δʹ. Πανταχοῦ ἄγγελοι γίνονται κήρυκες, ὡς ἐπὶ τῆς γεννήσεως, ὡς πρὸς τὴν Μαρίαν πάλιν, ὡς ἐπὶ τῆς ἀναστάσεως· οὕτω δὴ καὶ ἐπὶ τῆς ἀναλήψεως· μᾶλλον δὲ καὶ ἐπὶ τῆς δευτέρας παρουσίας ἄγγελοι φανοῦνται προτρέχοντες. Εἰπόντες δὲ, Οὗτος ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ᾽ ὑμῶν, ἵνα μὴ αὐτοὺς ἐξαπορήσωσιν, ἐπήγαγον· Οὕτως ἐλεύσεται. Ἀνέπνευσαν μικρὸν ἀκούσαντες, ὅτι πάλιν ἐλεύσεται, καὶ ὅτι οὕτω, καὶ οὐκ ἔσται ἀπρόσιτος. Καὶ τὸ Ἀφ᾽ ὑμῶν δὲ, οὐχ ἁπλῶς πρόσκειται, ἀλλὰ τῆς ἀγάπης ἐστὶ παραστατικὸν τῆς εἰς αὐτοὺς, καὶ τῆς ἐκλογῆς, καὶ ὅτι οὐκ ἀφήσει, οὓς ἐξελέξατο. Τῆς μὲν οὖν ἀναστάσεως αὐτὸς γέγονε μάρτυς (πάντων γὰρ τοῦτο θαυμασιώτερον ἦν μετὰ τὸν τόκον, μᾶλλον δὲ καὶ πρὸ τοῦ τόκου, τὸ ἑαυτὸν ἀναστῆσαι. Λύσατε γὰρ, φησὶ, τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγὼ ἐγερῶ αὐτόν)· τῆς δὲ μελλούσης παρουσίας, οἱ ἄγγελοι, Οὕτως ἐλεύσεται, λέγοντες. Εἴ τις τοίνυν ἐπιθυμεῖ τὸν Χριστὸν ἰδεῖν, εἴ τις ἀλγεῖ, ὅτι οὐκ εἶδεν αὐτὸν, τοῦτο ἀκούσας, βίον θαυμαστὸν ἐπιδεικνύσθω, καὶ πάντως ὄψεται, καὶ οὐκ ἀποτεύξεται. Μετὰ γὰρ πλείονος ἥξει δόξης· πλὴν οὕτω μετὰ νεφέλης, οὕτω μετὰ σώματος· καὶ πολλῷ θαυμασιώτερον ἰδεῖν αὐτὸν ἀπὸ τοῦ οὐρανοῦ καταβαίνοντα, ἢ ἀπὸ τῆς γῆς ἀναβαίνοντα. Ὅτι μὲν οὖν ἥξει, εἶπον· ἐπὶ τίνι δὲ, οὐκέτι προσέθηκαν. Τοῦτο τὴν ἀνάστασιν βεβαιοῖ.