Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὰς Πράξεις τῶν Ἀποστόλων

Ἰωάννης ὁ Χρυσόστομος

Ο Ανανίας και η Σαπφείρα, και η Εκλογή των Επτά (Ομιλίες ΙΒ'-ΙΔ')

Αναλύεται η ιεροσυλία και η αυστηρή τιμωρία του Ανανία και της Σαπφείρας, ο αυξανόμενος φόβος και ο σεβασμός του λαού, η σύλληψη από τους Σαδδουκαίους, καθώς και η εκλογή των επτά διακόνων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 21

ΟΜΙΛΙΑ ΙΒʹ. Ἰωσὴφ δὲ ὁ ἐπικληθεὶς Βαρνάβας ὑπὸ τῶν ἀποστόλων (ὅ ἐστι μεθερμηνευόμενον, υἱὸς παρακλήσεως), Λευίτης, Κύπριος τῷ γένει, ὑπάρχοντος αὐτῷ ἀγροῦ, πωλήσας ἤνεγκε τὸ χρῆμα καὶ ἔθηκε παρὰ τοὺς πόδας τῶν ἀποστόλων.

αʹ. Μέλλει διηγεῖσθαι τὸ κατὰ Ἀνανίαν λοιπὸν καὶ Σάπφειραν, καὶ θέλων δεῖξαι τὸν ἄνδρα χείριστα ἡμαρτηκότα, πρώτου μέμνηται τοῦ κατωρθωκότος· ὅτι τοσούτου πλήθους ὄντος τοῦ ταῦτα ποιοῦντος, τοσαύτης χάριτος, τοσούτων σημείων, οὐχ ὑπ᾽ οὐδενὸς τούτων διωρθώθη, ἀλλὰ καθάπαξ ὑπὸ τῆς φιλοχρηματίας τυφλωθεὶς, τὸν ὄλεθρον ἐκεῖνον ἐπεσπάσατο τῇ ἑαυτοῦ κεφαλῇ. Ὑπάρχοντος αὐτῷ ἀγροῦ· οὕτως εἶπεν, δηλῶν, ὅτι τοῦτον μόνον ἐκέκτητο· πωλήσας ἤνεγκε τὸ χρῆμα, καὶ ἔθηκε παρὰ τοὺς πόδας τῶν ἀποστόλων. Ἀνὴρ δέ τις ὀνόματι Ἀνανίας, σὺν Σαπφείρᾳ τῇ γυναικὶ αὐτοῦ, ἐπώλησε κτῆμα, καὶ ἐνοσφίσατο ἀπὸ τῆς τιμῆς, συνειδυίας καὶ τῆς γυναικός· καὶ ἐνέγκας μέρος τι, παρὰ τοὺς πόδας τῶν ἀποστόλων ἔθηκε. Τὸ δεινὸν, ὅτι μετὰ συγκαταθέσεως ἡ ἁμαρτία, καὶ οὐδεὶς ἕτερος ᾔδει τὸ γενόμενον. Πόθεν ἐπῆλθε τῷ ταλαιπώρῳ τούτῳ καὶ ἀθλίῳ τοῦτο ἐργάσασθαι; Εἶπε δὲ ὁ Πέτρος· Ἀνανία, διὰ τί ἐπλήρωσεν ὁ Σατανᾶς τὴν καρδίαν σου ψεύσασθαί σε τὸ Πνεῦμα τὸ ἅγιον, καὶ νοσφίσασθαι ἀπὸ τῆς τιμῆς τοῦ χωρίου; Ὅρα καὶ νῦν μέγα σημεῖον γενόμενον, καὶ πολλῷ πλέον ἐκείνου τοῦ προτέρου. Οὐχὶ μένον σοὶ ἔμενε, καὶ πραθὲν ἐπὶ τῇ σῇ ἐξουσίᾳ ὑπῆρχε; Τουτέστι, Μὴ γὰρ ἀνάγκη τις ἦν καὶ βία; μὴ γὰρ ἄκοντας ὑμᾶς ἕλκομεν; Τί ὅτι ἔθου ἐν τῇ καρδίᾳ σου τὸ πρᾶγμα τοῦτο; Οὐκ ἐψεύσω ἀνθρώποις, ἀλλὰ τῷ Θεῷ.

Ἀκούων δὲ ὁ Ἀνανίας τοὺς λόγους τούτους, πεσὼν ἐξέψυξεν. Ὁρᾷς, πόθεν μεῖζον τὸ σημεῖον τοῦτο; Ἀπὸ τοῦ ἀνελεῖν, ἀπὸ τοῦ τὰ ἐν διανοίᾳ εἰδέναι, καὶ τὰ λάθρᾳ γεγονότα. Ἐγένετο δὲ φόβος μέγας ἐπὶ πάντας τοὺς ἀκούοντας ταῦτα. Ἀναστάντες δὲ οἱ νεώτεροι συνέστειλαν αὐτὸν, καὶ ἐξενέγκαντες ἔθαψαν. Ἐγένετο δὲ ὡς ὡρῶν τριῶν διάστημα, καὶ ἡ γυνὴ αὐτοῦ μὴ εἰδυῖα τὸ γεγονὸς εἰσῆλθεν. Ἀπεκρίθη δὲ αὐτῇ ὁ Πέτρος· Εἰπέ μοι, εἰ τοσούτου τὸ χωρίον ἀπέδοσθε; Ταύτην ἐβούλετο σῶσαι· ἐκεῖνος γὰρ ἦν ὁ ἀρχηγὸς τῆς ἁμαρτίας. Καὶ διὰ τοῦτο αὐτῇ δίδωσι τάχα καιρὸν ἀπολογίας, καὶ ἐξουσίαν μετανοίας. Διὸ καὶ λέγει· Εἰπέ μοι, εἰ τοσούτου τὸ χωρίον ἀπέδοσθε; Ἡ δὲ εἶπε, Ναὶ τοσούτου. Ὁ δὲ Πέτρος εἶπε πρὸς αὐτήν· Τί ὅτι συνεφωνήθη ὑμῖν πειρᾶσαι τὸ Πνεῦμα τὸ ἅγιον;

Ἰδοὺ οἱ πόδες τῶν θαψάντων τὸν ἄνδρα σου ἐπὶ τῇ θύρᾳ, καὶ ἐξοίσουσί σε. Ἔπεσε δὲ παραχρῆμα παρὰ τοὺς πόδας αὐτοῦ, καὶ ἐξέψυξεν. Εἰσελθόντες δὲ οἱ νεανίσκοι εὗρον αὐτὴν νεκρὰν, καὶ ἐξενέγκαντες ἔθαψαν πρὸς τὸν ἄνδρα αὐτῆς. Καὶ ἐγένετο φόβος μέγας ἐφ᾽ ὅλην τὴν Ἐκκλησίαν, καὶ ἐπὶ πάντας τοὺς ἀκούοντας ταῦτα. Μετὰ τὸ γενέσθαι τὸν φόβον αὐτῶν, πλείονα σημεῖα ἐποίουν· καὶ ὅτι ἐποίουν, ἄκουε. Διὰ δὲ τῶν χειρῶν τῶν ἀποστόλων ἐγίνετο σημεῖα καὶ τέρατα ἐν τῷ λαῷ πολλά. Καὶ ἦσαν ὁμοθυμαδὸν ἅπαντες ἐν τῇ στοᾷ Σολομῶντος· τῶν δὲ λοιπῶν οὐδεὶς ἐτόλμα κολλᾶσθαι αὐτοῖς, ἀλλ᾽ ἐμεγάλυνεν αὐτοὺς ὁ λαός.

Εἰκότως. Καὶ γὰρ ὁ Πέτρος ἦν λοιπὸν φοβερὸς, κολάζων καὶ τὰ εἰς νοῦν ἐξελέγχων· ᾧ καὶ μᾶλλον προσέκειντο διά τε τὸ σημεῖον, καὶ τὴν πρώτην δημηγορίαν, καὶ τὴν δευτέραν, καὶ τὴν τρίτην. Αὐτὸς γὰρ καὶ τὸ σημεῖον εἰργάσατο τὸ πρῶτον, καὶ τὸ δεύτερον, καὶ τὸ νῦν, ὅπερ ἐμοὶ καὶ διπλοῦν, ἀλλ᾽ οὐχ ἁπλῶς ἕν τι καὶ μόνον εἶναι δοκεῖ· ἓν μὲν, τὸ τὰ κατὰ διάνοιαν ἐλέγξαι· δεύτερον δὲ, τὸ ἀνελεῖν προστάγματι.

Μᾶλλον δὲ προσετίθεντο πιστεύοντες, φησὶν, τῷ Κυρίῳ πλήθη ἀνδρῶν τε καὶ γυναικῶν, ὥστε κατὰ τὰς πλατείας ἐκφέρειν τοὺς ἀσθενεῖς, καὶ τιθέναι ἐπὶ τῶν κλινῶν καὶ κραββάτων, ἵνα ἐρχομένου Πέτρου κἂν ἡ σκιὰ ἐπισκιάσῃ τινὶ αὐτῶν. Τοῦτο ἐπὶ τοῦ Χριστοῦ οὐ γέγονεν· ὅθεν καὶ ὁρᾷν νῦν ἐστιν ἔργῳ τὸ ὑπ᾽ αὐτοῦ εἰρημένον ἐξελθόν.

Ποῖον δὴ τοῦτο; Ὁ πιστεύων εἰς ἐμὲ, τὰ ἔργα, ἃ ἐγὼ ποιῶ, κἀκεῖνος ποιήσει, καὶ μείζονα τούτων ποιήσει. Συνήρχετο δὲ καὶ τὸ πλῆθος τῶν πέριξ πόλεων εἰς Ἱερουσαλὴμ, φέροντες ἀσθενεῖς καὶ ὀχλουμένους ὑπὸ πνευμάτων ἀκαθάρτων, οἵτινες ἐθεραπεύοντο ἅπαντες.

