Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὰς Πράξεις τῶν Ἀποστόλων

Ἰωάννης ὁ Χρυσόστομος

Το Κήρυγμα στη Σαμάρεια και ο Αιθίοπας Ευνούχος (Ομιλία ΙΘ')

Περιγράφεται το κήρυγμα του Φιλίππου, η αντιπαράθεση με τον Σίμωνα τον Μάγο, ο έλεγχος του Πέτρου, καθώς και η βάπτιση του Αιθίοπα ευνούχου με έμφαση στη μελέτη των Γραφών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 6 από 21

ΟΜΙΛΙΑ ΙΘʹ. Ἄγγελος δὲ Κυρίου ἐλάλησε πρὸς Φίλιππον, λέγων· Ἀνάστηθι καὶ πορεύου πρὸς μεσημβρίαν ἐπὶ τὴν ὁδὸν τὴν καταβαίνουσαν ἀπὸ Ἱερουσαλὴμ εἰς Γάζαν· αὕτη ἐστὶν ἔρημος. Καὶ ἀναστὰς ἐπορεύθη. αʹ. Ἐμοὶ δοκεῖ ταῦτα ὢν ἐν Σαμαρείᾳ προστάττεσθαι, ὅτι ἀπὸ Ἱεροσολύμων οὐ πρὸς μεσημβρίαν τις ἄπεισιν, ἀλλὰ πρὸς ἄρκτον· ἀπὸ δὲ Σαμαρείας πρὸς μεσημβρίαν.

Αὕτη ἐστὶν ἔρημος. Τοῦτο λέγει, ὥστε μὴ φοβηθῆναι τῶν Ἰουδαίων τὴν ἐπιστασίαν. Καὶ οὐκ ἠρώτησε, διὰ τί; ἀλλ᾽ ἀναστὰς ἐπορεύθη. Καὶ ἰδοὺ, φησὶν, ἀνὴρ Αἰθίοψ εὐνοῦχος, δυνάστης Κανδάκης τῆς βασιλίσσης Αἰθιόπων, ὃς ἦν ἐπὶ πάσης τῆς γάζης αὐτῆς, ὃς ἐληλύθει προσκυνήσων εἰς Ἱερουσαλήμ.

Ἦν δὲ ὑποστρέφων καὶ καθήμενος ἐπὶ τοῦ ἅρματος αὐτοῦ, καὶ ἀνεγίνωσκε τὸν προφήτην Ἡσαΐαν. Μεγάλα ἐγκώμια τὰ περὶ τούτου εἰρημένα· εἴ γε καὶ ἐν Αἰθιοπίᾳ μένων, καὶ τοσούτοις κυκλούμενος πράγμασι, καὶ ἑορτῆς οὐκ οὔσης, καὶ ἐν τῇ δεισιδαίμονι πόλει ὢν, ἤρχετο προσκυνήσων εἰς Ἱερουσαλήμ.

Πολλή τε ἡ σπουδὴ, ὅτι καὶ καθήμενος ἐπὶ τοῦ ὀχήματος ἀνεγίνωσκεν. Εἶπε δὲ τὸ Πνεῦμα τῷ Φιλίππῳ· Πρόσελθε καὶ κολλήθητι τῷ ἅρματι τούτῳ. Προσδραμὼν δὲ ὁ Φίλιππος, ἤκουσεν αὐτοῦ ἀναγινώσκοντος Ἡσαΐαν τὸν προφήτην, καὶ εἶπεν· Ἆρά γε γινώσκεις, ἃ ἀναγινώσκεις; Ὁ δὲ εἶπε· Πῶς γὰρ ἂν δυναίμην, ἐὰν μήτις ὁδηγήσῃ με. Ὅρα πάλιν ἄλλην εὐλάβειαν. Τίνα ταύτην; Ὅτι οὐκ εἰδὼς ἀνεγίνωσκεν, εἶτα μετὰ τὸ ἀναγνῶναι ἐξετάζει. Παρεκάλεσε δὲ τὸν Φίλιππον ἀναβάντα καθίσαι σὺν αὐτῷ. Ἡ δὲ περιοχὴ τῆς Γραφῆς, ἣν ἀνεγίνωσκεν, ἦν αὕτη· Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος· οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ. Ἐν τῇ ταπεινώσει αὐτοῦ ἡ κρίσις αὐτοῦ ἤρθη. Τὴν δὲ γενεὰν αὐτοῦ τίς διηγήσεται; ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ. Ἀποκριθεὶς δὲ ὁ εὐνοῦχος τῷ Φιλίππῳ εἶπε· Δέομαί σου, περὶ τίνος ὁ προφήτης τοῦτο λέγει; περὶ ἑαυτοῦ, ἢ περὶ ἑτέρου τινός; Ἀνοίξας δὲ ὁ Φίλιππος τὸ στόμα αὐτοῦ, καὶ ἀρξάμενος ἀπὸ τῆς Γραφῆς ταύτης, εὐηγγελίσατο αὐτῷ τὸν Ἰησοῦν. Ὁρᾷς, πῶς οἰκονομεῖται τὰ κατ᾽ αὐτόν; Πρότερον ἀναγινώσκει καὶ ἀγνοεῖ· εἶτα ἀναγινώσκει αὐτὴν τὴν περιοχὴν, ἔνθα ἦν τὸ πάθος, καὶ ἡ ἀνάστασις καὶ ἡ δωρεά. Ὡς δὲ ἐπορεύοντο κατὰ τὴν ὁδὸν, ἦλθον ἐπί τι ὕδωρ· καί φησιν ὁ εὐνοῦχος· Ἰδοὺ ὕδωρ, τί κωλύει με βαπτισθῆναι; Εἶδες προθυμίαν; εἶδες ἀκρίβειαν;

Ἐκέλευσέ τε στῆναι τὸ ἅρμα, καὶ κατέβησαν εἰς τὸ ὕδωρ ἀμφότεροι, ὅ τε Φίλιππος καὶ ὁ εὐνοῦχος, καὶ ἐβάπτισεν αὐτόν. Ὅτε δὲ ἀνέβησαν ἀπὸ τοῦ ὕδατος, Πνεῦμα Κυρίου ἥρπασε τὸν Φίλιππον, καὶ οὐκ εἶδεν αὐτὸν οὐκ ἔτι ὁ εὐνοῦχος.

