Ὁρᾷς, ὅτι αὐτὸς μᾶλλον ἐπιθυμεῖ ἀφεῖναί σοι τὰ ἁμαρτήματα; Μὴ δὴ ὀκνῶμεν, μηδὲ ἀναβαλλώμεθα. Φιλάνθρωπός ἐστι καὶ ἀγαθός· μόνον ἀφορμὴν αὐτῷ δῶμεν, καὶ τοῦτο, ἵνα ἡμεῖς μὴ ἄχρηστοι γενώμεθα, ἐπεὶ καὶ χωρὶς τούτου ἀπέλυσεν ἄν· ἀλλ᾽ ὥσπερ ἡμεῖς ἐπὶ τῶν οἰκετῶν τῶν ἡμετέρων μυρία πλάττομεν καὶ συντίθεμεν· οὕτω καὶ αὐτὸς ἐπὶ τῆς ἡμετέρας σωτηρίας ποιεῖ. Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει, ὅτι χρηστός ἐστι καὶ ἐπιεικής. Ἐὰν δὲ μὴ ἐπικαλῇ ἐν ἀληθείᾳ, μηδὲ θέλῃς εἰπεῖν ἐκ καρδίας ὅτι Ἄφες, ἀλλ᾽ ἀπὸ στόματος, τί ποιήσει αὐτός; Τί ἐστιν, ἐν ἀληθείᾳ καλεῖν; Μετὰ προαιρέσεως, μετὰ προθυμίας, μετὰ διανοίας εἰλικρινοῦς· οἷον ἐπὶ τῶν μύρων λέγουσιν, ἀληθινόν ἐστιν, οὐδὲν ἔχει νόθον· οὕτω καὶ ἐκεῖ. Ὁ ὄντως αὐτὸν καλῶν, καὶ ὁ ὄντως αὐτοῦ δεόμενος, προσεδρεύει διαπαντὸς, οὐκ ἀφίσταται ἕως ἂν λάβῃ· ὁ δὲ ἁπλῶς ἀφοσιούμενος, καὶ αὐτῷ τούτῳ νόμον πληρῶν, οὐκ ἐν ἀληθείᾳ καλεῖ. Πᾶς ὅστις ἂν ᾖς, μὴ λέγε, ὅτι Ἁμαρτωλός εἰμι, μόνον, ἀλλὰ καὶ σπούδαζε ἀπαλλάξαι σαυτὸν ταύτης τῆς δόξης· μὴ λέγε, ἀλλὰ καὶ ἄλγει. Εἰ ἀλγεῖς, σπουδάζεις· εἰ μὴ σπουδάζεις, οὐκ ἀλγεῖς· εἰ μὴ ἀλγεῖς, χλευάζεις. Τίς λέγων ὅτι Νοσῶ, οὐ πάντα ποιεῖ ὥστε ἀπαλλαγῆναι; Μέγα ὅπλον εὐχή. Εἰ ὑμεῖς οἴδατε, φησὶ, δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ Πατὴρ ὑμῶν; Διὰ τί οὐ θέλεις προσελθεῖν;