Σὺ δέ μοι σκόπει, πῶς αὐτοῖς ὁ βίος ὑφαίνεται πᾶς διὰ τῶν ἐναντίων. Οἷον, ἀθυμία πρώτη γέγονε διὰ τὴν ἀνάληψιν τοῦ Χριστοῦ, εἶτα εὐθυμία διὰ τὴν τοῦ Πνεύματος κάθοδον· πάλιν ἀθυμία διὰ τοὺς χλευάζοντας, εἶτα εὐθυμία διὰ τοὺς πιστοὺς καὶ τὸ σημεῖον· πάλιν ἀθυμία διὰ τὸ κατασχεθῆναι, εἶτα εὐθυμία διὰ τῆς ἀπολογίας. Πάλιν ἐνταῦθα καὶ εὐθυμία καὶ ἀθυμία.

Ὅτι μὲν γὰρ ἦσαν λαμπροὶ, καὶ ὁ Θεὸς αὐτοῖς ἀπεκάλυψεν, εὐθυμία· ὅτι δὲ τοὺς αὐτῶν ἀνῄρουν, ἀθυμία. Πάλιν εὐθυμία ἀπὸ τῆς λαμπρότητος· πάλιν ἀθυμία ἀπὸ τοῦ ἀρχιερέως. Καὶ διόλου τοῦτο σκοπουμένοις ἰδεῖν δυνατόν· καὶ ἐπὶ τῶν παλαιῶν δὲ οὕτως εὕροι τις ἄν. Ἴδωμεν δὲ ἄνωθεν τὰ εἰρημένα.

Ἐπώλουν, φησὶ, καὶ ἔφερον τὰς τιμὰς, καὶ ἐτίθουν παρὰ τοὺς πόδας τῶν ἀποστόλων. Ὅρα μοι, ἀγαπητὲ, πῶς οὐ τοῖς ἀποστόλοις ἐπέτρεπον πωλεῖν, ἀλλ᾽ αὐτοὶ ἐπώλουν, καὶ τὰς τιμὰς ἐκείνοις ἐδίδοσαν. Ἀλλ᾽ οὐχ οὕτως ὁ Ἀνανίας, ἀλλ᾽ ὑφαιρεῖταί τι τῆς τιμῆς οὗ ἀπέδοτο ἀγροῦ· διὸ καὶ τιμωρεῖται ὡς τὸ πρᾶγμα μὴ καλῶς διαθέμενος, καὶ κλέπτων τὰ ἑαυτοῦ φωραθείς. Οὗτος καὶ τῶν νῦν ἱερέων ἥψατο ὁ λόγος, καὶ σφόδρα κατὰ κράτος. Ἐπεὶ δὲ συνῄδει τῷ γενομένῳ καὶ ἡ τούτου γυνὴ, διὰ τοῦτο καὶ αὐτὴν ἐξετάζει.

βʹ. Ἀλλ᾽ ἴσως εἴποι τις ἂν, ὅτι σφόδρα πικρῶς αὐτῇ ἐχρήσατο. Τί λέγεις; εἰπέ μοι, ποία πικρία; Εἰ ξύλα τις συλλέξας καταλεύεται, πολλῷ μᾶλλον ὁ ἱερόσυλος· καὶ ταῦτα γὰρ ἱερὰ λοιπὸν ἦν τὰ χρήματα. Οὐκοῦν ὁ ἑλόμενος τὰ αὐτοῦ πωλῆσαι καὶ διαδοῦναι, εἶτα λαβὼν, ἱερόσυλος ἂν εἴη. Εἰ δὲ ὁ ἐκ τῶν αὐτοῦ λαβὼν, ἱερόσυλος, πολλῷ μᾶλλον ὁ ἐκ τῶν ἀλλοτρίων. Μὴ γὰρ, ἐπειδὴ νῦν μὴ γίνεται τοῦτο, καὶ ἕπεται παρὰ πόδας ἡ κόλασις, νομίσητε ἀτιμωρητὶ ταῦτα γίνεσθαι.

Ὁρᾷς, ὅτι τοῦτο ἐγκαλεῖται, ὅτι ποιήσας αὐτὰ ἱερὰ χρήματα, τότε ἔλαβε; Μὴ γὰρ οὐκ ἠδύνασο, φησὶ, καὶ μετὰ τὸ πωλῆσαι αὐτὰ ὡς ἰδίοις ἀποχρήσασθαι; μὴ γὰρ ἐκωλύθης; διὰ τί μετὰ τὸ ὑποσχέσθαι λαμβάνεις; Ὅρα, πῶς εὐθέως ἐξ ἀρχῆς ἐπέθετο ὁ διάβολος μεταξὺ σημείων γενομένων καὶ θαυμάτων τοσούτων· μᾶλλον δὲ πῶς καὶ οὗτος ὑπ᾽ αὐτοῦ ἐπωρώθη. Τοιοῦτόν τι καὶ ἐν τῇ Παλαιᾷ γέγονεν, ὅτε ὁ Χαρμὶ τὸ ἀνάθημα κλέψας ἑάλω· ἀλλ᾽ ὅμως ἔγνως καὶ ἐκεῖ μεθ᾽ ὅσης ἐκδικίας διωρθώθη τὸ πρᾶγμα.

Ἱεροσυλία γὰρ σφόδρα χαλεπὸν, ἀγαπητὲ, καὶ πολλῆς γέμον καταφρονήσεως. Οὔτε πωλῆσαι ἠναγκάσαμεν, φησὶν, οὔτε πωλήσαντα δοῦναι τὰ χρήματα· σὺ εἵλου ἐξ οἰκείας προαιρέσεως· τί τοίνυν ἔκλεψας ἀπὸ τῶν ἱερῶν χρημάτων; Διὰ τί ἐπλήρωσε, φησὶν, ὁ Σατανᾶς τὴν καρδίαν σου; Καὶ εἰ ὁ Σατανᾶς τοῦτο ἐποίησε, τί αὐτὸς ἐγκαλεῖται; Αἴτιος γέγονε δεξάμενος αὐτοῦ τὴν ἐνέργειαν, καὶ πληρωθείς. Ἀλλ᾽ ἔδει διορθῶσαι, φησίν. Ἀλλ᾽ οὐκ ἂν διωρθώθη· ὁ γὰρ τοιαῦτα ὁρῶν καὶ μὴ κερδάνας, πολλῷ μᾶλλον οὐκ ἂν ἑτέρως ἐκέρδανεν. Οὐκ ἔδει τοίνυν ἁπλῶς παρελθεῖν τὸ γεγονὸς, ἀλλ᾽ ὡς σηπεδόνα τινὰ ἐκτμηθῆναι, ἵνα μὴ τῷ λοιπῷ λυμήνηται σώματι. Νῦν μὲν γὰρ καὶ οὗτος ὠφέληται μὴ προελθὼν περαιτέρω κακίας, καὶ οἱ λοιποὶ σπουδαιότεροι γενόμενοι· τότε δὲ ἂν τοὐναντίον συνέβη. Διὰ τοῦτο πρῶτον ἐλέγχει, καὶ δείκνυσιν, ὅτι οὐκ ἔλαθεν αὐτὸν τὸ γεγονὸς, καὶ τότε καταδικάζει. Διὰ τί γὰρ, φησὶ, τοῦτο πεποίηκας; ἤθελες ἔχειν; Ἔδει ἔχειν ἐξ ἀρχῆς, καὶ μὴ ὑποσχέσθαι· νῦν δὲ λαβὼν μετὰ τὸ ἀναθέσθαι, μείζονα τὴν ἱεροσυλίαν εἰργάσω. Ὁ μὲν γὰρ τὰ τῶν ἄλλων λαμβάνων, ἴσως ἀλλοτρίων ἐπιθυμήσας λαμβάνει· σοὶ δὲ ἐξῆν ἔχειν τὰ σά. Τί τοίνυν ἐποίησας αὐτὰ ἱερὰ, καὶ τότε ἔλαβες; Ἀπὸ πολλῆς καταφρονήσεως τοῦτο πεποίηκας. Οὐκ ἔχει τὸ γενόμενον συγγνώμην, ἐκτός ἐστιν ἀπολογίας.

Μηδεὶς δὲ σκανδαλιζέσθω, εἴ τινες καὶ νῦν εἰσιν ἱερόσυλοι. Εἰ γὰρ τότε ἦσαν, πολλῷ μᾶλλον νῦν, ὅτε πολλὰ τὰ κακά. Ἀλλ᾽ ἐλέγχωμεν αὐτοὺς ἐπὶ πάντων, ἵνα καὶ οἱ λοιποὶ φόβον ἔχωσιν. Ὁ Ἰούδας ἱερόσυλος ἦν· ἀλλ᾽ οὐκ ἐσκανδάλισε τοῦτο τοὺς μαθητάς.

Ὁρᾷς, ὅσα κακὰ ἡ τῶν χρημάτων ἐπιθυμία ποιεῖ; Καὶ ἐγένετο, φησὶ, φόβος μέγας ἐπὶ πάντας τοὺς ἀκούοντας ταῦτα. Ἐκεῖνος ἐτιμωρήθη, καὶ ἄλλοι ἐκέρδαναν. Ὥστε οὐχ ἁπλῶς τοῦτο οἰκονομεῖται· καίτοι δὲ σημείων ἄλλων πρότερον γενομένων, ὅμως οὐκ ἦν φόβος τοιοῦτος. Οὕτως ἀληθές ἐστιν ἐκεῖνο, ὅτι Γινώσκεται Κύριος κρίματα ποιῶν. Οὕτω καὶ ἐπὶ τῆς κιβωτοῦ γέγονεν· Ὀζᾶν ἐτιμωρήθη, καὶ ἐγένετο τοῖς ἄλλοις φόβος. Ἀλλ᾽ ἐκεῖ μὲν φοβηθεὶς ὁ βασιλεὺς ἀπώσατο τὴν κιβωτόν· ἐνταῦθα δὲ οὗτοι μᾶλλον προσεκτικώτεροι γίνονται. Εἶδες, πῶς οὐκ ἐκάλεσε αὐτὸν ὁ Πέτρος, ἀλλ᾽ ἀνέμεινεν ὥστε εἰσελθεῖν· οὐδὲ τῶν ἄλλων τις ἐτόλμησεν ἐξειπεῖν τὸ γεγονός. Τοῦτο φόβος διδασκάλου, τοῦτο τιμὴ μαθητῶν, τοῦτο ὑπακοή. Τριῶν ὡρῶν διάστημα.