Ἐπορεύετο γὰρ τὴν ὁδὸν αὐτοῦ χαίρων. Διὰ τί, φησὶν, ἦρεν αὐτὸν Πνεῦμα Κυρίου; Διότι ἔμελλε καὶ ἄλλας πόλεις διελθεῖν καὶ εὐαγγελίσασθαι. Ὥστε οὖν ὕστερον αὐτὸν θαυμασθῆναι τοῦτο ἐγένετο, ὥστε μὴ ἀνθρώπινον τὸ περὶ αὐτὸν, ἀλλὰ θεῖον νομίσαι. Φίλιππος δὲ εὑρέθη εἰς Ἄζωτον, καὶ διερχόμενος εὐηγγελίσατο τὰς πόλεις πάσας, ἕως τοῦ ἐλθεῖν αὐτὸν εἰς Καισάρειαν. Καὶ ἐκ τούτου δῆλον ὡς οὗτος τῶν ἑπτά ἐστι· καὶ γὰρ καὶ ὕστερον ἐκεῖ εὑρίσκεται ἐν Καισαρείᾳ. Συμφερόντως οὖν ἥρπασεν αὐτὸν τὸ Πνεῦμα, ἐπεὶ ἠξίωσεν ἂν καὶ συναπελθεῖν αὐτῷ ὁ εὐνοῦχος· ὃν καὶ ἐλύπησεν ἂν ἐκεῖνος, ἀνανεύσας καὶ ἀρνησάμενος, οὐδέπω καιροῦ ὄντος. Εἶδες ἀγγέλους συναντιλαμβανομένους τῷ κηρύγματι, καὶ αὐτοὺς μὲν οὐ κηρύττοντας, τούτους δὲ καλοῦντας; Τὸ δὲ θαυμαστὸν καὶ ἐντεῦθεν δείκνυται· ὅπερ γὰρ πάλαι σπάνιον ἦν καὶ μόλις ἐγίνετο, τοῦτο ἐνταῦθα μετὰ πολλῆς γίνεται ἀφθονίας. Ἄλλως δὲ καὶ προαναφώνησίς τις τὸ γεγονὸς ἦν τοῦ τῶν ἀλλοφύλων κρατῆσαι αὐτούς. Καὶ γὰρ τὸ τῶν πιστευόντων ἀξιόπιστον, ἱκανὸν τοὺς μανθάνοντας πεῖσαι πρὸς τὸν ἴσον καὶ αὐτοὺς ζῆλον διαναστῆναι. Διὰ τοῦτο γοῦν καὶ ἐπορεύετο χαίρων, ὥστε εἰ ἠπίστατο, οὐκ ἂν ἥσθη. Τί δαὶ ἐκώλυε, φησὶ, πάντα αὐτὸν ἀκριβῶς μαθεῖν καὶ ἐν τῷ ὀχήματι ὄντα, καὶ μάλιστα ἐν ἐρήμῳ; Ὅτι οὐκ ἦν τὸ πρᾶγμα ἐπίδειξις. Ἀλλ᾽ ἴδωμεν ἄνωθεν τὰ ἀνεγνωσμένα.

Καὶ ἰδοὺ ἀνὴρ Αἰθίοψ εὐνοῦχος, φησὶ, δυνάστης τῆς βασιλίσσης Αἰθιόπων Κανδάκης. Ἐκ τούτου δῆλον, ὡς ὑπὸ ταύτης ἤρχοντο. Καὶ γὰρ γυναῖκες ἐκράτουν τὸ παλαιὸν, καὶ οὗτος ἦν νόμος παρ᾽ αὐτοῖς. Οὕτως οὐκ ᾔδει Φίλιππος, τίνος ἕνεκεν παρεγένετο εἰς τὴν ἔρημον, ὅτι καὶ οὐκέτι ἄγγελος, ἀλλὰ τὸ Πνεῦμα αὐτὸν ἁρπάζει. Οὐδὲν δὲ τούτων οὔτε ὁρᾷ ὁ εὐνοῦχος, ἀτελὴς ἔτι ὢν, ἢ ὅτι καὶ ταῦτα οὐ τοῖς σωματικωτέροις, ἀλλὰ τοῖς πνευματικωτέροις ἐστὶν, οὔτε μὴν, ἃ Φίλιππος ἐκδιδάσκεται, μανθάνει. Καὶ διὰ τί μὴ ἐκείνῳ φαίνεται ὁ ἄγγελος, καὶ ἄγει αὐτὸν πρὸς Φίλιππον; Ὅτι ἴσως οὐκ ἂν ἐπείσθη, ἀλλὰ καὶ ἐξεπλάγη μᾶλλον. Ὅρα τὴν τοῦ Φιλίππου φιλοσοφίαν· οὐ κατηγόρησεν, οὐκ εἶπεν· Ἀγνοεῖς, ἐγώ σε διδάξω· οὐκ εἶπεν· Ἐγὼ ταῦτα ἀκριβῶς οἶδα· οὐκ ἐκολάκευσε, καὶ εἶπεν αὐτῷ· Μακάριος εἶ ἀναγινώσκων. Οὕτως ἦν καὶ θρασύτητος ἐκτὸς καὶ κολακείας τὸ ῥῆμα, καὶ μᾶλλον κηδεμονικοῦ καὶ φιλανθρώπου. Ἔδει γὰρ αὐτὸν αἰτῆσαι, ἔδει αὐτὸν ποθῆσαι. Ἐμφαίνοντος δέ ἐστιν, ὡς οἶδεν, ὅτι οὐδὲν ᾔδει ἐκεῖνος, τῷ εἰπεῖν· Ἆρά γε γινώσκεις, ἃ ἀναγινώσκεις; καὶ ἅμα δεικνύντος πολὺν τὸν θησαυρὸν ἐγκείμενον.

βʹ. Ἀλλ᾽ ὅρα, πῶς συνετῶς καὶ ὁ εὐνοῦχος ἀπολογεῖται. Πῶς γὰρ ἂν, φησὶ, δυναίμην, ἐὰν μή τις ὁδηγήσῃ με; Οὐκ εἶδεν εἰς τὸ σχῆμα, οὐκ εἶπε· Σὺ τίς εἶ; οὐκ ἐμέμψατο, οὐκ ἀλαζονεύεται, οὐ λέγει εἰδέναι, ἀλλ᾽ ὁμολογεῖ ἀγνοεῖν· διὸ καὶ μανθάνει. Ἐπιδεικνύει τὸ τραῦμα τῷ ἰατρῷ· συνεῖδεν, ὅτι καὶ οἶδε ταῦτα, καὶ βούλεται διδάξαι. Εἶδε τὸ ἄτυφον· οὐδὲ γὰρ λαμπρὸν ἐπεφέρετο σχῆμα. Οὕτως ἦν φιλήκοος καὶ τοῖς λόγοις προσεῖχεν, ὅτι καὶ τὸ, Ὁ ζητῶν εὑρίσκει, ἐπ᾽ αὐτοῦ ἐπληροῦτο. Παρεκάλεσε δὲ, φησὶ, τὸν Φίλιππον ἀναβάντα καθίσαι σὺν αὐτῷ. Εἶδες τὴν σπουδήν; εἶδες τὸν πόθον; Παρακαλεῖ ἀναβάντα συγκαθίσαι αὐτῷ· οὕτως οὐκ ᾔδει, τί ἔμελλεν αὐτῷ ἐρεῖν, ἀλλ᾽ ἐνόμιζεν ἁπλῶς προφητείαν τινὰ ἀκούσεσθαι. Καὶ αὕτη δὲ μείζων τιμὴ, τὸ μὴ ἁπλῶς ἀναγαγεῖν, ἀλλὰ παρακαλέσαντα.

