶν μου παραδόσεων, τοῦτο καὶ ἐνταῦθα αἰνίττεται διὰ τοῦ εἰπεῖν, Τὴν ἐκ νεότητός μου βίωσιν. Καὶ ὅτε ὅλος ὁ δῆμος παρῆν, τότε καλεῖ αὐτῶν τὴν μαρτυρίαν. Οὐκ ἐπὶ τοῦ δικαστηρίου δὲ τοῦ Λυσίου τοῦτο ποιεῖ μόνον, ἀλλὰ καὶ ἐπὶ τοῦ Φήστου· καὶ πάλιν ἐνταῦθα, ὅτε πλείους παρῆσαν· ἐκεῖ δὲ οὐ πολλῆς ἀπολογίας ἔδει, τῶν γραμμάτων τοῦ Λυσίου ἀφιέντων αὐτόν. Ἴσασι, φησὶ, πάντες Ἰουδαῖοι προγινώσκοντές με ἄνωθεν. Καὶ οὐ λέγει, ποταπὸς αὐτοῦ ὁ βίος, ἀλλὰ ἀφίησιν αὐτῶν τῷ συνειδότι, καὶ τὸ πᾶν ἐν τῇ αἱρέσει τίθησι, δεικνὺς ἐντεῦθεν οὐκ ἂν ἑλόμενος αὐτὴν, εἰ πονηρὸς ἦν καὶ μοχθηρός. Ὑπὲρ τῆς αἱρέσεως τοίνυν ταύτης, ἧς, φησὶν, ἕστηκα κρινόμενος.

Αὕτη καὶ παρ᾽ αὐτοῖς πρεσβεύεται, διὰ ταύτην ηὔχοντο, διὰ ταύτην λατρεύουσιν, ἵνα ταύτης τύχωσι· ταύτην ἐγὼ καταγγέλλω, καὶ περὶ τῆς ἐλπίδος ταύτης ἐγκαλοῦμαι. Ἄρα μαινομένων ἐστὶ πάντα μὲν ὑπὲρ τοῦ τυχεῖν ταύτης ποιεῖν, τὸν δὲ εἰς ταύτην πιστεύοντα ἐλαύνειν.

Ἐγὼ μὲν οὖν ἔδοξα ἐμαυτῷ πρὸς τὸ ὄνομα Ἰησοῦ τοῦ Ναζωραίου, φησὶ, δεῖν πολλὰ ἐναντία πρᾶξαι· τουτέστιν, Ἔκρινα ταῦτα ποιεῖν, ὅτι οὐκ ἤμην τῶν μαθητῶν τοῦ Χριστοῦ, ἀλλὰ τῶν πολεμούντων αὐτῷ ὑπῆρχον. Ὅθεν καὶ ἀξιόπιστος γίνεται μάρτυς, ὅτι ὁ μυρία ποιῶν, καὶ πολεμῶν τοὺς πιστεύοντας, καὶ πείθων βλασφημεῖν, καὶ πάντα κινῶν, πόλεις, ἄρχοντας, καὶ δι᾽ ἑαυτοῦ ταῦτα πράττων, οὕτως ἐξαίφνης μεταβέβληται.

Εἶτα πάλιν οἱ μάρτυρες οἱ συνόντες· εἶτα δείκνυσιν ἑαυτὸν δικαίως πεισθέντα, ἀπό τε τοῦ φωτὸς, ἀπό τε τῶν προφητῶν, ἀπό τε τῶν ἐκβάσεων, ἀπό τε τῶν νῦν γεγενημένων. Ἐπήγαγε γάρ· Ἡμέρας μέσης κατὰ τὴν ὁδὸν, εἶδον περιλάμψαν με φῶς, καὶ τοὺς σὺν ἐμοὶ πορευομένους.