Καὶ οὐκ ἔμαθεν ἡ γυνὴ, οὐδὲ ἐξεῖπέ τις τῶν παρόντων, καίτοι γε ἱκανὸν ἦν ἐξηχθῆναι· ἀλλ᾽ ἐφοβοῦντο. Τοῦτο γοῦν καὶ θαυμάζων ὁ συγγραφεὺς λέγει, ὅτι Μὴ εἰδυῖα τὸ γεγονὸς, εἰσῆλθε. Καίτοι γε ἀπὸ τούτου ἐνῆν μαθεῖν, ὅτι οἶδε τὰ λανθάνοντα. Διὰ τί γὰρ μηδένα ἐρωτήσας, ὑμᾶς ἐρωτᾷ; Ἢ δῆλον, ὅτι ὡς εἰδώς; Ἀλλ᾽ ἡ πολλὴ πώρωσις οὐκ εἴασεν αὐτὴν τὸ ἔγκλημα ἀποδύσασθαι, ἀλλὰ μετὰ αὐθαδείας πολλῆς ἀποκρίνεται· ἐνόμιζε γὰρ πρὸς ἄνθρωπον διαλέγεσθαι. Τὸ δεινὸν τοῦτο, ὅτι ὡς ἐκ μιᾶς βουλῆς ἐπὶ τὴν ἁμαρτίαν ἦλθον, ἢ ὥσπερ ἀπὸ συνθήκης τινός. Τί ὅτι συνεφωνήθη ὑμῖν, φησὶ, πειρᾶσαι τὸ Πνεῦμα τὸ ἅγιον; Ἰδοὺ οἱ πόδες τῶν θαψάντων τὸν ἄνδρα σου ἐπὶ τὴν θύραν, καὶ ἐξοίσουσί σε. Πρότερον αὐτὴν διδάσκει τὸ ἁμάρτημα, καὶ τότε δείκνυσιν, ὅτι δικαίως τὰ αὐτὰ πείσεται τῷ ἀνδρί· ἐπειδὴ καὶ τὰ αὐτὰ ἥμαρτε. Καὶ πῶς, φησὶ, Παραχρῆμα ἔπεσε παρὰ τοὺς πόδας αὐτοῦ, καὶ ἐξέψυξεν; Ὅτι πλησίον εἱστήκει. Οὕτως αὐτοὶ καθ᾽ ἑαυτῶν τὴν τιμωρίαν ἐπεσπάσαντο. Τίς λοιπὸν οὐκ ἂν ἐξεπλάγη; τίς οὐκ ἂν ἔδεισε τὸν ἀπόστολον; τίς οὐκ ἂν ἐθαύμασε; Καὶ ἦσαν ὁμοθυμαδὸν, φησὶν, ἅπαντες ἐν τῇ στοᾷ Σολομῶντος. Ἐκ τούτου δῆλον, ὅτι οὐκ ἐν οἰκίᾳ, ἀλλὰ τὸ ἱερὸν καταλαβόντες ἐκεῖ διέτριβον· οὔτε μὴν λοιπὸν ἀκαθάρτων ἅπτεσθαι ἐφυλάττοντο, ἀλλ᾽ ἁπλῶς ἥπτοντο τῶν νεκρῶν.

Καὶ ὅρα, πῶς ἐν μὲν τοῖς οἰκείοις εἰσὶ σφοδροὶ, ἐν δὲ τοῖς ἀλλοτρίοις οὐ κέχρηνται τῇ δυνάμει. Μᾶλλον δὲ, φησὶ, προσετίθεντο πιστεύοντες τῷ Κυρίῳ πλήθη ἀνδρῶν τε καὶ γυναικῶν· ὥστε κατὰ τὰς πλατείας τιθέναι τοὺς ἀσθενεῖς ἐπὶ κλινῶν καὶ κραββάτων, ἵνα ἐρχομένου Πέτρου κἂν ἡ σκιὰ ἐπισκιάσῃ τινὶ αὐτῶν.

γʹ. Πολλὴ τῶν προσιόντων ἡ πίστις, καὶ μείζων ἢ ἐπὶ τοῦ Χριστοῦ. Πόθεν δὴ τοῦτο γέγονεν; Ἀπὸ τοῦ τὸν Χριστὸν ἀποφήνασθαι καὶ εἰπεῖν· Ὁ πιστεύων εἰς ἐμὲ, τὰ ἔργα, ἃ ἐγὼ ποιῶ, ποιήσει, καὶ μείζονα ποιήσει. Μενόντων γὰρ αὐτῶν ἐκεῖ καὶ οὐ περιιόντων, ἔφερον πάντες ἐπὶ τῶν κλινῶν καὶ κραββάτων οὓς εἶχον ἀσθενεῖς, καὶ πάντοθεν αὐτοῖς συνήγετο τὸ θαῦμα, ἀπὸ τῶν πιστευσάντων, ἀπὸ τῶν θεραπευθέντων, ἀπὸ τοῦ κολασθέντος, ἀπὸ τῆς παῤῥησίας τῆς πρὸς ἐκείνους, ἀπὸ τῆς ἀρετῆς τῶν οὐχ ἁπλῶς πιστευσάντων· οὐ γὰρ δὴ τῶν σημείων ἦν μόνον τὸ γενόμενον.

Εἰ γὰρ καὶ αὐτοὶ μετριάζοντες τούτῳ τὸ πᾶν λογίζονται, λέγοντες ἐν τῷ ὀνόματι τοῦ Χριστοῦ ταῦτα ποιεῖν, ἀλλὰ καὶ ὁ βίος καὶ ἡ ἀρετὴ τῶν ἀνδρῶν τοῦτο πεποίηκε. Σκόπει δὲ, πῶς ἀριθμὸν ἐνταῦθα τῶν πιστευσάντων οὐ λέγει, ἀφεὶς ἐξ ἑαυτοῦ τὸν ἀκροατὴν συλλογίζεσθαι· οὕτως εἰς πλῆθος ἄπειρον ἐπέτεινε τὰ τῆς πίστεως. Ἐντεῦθεν καὶ ἡ ἀνάστασις μᾶλλον ἐκηρύττετο. Οὐδεὶς δὲ αὐτοῖς ἐτόλμα κολλᾶσθαι, ἀλλ᾽ ἐμεγάλυνεν αὐτοὺς ὁ λαός. Τοῦτο λέγει, δεικνὺς, ὅτι οὐκ ἔτι λοιπὸν ἦσαν εὐκαταφρόνητοι καθάπερ καὶ πρότερον· καὶ ὅτι ἐν βραχεῖ καιρῷ, καὶ μιᾷ ῥοπῇ τοσαῦτα γέγονεν ὑπὸ τοῦ ἁλιέως καὶ ἰδιώτου.

Οὐρανὸς οὖν λοιπὸν ἦν ἡ γῆ, καὶ πολιτείας, καὶ παῤῥησίας, καὶ θαυμάτων, καὶ πάντων ἕνεκεν· καὶ καθάπερ ἄγγελοι οὕτως ἐθαυμάζοντο, πρὸς οὐδὲν ἐπιστρεφόμενοι, οὐ πρὸς γέλωτα, οὐ πρὸς ἀπειλὰς, οὐ πρὸς κινδύνους. Οὐ μόνον δὲ διὰ τοῦτο, ἀλλ᾽ ὅτι σφόδρα φιλάνθρωποι καὶ κηδεμονικοὶ τυγχάνοντες, τοῖς μὲν χρήμασιν ἐβοήθουν, τοῖς δὲ θεραπείᾳ σωμάτων.

Διὰ τί ἐπλήρωσεν ὁ Σατανᾶς τὴν καρδίαν σου; Μονονουχὶ ἀπολογεῖται ὁ Πέτρος μέλλων κολάσειν αὐτὸν, καὶ τοὺς ἄλλους παιδεύει. Ἐπειδὴ γὰρ σφόδρα φορτικὸν ἔμελλε φαίνεσθαι τὸ γενόμενον, διὰ δὴ τοῦτο καὶ ἐπ᾽ αὐτοῦ τούτου καὶ ἐπὶ τῆς γυναικὸς φοβερὸν ποιεῖ τὸ δικαστήριον. Εἰ δὲ ἀσύγγνωστα ἁμαρτόντας μὴ τοιαύτην δίκην ἀπῄτησεν ἀμφοτέρους, πόση ἐντεῦθεν καταφρόνησις Θεοῦ οὐκ ἂν γέγονεν; Ὅτι δὲ διὰ τοῦτο, δῆλον ἀπὸ τοῦ μὴ εὐθέως ἐπὶ τιμωρίαν ἐλθεῖν, ἀλλὰ δεῖξαι πρῶτον τὴν ἁμαρτίαν. Ὅθεν οὐδεὶς ἐστέναξεν, οὐδεὶς ἀνῴμωξεν, ἀλλὰ πάντες ἐφοβήθησαν. Εἰκότως δὲ, τῆς πίστεως αὐτῶν ἐπιτεινομένης, καὶ τὰ σημεῖα πλείω ἐγίνετο, καὶ πολὺς καὶ παρὰ τοῖς οἰκείοις ὁ φόβος ἦν, ἐπειδὴ οὐχ οὕτω τὰ τῶν ἔξωθεν ἡμᾶς θορυβεῖ, ὡς τὰ τῶν οἰκείων. Ἂν οὖν ὦμεν πρὸς ἀλλήλους συγκεκροτημένοι, οὐδεὶς ἔσται ἡμῖν πολεμῶν· ὥσπερ, ἂν ἀπ᾽ ἀλλήλων διιστώμεθα, τὸ ἐναντίον πάντες ἡμῖν ἐπιθήσονται. Ἀπὸ τούτου κἀκεῖνοι λοιπὸν ἐθάῤῥουν, καὶ μετὰ παῤῥησίας καὶ εἰς ἀγορὰν ἐνέβαλλον, καὶ ἐν μέσῳ τῶν ἐχθρῶν καὶ ἐκράτουν· καὶ ἐπληροῦτο ἐκεῖνο τὸ εἰρημένον, Κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου· ὃ καὶ μείζονος ἀπόδειξις δυνάμεως ἦν, ὅτι κατεχόμενοι, δεσμούμενοι, τοιαῦτα ἔπραττον.