Προσδραμὼν δὲ ὁ Φίλιππος, ἤκουσεν αὐτοῦ ἀναγινώσκοντος. Καὶ ὁ δρόμος σημεῖον βουλομένου εἰπεῖν, καὶ ἡ ἀνάγνωσις σπουδῆς. Ἐν τοιούτῳ γὰρ ἀνεγίνωσκε καιρῷ, ἐν ᾧ σφοδρότερον ποιεῖ τὸ καῦμα ὁ ἥλιος. Ἡ δὲ περιοχὴ ἦν αὕτη· Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη. Καὶ τοῦτο αὐτοῦ δεῖγμα τῆς φιλομαθείας, τὸ τὸν προφήτην τοῦτον μετὰ χεῖρας ἔχειν τῶν ἄλλων ὄντα ὑψηλότερον. Διὸ καὶ οὐ μετὰ σφοδρότητος αὐτῷ διηγεῖται, ἀλλ᾽ ἡμέρως· μᾶλλον δὲ οὐδὲ οὕτω φθέγγεται πρότερον, ἕως ὅτε ἠρωτήθη, ἕως ἐκεῖνος παρεκάλεσεν· ὥσπερ τὸ αὐτὸ πάλιν ποιῶν, φησί· Δέομαί σου, περὶ τίνος ὁ προφήτης λέγει τοῦτο;

Ἐμοὶ δοκεῖ, ὅτι οὐκ ᾔδει, ὡς περὶ ἄλλων λέγουσιν οἱ προφῆται· ἢ εἰ μὴ τοῦτο, ὅτι περὶ ἑαυτῶν διαλέγονται ἐν ἑτέρῳ προσώπῳ, ἠγνόει. Αἰσχυνθῶμεν καὶ πένητες καὶ πλουτοῦντες ἐκεῖνον τὸν ταμίαν. Εἶτα ἦλθον ἐπί τι ὕδωρ, καί φησιν· Ἰδοὺ ὕδωρ. Σφόδρα ψυχῆς τοῦτο ἐκκαιομένης. Τί κωλύει με βαπτισθῆναι;

Ὁρᾷς αὐτοῦ τὴν ἐπιθυμίαν; Οὐ λέγει, Βάπτισόν με, οὔτε σιωπᾷ· ἀλλὰ μέσον τι καὶ τῆς ἐπιθυμίας καὶ τῆς εὐλαβείας φθέγγεται, λέγων· Τί κωλύει με βαπτισθῆναι; Ὅρα, πῶς τὰ δόγματα ἀπηρτισμένα εἶχε· καὶ γὰρ ὁ προφήτης πάντα περιεῖχε, τὴν σάρκωσιν, τὸ πάθος, τὴν ἀνάστασιν, τὴν ἀνάληψιν, τὴν κρίσιν τὴν μέλλουσαν· ἃ δὴ καὶ πολλὴν τὴν ἐπιθυμίαν αὐτῷ μάλιστα ἐνεποίησαν. Αἰσχύνθητε ὅσοι ἀφώτιστοι τυγχάνετε.

Καὶ ἐκέλευσε, φησὶ, στῆναι τὸ ἅρμα. Ἅμα εἶπε καὶ ἐπέταξε, πρὶν ἢ ἀκούσῃ. Ὡς δὲ ἀνέβησαν ἀπὸ τοῦ ὕδατος, Πνεῦμα Κυρίου ἥρπασε τὸν Φίλιππον. Καλῶς, ἵνα θεῖον δειχθῇ τὸ γινόμενον, καὶ ἵνα μὴ νομίσῃ, ὅτι ἄνθρωπός ἐστιν ἁπλῶς. Καὶ ἐπορεύετο, φησὶ, τὴν ὁδὸν αὐτοῦ χαίρων. Τοῦτο εἶπε, δεικνὺς, ὅτι ἐλυπήθη ἂν, εἰ ἔγνω· οὕτως ὑπὸ τῆς πολλῆς χαρᾶς, καίτοι Πνεύματος καταξιωθεὶς, οὐδὲ ἑώρα τὰ παρόντα. Καὶ εὑρέθη, φησὶν, εἰς Ἄζωτον.

Μέγα ἐντεῦθεν καὶ ὁ Φίλιππος ἐκέρδανεν. Ὅπερ γὰρ ἤκουσε περὶ τῶν προφητῶν, περὶ Ἀμβακοὺμ, περὶ Ἰεζεκιὴλ καὶ τῶν ἄλλων, εἶδεν ἐπ᾽ αὐτοῦ γενόμενον, ὃς ἐν ἀκαρεῖ δείκνυται πολλὴν ὁδὸν ἀπελθὼν, εἴ γε ἐν Ἀζώτῳ εὑρέθη, καὶ ἐκεῖ λοιπὸν ἵσταται, ἔνθα αὐτὸν καὶ εὐαγγελίσασθαι ἔδει. Σαῦλος δὲ ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς τοῦ Κυρίου, προσελθὼν τῷ ἀρχιερεῖ, ᾐτήσατο παρ᾽ αὐτοῦ ἐπιστολὰς εἰς Δαμασκὸν πρὸς τὰς συναγωγὰς, ὅπως, ἄν τινας εὕρῃ τῆς ὁδοῦ ὄντας ἄνδρας τε καὶ γυναῖκας, δεδεμένους ἀγάγῃ εἰς Ἱερουσαλήμ. Εὐκαίρως παρενέβαλε τὰ περὶ τοῦ ζήλου τοῦ Παύλου, ἵνα δείξῃ, ὅτι ἐν μέσῳ τῷ ζήλῳ ἕλκεται. Οὐδέπω γὰρ κορεσθεὶς τῷ φόνῳ Στεφάνου, οὐδὲ ἐμπλησθεὶς τῷ διωγμῷ τῆς Ἐκκλησίας καὶ τῇ διασπορᾷ, πρόσεισι τῷ ἀρχιερεῖ. Ἐνταῦθα πληροῦται τὸ παρὰ τοῦ Χριστοῦ πρὸς τοὺς μαθητὰς εἰρημένον, ὅτι Ἔρχεται ὥρα, ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ. Οὗτος μὲν οὖν οὕτως ἐποίει, οὐχ ὡς Ἰουδαῖοι· μὴ γένοιτο. Ὅτι γὰρ ζήλῳ ἐποίει, δῆλον ἐκ τοῦ καὶ εἰς τὰς ἔξω πόλεις ἀπιέναι.

Ἐκεῖνοι δὲ οὔτε κἂν τῶν ἐν Ἱεροσολύμοις ἐφρόντισαν, ἀλλ᾽ ἑνὸς ἐγένοντο μόνου, τοῦ τιμῆς ἀπολαύειν. Διὰ τί δὲ εἰς Δαμασκὸν ἐπορεύετο; Μεγάλη ἡ πόλις ἦν, βασιλικὴ ἦν· ἐφοβεῖτο, μὴ καὶ ἐκείνη προκαταληφθῇ. Καὶ ὅρα τὸν πόθον καὶ τὴν σφοδρότητα, πῶς νομικῶς ἔπραττεν.

Οὐ προσέρχεται ἄρχοντι, ἀλλὰ τῷ ἀρχιερεῖ. Αἰτεῖ ἐπιστολὰς παρ᾽ αὐτοῦ, ὅπως, ἄν τινας εὕρῃ τῆς ὁδοῦ ὄντας. Ὁδὸν τοὺς πιστεύοντας καλεῖ, οἳ παρὰ πᾶσιν οὕτως ὠνομάζοντο τότε, ἴσως διὰ τὸ τὴν ὁδὸν τέμνειν τὴν εἰς οὐρανὸν φέρουσαν. Διὰ τί δὲ μὴ ἔλαβεν ἐξουσίαν ἐκεῖ τιμωρήσασθαι αὐτοὺς, ἀλλ᾽ εἰς Ἱεροσόλυμα ἄγει; Ὥστε μετὰ πλείονος τῆς ἐξουσίας ἐνταῦθα τὰ τῆς τιμωρίας ποιῆσαι. Καὶ ὅρα, οἵῳ κινδύνῳ ἐπιῤῥίπτων ἑαυτὸν, ὅμως καὶ οὕτω φοβεῖται, μή τι πάθῃ κακόν. Διὰ τοῦτο γοῦν καὶ ἄλλους λαμβάνει μεθ᾽ ἑαυτοῦ, τὸν φόβον τάχα ὑποτεμνόμενος· ἢ καὶ ἐπεὶ κατὰ πολλῶν ἀπῄει, πολλοὺς λαμβάνει, ὅπως θαρσαλεώτερον, Οὓς ἂν εὕρῃ ἄνδρας τε καὶ γυναῖκας, δεδεμένους ἀγάγῃ ἐν Ἱερουσαλήμ. Ἄλλως τε καὶ διὰ τῆς ὁδοῦ πᾶσιν αὐτοῖς δεῖξαι ἐβούλετο αὐτοῦ τὸ πᾶν ὄν· οὕτως ἐκεῖνοι οὐκ ἐσπούδαζον τοῦτο. Καὶ ὅρα αὐτὸν εἰς φυλακὴν ἐμβάλλοντα καὶ πρὸ τούτου.

