Ποῦ τοιοῦτόν τι ἐτερατεύσαντο ποιηταί; Ἀλλ᾽ ὁ κορυφαῖος τῶν φιλοσόφων, ὡς ἐδόκει, καὶ ὅπλα ταῖς γυναιξὶ περιτίθησι, καὶ κράνη, καὶ κνημῖδας, καὶ κυνῶν οὐδὲν διαφέρειν λέγει τὸ ἀνθρώπινον γένος. Ἐπειδὴ γὰρ ἡ κύων ἡ θήλεια, φησὶ, καὶ ὁ ἄῤῥην κοινωνοῦσιν ἐν τοῖς ἔργοις, κοινωνείτωσαν καὶ αἱ γυναῖκες, καὶ πάντα ἀνατρεπέσθω. Ἀεὶ γὰρ δι᾽ αὐτῶν ἐσπούδασεν ὁ διάβολος, μηδὲν ἐντιμότερον τῶν ἀλόγων τὸ ἡμέτερον δεῖξαι γένος· ὅπου γέ τινες εἰς τοῦτο κενοδοξίας ἦλθον, ὡς εἰπεῖν, ὅτι καὶ τὰ ἄλογα λογικὰ τυγχάνει. Καὶ ὅρα, πῶς ποικίλως ἐβάκχευσεν ἐν ταῖς ἐκείνων ψυχαῖς. Οἱ μὲν γὰρ κορυφαῖοι αὐτῶν ἔφησαν τὴν ἡμετέραν ψυχὴν εἰς μυίας, καὶ κύνας, καὶ ἄλογα μεθίστασθαι· οἱ δὲ μετ᾽ ἐκείνους τοῦτο αἰσχυνθέντες, εἰς ἑτέραν αἰσχύνην κατέπεσον, πάσης λογικῆς ἐπιστήμης μεταδόντες τοῖς ἀλόγοις, καὶ πανταχοῦ δείξαντες ἡμῶν τὰ δι᾽ ἡμᾶς γενόμενα ἐντιμότερα. Οὐ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ προγνώσεις εἶναι παρ᾽ αὐτοῖς, καὶ εὐσέβειαν λέγουσιν. Ὁ κόραξ, φησὶν, οἶδε τὸν Θεὸν, καὶ ἡ κορώνη, καὶ προφητείας ἔχουσι χαρίσματα, καὶ τὰ μέλλοντα προλέγουσι, καὶ δικαιοσύνη παρ᾽ αὐτοῖς, καὶ πολιτεία, καὶ νόμοι, καὶ ζηλοῖ παρ᾽ αὐτοῖς ὁ κύων κατὰ Πλάτωνα. Τάχα ἀπιστεῖτε τοῖς λεγομένοις;