Ὅρα γοῦν, πῶς καὶ ἀπὸ τῶν προφητῶν, καὶ ἀπὸ τούτων αὐτοὺς πιστοῦται. Ἵνα γὰρ μὴ δόξῃ καινοτομεῖν, καίτοι ἔχων μεγάλα εἰπεῖν, πάλιν ἐπὶ τοὺς προφήτας καταφεύγει, καὶ τὰ αὐτῶν εἰς μέσον τίθησι. Τοῦτο μὲν οὖν ἀξιοπιστότερον ἅτε νῦν γενόμενον· ἀλλ᾽ ἐπειδὴ μόνος εἶδε, πάλιν αὐτὸ ἀπὸ προφητῶν πιστοῦται. Καὶ ὅρα αὐτὸν οὐχ ὁμοίως διαλεγόμενον ἐν δικαστηρίῳ, καὶ ἐν ἐκκλησίᾳ· ἐκεῖ μὲν οὖν λέγει, ὅτι καὶ Ἀνείλετε· ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον, ὥστε μὴ πλέον ἐκκαῦσαι τὸν θυμόν· ἀλλὰ τὸ αὐτὸ δείκνυσιν, εἰπὼν, Εἰ παθητὸς ὁ Χριστός. Οὕτως ἀφίησιν αὐτοὺς ἐγκλημάτων. Ὅπερ οὖν ἐγὼ καταγγέλλω, εἰ ἀνέστη πρῶτος ἐκ τῶν νεκρῶν, ἐκ τῶν προφητῶν δείκνυμι· καὶ γὰρ καὶ οἱ προφῆται τοῦτο καταγγέλλουσιν. Οὐκοῦν δέξασθε τὸν λόγον ὡς τὸν αὐτοῦ ὄντα τῶν προφητῶν. Ἐπεὶ δὲ εἶπε τὴν ὄψιν, λοιπὸν καὶ μετὰ ἀδείας καὶ τὰ κατορθώματα λέγει.

Ποῖα ταῦτα; Τοῦ ἀνοῖξαι αὐτῶν, φησὶν, ὀφθαλμοὺς, καὶ ἀποστρέψαι ἀπὸ σκότους εἰς φῶς, καὶ ἀπὸ τῆς ἐξουσίας τοῦ Σατανᾶ ἐπὶ τὸν Θεόν. Εἰς τοῦτο γὰρ ὤφθην σοι· τουτέστιν, οὐχ ὥστε κολάσαι, ἀλλ᾽ ὥστε ἀπόστολον ποιῆσαι.

Ὅρα, τὰ συνέχοντα κακὰ τοὺς ἀπίστους δείκνυσι, τὸν Σατανᾶν, τὸ σκότος, ὥσπερ καὶ τὰ ἀγαθὰ τῶν πιστῶν, τὸ φῶς, τὸν Θεὸν, τὸν κλῆρον τῶν ἁγίων. Καὶ οὐχ ἁπλῶς μετανοεῖν παραινεῖ, ἀλλὰ καὶ βίον ἐπιδείκνυσθαι θαυμαστόν.

Καὶ ὅρα πανταχοῦ τὰ ἔθνη συμπλεκόμενα τῷ λόγῳ· οἱ γὰρ παρόντες ἐξ ἐθνῶν ἦσαν. Μαρτυρόμενος, φησὶ, μικρῷ τε καὶ μεγάλῳ, τουτέστι καὶ ἐπισήμῳ καὶ ἀσήμῳ. Τοῦτο διὰ τοὺς στρατιώτας οὕτως εἶπεν. Εἶτα ἀφεὶς τὴν τάξιν τοῦ ἀπολογουμένου, τὴν τοῦ διδασκάλου ἔλαβε. Διὸ καὶ ὁ Φῆστός φησι πρὸς αὐτόν· Μαίνῃ. Εἶτα, ἵνα μὴ δόξῃ αὐτὸς διδάσκαλος εἶναι, ἐπάγει τοὺς προφήτας, τὸν Μωσέα· Εἰ παθητὸς, φησὶν, ὁ Χριστὸς, εἰ πρῶτος ἐξ ἀναστάσεως νεκρῶν φῶς μέλλει καταγγέλλειν τῷ τε λαῷ καὶ τοῖς ἔθνεσιν. Ὁ Φῆστος μεγάλῃ τῇ φωνῇ ἔφη. Οὕτω θυμοῦ ἦν καὶ ὀργῆς ἡ φωνή.