Εἰ οὖν οἱ μόνον ψευσάμενοι τοιαῦτα ἔπαθον, οἱ καὶ ἐπιορκοῦντες τί οὐ πείσονται; Μᾶλλον δὲ εἰ ἁπλῶς εἰποῦσα ἡ γυνὴ, Ναὶ τοσούτου, τοιαύτην ἔδωκε δίκην, καὶ οὐκ ἐξέφυγεν· ἐννοήσατε οἱ ὀμνύοντες καὶ ἐπιορκοῦντες, τίνος ἂν εἴητε ἄξιοι κολάσεως; Εὔκαιρον καὶ ἀπὸ τῆς Παλαιᾶς δεῖξαι τὸ χαλεπὸν τῆς ἐπιορκίας τήμερον. Δρέπανον, φησὶ, πετόμενον ἦν, πλάτους πήχεων δέκα. Τὸ πετόμενον τὴν ταχίστην ἔφοδον τῆς τιμωρίας δηλοῖ τὴν τοῖς ὅρκοις παρεπομένην· τὸ δὲ πήχεων τοῦτο δέκα εἶναι τὸ πλάτος καὶ τὸ μῆκος, τὸ σφοδρὸν σημαίνει καὶ τὸ μέγεθος τῶν κακῶν· τὸ δὲ ἀπ᾽ οὐρανοῦ πέτεσθαι, τὸ ἐκ τοῦ ἄνωθεν δικαστηρίου τὴν ψῆφον φέρεσθαι· τὸ δὲ δρεπανοειδὲς, τὸ ἄφυκτον τῆς τιμωρίας. Καθάπερ γὰρ δρέπανον εἰς τράχηλον ἐμπεσὸν οὐκ ἂν καθ᾽ ἑαυτὸ ἀνελκυσθείη, μένει δέ πως ἔτι καὶ ἀποτεμνομένης τῆς κεφαλῆς· οὕτω καὶ ἡ δίκη τοῖς ὀμνύουσιν ἐπιοῦσα, φοβερά τίς ἐστι, καὶ οὐκ ἂν ἀποσταίη μὴ πρότερον ἐργασαμένη τὸ αὐτῆς. Εἰ δὲ διαφεύγομεν ὀμνύοντες, μὴ θαῤῥῶμεν· ἐπὶ γὰρ κακῷ τῷ ἡμετέρῳ τοῦτο γίνεται Ἐπεὶ τί νομίζετε; πόσοι μετὰ Ἀνανίαν καὶ Σάπφειραν τὰ αὐτὰ ἐκείνοις ἐτόλμησαν, καὶ οὐ τὰ αὐτὰ ἔπαθον; Καὶ πῶς, φησὶν, οὐκ ἔπαθον; Οὐκ ἐπειδὴ συνεχωρήθη αὐτοῖς, ἀλλ᾽ ἐπειδὴ μείζονι τηροῦνται κακῷ.

δʹ. Ὥστε οἱ πολλὰ πταίοντες, μὴ κολαζόμενοι, μᾶλλον ἢ κολαζόμενοι, φοβεῖσθαι καὶ δεδοικέναι ὀφείλουσιν· αὔξεται γὰρ αὐτοῖς τὰ τῆς τιμωρίας διὰ τῆς ἀτιμωρησίας καὶ τῆς μακροθυμίας τοῦ Θεοῦ. Μὴ τοῦτο τοίνυν ἴδωμεν, ὅτι οὐ κολαζόμεθα, ἀλλ᾽ εἰ μὴ ἡμάρτομεν· εἰ δὲ ἁμαρτάνοντες οὐ κολαζόμεθα, μᾶλλον τρέμειν ὀφείλομεν. Εἰπέ μοι, ἄν τινα δοῦλον ἔχῃς, καὶ ἀπειλῇς αὐτῷ μόνον, καὶ οὐ τύπτῃς, πότε μᾶλλον φοβεῖται, πότε φεύγει, πότε δραπετεύει; οὐχ ὅταν ἀπειλῇς μόνον; Ὅθεν καὶ ἀλλήλοις παραινοῦμεν, μὴ ἀπειλεῖν συνεχῶς, ὥστε μὴ τῷ φόβῳ μᾶλλον κατασεῖσαι τὴν ψυχὴν, ὥστε μὴ σπαράττειν αὐτὸν πλέον τῶν πληγῶν. Ἄλλως δὲ καὶ ἐκεῖ μὲν πρόσκαιρος ἡ τιμωρία, ἐνταῦθα δὲ διηνεκής. Μὴ τοίνυν εἰ μηδεὶς τὰ τοῦ δρεπάνου πάσχει, νῦν τοῦτο ἴδῃς, ἀλλ᾽ ἐκεῖνο ἐννόησον, εἰ τοιαῦτα ποιεῖ· ἐπεὶ πολλὰ γίνεται νῦν οἷα ἐπὶ τοῦ κατακλυσμοῦ, ἀλλὰ κατακλυσμὸς οὐ γέγονε· γέεννα γὰρ ἠπείληται, καὶ τιμωρία. Πολλοὶ ἁμαρτάνουσιν οἷα τὰ ἐπὶ τῶν Σοδόμων, ἀλλὰ πῦρ οὐκ ἦλθεν ὑετοῦ· πύρινος γὰρ ἡτοίμασται ποταμός. Πολλοὶ τὰ τοῦ Φαραὼ ἐτόλμησαν· ἀλλ᾽ οὐκ ἔπαθον τὰ τοῦ Φαραὼ, οὐδὲ κατεποντίσθησαν εἰς Ἐρυθρὰν θάλασσαν· τὸ γὰρ πέλαγος αὐτοὺς μένει τὸ τῆς ἀβύσσου, ἔνθα οὐ μετὰ ἀναισθησίας ἡ τιμωρία, οὐδὲ ἀποπνιγῆναι ἔνι, ἀλλ᾽ ἐπὶ πλέον κολαζομένους, τηγανιζομένους, ἀπαγχονιζομένους ἀναλίσκεσθαι.

Πολλοὶ τὰ τῶν Ἰσραηλιτῶν ἐτόλμησαν· ἀλλ᾽ οὐκ ἔφαγον αὐτοὺς ὄφεις· μένει γὰρ αὐτοὺς ὁ σκώληξ ὁ ἀτελεύτητος. Πολλοὶ τὰ τοῦ Γιεζῆ ἐτόλμησαν· ἀλλ᾽ οὐκ ἐλεπρώθησαν· μένει γὰρ αὐτοὺς ἀντὶ τῆς λέπρας τὸ διχοτομηθῆναι, καὶ τεθῆναι μετὰ τῶν ὑποκριτῶν. Πολλοὶ καὶ ὤμοσαν καὶ ἐπιώρκησαν· εἰ δὲ καὶ διέφυγον, μὴ θαῤῥῶμεν· μένει γὰρ αὐτοὺς ὁ βρυγμὸς τῶν ὀδόντων. Καὶ ἐνταῦθα δὲ τάχα πείσονται, καὶ οὐ φεύξονται, εἰ καὶ μὴ παρὰ πόδας, ἀλλ᾽ ἐφ᾽ ἑτέροις ἁμαρτήμασιν, ἵνα καὶ χαλεπωτέρα ἡ τιμωρία ᾖ· ἐπεὶ καὶ ἡμεῖς πολλάκις ἀφορμὰς λαβόντες ἀπὸ μικρῶν, καὶ ὑπὲρ μεγάλων τὸ πᾶν κενοῦμεν.

Ὥστε ὅταν ἴδῃς τί σοι συμβὰν, ἀναμνήσθητί σου τῆς ἁμαρτίας ἐκείνης. Τοῦτο γὰρ ἐπὶ τῶν υἱῶν τοῦ Ἰακὼβ γέγονε. Μνημονεύετε τῶν ἀδελφῶν τοῦ Ἰωσήφ· ἐπώλησαν τὸν ἀδελφὸν, σφάξαι ἐπεχείρησαν, μᾶλλον δὲ καὶ ἔσφαξαν ὅσον τὸ ἐπ᾽ αὐτοῖς· ἠπάτησαν, ἐλύπησαν τὸν γέροντα· οὐδὲν ἔπαθον. Μετὰ πλείονα γοῦν ἔτη περὶ τῶν ἐσχάτων ἐκινδύνευσαν, καὶ τῆς ἁμαρτίας ταύτης ὑπομιμνήσκονται. Καὶ ὅτι οὐ στοχασμὸς τὸ εἰρημένον, ἄκουε αὐτῶν τί φασι· Ναί· ἐν ἁμαρτίᾳ γάρ ἐσμεν περὶ τοῦ ἀδελφοῦ ἡμῶν. Οὕτω δὴ καὶ σὺ, ὅταν τι συμβῇ, εἰπὲ, ναὶ, ἐν ἁμαρτίᾳ ἐσμὲν, ὅτι οὐκ ἠκούσαμεν τοῦ Χριστοῦ, ὅτι ὠμόσαμεν· αἱ πολυορκίαι, καὶ αἱ ἐπιορκίαι ἐπὶ τὴν κεφαλήν μου ἦλθον.

Οὐκοῦν ἐξομολόγησαι· καὶ γὰρ κἀκεῖνοι ἐξωμολογήσαντο, καὶ ἐσώθησαν. Τί γὰρ, εἰ μὴ παραχρῆμα ἔπεισιν ἡ τιμωρία; ἐπεὶ καὶ ὁ Ἀχαὰβ διὰ τοῦ Ναβουθαὶ οὐκ εὐθέως παρὰ τὴν ἁμαρτίαν ἔπαθεν ἅπερ ἔπαθε. Διὰ τί δὲ τοῦτο γίνεται; Δίδωσί σοι προθεσμίαν ὁ Θεὸς, ὥστε ἀπονίψασθαι· ὅταν δὲ ἐπιμένῃς, ἐπάγει λοιπὸν τὴν τιμωρίαν. Εἴδετε, τί ἔπαθον οἱ ψευδόμενοι;

Οὐκοῦν ἐννοήσατε, τί πείσονται καὶ οἱ ἐπιορκοῦντες· ἐννοήσατε, καὶ ἀπόστητε. Οὐκ ἔστιν ὀμνύντα μὴ ἐπιορκεῖν, καὶ ἑκόντα καὶ ἄκοντα· οὐκ ἔστιν ἐπιορκοῦντα σωθῆναι. Ἀρκεῖ μία ἐπιορκία τὸ πᾶν ἐργάσασθαι, καὶ ὁλόκληρον ἡμῖν τὴν τιμωρίαν ἐπαγαγεῖν.