Ἐκεῖνοι μὲν οὖν οὐκ ἴσχυσαν, οὗτος δὲ ἴσχυσεν ἀπὸ τῆς προθυμίας. Ἐν δὲ τῷ πορεύεσθαι ἐγένετο αὐτὸν ἐγγίζειν τῇ Δαμασκῷ· καὶ ἐξαίφνης περιήστραψεν αὐτὸν φῶς ἀπὸ τοῦ οὐρανοῦ, καὶ πεσὼν ἐπὶ τὴν γῆν, ἤκουσε φωνῆς λεγούσης αὐτῷ· Σαοὺλ, Σαοὺλ, τί με διώκεις;

γʹ. Διὰ τί μὴ ἐν Ἱεροσολύμοις, διὰ τί μὴ γέγονεν ἐν Δαμασκῷ; Ὥστε μὴ ἐξεῖναι ἄλλους ἄλλως αὐτὸ διηγήσασθαι, ἀλλ᾽ αὐτὸς ἀξιόπιστος ᾖ διηγούμενος ὁ διὰ τοῦτο ἀπιών. Τοῦτο γοῦν λέγει, καὶ πρὸς Ἀγρίππαν ἀπολογούμενος. Πάσχει δὲ καὶ τὰς ὄψεις, διότι ἡ ὑπερβολὴ τοῦ φωτὸς πλήττειν εἴωθε· μέτρα γὰρ ἔχουσιν οἱ ὀφθαλμοί. Λέγεται δὲ καὶ φωνῆς ὑπερβολὴ κωφοὺς ποιεῖν καὶ ἀποπλῆγας. Ἀλλὰ τοῦτον μόνον ἐπήρωσε, καὶ ἔσβεσεν αὐτοῦ τὸν θυμὸν τῷ φόβῳ, ὥστε αὐτὸν ἀκοῦσαι τὰ λεγόμενα. Σαοὺλ, Σαοὺλ, φησὶ, τί με διώκεις; Οὐ λέγει αὐτῷ, Πίστευσον, οὐδὲ ἄλλο τι τοιοῦτον οὐδὲν, ἀλλ᾽ ἐγκαλεῖ. Μονονουχὶ γὰρ τοῦτό φησι, δι᾽ ὧν ἐγκαλεῖ· Τί παρ᾽ ἐμοῦ μέγα ἢ μικρὸν ἠδικημένος ταῦτα ποιεῖς; Εἶπε δέ· Τίς εἶ, Κύριε;

Τέως ὡμολόγησεν ἑαυτὸν δοῦλον. Ὁ δὲ Κύριος εἶπεν· Ἐγώ εἰμι Ἰησοῦς, ὃν σὺ διώκεις. Ὡσεὶ ἔλεγε· Μὴ νομίσῃς πρὸς ἀνθρώπους εἶναί σοι τὸν πόλεμον. Οἱ δὲ συνόντες αὐτῷ, τὴν φωνὴν μὲν τοῦ Παύλου ἤκουσαν, οὐδένα δὲ ἐθεώρουν, πρὸς ὃν ἀπεκρίνατο. Εἰκότως· τῶν γὰρ ἐλαττόνων αὐτοὺς ἐποίησεν ἀκροατάς. Εἰ γὰρ τῆς φωνῆς ἤκουσαν ἐκείνης, κἂν ἠπίστησαν· τὸν δὲ Παῦλον ὁρῶντες ἀποκρινόμενον, ἐθαύμαζον. Ἀλλὰ Ἀνάστηθι, καὶ εἴσελθε εἰς τὴν πόλιν, καὶ λαληθήσεταί σοι, τί σε δεῖ ποιεῖν. Ὅρα, πῶς οὐκ εὐθέως πάντα αὐτῷ ἀποκαλύπτει, ἀλλὰ μόνον προμαλάττει αὐτοῦ τὴν διάνοιαν, καὶ δι᾽ ὧν παρακελεύεται ποιεῖν αὐτὸν, παραχρῆμα δίδωσιν αὐτῷ χρηστὰς ἐλπίδας, καὶ ὅτι ἀναβλέψει. Οἱ δὲ ἄνδρες οἱ συνοδεύοντες αὐτῷ, εἱστήκεισαν ἐννεοὶ, ἀκούοντες μὲν τῆς φωνῆς, μηδένα δὲ θεωροῦντες. Ἠγέρθη δὲ ὁ Σαῦλος ἀπὸ τῆς γῆς, ἀνεῳγμένων τε τῶν ὀφθαλμῶν αὐτοῦ, οὐδένα ἔβλεπε. Χειραγωγοῦντες δὲ αὐτὸν εἰσήγαγον εἰς Δαμασκόν. Τὸ λάφυρον τοῦ διαβόλου, τὰ σκεύη αὐτοῦ, καθάπερ πόλεώς τινος ἢ μητροπόλεως ληφθείσης, εἰσάγουσι. Καὶ τὸ δὴ θαυμαστὸν, αὐτοὶ οἱ πολέμιοι καὶ ἐχθροὶ εἰσήγαγον αὐτὸν, πάντων ὁρώντων. Καὶ ἦν ἡμέρας τρεῖς μὴ βλέπων, καὶ οὐκ ἔφαγεν οὐδὲ ἔπιε.

Τί τούτου ἴσον γένοιτ᾽ ἄν; Ἀντίῤῥοπος τῆς ἐπὶ Στεφάνου ἀθυμίας παράκλησις ἡ Παύλου προσαγωγὴ γίνεται, ἔχουσα μὲν καὶ αὐτόθεν παραμυθίαν, τὸ οὕτως αὐτὸν ἀπελθεῖν, λαβοῦσα δὲ καὶ ταύτην, καὶ αἱ Σαμαρειτῶν δὲ κῶμαι προσαχθεῖσαι, μεγίστην παρέσχον παράκλησιν.