δʹ. Τί οὖν ὁ Παῦλος; Οὐ γάρ ἐστι, φησὶν, ἐν γωνίᾳ πεπραγμένον τοῦτο. Ἐνταῦθα περὶ τοῦ σταυροῦ λέγει τοῦτο, περὶ τῆς ἀναστάσεως· καὶ ὅτι πανταχοῦ τῆς οἰκουμένης γέγονε τὸ δόγμα, Πιστεύεις, βασιλεῦ, φησὶν, Ἀγρίππα; Οὐκ εἶπε, Τῇ ἀναστάσει, ἀλλὰ, Τοῖς προφήταις. Εἶτα προκαταλαμβάνει αὐτὸν, καί φησιν· Οἶδα, ὅτι πιστεύεις. Πρὸς ὃν καὶ ὁ Ἀγρίππας· Ἐν ὀλίγῳ με πείθεις Χριστιανὸν γενέσθαι. Οὐκ ἐνόησεν ὁ Παῦλος τί ἐστιν, Ἐν ὀλίγῳ, ἀλλ᾽ ἐνόμισεν, ὅτι Ἐξ ὀλίγου· διὸ καὶ πρὸς τοῦτο ἀποκρίνεται· οὕτως ἰδιώτης ἦν. Καὶ οὐκ εἶπεν, Οὐ βούλομαι, ἀλλ᾽ Εὔχομαι, οὐ μόνον σὲ, ἀλλὰ καὶ πάντας τοὺς ἀκούοντας.

Ὅρα κολακείας ἀπηλλαγμένον τὸν λόγον. Εὔχομαι, φησὶ, σήμερον γενέσθαι πάντας τοιούτους, ὁποῖος καὶ ἐγώ εἰμι, παρεκτὸς τῶν δεσμῶν τούτων, Ὅρα· ὁ καυχώμενος ἐπὶ τοῖς δεσμοῖς, ὁ προφέρων αὐτοὺς καθάπερ ἅλυσιν χρυσῆν, τούτοις ἀπεύχεται νῦν. Καὶ μὴ θαυμάσῃς· ἔτι γὰρ ἀσθενέστερον διέκειντο, καὶ συγκαταβατικώτερος ἦν ὁ λόγος αὐτῷ. Ἐπεὶ, ὅτι τὰ δεσμὰ βέλτιον ἡγεῖτο, ἄκουε πῶς ἀεὶ ἐν ταῖς ἐπιστολαῖς πάντων προτίθησι τῶν ἄλλων, λέγων· Παῦλος δέσμιος Ἰησοῦ Χριστοῦ· καὶ πάλιν, Τούτου χάριν τὴν ἅλυσιν περίκειμαι, ἀλλ᾽ ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται· καὶ, Ἄχρι δεσμῶν ὡς κακοῦργος. Ὅρα· οὐχὶ, Δεσμῶν, μόνον, ἀλλὰ καὶ, Ὡς κακοῦργος, προσέθηκεν, αὔξων τὴν ἀπὸ τῶν δεσμῶν δόξαν. Διπλῆ δὲ ἡ τιμωρία, καὶ ὅτι ἐδέδετο, καὶ ὅτι ὡς κακοῦργος. Εἰ μὲν γὰρ οὕτως ἐδέδετο ὡς ἐπ᾽ ἀγαθῷ, ἔφερέ τινα ἂν παραμυθίαν τὸ πρᾶγμα· νῦν δὲ καὶ ὡς κακοῦργος, καὶ ὡς ἐπὶ τοῖς δεινοῖς ἁλούς· καὶ ὅμως οὐδενὸς τούτων ἐφρόντιζε.