Διὰ δὴ τοῦτο προσέχωμεν, παρακαλῶ, ἑαυτοῖς, ἵνα τὴν ἐντεῦθεν κόλασιν διαφυγόντες, τῆς παρὰ τοῦ Θεοῦ φιλανθρωπίας ἀξιωθῶμεν, χάριτι καὶ οἰκτιρμοῖς τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΙΓʹ. Ἀναστὰς δὲ ὁ ἀρχιερεὺς, καὶ πάντες οἱ σὺν αὐτῷ, ἡ οὖσα αἵρεσις τῶν Σαδδουκαίων, ἐπλήσθησαν ζήλου, καὶ ἐπέβαλον τὰς χεῖρας αὐτῶν ἐπὶ τοὺς ἀποστόλους, καὶ ἔθεντο αὐτοὺς ἐν τηρήσει δημοσίᾳ. αʹ. Οὐδὲν ἰταμώτερον κακίας, οὐδὲν τολμηρότερον.

Πείρᾳ μαθόντες τὴν αὐτῶν ἀνδρείαν ἐξ ὧν ἐπεχείρησαν πρότερον, ὅμως ἐπιχειροῦσι, καὶ πάλιν ἐπισυνίστανται. Τί ἐστιν, Ἀναστὰς δὲ ὁ ἀρχιερεὺς, καὶ πάντες οἱ σὺν αὐτῷ; Διηγέρθη, φησὶ, κινηθεὶς ἐπὶ τοῖς γενομένοις.

Καὶ ἐπέβαλον τὰς χεῖρας αὐτῶν ἐπὶ τοὺς ἀποστόλους, καὶ ἔθεντο αὐτοὺς ἐν τηρήσει δημοσίᾳ. Νῦν σφοδρότερον αὐτοῖς ἐπιτίθενται. Οὐκ εὐθέως δὲ αὐτοὺς ἔκριναν, προσδοκῶντες πάλιν αὐτοὺς πράους ἔσεσθαι. Καὶ πόθεν δῆλον, ὅτι σφοδρότερον αὐτοῖς ἐπετέθησαν; Ἀπὸ τοῦ θεῖναι αὐτοὺς εἰς τήρησιν δημοσίαν. Πάλιν περιπίπτουσι κινδύνοις, καὶ πάλιν τῆς παρὰ τοῦ Θεοῦ ἀπολαύουσι ῥοπῆς· καὶ ὅπως, ἄκουε τῶν ἑξῆς· Ἄγγελος δὲ Κυρίου διὰ τῆς νυκτὸς ἀνέῳξε τὰς πύλας τῆς φυλακῆς, ἐξαγαγών τε αὐτοὺς, εἶπε· Πορεύεσθε, καὶ σταθέντες λαλεῖτε ἐν τῷ ἱερῷ τῷ λαῷ πάντα τὰ ῥήματα τῆς ζωῆς ταύτης.

Τοῦτο καὶ εἰς ἐκείνων παραμυθίαν γέγονε, καὶ εἰς τούτων ὠφέλειαν καὶ διδασκαλίαν. Καὶ ὅρα, ὅπερ ἐπὶ τοῦ Χριστοῦ, τοῦτο καὶ νῦν γινόμενον. Γινόμενα μὲν γὰρ δήπου τὰ θαύματα οὐκ ἀφίησιν αὐτοὺς ἰδεῖν, ἀφ᾽ ὧν δ᾽ ἂν μάθοιεν, ταῦτα κατασκευάζει· οἷον ἐπὶ τῆς ἀναστάσεως τῆς αὐτοῦ οὐκ ἀφῆκεν αὐτοὺς ἰδεῖν πῶς ἀνέστη· ἀνάξιοι γὰρ τοῦ ταύτην ἰδεῖν ἦσαν· ἀλλὰ δείκνυσιν ἀφ᾽ ὧν τοῦτο εἰργάσατο. Ὁμοίως καὶ ἐπὶ τοῦ οἴνου τοῦ ἀπὸ τοῦ ὕδατος γενομένου, οὐ βλέπουσιν οἱ ἀνακείμενοι· ἐμέθυον γάρ· καὶ τὴν κρίσιν ἐπιτρέπει ἑτέροις. Οὕτω δὴ καὶ ἐνταῦθα. Ἐξαγομένους μὲν γὰρ αὐτοὺς οὐχ ὁρῶσι, τεκμήρια δὲ, ἀφ᾽ ὧν ἠδύναντο καταμαθεῖν τὰ γενόμενα, εἶδον. Τί δήποτε δὲ καὶ κατὰ τὴν νύκτα αὐτοὺς ἐξέβαλε; Ὅτι οὕτω μᾶλλον ἢ ἐκείνως ἐπιστεύθησαν· ἄλλως τε καὶ ὅτι οὐκ ἂν ἐπὶ τὸ ἐρωτῆσαι ἦλθον· οὔτε μὴν ἑτέρως ἂν καὶ αὐτοὶ ἐπίστευσαν. Οὕτω καὶ ἐπὶ τῶν παλαιῶν γέγονεν, οἷον ἐπὶ τοῦ Ναβουχοδονόσορ· εἶδεν αἰνοῦντας τὸν Θεὸν ἐπὶ τῆς καμίνου τοὺς παῖδας, καὶ τότε εἰς ἔκπληξιν ἦλθε. Δέον τοίνυν καὶ τούτους ἐρωτῆσαι πρῶτον, Πῶς ἐξήλθετε, οἱ δὲ ὡς οὐδενὸς γενομένου ἐρωτῶσι λέγοντες· Οὐχὶ παραγγελίᾳ παρηγγείλαμεν ὑμῖν μὴ λαβεῖν; Καὶ ὅρα, πῶς δι᾽ ἑτέρων μανθάνουσιν ἅπαντα. Ὁρῶσι γὰρ κεκλεισμένην τὴν φυλακὴν μετὰ ἀσφαλείας, καὶ τοὺς φύλακας ἑστῶτας πρὸ τῶν θυρῶν.

Ἀκούσαντες δὲ, εἰσῆλθον ὑπὸ τὸν ὄρθρον εἰς τὸ ἱερὸν καὶ ἐδίδασκον. Παραγενόμενος δὲ ὁ ἀρχιερεὺς, καὶ οἱ σὺν αὐτῷ, συνεκάλεσαν τὸ συνέδριον, καὶ πᾶσαν τὴν γερουσίαν τῶν υἱῶν Ἰσραήλ· καὶ ἀπέστειλαν εἰς τὸ δεσμωτήριον ἀχθῆναι αὐτούς. Παραγενόμενοι δὲ οἱ ὑπηρέται οὐχ εὗρον αὐτοὺς ἐν τῇ φυλακῇ· ἀναστρέψαντες δὲ ἀπήγγειλαν, λέγοντες, ὅτι τὸ μὲν δεσμωτήριον εὕρομεν κεκλεισμένον ἐν πάσῃ ἀσφαλείᾳ, καὶ τοὺς φύλακας ἑστῶτας πρὸ τῶν θυρῶν· ἀνοίξαντες δὲ ἔσω οὐδένα εὕρομεν. Διπλῆ ἡ ἀσφάλεια ὥσπερ ἐπὶ τοῦ τάφου, καὶ ἡ σφραγὶς καὶ οἱ ἄνθρωποι.

Ὅρα, πῶς ἦσαν θεομάχοι. Ταῦτα ἀνθρώπινα, εἰπέ μοι, τὰ ἐπ᾽ αὐτῶν γενόμενα; Τίς αὐτοὺς ἐξήγαγε τῶν θυρῶν κεκλεισμένων; πῶς ἐξῆλθον τῶν φυλάκων πρὸ τῶν θυρῶν ἑστώτων; Ὄντως μαινομένων καὶ μεθυόντων τὰ ῥήματα. Οὓς οὐ κατέσχε φυλακὴ, καὶ δεσμὰ, καὶ θύραι κεκλεισμέναι, τούτων προσεδόκησαν περιέσεσθαι, παίδων ἀνοήτων πρᾶγμα παθόντες.

Οἱ ὑπηρέται γοῦν αὐτῶν διὰ τοῦτο παραγίνονται, καὶ ὁμολογοῦσι τὸ γεγονὸς, ἵνα πᾶσαν αὐτοῖς ἀποκλείσωσι πρόφασιν. Ὁρᾷς σημεῖα ἐπὶ σημείοις διάφορα, τὰ μὲν ὑπ᾽ αὐτῶν, τὰ δὲ εἰς αὐτοὺς γενόμενα, ἃ καὶ λαμπρότερα ἦν; Καλῶς οὐδὲ εὐθέως αὐτοῖς ἐμηνύθη, ἀλλὰ πρότερον ἐν ἀπορίᾳ γεγονόσιν, ἵνα διασκεψάμενοι θείαν εἶναι δύναμιν, οὕτω μάθωσιν ἅπαντα. Ὡς δὲ ἤκουσαν τοὺς λόγους τούτους ὅ τε ἀρχιερεὺς καὶ ὁ στρατηγὸς τοῦ ἱεροῦ καὶ οἱ ἀρχιερεῖς, διηπόρουν περὶ αὐτῶν τί ἂν γένοιτο τοῦτο. Παραγενόμενος δέ τις ἀπήγγειλεν αὐτοῖς, ὅτι ἰδοὺ οἱ ἄνδρες, οὓς ἔθεσθε ἐν τῇ φυλακῇ, εἰσὶν ἐν τῷ ἱερῷ ἑστῶτες καὶ διδάσκοντες τὸν λαόν.