Καὶ διὰ τί, φησὶ, μὴ ἐξ ἀρχῆς τοῦτο γέγονεν, ἀλλὰ μετὰ ταῦτα; Ἵνα δειχθῇ, ὅτι ὄντως ἀνέστη ὁ Χριστός. Ὁ γὰρ ἐλαύνων αὐτὸν, καὶ ἀπιστῶν αὐτοῦ τῇ τελευτῇ καὶ τῇ ἀναστάσει, καὶ τοὺς μαθητὰς αὐτοῦ διώκων, οὗτος πόθεν, εἰπέ μοι, ἂν ἐπίστευσεν, εἰ μὴ πολλὴ ἦν τοῦ σταυρωθέντος ἡ ἰσχύς; Ἔστω, ἐκεῖνοι αὐτῷ ἐχαρίζοντο· τί ἐρεῖς πρὸς τοῦτον; Ἄλλως δὲ διὰ τοῦτο μετὰ τὴν ἀνάστασιν προσῆλθε, καὶ οὐκ εὐθέως, ἵνα σαφέστερος αὐτοῦ δειχθῇ ὁ πόλεμος. Ὁ γὰρ οὕτω μαινόμενος, ὡς καὶ αἵματα ἐκχεῖν, καὶ εἰς δεσμωτήρια ἐμβάλλειν, ἀθρόον πιστεύει. Οὐκ ἤρκει τὸ μὴ συγγενέσθαι τῷ Χριστῷ, ἀλλ᾽ ἔδει καὶ πολεμηθῆναι σφοδρῶς ὑπ᾽ αὐτοῦ τοὺς πιστούς· οὐδεμίαν κατέλιπεν ὑπερβολὴν μανίας· πάντων σφοδρότερος οὗτος ἦν. Ἐπειδὴ δὲ ἐπηρώθη, τότε τῆς δεσποτείας αὐτοῦ τὰ τεκμήρια καὶ τῆς φιλανθρωπίας γνωρίζει· ἢ καὶ ἵνα μή τις εἴπῃ, ὅτι ὑπεκρίνατο. Πῶς γὰρ, ὁ αἱμάτων ἐπιθυμῶν, ὁ τοῖς ἱερεῦσι προσελθὼν, ὁ εἰς κινδύνους ἑαυτὸν ἐπιῤῥίπτων, καὶ τοὺς ἔξω ἐλαύνων καὶ τιμωρούμενος; Οὗτος οὖν μετὰ ταῦτα πάντα τὴν δεσποτείαν ὁμολογεῖ. Διὰ τί δὲ οὐκ ἔνδον ἐν τῇ πόλει περιηστράφθῃ τῷ φωτὶ, ἀλλὰ πρὸ αὐτῆς; Ὅτι οὐκ ἂν ἐπίστευσαν οἱ πολλοὶ, ἀλλὰ καὶ ἐχλεύασαν ἄν· ὅπου γε καὶ ἐκεῖ ἄνωθεν ἐνεχθείσης φωνῆς ἀκούοντες ἔλεγον, ὅτι Βροντή ἐστιν· οὗτος δὲ ἀξιόπιστος ἦν ἀπαγγέλλων μᾶλλον τὰ αὐτοῦ.

Καὶ δεδεμένος εἰσήγετο, οὐ περικειμένων αὐτῷ δεσμῶν, καὶ εἷλκον αὐτὸν τὸν προσδοκήσαντα τοὺς ἄλλους ἕλξειν.

Τίνος δὲ ἕνεκεν οὐκ ἔφαγεν, οὐδὲ ἔπιε; Κατεγίνωσκεν ἑαυτοῦ ἐπὶ τοῖς γινομένοις, ἐξωμολογεῖτο, ηὔχετο, παρεκάλει τὸν Θεόν. Εἰ δὲ λέγοι τις, ἀνάγκης εἶναι τὸ πρᾶγμα (καὶ γὰρ ὁ Ἐλύμας τὸ αὐτὸ ἔπαθεν), ἐροῦμεν· Ναὶ ἔπαθεν, ἀλλ᾽ ἔμεινεν ὡς εἶχε. Πῶς οὖν οὐκ ἠναγκάσθη; Καὶ τί ἀναγκαστικώτερον τοῦ σεισμοῦ τοῦ ἐπὶ τῆς ἀναστάσεως, τῶν στρατιωτῶν τῶν ἀπαγγειλάντων, τῶν σημείων τῶν ἄλλων, τοῦ ἰδεῖν αὐτὸν ἀναστάντα; Ἀλλ᾽ οὐκ ἔστι ταῦτα ἀναγκαστικὰ, ἀλλὰ διδακτικά. Ἰουδαῖοι διὰ τί οὐκ ἐπίστευσαν ταῦτα ἀκούοντες; Ὅτι ἠλήθευε δῆλον ἦν. Οὐ γὰρ ἂν μετέθετο, μὴ γενομένου τούτου· ὥστε πάντας πιστεῦσαι ἔδει. Τῶν τὴν ἀνάστασιν αὐτοῦ κηρυττόντων οὐχ ἥττων ἦν, μᾶλλον δὲ καὶ ἀξιοπιστότερος, ἀθρόον μεταβεβλημένος.

Οὐ συνεγένετό τινι τῶν πιστῶν, ἀλλ᾽ ἐν Δαμασκῷ μετεβάλετο, μᾶλλον δὲ πρὸ τῆς Δαμασκοῦ τοῦτο ἔπαθεν. Ἐρωτῶ τὸν Ἰουδαῖον· Πόθεν, εἰπέ μοι, μετεβλήθη Παῦλος; Τοσαῦτα σημεῖα εἶδε, καὶ οὐ μετεβλήθη· ὁ διδάσκαλος αὐτοῦ μετεβλήθη, καὶ οὗτος οὐ μετεβλήθη· τίς ἔπεισεν αὐτόν; μᾶλλον δὲ τίς ἀθρόον τοσαύτην ἐνέβαλεν αὐτῷ προθυμίαν, ὡς καὶ ἀνάθεμα εὔξασθαι γενέσθαι ὑπὲρ τοῦ Χριστοῦ; Φανερά ἐστιν ἡ τῶν πραγμάτων ἀλήθεια. Ἀλλ᾽ ὅπερ ἔφην, τέως τὸν εὐνοῦχον αἰσχυνθῶμεν, καὶ φωτιζόμενον καὶ ἀναγινώσκοντα.

Ὁρᾶτε, πῶς ἦν ἐν δυναστείᾳ, πῶς ἦν ἐν πλούτῳ, καὶ οὐδὲ ἐν ὁδῷ ἡσύχαζε; Τίς ἦν ἄρα οὗτος μένων ἐπ᾽ οἰκίας, μηδὲ ἐν ὁδοῖς ἀνεχόμενος σχολάζειν; τίς ἦν οὗτος ἐν νυκτί; δʹ. Ὅσοι ἐν ἀξιώμασίν ἐστε, ἀκούσατε, καὶ τὸ ἄτυφον καὶ εὐλαβὲς μιμήσασθε. Καίτοι μέλλων ἀπιέναι οἴκαδε, οὐκ εἶπε πρὸς ἑαυτόν· Ἀπέρχομαι εἰς τὴν πατρίδα, ἐκεῖ λαμβάνω τὸ λουτρὸν, τὰ ψυχρὰ ῥήματα τῶν πολλῶν. Οὐκ ἐδεήθη σημείων, οὐκ ἐδεήθη θαυμάτων· ἀπὸ τοῦ προφήτου μόνον ἐπίστευσε. Διὰ ταῦτα πενθεῖ ἑαυτὸν ὁ Παῦλος, λέγων· Ἀλλὰ διὰ τοῦτο ἠλεήθην, ὅτι ἀγνοῶν ἐποίησα ἐν ἀπιστίᾳ, καὶ ἵνα ἐν ἐμοὶ πρώτῳ ἐνδείξηται Ἰησοῦς Χριστὸς τὴν πᾶσαν μακροθυμίαν. Ἄξιον ὄντως θαυμάσαι τὸν εὐνοῦχον τοῦτον. Οὐκ εἶδε τὸν Χριστὸν, οὐκ εἶδε σημεῖον· ἔτι τὰ Ἱεροσόλυμα συνεστῶτα ἑώρα, καὶ ἐπίστευε τῷ Φιλίππῳ.