Τοιοῦτον ψυχὴ πτερωθεῖσα τῷ οὐρανίῳ ἔρωτι. Εἰ γὰρ οἱ τὸν αἰσχρὸν τοῦτον ἐρῶντες ἔρωτα, οὐδὲν ἡγοῦνται οὔτε ἔνδοξον οὔτε τίμιον, ἀλλ᾽ ἐκεῖνα, ὅσα ἂν αὐτοῖς πρὸς τὴν ἐπιθυμίαν συντείνῃ, ταῦτα κρίνεται καὶ ἔνδοξα καὶ ἔντιμα, καὶ τοῦτο πάντα αὐτοῖς ἐστιν ἡ ἐρωμένη, πολλῷ μᾶλλον οἱ τούτῳ ἁλόντες τῷ ἔρωτι, οὐδὲν ἡγοῦνται τὰ ἐπιτίμια. Εἰ δὲ οὐ νοοῦμεν τὰ λεγόμενα, οὐ θαυμαστόν· ἄπειροι γάρ ἐσμεν τῆς φιλοσοφίας ταύτης. Εἰ γάρ τις ἁλῷ τῷ πυρὶ τοῦ Χριστοῦ, τοιοῦτος γίνεται, οἷος ἂν γένηται ἄνθρωπος μόνος ἐπὶ τῆς γῆς οἰκῶν· οὕτως οὐδενὸς αὐτῷ μέλει δόξης καὶ ἀτιμίας· ἀλλ᾽ ὥσπερ ἂν εἰ μόνος οἰκῶν οὐδενὸς ἂν ἐφρόντισεν, οὕτως οὐδὲ τότε ὁ τοιοῦτος φροντίζει. Πειρασμῶν δὲ οὕτω καταφρονεῖ καὶ μαστίγων καὶ δεσμωτηρίων, ὥσπερ ἂν εἰ ἐν ἀλλοτρίῳ σώματι ταῦτα ἔπασχεν, ἢ ὥσπερ ἂν εἰ ἀδαμάντινον ἐκέκτητο σῶμα· τῶν δὲ ἡδέων τῶν ἐν τῷ βίῳ οὕτω καταγελᾷ, καὶ ἀνεπαίσθητος αὐτῶν ἐστιν, ὥσπερ τῶν νεκρῶν σωμάτων ἡμεῖς, ἢ αὐτοὶ ὄντες νεκροί. Τοσοῦτον δὲ ἀπέχει ἁλῶναι πάθει τινὶ, ὅσον χρυσὸς πυρούμενος ὁ καθαρὸς ἂν ἀπόσχοιτο κηλῖδος.

Ὥσπερ γὰρ μυῖαι εἰς μέσην φλόγα οὐκ ἂν ἐμπέσοιεν, ἀλλὰ φεύγουσιν, οὕτω καὶ τὰ πάθη οὐδὲ ἐγγὺς γενέσθαι τούτου τολμᾷ. Καὶ τούτων ἐβουλόμην μὲν ἀφ᾽ ἡμῶν τὰ παραδείγματα παραγαγεῖν δύνασθαι· ἐπειδὴ δὲ ἀποροῦμεν, ἀνάγκη πρὸς αὐτὸν τοῦτον καταφυγεῖν.

Ὅρα γοῦν αὐτὸν πρὸς πάντα τὸν κόσμον πῶς διέκειτο. Ἐμοὶ κόσμος ἐσταύρωται, φησὶ, κἀγὼ τῷ κόσμῳ· τουτέστι, Νεκρός εἰμι τῷ κόσμῳ, κἀκεῖνος ἐμοὶ νεκρός. Καὶ πάλιν· Ζῶ δὲ οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός.