Τότε ἀπελθὼν ὁ στρατηγὸς σὺν τοῖς ὑπηρέταις, ἤγαγεν αὐτοὺς οὐ μετὰ βίας· ἐφοβοῦντο γὰρ τὸν λαὸν, ἵνα μὴ λιθασθῶσιν. Ὢ τῆς ἀνοίας! Ἐφοβοῦντο, φησὶ, τὸν ὄχλον. Τί γὰρ αὐτοὺς ὁ ὄχλος ὠφέλει; Δέον τὸν Θεὸν φοβηθῆναι τὸν καθάπερ πτηνοὺς ἀεὶ τῶν χειρῶν αὐτοὺς ἐξαρπάζοντα τῶν ἐκείνων· οἱ δὲ μᾶλλον τὸν ὄχλον φοβοῦνται. Ὁ δὲ ἀρχιερεὺς ἐπηρώτησεν αὐτοὺς, λέγων· Οὐχὶ παραγγελίᾳ παρηγγείλαμεν ὑμῖν μὴ διδάσκειν ἐπὶ τῷ ὀνόματι τούτῳ; Καὶ ἰδοὺ ἐπληρώσατε τὴν Ἱερουσαλὴμ τῆς διδαχῆς ὑμῶν, καὶ βούλεσθε ἐπαγαγεῖν ἐφ᾽ ἡμᾶς τὸ αἷμα τοῦ ἀνθρώπου τούτου. Τί οὖν οἱ ἀπόστολοι; Πάλιν μετ᾽ ἐπιεικείας αὐτοῖς διαλέγονται· καίτοι γε ἐνῆν εἰπεῖν· Τίνες γάρ ἐστε ὑμεῖς ἀντιδιαταττόμενοι τῷ Θεῷ; Ἀλλὰ τί; Πάλιν ἐν τάξει παραινέσεως καὶ συμβουλῆς, καὶ μετὰ ἐπιεικείας πολλῆς ἀποκρίνονται. Ἀποκριθεὶς δὲ Πέτρος καὶ οἱ ἀπόστολοι εἶπον· Πειθαρχεῖν δεῖ Θεῷ μᾶλλον ἢ ἀνθρώποις. Πολλὴ ἡ φιλοσοφία καὶ τοιαύτη, ὅτι ἐντεῦθεν δεικνύουσι καὶ αὐτοὺς μαχομένους τῷ Θεῷ.

Ὁ Θεὸς τῶν πατέρων ἡμῶν ἤγειρεν Ἰησοῦν, ὃν ὑμεῖς διεχειρίσασθε κρεμάσαντες ἐπὶ ξύλου. Τοῦτον ὁ Θεὸς ἀρχηγὸν καὶ Σωτῆρα ὕψωσε τῇ δεξιᾷ αὐτοῦ, δοῦναι μετάνοιαν τῷ Ἰσραὴλ καὶ ἄφεσιν ἁμαρτιῶν. Ὃν ὑμεῖς ἀνείλετε, φησὶν, ὁ Θεὸς ἤγειρε. Καὶ ὅρα, τῷ Πατρὶ τὸ πᾶν πάλιν ἀνατιθέασιν, ἵνα μὴ δόξῃ ἀλλότριος εἶναι τοῦ Πατρός. Καὶ ὕψωσε, φησὶ, τῇ δεξιᾷ αὐτοῦ. Οὐχ ἁπλῶς τὴν ἀνάστασιν τοῦτο μόνην, ἀλλὰ καὶ τὴν ὕψωσιν, τουτέστι, τὴν ἀνάληψιν, δηλοῖ. Τοῦ δοῦναι μετάνοιαν τῷ Ἰσραήλ.

βʹ. Ὅρα πάλιν τὸ κέρδος καὶ ἐν τάξει ἀπολογίας διδασκαλίαν ἀπηρτισμένην. Καὶ ἡμεῖς ἐσμεν αὐτοῦ μάρτυρες τῶν ῥημάτων τούτων. Πολλὴ ἡ παῤῥησία. Εἶτα ἀξιόπιστον [λοιπὸν] τὸν λόγον ποιῶν, ἐπήγαγε· Καὶ τὸ Πνεῦμα δὲ τὸ ἅγιον, ὃ ἔδωκεν ὁ Θεὸς τοῖς πειθαρχοῦσιν αὐτῷ. Ὁρᾷς, πῶς οὐχὶ μόνον τῇ ἑαυτῶν, ἀλλὰ καὶ τῇ τοῦ Πνεύματος μαρτυρίᾳ κέχρηνται; Καὶ οὐκ εἶπον, Ὃ ἔδωκεν ἡμῖν, ἀλλὰ, Τοῖς πειθομένοις· ἅμα μὲν μετριάζοντες, ἅμα δὲ μέγα αὐτὸ δεικνύντες, καὶ δηλοῦντες, ὅτι καὶ αὐτοῖς δυνατὸν λαβεῖν. Ὅρα, πῶς καὶ δι᾽ ἔργων καὶ διὰ ῥημάτων ἐπαιδεύοντο, καὶ οὐ προσεῖχον, ἵνα δικαία αὐτοῖς ἡ κατάκρισις γένηται. Διὰ γάρ τοι τοῦτο καὶ ὁ Θεὸς συνεχώρει ἄγεσθαι αὐτοὺς εἰς δικαστήριον, ἵνα καὶ ἐκεῖνοι παιδεύωνται, εἴ γε μανθάνειν ἐβούλοντο, καὶ οἱ ἀπόστολοι εἰς παῤῥησίαν ἀλείφωνται. Οἱ δὲ ἀκούσαντες, διεπρίοντο, καὶ ἐβούλοντο ἀνελεῖν αὐτούς. Ὅρα κακίας ὑπερβολήν. Δέον ἐφ᾽ οἷς ἤκουσαν καταπλαγῆναι, οἱ δὲ διαπρίονται, καὶ βουλεύονται εἰκῆ ἀνελεῖν. Ἀλλ᾽ ἀναγκαῖον λοιπὸν ἄνωθεν ἰδεῖν τὰ ἀνεγνωσμένα. Ἄγγελος δὲ Κυρίου διὰ τῆς νυκτὸς ἤνοιξε τὰς πύλας τῆς φυλακῆς, καὶ ἐξαγαγὼν αὐτοὺς εἶπεν· Πορεύεσθε, καὶ σταθέντες λαλεῖτε ἐν τῷ ἱερῷ τῷ λαῷ πάντα τὰ ῥήματα τῆς ζωῆς ταύτης.

Ἐξαγαγών· οὐκ αὐτὸς ἀπάγει αὐτοὺς, ἀλλ᾽ ἀφίησιν· ὥστε καὶ ταύτῃ αὐτῶν γνωσθῆναι τὸ ἀκατάπληκτον, ὃ καὶ ἔδειξαν νυκτὸς εἰσελθόντες εἰς τὸ ἱερὸν καὶ διδάσκοντες. Εἰ δὲ ἐξέβαλον αὐτοὺς οἱ φύλακες, ὡς ἐκεῖνοι ἐνόμιζον, ἔφυγον ἂν, εἴ γε πεισθέντες ἐξῆλθον· μᾶλλον δὲ, εἰ ἐξέβαλον αὐτοὺς ἐκεῖνοι, οὐκ ἂν εἰς τὸ ἱερὸν ἔστησαν, ἀλλ᾽ ἀπέδρασαν ἄν. Τοῦτο δὲ οὐδεὶς οὕτως ἀνόητος ὥστε μὴ συνιδεῖν.

Οὐχὶ παραγγελίᾳ παρηγγείλαμεν ὑμῖν, φησί; Εἰ μὲν οὖν καὶ αὐτοὶ ἐπείσθησαν ὑμῖν, καλῶς εὐθύνετε· εἰ δὲ καὶ ἐξ ἐκείνου εἶπον μὴ πεισθήσεσθαι, περιτταὶ αἱ εὐθῦναι, περιτταὶ καὶ αἱ παραγγελίαι. Ὅρα ἐγκλημάτων ἀνακολουθίαν, καὶ ὑπερβάλλουσαν ἄνοιαν. Φονικὰς λοιπὸν βούλονται δεῖξαι τὰς προαιρέσεις τῶν Ἰουδαίων, ὡς οὐ δι᾽ ἀλήθειαν ταῦτα ποιούντων, ἀλλ᾽ ὥστε ἀμύνασθαι βουλομένων. Διὰ τοῦτο καὶ οὐδὲ θρασέως αὐτοῖς ἀποκρίνονται οἱ ἀπόστολοι· διδάσκαλοι γὰρ ἦσαν· καίτοι τίς οὐκ ἂν τὴν πόλιν ἅπασαν ἀναρτησάμενος, καὶ τοσαύτης ἀπολαύων χάριτος, εἶπεν ἂν δή τι καὶ ἐφθέγξατο μέγα;

Ἀλλ᾽ οὐχ οὗτοι· οὐ γὰρ ὠργίζοντο, ἀλλ᾽ ἠλέουν αὐτοὺς καὶ ἐδάκρυον, καὶ ἐσκόπουν, ὅπως αὐτοὺς ἀπαλλάξωσι τῆς πλάνης καὶ τοῦ θυμοῦ. Καὶ οὐκ ἔτι λέγουσι πρὸς αὐτούς· Ὑμεῖς κρίνατε· ἀλλ᾽ ἀποφαίνονται λέγοντες· Ὃν ὁ Θεὸς ἤγειρε· διὰ τούτου δηλοῦντες, ὅτι κατὰ γνώμην τοῦ Θεοῦ ταῦτά ἐστιν.

Οὐκ εἶπον δὲ, ὅτι Οὐκ εἴπομεν ὑμῖν καὶ τότε, Ἡμεῖς οὐ δυνάμεθα, ἃ εἴδομεν καὶ ἠκούσαμεν, μὴ λαλεῖν; οὐ γάρ εἰσι φιλότιμοι· ἀλλὰ πάλιν τὰ αὐτά φασι, τὸν σταυρὸν, τὴν ἀνάστασιν. Καὶ οὐ λέγουσι, διὰ τί ἐσταυρώθη· ὅτι ὑπὲρ ἡμῶν· ἀλλ᾽ αἰνίττονται μὲν, οὔπω δὲ φανερῶς, τέως αὐτοὺς φοβῆσαι βουλόμενοι.

Εἰπέ μοι, ποία ῥητορεία ἐνταῦθα; Οὐδεμία· οὕτω χωρὶς κατασκευῆς τὸ τῆς ζωῆς ἐκήρυττον Εὐαγγέλιον. Εἰπὼν δὲ, ὅτι Ὕψωσε, λέγει καὶ ἐπὶ τίνι, Ἐπὶ τῷ δοῦναι μετάνοιαν, ἐπάγων, τῷ Ἰσραὴλ, καὶ ἄφεσιν ἁμαρτιῶν. Ἀλλ᾽ ἀπίθανα ταῦτα τέως ἐδόκει, φασί. Τί λέγεις; καὶ πῶς οὐ πιθανὰ μᾶλλον, οἷς γε οὐκ ἄρχοντες ἀντειπεῖν εἶχον, οὐ πλῆθος· ἀλλ᾽ οἱ μὲν ἐπεστομίζοντο, οἱ δὲ ἐδιδάσκοντο; Καὶ ἡμεῖς, φησὶ, μάρτυρες τῶν ῥημάτων τούτων ἐσμέν.