Πόθεν οὖν τοιοῦτος γεγένηται; Μεμεριμνημένη ἦν ἡ ψυχὴ αὐτοῦ, προσεῖχε Γραφαῖς, ἐσχόλαζεν ἀναγνώσεσι. Καίτοι καὶ ὁ λῃστὴς εἶδε σημεῖα, καὶ οἱ μάγοι εἶδον ἀστέρα· οὗτος δὲ οὐδὲν εἶδε τοιοῦτον, καὶ ἐπίστευε· τοσοῦτόν ἐστιν ἡ τῶν Γραφῶν ἀνάγνωσις ὠφέλιμος!

Τί οὖν Παῦλος; οὐχὶ τὸν νόμον ἐμελέτα; Ἀλλ᾽ ἐμοὶ δοκεῖ οὗτος ἐπίτηδες ἀναβληθῆναι, δι᾽ ἅπερ εἶπον προλαβὼν πανταχόθεν βουλομένου ἐπισπάσασθαι τοὺς Ἰουδαίους τοῦ Χριστοῦ. Εἰ γὰρ νοῦν εἶχον, οὐδὲν αὐτοὺς οὕτως ὠφέλει ὡς τοῦτο. Τοῦτο γὰρ, καὶ σημείων μᾶλλον, καὶ πάντων, ἱκανὸν ἦν αὐτοὺς ἐφελκύσασθαι· ὥσπερ οὖν οὐδὲν οὕτω σκανδαλίζειν εἴωθε τοὺς παχυτέρους.

Ὅρα γοῦν μετὰ τὴν διασπορὰν τῶν ἀποστόλων καὶ τὸν Θεὸν ποιοῦντα τὰ σημεῖα. Ἐνεκάλεσαν Ἰουδαῖοι τοῖς ἀποστόλοις, ἐνέβαλον εἰς δεσμωτήριον· λοιπὸν ὁ Θεὸς θαυματουργεῖ. Καὶ πῶς, ὅρα· Τὸ ἐξενεγκεῖν ἀπὸ τῆς φυλακῆς, αὐτοῦ σημεῖον ἦν· τὸ ἀγαγεῖν Φίλιππον, αὐτοῦ σημεῖον ἦν· τὸ Παῦλον προσαγαγέσθαι, αὐτοῦ σημεῖον ἦν· τὸ δεῖξαι Στεφάνῳ ἑαυτὸν, αὐτοῦ σημεῖον ἦν. Καὶ σκόπει, πῶς μὲν τιμᾶται Παῦλος, πῶς δὲ ὁ εὐνοῦχος.

Ἐνταῦθα καὶ ὁ Χριστὸς φαίνεται, ἴσως διὰ τὸ σκληρὸν, καὶ ὅτι οὐκ ἂν ἄλλως ἐπείσθη. Τούτοις ἐνστρεφόμενοι καὶ ἡμεῖς τοῖς θαύμασιν, ἀξίους ἑαυτοὺς παρασκευάσωμεν. Πολλοὶ νῦν οὐδὲ εἰς ἐκκλησίαν εἰσιόντες, οὐκ ἴσασι τὰ λεγόμενα· ὁ δὲ εὐνοῦχος, καὶ ἐπ᾽ ἀγορᾶς, καὶ ἐπὶ ὀχήματος φερόμενος, τῇ ἀναγνώσει τῶν Γραφῶν προσεῖχεν. Ἀλλ᾽ οὐχ ὑμεῖς· οὐδεὶς γὰρ ὑμῶν βιβλίον ἔχει μετὰ χεῖρας, ἀλλὰ πάντα μᾶλλον ἢ τὸ βιβλίον. Διὰ τί δὲ μὴ πρὸ τῶν Ἱεροσολύμων ὁρᾷ αὐτὸν, ἀλλὰ μετὰ ταῦτα; Οὐκ ἔδει αὐτὸν ἰδεῖν ἐλαυνομένους τοὺς ἀποστόλους, διὰ τὸ ἀσθενὲς ἔτι· οὐδὲ πρότερον οὕτως ἦν εὔκολον, ὡς ὅτε ὁ προφήτης αὐτὸν κατήχησεν. Οὕτω καὶ νῦν, εἴ τις ὑμῶν ἐθέλοι προσέχειν τοῖς προφήταις, οὐ δεήσεται σημείων· καὶ εἰ βούλεσθε, αὐτὴν τὴν προφητείαν ἴδωμεν τί φησιν. Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ἐν τῇ ταπεινώσει αὐτοῦ ἡ κρίσις αὐτοῦ ἤρθη. Ἐντεῦθεν ἔμαθεν, ὅτι ἐσταυρώθη, ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ. ὅτι ἁμαρτίαν οὐκ ἐποίησεν, ὅτι ἴσχυσε καὶ ἑτέρους σῶσαι, ὅτι ἡ γενεὰ αὐτοῦ ἀνεκδιήγητος, ὅτι πέτραι ἐῤῥάγησαν, ὅτι τὸ καταπέτασμα ἐσχίσθη, ὅτι νεκροὶ ἐκ τῶν μνημείων ἠγέρθησαν· μᾶλλον δὲ ταῦτα πάντα εἶπεν αὐτῷ ὁ Φίλιππος, μόνον ὑπόθεσιν λαβὼν ἀπὸ τοῦ προφήτου. Μέγα ὄντως ἡ τῶν Γραφῶν ἀνάγνωσις.

Οὕτως ἐκεῖνο ἐπληροῦτο τὸ παρὰ τοῦ Μωϋσέως εἰρημένον· Καθεζόμενος, καὶ κοιταζόμενος, καὶ διανιστάμενος, καὶ περιπατῶν, μέμνησο Κυρίου τοῦ Θεοῦ σου. Μάλιστα γὰρ αἱ ὁδοὶ, ὅταν ἔρημοι ὦσι, καὶ πρὸς τὰς ἐννοίας ἡμῖν καιρὸν διδόασιν, οὐδενὸς ὄντος τοῦ παρενοχλοῦντος. Καὶ οὗτος ἐν ὁδῷ πιστεύει, καὶ Παῦλος ἐν ὁδῷ· ἀλλὰ τοῦτον οὐδεὶς ἕλκει, ἀλλ᾽ ὁ Χριστός. Μεῖζον ἢ κατὰ τοὺς ἀποστόλους τοῦτο ἦν· τὸ δὲ μεῖζον, ὅτι τῶν ἀποστόλων ὄντων ἐν Ἱεροσολύμοις, καὶ οὐδενὸς ὄντος ἐκ τούτων ἐν Δαμασκῷ, ἐπανῄει ἐκεῖθεν πεισθείς· καὶ οἱ ἐν Δαμασκῷ ᾔδεσαν, ὅτι οὐκ ἀπὸ Ἱεροσολύμων ἦλθε πεπεισμένος· ἐπιστολὰς γὰρ ἔφερεν, ὥστε δῆσαι τοὺς πιστεύοντας. Καθάπερ ἰατρὸς ἄριστος, ἀκμάζοντος ἔτι τοῦ πυρετοῦ, τὸ βοήθημα αὐτῷ ἐπήγαγεν ὁ Χριστός· ἔδει γὰρ αὐτὸν μεταξὺ μαινόμενον κατασχεθῆναι. Τότε μάλιστα κατέπεσε, καὶ κατέγνω ἑαυτοῦ, ὡς δεινὰ τολμῶντος. Ἀλλὰ πάλιν καλὸν πρὸς ὑμᾶς τὸν λόγον ἐπαναλαβεῖν. Τίνος ἕνεκεν, εἰπέ μοι, αἱ Γραφαί; Τὸ γὰρ ὑμέτερον μέρος, πάντα ἀνῄρηται. Τίνος ἕνεκεν ἐκκλησία; Κατάχωσον τὰ βιβλία· τάχα οὐ τοιοῦτον κρῖμα, οὐ τοιαύτη κόλασις.