Τοῦτο μόνου Παύλου λέγειν ἐστιν, ἡμῶν δὲ τῶν ἐκείνου τοσοῦτον ἀπολειπομένων, ὅσον τῆς γῆς ὁ οὐρανὸς, ἐγκαλύπτεσθαι, ὡς μηδὲ τὸ στόμα διᾶραι τολμᾷν. Ὅτι δὲ ὡς ἐν ἐρημίᾳ ἦν, καὶ οὕτως ἑώρα τὰ παρόντα, ἄκουε αὐτοῦ λέγοντος· Μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα. Τί λέγεις; Καὶ μὴν τὸ ἐναντίον οὗ λέγεις ἐστί· τὰ μὲν γὰρ ἀόρατα οὐ βλέπομεν, τὰ δὲ ὁρατὰ βλέπομεν. Ὁποίους ἔσχες ὀφθαλμοὺς, τοιοῦτοί εἰσιν οἱ παρὰ τοῦ Χριστοῦ δεδομένοι· καθάπερ γὰρ οὗτοι τὰ μὲν ὁρώμενα ὁρῶσι, τὰ δὲ οὐχ ὁρώμενα οὐχ ὁρῶσιν· οὕτως ἐκεῖνοι τοὐναντίον· οὐδεὶς τὰ ἀόρατα βλέπων, τὰ ὁρατὰ βλέπει· οὐδεὶς τὰ ὁρώμενα βλέπων, τὰ ἀόρατα βλέπει. Ἢ οὐχὶ καὶ παρ᾽ ἡμῖν τοῦτο γίνεται; Ὅταν γὰρ τὸν νοῦν συστρέψαντες λογιζώμεθά τι τῶν ἀοράτων, μετέωροι τῶν ἐνεργειῶν ἡμῖν γίνονται αἱ ὄψεις. Καταφρονήσωμεν δόξης, γελᾶσθαι βουλώμεθα μᾶλλον, ἢ ἐπαινεῖσθαι. Ὁ μὲν γὰρ γελώμενος, οὐδὲν βλάπτεται· ὁ δὲ ἐπαινούμενος, μεγάλα.

Μὴ μέγα φρονῶμεν ἐπὶ τοῖς ἐκφοβοῦσι τοὺς ἀνθρώπους, ἀλλ᾽ ὡς ἐπὶ τῶν παίδων τοῦτο πράττωμεν· οὐδὲ γὰρ εἴ τινα ἴδοιμεν ἐκφοβοῦντα παιδία, θαυμάζομεν τοῦτον· εἰ γάρ τις φοβεῖ, παιδία φοβεῖ· ἄνδρα γὰρ οὐκ ἂν δύναιτο φοβεῖν. Καὶ καθάπερ οἱ ἐκφοβοῦντες ἢ τὰς βλεφαρίδας ἕλκοντες ἄνω, ἢ ἄλλως τὸ πρόσωπον διαστρέφοντες τοῦτο ποιοῦσιν, ὑγιεινὸν δὲ ἔχοντες καὶ ἥμερον τὸ ὄμμα, οὐκ ἂν δύναιντο τοῦτο ποιῆσαι· οὕτω δὴ καὶ οὗτοι, τὸ διορατικὸν τῆς διανοίας διαστρέφοντες, τοῦτο ποιοῦσιν. Ὥστε ἥμερόν γε ἄνθρωπον καὶ καλὸν τῇ ψυχῇ οὐδεὶς ἂν φοβηθείη, ἀλλ᾽ αἰδούμεθα πάντες, τιμῶμεν, ἐντρεπόμεθα. Οὐχ ὁρᾶτε, πῶς ὁ φοβερὸς καὶ μισητός ἐστι καὶ πᾶσιν ἡμῖν ἀπευκτός; Τί γὰρ τῶν δυναμένων φοβεῖν μόνον οὐκ ἀποστρεφόμεθα; οὐχὶ θηρία, οὐχὶ φωνὰς, οὐχὶ ὄψεις, οὐχὶ τόπους, οὐχὶ ἀέρα, οἷον τὸ σκότος;

