Καὶ διὰ τί, φησὶ, μὴ ἐξ ἀρχῆς τοῦτο γέγονεν, ἀλλὰ μετὰ ταῦτα; Ἵνα δειχθῇ, ὅτι ὄντως ἀνέστη ὁ Χριστός. Ὁ γὰρ ἐλαύνων αὐτὸν, καὶ ἀπιστῶν αὐτοῦ τῇ τελευτῇ καὶ τῇ ἀναστάσει, καὶ τοὺς μαθητὰς αὐτοῦ διώκων, οὗτος πόθεν, εἰπέ μοι, ἂν ἐπίστευσεν, εἰ μὴ πολλὴ ἦν τοῦ σταυρωθέντος ἡ ἰσχύς; Ἔστω, ἐκεῖνοι αὐτῷ ἐχαρίζοντο· τί ἐρεῖς πρὸς τοῦτον; Ἄλλως δὲ διὰ τοῦτο μετὰ τὴν ἀνάστασιν προσῆλθε, καὶ οὐκ εὐθέως, ἵνα σαφέστερος αὐτοῦ δειχθῇ ὁ πόλεμος. Ὁ γὰρ οὕτω μαινόμενος, ὡς καὶ αἵματα ἐκχεῖν, καὶ εἰς δεσμωτήρια ἐμβάλλειν, ἀθρόον πιστεύει. Οὐκ ἤρκει τὸ μὴ συγγενέσθαι τῷ Χριστῷ, ἀλλ᾽ ἔδει καὶ πολεμηθῆναι σφοδρῶς ὑπ᾽ αὐτοῦ τοὺς πιστούς· οὐδεμίαν κατέλιπεν ὑπερβολὴν μανίας· πάντων σφοδρότερος οὗτος ἦν. Ἐπειδὴ δὲ ἐπηρώθη, τότε τῆς δεσποτείας αὐτοῦ τὰ τεκμήρια καὶ τῆς φιλανθρωπίας γνωρίζει· ἢ καὶ ἵνα μή τις εἴπῃ, ὅτι ὑπεκρίνατο. Πῶς γὰρ, ὁ αἱμάτων ἐπιθυμῶν, ὁ τοῖς ἱερεῦσι προσελθὼν, ὁ εἰς κινδύνους ἑαυτὸν ἐπιῤῥίπτων, καὶ τοὺς ἔξω ἐλαύνων καὶ τιμωρούμενος; Οὗτος οὖν μετὰ ταῦτα πάντα τὴν δεσποτείαν ὁμολογεῖ. Διὰ τί δὲ οὐκ ἔνδον ἐν τῇ πόλει περιηστράφθῃ τῷ φωτὶ, ἀλλὰ πρὸ αὐτῆς; Ὅτι οὐκ ἂν ἐπίστευσαν οἱ πολλοὶ, ἀλλὰ καὶ ἐχλεύασαν ἄν· ὅπου γε καὶ ἐκεῖ ἄνωθεν ἐνεχθείσης φωνῆς ἀκούοντες ἔλεγον, ὅτι Βροντή ἐστιν· οὗτος δὲ ἀξιόπιστος ἦν ἀπαγγέλλων μᾶλλον τὰ αὐτοῦ.