Ἠναγκάσθην, φησὶν, ἐπικαλέσασθαι Καίσαρα, οὐχ ὡς τοῦ ἔθνους μου ἔχων τι κατηγορῆσαι· τουτέστιν, οὐχ ἵνα κακοῖς ἑτέρους περιβάλω, ἀλλ᾽ ἵνα κακῶν ἐμαυτὸν ἀπαλλάξω, τοῦτο ἐποίησα, καὶ οὐχ ἑκὼν, ἀλλ᾽ ἀναγκασθείς. Ὅρα οἰκειότητα ῥημάτων· οὐκ ἀλλοτριοῦται αὐτοὺς, ἀλλ᾽ οἰκειοῦται τῷ εἰπεῖν, Τοῦ ἔθνους μου. Πάλιν δὲ κατασπείρει τὸ δόγμα. Καὶ οὐκ εἶπεν, Οὐ κατηγορῶ, ἀλλ᾽, Οὐκ ἔχω τι κατηγορῆσαι, καίτοι τοιαῦτα παθὼν οὕτω δεινά. Οὐδὲν οὖν τούτων φησὶν, ἵνα μὴ φορτικὸν ποιήσῃ τὸν λόγον· οὐδὲ χαρίζεσθαι αὐτοῖς δοκεῖ. Καὶ διὰ τοῦτο οὐ λέγει, ἀλλ᾽ αἰνίττεται μόνον καὶ παρατρέχει· τοῦτο γὰρ ἦν τέως τὸ σπουδαζόμενον, τὸ δεῖξαι ὅτι Ῥωμαίοις παρέδωκαν δέσμιον. Τοὺς δὲ καταδικάσαι δέον ἐκείνους, δέον κατηγορῆσαι, μᾶλλον ἀπολογοῦνται· δι᾽ ὧν δὲ συμφαίνουσι τὴν ἀπολογίαν, κατηγοροῦσιν αὐτῶν. Γνωστόν ἐστιν ἡμῖν, ὅτι πανταχοῦ, φησὶν, ἀντιλέγεται. Ἀλλ᾽ εἰ καὶ τοῦτο συμβαίνει, ὅμως καὶ πιστεύετε πανταχοῦ. Οἷς ἐξετίθετο, φησὶν, ἀπό τε νόμου καὶ προφητῶν. Ὅρα πάλιν οὐκ ἀπὸ σημείων, ἀλλ᾽ ἀπὸ νόμου καὶ προφητῶν ἐπιστομίζοντα αὐτοὺς, καὶ πανταχοῦ τοῦτο ποιοῦντα· καίτοι γε ἐνῆν καὶ σημεῖα ποιῆσαι, ἀλλὰ λοιπὸν οὐκ ἔτι πιστὸν τὸ πρᾶγμα ἦν· μέγα γὰρ τοῦτο σημεῖον, τὸ ἀπὸ νόμου καὶ τῶν προφητῶν διαλέγεσθαι.