εʹ. Μὴ δὴ μέγα νομίζωμεν, εἰ ἄνθρωποι φοβοῦνται ἡμᾶς. Πρῶτον μὲν γὰρ οὐδεὶς ἡμᾶς ἄνθρωπος πτοεῖται· δεύτερον, τὸ καὶ πτοουμένους ἡμᾶς μὴ μέγα τοῦτο εἶναι. Μέγα ἀγαθὸν ἡ ἀρετή· καὶ ὅρα πῶς μέγα. Ἄθλια τὰ πράγματα νομίζοντες, δι᾽ ὧν συνέστηκεν, αὐτὴν θαυμάζομεν καὶ μακαρίζομεν. Τίς γὰρ οὐκ ἂν μακαρίσειε τὸν φιλόσοφον, καίτοι πενία, καὶ ὅσα τοιαῦτα, ἄθλια εἶναι δοκεῖ; Ὅταν οὖν διὰ τῶν ἀθλίων εἶναι δοκούντων λάμπῃ, ὅρα τὴν ὑπερβολήν. Μέγα φρονεῖς ἐπὶ δυναστείᾳ, ἄνθρωπε; Καὶ ποία δυναστεία, εἰπέ μοι, ἐχειροτονήθη;

Παρὰ ἀνθρώπων ἐγένου δυνατός· ἔνδοθεν χειροτόνησον σεαυτόν. Ἄρχων γὰρ οὐχ ὁ καλούμενός ἐστιν, ἀλλ᾽ ὁ ὤν. Ὥσπερ γὰρ ἰατρὸν οὐκ ἂν ποιήσειε βασιλεὺς οὐδὲ ῥήτορα, οὕτως οὐδὲ ἄρχοντα· οὐ γὰρ τὰ γράμματα ποιεῖ ἄρχοντα, οὐδὲ τὸ ὄνομα. Ἐπεὶ, εἰ βούλει, οἰκοδομείτω τις ἰατρεῖον, ἐχέτω καὶ μαθητὰς, ἐχέτω καὶ ὄργανα καὶ φάρμακα, καὶ εἰσίτω πρὸς τοὺς κάμνοντας· ἆρα ἀρκεῖ ταῦτα ποιῆσαι ἰατρόν; Οὐδαμῶς· ἀλλὰ δεῖ τῆς τέχνης, καὶ ταύτης ἄνευ, οὐ μόνον ταῦτα οὐδὲν ὠφελεῖ, ἀλλὰ καὶ βλάπτει· τὸν γὰρ οὐκ ἰατρὸν βέλτιον μηδὲ ἔχειν φάρμακα. Ὁ μὲν οὖν μὴ ἔχων οὔτε σώζει οὔτε ἀπόλλυσιν· ὁ δὲ ἔχων, ἀπόλλυσιν, οὐκ εἰδὼς, ὅπως χρήσηται· ἐπειδὴ οὐκ ἐν τῇ φύσει τῶν φαρμάκων ἐστὶν ἡ σωτηρία μόνον, ἀλλὰ καὶ ἐν τῇ τέχνῃ τοῦ προσάγοντος· τούτου γὰρ μὴ ὄντος, πάντα διέφθαρται. Τοιοῦτος καὶ ὁ ἄρχων ἐστίν· ἔχει ὄργανα, τὴν φωνὴν, τὸν θυμὸν, τοὺς δημίους, τὰς ὑπερορίας, τὰς τιμὰς, τὰς δωρεὰς, τοὺς ἐπαίνους· ἔχει καὶ φάρμακα, τοὺς νόμους· ἔχει καὶ κάμνοντας, τοὺς ἀνθρώπους· ἔχει ἐργαστήριον, τὸ δικαστήριον· ἔχει μαθητὰς, τοὺς στρατιώτας· ἂν οὖν μὴ εἰδῇ τὴν ἐπιστήμην τὴν ἰατρικὴν, οὐδὲν τούτων ὄφελος.