Εἴ τις καταχώσειεν αὐτὰ ἐν κόπρῳ, καὶ μὴ ἀκούοι αὐτῶν, οὐχ οὕτως αὐτὰ ὑβρίζει, ὡς νῦν. Τί γὰρ, εἰπέ μοι, τὸ ὑβριστικὸν ἐκεῖ; Ὅτι αὐτὰ κατέχωσε. Τί δαὶ ἐνταῦθα; Ὅτι οὐκ ἀκούομεν αὐτῶν. Εἰπέ μοι, τίς ποτε μάλιστα ὑβρίζεται; ὅταν σιωπῶντος μὴ ἀποκρίνηται, ἢ ὅταν λέγοντος; Πάντως ὅταν λέγοντος. Ὥστε μείζων ἡ ὕβρις νῦν, ὅταν καὶ φθεγγομένου μὴ ἀκούσῃς, μείζων ἡ καταφρόνησις. Μὴ λαλεῖτε ἡμῖν, φησὶ, πάλαι Ἰουδαῖοι τοῖς προφήταις ἔλεγον· ὑμεῖς δὲ χεῖρον ποιεῖτε, λέγοντες· Μὴ λαλεῖτε, οὐ ποιοῦμεν. Ἐκεῖνοι μὲν οὖν ἀπέστρεφον αὐτοὺς μηδὲ φθέγγεσθαι, ὡς ἀπὸ τῆς φωνῆς δεχόμενοί τινα εὐλαβείας ἀφορμήν· ὑμεῖς δὲ ἐκ πολλῆς καταφρονήσεως οὐδὲ τοῦτο ποιεῖτε. Πιστεύσατε, εἰ τὰ στόματα ἡμῖν ἐνεφράξατε, τὰς χεῖρας ἐπιθέντες, οὐκ ἦν τοσαύτη ἡ ὕβρις ὅση νῦν. Εἰπὲ γάρ μοι, ὁ ἀκούων καὶ μὴ πειθόμενος, μειζόνως καταφρονεῖ, ἢ ὁ μηδὲ ἀκούων;

εʹ. Ἀλλὰ φέρε ἐπὶ ὕβρεως τὸ πρᾶγμα ἐξετάσωμεν· Εἴ τις τὸν ὑβρίζοντα κατέχοι, καὶ ἐπιστομίζοι ὡς ἀλγῶν ταῖς ὕβρεσιν, ἕτερος δὲ μηδὲ φροντίζοι μηδὲ προσποιοῖτο, τίς μᾶλλον καταφρονεῖ; οὐχ οὗτος; Ἐκεῖνος μὲν γὰρ ἐμφαίνει, ὅτι πληγὴν δέχεται· οὗτος δὲ μονονουχὶ τὸ στόμα ἐμφράττει τοῦ Θεοῦ. Ἐφρίξατε τὸ ῥηθέν; Ἀλλ᾽ ἄκουε καὶ πῶς τοῦτο γίνεται. Τὸ στόμα, δι᾽ οὗ ὁ Θεὸς φθέγγεται, στόμα ἐστὶ τοῦ Θεοῦ.

Καθάπερ γὰρ τοῦτο τὸ στόμα τῆς ψυχῆς ἡμῶν ἐστι, καίτοι ψυχῆς οὐκ ἐχούσης στόμα· οὕτω καὶ τὸ στόμα τῶν προφητῶν στόμα ἐστὶ τοῦ Θεοῦ. Ἀκούσατε καὶ φρίξατε. Κοινὸς διάκονος, ἕστηκεν ὁ διάκονος μέγα βοῶν καὶ λέγων· Πρόσχωμεν· καὶ τοῦτο πολλάκις. Ἐκείνη ἡ φωνὴ κοινὴ τῆς Ἐκκλησίας ἐστὶν, ἣν οὗτος ἀφίησι, καὶ οὐδεὶς ὁ προσέχων. Μετ᾽ ἐκεῖνον ἄρχεται ὁ ἀναγνώστης τῆς προφητείας Ἡσαΐου· καὶ οὐδὲ οὕτω προσέχει τις, καίτοι προφητεία οὐδὲν ἀνθρώπινον ἔχει.

Εἶτα εἰς ἐπήκοον ἐκφωνεῖ λέγων, Τάδε λέγει Κύριος, καὶ οὐδὲ οὕτω προσέχει τις. Τί λέγω; Φοβερά τινα διεξέρχεται καὶ φρικώδη, καὶ οὐδὲ οὕτως ἔστι τις ὁ προσέχων. Ἀλλὰ τίς ὁ λόγος τῶν πολλῶν; Ἀεὶ, φησὶ, τὰ αὐτὰ ἀναγινώσκεται. Τοῦτο μάλιστα ὑμᾶς ἀπόλλυσιν.

Εἰ μὲν οὖν ᾔδειτε αὐτὰ, μάλιστα μὲν οὐδὲ οὕτως ἀπέχεσθαι ἔδει· ἐπεὶ καὶ ἐν τοῖς θεάτροις ἀεὶ τὰ αὐτὰ γίνεται, καὶ ὅμως οὐ λαμβάνετε κόρον. Ποῖα τὰ αὐτὰ τολμᾷς εἰπεῖν, ὁ μηδὲ τῶν προφητῶν τὰ ὀνόματα εἰδώς; Οὐκ αἰσχύνῃ λέγων μὲν διὰ τοῦτο μὴ ἀκούειν, ἐπειδὴ τὰ αὐτὰ ἀεὶ ἀναγινώσκεται, οὐκ εἰδὼς δὲ οὐδὲ τὰ ὀνόματα τῶν ἀναγινωσκομένων, καὶ ταῦτα ἀεὶ τὰ αὐτὰ ἀκούων; Καὶ γὰρ σὺ ὡμολόγησας, ὅτι τὰ αὐτὰ λέγεται. Ἐγὼ εἰ ἔλεγον εἰς κατηγορίαν προφέρων τοῦτο, σὲ ἐχρῆν ἐφ᾽ ἑτέραν ἀπολογίαν ἐλθεῖν, μὴ ἐπὶ τὴν κατηγορίαν τὴν σήν. Εἰπέ μοι, σὺ οὐ παραινεῖς τῷ υἱῷ τῷ σῷ; Ἂν οὖν οὗτος εἴπῃ, ὅτι Ἀεὶ τὰ αὐτὰ, ἆρα οὐχ ἡγῇ ὕβριν εἶναι; Τότε ἐνῆν μὴ λέγειν τὰ αὐτὰ, ὅτε αὐτὰ καὶ ᾔδειμεν, καὶ διὰ τῶν ἔργων ἐπεδεικνύμεθα· μᾶλλον δὲ οὐδὲ τότε περιττὴ ἡ ἀνάγνωσις. Τί Τιμοθέου ἴσον; Ἀλλ᾽ ὅμως καὶ ἐκείνῳ γράφων ὁ Παῦλος ἔλεγε· Πρόσεχε τῇ ἀναγνώσει, τῇ παρακλήσει. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν ἐξαντληθῆναί ποτε τὸν νοῦν τῶν Γραφῶν· πηγή τίς ἐστιν οὐκ ἔχουσα πέρας. Εἶπον, Ἐσοφίσθην, φησὶ, καὶ τότε ἀπέστη ἀπ᾽ ἐμοῦ. Βούλεσθε δείξω, ὅτι οὐκ ἔστι τὰ αὐτά; Πόσους νομίζετε εἰρηκέναι εἰς τὰ Εὐαγγέλια; Ἀλλ᾽ οὗτοι πάντες ξένως καὶ καινῶς εἶπον. Ὅσῳ γὰρ ἄν τις αὐτοῖς ἐνδιατρίβῃ, τοσούτῳ ὀξύτερον βλέπει, τοσούτῳ πλέον ὁρᾷ τὸ φῶς καθαρόν.