Ὁ δικαστὴς ἰατρὸς ψυχῶν ἐστιν, οὐχὶ σωμάτων· εἰ δὲ αὕτη ἡ σωμάτων τοσαύτης δεῖται ἐπιμελείας, πολλῷ μᾶλλον ἡ τῆς ψυχῆς, ἐπειδὴ καὶ μείζων ψυχὴ σωμάτων. Οὐκ ἄρα τὸ ὄνομα ἔχειν ἄρχοντος ἄρχοντά ἐστιν εἶναι· ἐπεὶ καὶ ἄλλοι καλοῦνται μεγάλα ὀνόματα· οἷον Παῦλος, Πέτρος, Ἰάκωβος, Ἰωάννης· ἀλλ᾽ οὐκ ἀπὸ τῶν ὀνομάτων εἰσὶν ἅπερ καλοῦνται, καθάπερ οὐδὲ ἐγώ· ἀλλ᾽ εἰμὶ τοῦ μακαρίου μὲν ἐκείνου ὁμώνυμος, οὐ μὴν συνώνυμος· οὐκ εἰμὶ Ἰωάννης, ἀλλὰ καλοῦμαι. Οὕτω κἀκεῖνοι οὐκ εἰσὶν ἄρχοντες, ἀλλὰ καλοῦνται. Εἰσὶ δὲ ἐκεῖνοι ἄρχοντες καὶ χωρὶς τούτων, ὥσπερ καὶ ἰατρὸς, κἂν μὴ χρῆται τῇ ἐπιστήμῃ, ἔχῃ δὲ αὐτὴν ἐν τῇ ψυχῇ, ἰατρός ἐστιν. Εἰσὶν ἄρχοντες ἑαυτῶν ἄρχοντες. Τρία γὰρ ταῦτά ἐστι ψυχῇ, οἰκία, πόλις, οἰκουμένη· καὶ ὁδῷ τὰ πράγματα προβαίνει. Δεῖ τοίνυν τὸν μέλλοντα ἐπιστήσεσθαι οἰκίας, καὶ καλῶς αὐτὴν οἰκοδομήσειν, πρότερον τὴν ψυχὴν τὴν ἑαυτοῦ ῥυθμίζειν· οἰκία γὰρ αὐτοῦ ἐστιν· εἰ δὲ τὴν ἑαυτοῦ μὴ δύναιτο, ἔνθα μία ψυχὴ, ἔνθα κύριος αὐτὸς, ἔνθα ἀεὶ σύνεστιν ἑαυτῷ, πῶς τοὺς ἄλλους οἰκοδομήσει; Ὁ τὴν ψυχὴν τὴν ἑαυτοῦ ῥυθμίσαι δυνάμενος, καὶ τὸ μὲν ποιῶν ἄρχειν, τὸ δὲ ἄρχεσθαι, οὗτος καὶ οἰκίαν δυνήσεται· ὁ δὲ οἰκίαν, καὶ πόλιν· ὁ δὲ πόλιν, καὶ οἰκουμένην. Εἰ δὲ ψυχὴν οὐκ ἂν δύναιτο, πῶς οἰκουμένην δυνήσεται;

Ταῦτά μοι εἴρηται, ἵνα μὴ ὦμεν ἐπτοημένοι πρὸς ἀρχὰς, ἵνα εἰδῶμεν, τί ποτέ ἐστιν ἀρχή· τοῦτο γὰρ οὐκ ἀρχὴ, ἀλλὰ κατάγελως καὶ δουλεία, καὶ μυρία ἕτερα ἄν τις καλέσειεν.

Εἰπέ μοι, τί ἐστιν ἄρχοντος ἴδιον; ἆρα οὐχὶ τὸ ὠφελεῖν τοὺς ἀρχομένους καὶ εὐεργετεῖν; Τί οὖν, ἂν τοῦτο μὴ γένηται; πῶς ἑτέρους ὠφελήσει ὁ ἑαυτὸν μὴ ὠφελήσας; ὁ μυρίας ἔχων τυραννίδας ἐν τῇ ψυχῇ τῶν παθῶν, πῶς τὰς ἑτέρων ἐκκόψει; Οὕτω καὶ τρυφή· οὐχ αὕτη ἐστὶ τρυφὴ, ἀλλ᾽ ἑτέρα. Ὥσπερ γὰρ ἄρχων ἐδείχθη οὐχ οὗτος, ἀλλ᾽ ἕτερος· οὕτω καὶ ὁ τρυφῶν ἕτερός ἐστι. Δοκεῖ μὲν γὰρ εἶναι τρυφὴ, τὸ τῆς ἡδονῆς ἀπολαύειν καὶ γαστρίζεσθαι· οὐκ ἔστι δὲ τοῦτο, ἀλλὰ τοὐναντίον, τὸ ψυχὴν ἔχειν θαυμαστὴν καὶ ἐν ἡδονῇ εἶναι. Ἔστω γάρ τις ἐσθίων, πίνων, σπαταλῶν, ἔπειτα φροντιζέτω καὶ ἀθυμείτω· μὴ δύναται οὗτος εἶναι ἐν τρυφῇ; Οὐκ ἄρα τὸ ἐσθίειν καὶ πίνειν τρυφὴ, ἀλλὰ τὸ ἐν ἡδονῇ εἶναι.

Ἔστω τις ξηρὸν λαμβάνων ἄρτον, καὶ ἐμπιπλάσθω μετ᾽ εὐφροσύνης· ἆρα τοῦτο ἡδονή; Οὐκοῦν καὶ τρυφή. Ἴδωμεν οὖν, τίνι παραγίνεται αὕτη, τοῖς πλουτοῦσιν ἢ τοῖς μὴ πλουτοῦσιν; Οὔτε τούτοις ἁπλῶς, οὔτε ἐκείνοις, ἀλλὰ τοῖς οὕτω κατασκευάζουσι τὴν ψυχὴν τὴν ἑαυτῶν, ὥστε μὴ πολλὰς ἔχειν ἀθυμιῶν ὑποθέσεις. Καὶ ποῖός ἐστιν οὗτος ὁ βίος; ἴσως ἐρεῖ τις· ὁρῶ γὰρ κεχηνότας ἅπαντας καὶ βουλομένους ἀκοῦσαι, τίς ἐστιν ὁ βίος οὗτος ὁ μὴ ἔχων ἀθυμίας. Οὐκοῦν ὁμολογείσθω παρ᾽ ὑμῶν πρῶτον, ὅτι τοῦτο ἡδονὴ, τοῦτο τρυφὴ, ὅταν ἀθυμία μὴ ἐνοχλῇ, καὶ μὴ ἀπαιτῇ παρ᾽ ἐμοῦ κρέα καὶ οἶνον καὶ καρυκεύματα καὶ ἱμάτια σηρικὰ καὶ πλῆθος τραπέζης.

Ἀλλ᾽ ἂν δείξω τούτων χωρὶς παρόντα τὸν βίον τὸν τοιοῦτον, ταύτην τὴν ἡδονὴν ἀγάπησον, τοῦτον τὸν βίον· τὰ γὰρ πολλὰ ἐκ τοῦ μὴ λογίζεσθαι δεόντως παραγίνεται ἡμῖν τῶν λυπηρῶν. Τίς οὖν πλείονα λυπηθήσεται, ὁ μηδενὸς αὐτῶν φροντίζων, ἢ ὁ φροντίζων; ὁ φοβούμενος τὰς μεταβολὰς, ἢ ὁ μὴ φοβούμενος; ὁ βασκανίαν, ὁ φθόνον, ὁ συκοφαντίας, ὁ ἐπιβουλὰς, ὁ ἀπώλειαν δεδοικὼς, ἢ ὁ τούτων ἐκτός; ὁ πλειόνων δεόμενος, ἢ ὁ μηδενός; ὁ μυρίοις δουλεύων, ἢ ὁ μηδενί; ὁ μυρίων χρείαν ἔχων, ἢ ὁ ἐλεύθερος; ὁ ἕνα δεσπότην δεδοικὼς, ἢ ὁ μυρίους;

Οὐκοῦν μείζων ἡ ἡδονὴ ἐνταῦθα. Ταύτην τοίνυν διώκωμεν, καὶ μὴ περὶ τὰ παρόντα ὦμεν ἐπτοημένοι· ἀλλὰ καταγελῶμεν πάσης τῆς τοῦ βίου φαντασίας, καὶ πανταχοῦ τῆς συμμετρίας ὦμεν, ἵνα δυνηθῶμεν ἄλυπον τὸν βίον τοῦτον διαγαγεῖν, καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.