Ἰδοὺ πόσα λέγω· Τί ἐστι προφητεία; εἴπατε· τί ἐστι διηγήματα; τί ἐστι παραβολή; τί ἐστιν ἀλληγορία; τί ἐστι τύπος; τί ἐστι σύμβολον; τί ἐστιν Εὐαγγέλια; Τοῦτο δὴ μόνον εἴπατέ μοι τὸ φανερὸν, διὰ τί Εὐαγγέλια εἴρηται; Καίτοι πολλάκις ἠκούσατε, ὅτι τὰ εὐαγγέλια οὐδὲν ἔχειν ὀφείλει σκυθρωπόν· ταῦτα δὲ πολλῆς γέμει σκυθρωπότητος. Τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται, φησὶ, καὶ ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει· τό τε, Διχοτομήσει αὐτὸν, καὶ θήσει τὸ μέρος αὐτοῦ μετὰ τῶν ὑποκριτῶν· τό τε, Ἐρεῖ· Οὐκ οἶδα ὑμᾶς, ἀπέλθετε ἀπ᾽ ἐμοῦ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν.

Ἄρα μὴ ἀπατῶμεν ἑαυτοὺς, νομίζοντες ταῦτα Ἑλληνιστὶ ἡμῖν λέγειν. Ἢ οὐδὲν πρὸς ἡμᾶς τούτων; Ὑμεῖς κεκώφωσθε, καὶ οἷον ἀπόπληκτοι τυγχάνοντες κάτω κύπτετε. Τὰ Εὐαγγέλια οὐδὲν ἔχειν δεῖ τῶν πρακτέων, ἀλλὰ μόνον ἀγαθὰ συμβουλεύειν· ταῦτα δὲ μυρία ἔχει πρακτέα· οἷάπερ ἐστὶ καὶ τὰ τοιαῦτα· Ἐὰν μή τις μισήσῃ αὑτοῦ τὸν πατέρα καὶ τὴν μητέρα, οὐκ ἔστι μου ἄξιος· καὶ, Οὐκ ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν, ἀλλὰ μάχαιραν· καὶ, Θλῖψιν ἕξετε ἐν τῷ κόσμῳ. Καλά γε· οὐ γὰρ ταῦτα εὐαγγέλια. Τὸ γὰρ εὐαγγέλιον τοῦτό ἐστι· Τάδε σοι ἔσται ἀγαθά· καθάπερ καὶ ἐν τῇ συνηθείᾳ φασὶ πρὸς ἀλλήλους οἱ ἄνθρωποι· Τί μοι τῶν εὐαγγελίων; Ὁ πατήρ σου ἥξει, ἡ μήτηρ σου. Οὐ λέγει· Τόδε ποίησον. Πάλιν εἰπέ μοι, τί διέστηκε ταῦτα τῶν προφητικῶν; διὰ τί μὴ καὶ ἐκεῖνα εὐαγγέλια λέγεται; καὶ γὰρ καὶ ἐκεῖνα τὰ αὐτὰ λέγουσιν· οἷον, Ἁλεῖται ὡς ἔλαφος ὁ χωλός· Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις· Δώσω ὑμῖν οὐρανὸν καινὸν, καὶ γῆν καινήν. Διὰ τί μὴ καὶ ἐκεῖνα εὐαγγέλια λέγεται; διὰ τί μὴ καὶ τοῦτο προφητεία;

Εἰ δὲ μηδὲ τί ἐστιν εὐαγγέλια εἰδότες, οὕτω καταφρονεῖτε τῆς τῶν Γραφῶν ἀναγνώσεως· τί ὑμῖν ἐρῶ; Εἴπω τι καὶ ἕτερον· Διὰ τί τέσσαρα Εὐαγγέλια; διὰ τί μὴ δέκα; διὰ τί μὴ εἴκοσι; διὰ τί μὴ πολλοὶ ἐπεχείρησαν συντάξασθαι Εὐαγγέλια; διὰ τί μὴ εἷς; διὰ τί οἱ μαθηταί; διὰ τί οἱ μὴ μαθηταί; διὰ τί δὲ ὅλως καὶ αἱ Γραφαί; Καίτοι γε τοὐναντίον φησὶν ἡ Παλαιά· Δώσω ὑμῖν διαθήκην καινήν. Ποῦ εἰσὶν οἱ λέγοντες, Ἀεὶ τὰ αὐτά; Εἰ ταῦτα ᾔδειτε, ὅτι, κἂν μυρία ἔτη ζήσῃ ἄνθρωπος, οὐκ ἔστι τὰ αὐτὰ, οὐκ ἂν εἴπατε ταῦτα. Πιστεύσατε, οὐκ ἐρῶ ὑμῖν οὐδὲν τούτων, οὐκ ἰδίᾳ, οὐ κοινῇ· ἀλλὰ εἰ μέν τις εὕρῃ, ἐπινεύσω· ἂν δὲ μὴ, ἐάσω. Οὕτω γὰρ ὑμᾶς ἐποιήσαμεν ἀχρήστους, ἀεὶ πάντα ἐξ ἑτοίμου λέγοντες, καὶ ὅτε χρὴ οὐκ ἀνανεύοντες.

Ἰδοὺ ἔχετε ζητήματα ἱκανά· σκέψασθε, εἴπατε τὴν αἰτίαν. Διὰ τί εὐαγγέλια; διὰ τί μὴ προφητεῖαι; διὰ τί τὰ πρακτέα ἐν τοῖς Εὐαγγελίοις; Κἂν οὗτος ἀπορήσῃ, ἕτερος ζητείτω, καὶ τὰ παρ᾽ ἑαυτῶν ἀλλήλοις συνεισφέρετε· λοιπὸν δὲ ἡμεῖς σιγήσομεν. Εἰ γὰρ τὰ εἰρημένα οὐδὲν ὑμᾶς ὤνησε, πολλῷ μᾶλλον οὐδ᾽ ἂν ἕτερα προσθείημεν. Ὄντως εἰς πίθον τετρυπημένον ἀντλοῦμεν, ἔνθεν μείζων ὑμῖν καὶ ἡ κόλασις. Οὐκοῦν διὰ τοῦτο σιγήσομεν. Ὅπερ ἵνα μὴ γένηται, ὑμεῖς κύριοι.

Εἰ γὰρ θεασόμεθα ὑμῶν τὴν σπουδὴν, ἴσως πάλιν ἐροῦμεν, ἵνα καὶ ὑμεῖς ἐπὶ πλέον εὐδοκιμῆτε, καὶ ἡμεῖς ἐφ᾽ ὑμῖν εὐφραινώμεθα, ἐπὶ πᾶσι δοξάζοντες τὸν Θεὸν καὶ Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ᾧ ἡ δόξα, καὶ τὸ κράτος, καὶ ἡ μεγαλωσύνη, καὶ ἡ τιμὴ, σὺν τῷ ἀνάρχῳ Πατρὶ, καὶ τῷ ἁγίῳ αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.