Ποίων; Ὅτι ἄφεσιν, ὅτι μετάνοιαν ἐπηγγείλατο· ἡ μὲν γὰρ ἀνάστασις ἦν λοιπὸν ὡμολογημένη. Ὅτι δὲ ἄφεσιν δίδωσιν, ἡμεῖς μαρτυροῦμεν, καὶ τὸ Πνεῦμα τὸ ἅγιον, ὃ οὐκ ἂν ἐπῆλθε, μὴ πρότερον τῶν ἁμαρτιῶν λυθεισῶν· ὥστε ἀναμφισβήτητον τεκμήριον τοῦτό ἐστιν. Ἄφεσιν ἁμαρτημάτων ἀκούεις, ἄθλιε, καὶ ὅτι οὐ δίκην ἀπαιτεῖ, καὶ βούλει ἀνελεῖν; Καὶ πόσης ταῦτα οὐχὶ κακίας; Καίτοι ἢ διελέγξαι ψευδομένους ἐχρῆν, ἢ μὴ δυναμένους, πεισθῆναι· εἰ δὲ μὴ ἐβούλοντο πεισθῆναι, μὴ ἀνελεῖν. Τί γὰρ ἦν ἀναιρέσεως ἄξιον; Οἱ δὲ ὑπὸ τοῦ θυμοῦ οὐδὲ συνεῖδον τὸ γεγενημένον. Ὅρα, πῶς ἐνταῦθα μνημονεύσαντες τοῦ τολμήματος, περὶ ἀφέσεως διαλέγονται, δεικνύντες, ὅτι τὰ μὲν γεγενημένα ἄξια θανάτου, τὰ δὲ διδόμενα ὡς εὐγνώμοσιν ἐδίδοντο. Πῶς ἂν ἄλλως τις ἔπεισεν αὐτοὺς ἢ ὡς εὐδοκιμοῦντας εἰπών; Καὶ ὅρα τὴν κακουργίαν· τοὺς Σαδδουκαίους αὐτοῖς ἐφιστῶσιν, οἳ μάλιστα ἤλγουν ἐπὶ τῇ ἀναστάσει. Ἀλλ᾽ οὐδὲν τῆς πονηρίας ἀπώναντο. Ἀλλ᾽ ἴσως ἐρεῖ τις· Καὶ τίς ἄνθρωπος τοιούτων ἀπολαύων, οἵων οἱ ἀπόστολοι, οὐκ ἂν μέγας ἐγένετο; Ἀλλ᾽ ὅρα μοι πρὶν ἢ ἀπολαῦσαι τῆς χάριτος, πῶς ἦσαν προσκαρτεροῦντες ὁμοθυμαδὸν τῇ προσευχῇ, καὶ ἐλπίζοντες ἐπὶ τὴν ἄνωθεν ῥοπήν. Καὶ σὺ ἐλπίζεις, ἀγαπητὲ, βασιλείαν οὐρανῶν, ἀλλ᾽ οὐδὲν ὑπομένεις; καὶ σὺ Πνεῦμα ἔλαβες, ἀλλ᾽ οὐ τοιαῦτα πάσχεις, οὐδὲ κινδυνεύεις;

Ἐκεῖνοι δὲ, πρὶν ἢ τῶν προτέρων ἀναπνεῦσαι, πάλιν ἐφ᾽ ἕτερα ἤγοντο. Καὶ τοῦτο δὲ αὐτὸ τὸ μὴ τυφωθῆναι, τὸ μὴ κενοδοξῆσαι, πόσον ἐστὶν ἀγαθόν! τὸ μετὰ ἐπιεικείας διαλέγεσθαι, πόσον ἐστὶ κέρδος! Οὐ γὰρ δὴ πάντα τῆς χάριτος ἦν, ἀλλὰ καὶ τῆς αὐτῶν σπουδῆς πολλὰ τὰ τεκμήρια. Τὸ γὰρ ἐν αὐτοῖς τὰ τῆς χάριτος διαλάμπειν, τῆς αὐτῶν ἐπιμελείας ἦν.

γʹ. Ὅρα γοῦν εὐθὺς ἐξ ἀρχῆς, πῶς μεμεριμνημένος ὁ Πέτρος ἐστὶ, πῶς νήφων καὶ ἐγρηγορὼς, πῶς οἱ πιστεύσαντες τὰ χρήματα ἔῤῥιψαν. Οὐδὲν ἴδιον εἶχον, ἐν εὐχῇ ἦσαν, ὁμόνοιαν ἐπεδείκνυντο, ἐν νηστείαις διῆγον. Ταῦτα ποίας χάριτος; εἰπέ μοι. Διὰ τοῦτο καὶ δι᾽ αὐτῶν ποιεῖ γενέσθαι τὸν ἔλεγχον τῶν ὑπηρετῶν αὐτῶν· οἳ καὶ ὥσπερ ἐπὶ τοῦ Χριστοῦ ἔλεγον οἱ πεμφθέντες, Οὐδέποτε οὕτως ἄνθρωπος ἐλάλησεν ὡς οὗτος ὁ ἄνθρωπος, ἀπήγγειλαν ὑποστρέψαντες ἅπερ εἶδον. Σὺ δέ μοι σκόπει ἐνταῦθα καὶ αὐτῶν τὴν ἐπιείκειαν, πῶς εἴκουσι, καὶ τοῦ ἀρχιερέως τὴν πεπλασμένην γνώμην. Ἐπιεικῶς γὰρ δῆθεν αὐτοῖς διαλέγεται, ἅτε φοβούμενος, καὶ κωλῦσαι μᾶλλον ἐβούλετο, ἢ ἀνελεῖν, ἐπειδὴ τοῦτο οὐκ ἠδύνατο. Καὶ ὥστε πάντας κινῆσαι, καὶ περὶ τῶν ἐσχάτων αὐτοῖς ἐπικρεμάσαι τὸν κίνδυνον, Βούλεσθε, φησὶν, ἐπαγαγεῖν ἐφ᾽ ἡμᾶς τὸ αἷμα τοῦ ἀνθρώπου τούτου;

Ἔτι ἄνθρωπος εἶναί σοι δοκεῖ; Οὕτως εἶπε, δεικνὺς, ὅτι ἀναγκαία ἡ παρακέλευσις γέγονεν αὐτοῖς. Ἀλλ᾽ ὅρα καὶ τὸν Πέτρον, τί φησιν· Τοῦτον ὁ Θεὸς ἀρχηγὸν καὶ Σωτῆρα ὕψωσε τῇ δεξιᾷ αὐτοῦ, τοῦ δοῦναι μετάνοιαν τῷ Ἰσραὴλ, καὶ ἄφεσιν ἁμαρτιῶν.

Ἐνταῦθα οὐ μέμνηται τῶν ἐθνῶν, ἵνα μὴ δῷ λαβήν. Καὶ ἐβούλοντο, φησὶν, ἀνελεῖν αὐτούς. Ὅρα πάλιν τούτους ἐν ἀπορίᾳ, τούτους ἐν ὀδύνῃ· ἐκείνους δὲ ἐν ἀνέσει καὶ εὐθυμίᾳ καὶ ἐν τρυφῇ. Οὐχ ἁπλῶς ὠδυνῶντο, ἀλλὰ Διεπρίοντο. Τοῦτό ἐστιν ἄρα τὸ, κακῶς παθεῖν τὸ κακῶς ποιεῖν· καθάπερ καὶ ἐνταῦθα ἔστιν ἰδεῖν. Ἐν δεσμοῖς ἦσαν οὗτοι, παρειστήκεισαν δικαστηρίῳ, καὶ οἱ δικάζοντες ἦσαν ἐν ἀπορίᾳ, ἐν ἀμηχανίᾳ πολλῇ. Καθάπερ γὰρ ὁ τὸν ἀδάμαντα πλήττων, αὐτὸς λαμβάνει τὴν πληγήν· οὕτω δὴ καὶ οὗτοι. Ἀλλ᾽ ἑώρων οὐ μόνον οὐκ ἐμποδιζομένην αὐτῶν τὴν παῤῥησίαν, ἀλλὰ καὶ μᾶλλον αὐξόμενον τὸ κήρυγμα, καὶ ἀκαταπλήκτως διαλεγομένους αὐτοὺς, καὶ μὴ παρέχοντας λαβάς. Μιμησώμεθα τούτους δὴ καὶ ἡμεῖς, ἀγαπητοὶ, καὶ ἀκατάπληκτοι ἐν πᾶσι γενώμεθα τοῖς δεινοῖς. Οὐκ ἔστι δεινόν τι τῷ φοβουμένῳ τὸν Θεὸν, ἀλλ᾽ ἐν τοῖς μὴ φοβουμένοις ἐστὶ τὰ δεινά. Ὁ γὰρ τῶν παθῶν δι᾽ ἀρετῆς ἀνώτερος γινόμενος, καὶ ὥσπερ σκιὰν τὰ παρόντα παρατρέχων πράγματα, πῶς ὑπό τινος πείσεται δεινόν; τίνα δὲ φοβηθήσεται; ἢ τί τὰ δεινὰ λογιεῖται;

Οὐκοῦν καταφύγωμεν ἐπὶ ταύτην τὴν πέτραν τὴν ἄσειστον. Εἰ πόλιν ἡμῖν τις κατεσκεύαζε, καὶ τεῖχος περιετίθει· μᾶλλον δὲ εἰ ἀπῴκιζεν ἡμᾶς εἰς γῆν, ἔνθα μηδεὶς ἦν ὁ ἐνοχλῶν, καὶ πᾶσαν ἐκεῖ παρεῖχε τὴν ἀφθονίαν, οὐκ ἀφεὶς πρὸς οὐδένα πρᾶγμα ἔχειν, οὐκ ἂν ἡμᾶς ἐν τοσαύτῃ κατέστησεν ἀσφαλείᾳ, ἐν ὅσῃ νῦν ὁ Χριστός. Ἔστω γοῦν, εἰ βούλει, καὶ ἡ πόλις χαλκῆ, τεῖχος πάντοθεν ἔχουσα καρτερὸν καὶ ἀνάλωτον· μηδεὶς αὐτῇ προσκείσθω πολέμιος, ἄφθονον ἐχέτω γῆν καὶ λιπαράν· παρέστω δὲ καὶ ἡ τῶν ἄλλων ἀφθονία πραγμάτων· ἔστωσαν καὶ πολῖται ἥμεροι καὶ προσηνεῖς, καὶ μηδεὶς ἐκεῖ φαινέσθω κακοῦργος ἀνὴρ, μὴ κλέπτης, μὴ λωποδύτης, μὴ συκοφάντης, μὴ δικαστήριον, ἀλλὰ συναλλάγματα ἁπλῶς· καὶ ταύτην οἰκῶμεν τὴν πόλιν· οὐκ ἦν οὐδὲ οὕτως ἐν ἀσφαλείᾳ ζῇν. Διὰ τί; Ὅτι καὶ πρὸς οἰκέτας, καὶ πρὸς γυναῖκα, καὶ πρὸς παιδία ἀνάγκη διαφέρεσθαι, καὶ πολλῆς ἀθυμίας εἶναι ὑπόθεσιν.

Ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον· οὐ γὰρ ἦν, οὐκ ἦν τὸ λυποῦν οὐδὲ τὸ παρέχον ἀθυμίαν τινά. Ἀλλὰ τὸ θαυμαστὸν, αὐτὰ δὴ τὰ δοκοῦντα παρέχειν ἀθυμίαν, ταῦτα πάσης ἐγίνετο χαρᾶς καὶ εὐφροσύνης αἴτια. Εἰπὲ γάρ μοι, τίνος ἕνεκεν ἔμελλον ἀλύειν ἐκεῖνοι; τίνος δὲ ἕνεκεν δυσχεραίνειν; Βούλει παραγάγωμέν τινα ἐν τῷ μέσῳ; Ἔστω τις ἀπὸ ὑπάτων, πλοῦτον κεκτήσθω πολὺν, πόλιν οἰκείτω τὴν βασιλικὴν, πράγματα πρὸς μηδένα ἐχέτω, τρυφάτω μόνον, καὶ πρὸς τοῦτο ἀσχολείσθω, ἐν αὐτῇ τῇ κορυφῇ καὶ τοῦ πλούτου καὶ τῆς τιμῆς καὶ τῆς δυναστείας καθήμενος· ἀντεπεξαγάγωμεν αὐτῷ Πέτρον τὸν ἐν δεσμοῖς, εἰ δοκεῖ, τὸν ἐν μυρίοις κακοῖς· καὶ τοῦτον εὑρήσομεν τρυφῶντα μᾶλλον. Ὅταν γὰρ τοσαύτη περιουσία χαρᾶς ᾖ, ὡς ἐν δεσμοῖς ἥδεσθαι, ἐννόησον ὅσον ἐστὶ τὸ μέγεθος τῆς χαρᾶς. Καθάπερ γὰρ οἱ ἐπὶ μεγάλης ὄντες ἀρχῆς, ὅσα ἂν προσπέσῃ δεινὰ, οὐκ αἰσθάνονται, ἀλλ᾽ ἐπιμένουσι τῇ χαρᾷ· οὕτω δὴ καὶ οὗτοι δι᾽ αὐτὰ δὴ ταῦτα μᾶλλον ἔχαιρον.

Οὐ γὰρ ἔστιν, οὐκ ἔστι λόγῳ παραστῆσαι τὴν ἡδονὴν, ὅσην ἔχειν συμβαίνει τοὺς διὰ Χριστόν τι πάσχοντας δεινόν· μᾶλλον γὰρ ἐπὶ τοῖς δεινοῖς χαίρουσιν, ἢ ἐπὶ τοῖς ἀγαθοῖς. Εἴ τις ἐφίλησε τὸν Χριστὸν, οἶδεν ὃ λέγω.

Ἀλλὰ τί; ἀσφαλείας ἕνεκεν ἔμελλον τὰ δυσχερῆ φεύγειν; Καὶ τίς, εἰπέ μοι, μυρίον κεκτημένος πλοῦτον, τοσούτους κινδύνους ἠδυνήθη διαφυγεῖν, ἔθνεσι τοσούτοις ὁμιλῶν, ὑπὲρ μεταστάσεως πολιτείας μόνης; Οὗτοι δὲ ὥσπερ ἐξ ἐπιτάγματος βασιλικοῦ πάντα ἤνυον, μᾶλλον δὲ καὶ πολλῷ ῥᾴδιον. Οὐ γὰρ οὕτως ἐπίταγμα βασιλικὸν, ὡς τὰ ἐκείνων ῥήματα ἅπαντα ἤνυσαν· τὸ γὰρ ἐπίταγμα τὸ βασιλικὸν ἀνάγκῃ ἐπάγεται, οὗτοι δὲ ἑκόντας καὶ προαιρουμένους, καὶ μυρίαν χάριν εἰδότας. Ποῖον ἐπίταγμα βασιλικὸν πάντων ἀποστῆναι τῶν χρημάτων, καὶ τῆς ψυχῆς ἔπεισεν ἂν, καὶ καταφρονῆσαι οἰκίας, πατρίδος, συγγενῶν, καὶ τῆς σωτηρίας αὐτῆς; Ἀλλ᾽ αἱ τῶν ἁλιέων καὶ σκηνοποιῶν ἴσχυσαν φωναί. Ὥστε καὶ ἐν ἡδονῇ ἦσαν, καὶ δυνατώτεροι καὶ ἰσχυρότεροι πάντων.

Ναὶ, φησὶν, ἐκεῖνοι, ἐπειδὴ τὰ σημεῖα ἐποίουν. Οἱ δὲ πιστεύσαντες, εἰπέ μοι, ποῖα σημεῖα ἐποίουν, οἱ τρισχίλιοι, καὶ πεντακισχίλιοι, οἳ καὶ ἐν ἀγαλλιάσει πολλῇ διῆγον; Εἰκότως· ἡ γὰρ πασῶν τῶν ἀθυμιῶν ὑπόθεσις, ἡ τῶν χρημάτων κτῆσις ἀνῄρητο. Ἐκείνη γὰρ, ἐκείνη καὶ πολέμων, καὶ μάχης, καὶ λύπης, καὶ ἀθυμίας, καὶ πάντων αἰτία τῶν κακῶν ἦν· ἡ τὸν βίον ἐπίπονον ποιοῦσα καὶ λυπηρότερον, ἐκείνη ἐστί. Καὶ πλείους εὕροι τις ἂν μᾶλλον ἔχοντας ἀθυμίας ὑποθέσεις τοὺς ἐν πλούτῳ, ἢ τοὺς ἐν πενίᾳ.

Εἰ δὲ μὴ δοκεῖ τισιν οὕτως ἔχειν, οὐ παρὰ τὴν τῶν πραγμάτων φύσιν, ἀλλὰ παρὰ τὴν δόξαν αὐτῶν. Εἰ δέ τινα ἔχουσι καὶ ἡδονὴν οἱ ἐν πλούτῳ, οὐδὲν θαυμαστόν. Καὶ γὰρ οἱ ψώρας ἀναπεπλησμένοι, ἐν πολλῇ εἰσιν ἡδονῇ. Ὅτι γὰρ ἐκείνων οὐδὲν διαφέρουσιν οἱ πλουτοῦντες, ἀλλ᾽ ἡ ψυχὴ τοιαύτη τίς ἐστιν αὐτοῖς, δῆλον ἐκεῖθεν· Ἀνιῶσιν αὐτοὺς φροντίδες, καὶ ὅμως βούλονται αὐταῖς ἐνέχεσθαι διὰ τὴν πρόσκαιρον ἡδονήν· οἱ δὲ τούτων ἀπηλλαγμένοι, ἐν ὑγείᾳ εἰσὶ καὶ ἀθυμίας ἐκτός.

δʹ. Τί ἥδιον, εἰπέ μοι; τί δαὶ ἀσφαλέστερον; ὑπὲρ ἄρτου φροντίζειν ἑνὸς καὶ ἐνδυμάτων, ἢ ὑπὲρ μυρίων καὶ οἰκετῶν καὶ ἐλευθέρων, τὰ καθ᾽ ἑαυτὸν μὴ μεριμνῶντα; Καθάπερ γὰρ οὗτος ὑπὲρ ἑαυτοῦ δέδοικεν· οὕτω καὶ σὺ ὑπὲρ τῶν τῆς σῆς ἐκκρεμαμένων κεφαλῆς.

Καὶ τί δήποτε φευκτὸν ἡ πενία δοκεῖ, φησίν; Ἐπειδὴ καὶ τὰ ἄλλα ἀγαθὰ ἀπευκτὰ πολλοῖς τυγχάνει, ἅπερ εἰσὶν οὐ διὰ τὸ ἀπευκτὰ εἶναι φευκτὰ, ἀλλὰ διὰ τὸ δυσκατόρθωτα. Οὐκοῦν καὶ αὕτη οὐκ ἀπευκτὴ, ἀλλὰ δυσκατόρθωτος· ὥστε εἴ γέ τις αὐτὴν ἐνεγκεῖν ἠδύνατο, οὐκ ἂν ἦν ἀπευκτή. Διὰ τί γὰρ οὐκ ἀπηύχοντο αὐτὴν οἱ ἀπόστολοι; διὰ τί πολλοὶ καὶ αἱροῦνται αὐτὴν, καὶ οὐ μόνον οὐκ ἀπεύχονται, ἀλλὰ καὶ ἐπιτρέχουσι; Τὸ γὰρ ὄντως ἀπευκτὸν οὐδὲ αἱρετὸν, πλὴν τοῖς μαινομένοις.

Εἰ δὲ οἱ φιλόσοφοι τῶν ἀνθρώπων καὶ ὑψηλοὶ ἐπὶ ταύτην ἔρχονται ὡς ἐπί τι χωρίον ἀσφαλὲς καὶ ἄνοσον, οὐδὲν θαυμαστὸν, ἐὰν τοῖς ἄλλοις μὴ δοκῇ. Ὁ μὲν γὰρ πλούσιος οὐδὲν ἕτερον εἶναί μοι δοκεῖ, ἀλλ᾽ ἢ πόλις ἀτείχιστος ἐν πεδίῳ κειμένη καὶ πολλαχόθεν ἐπισπωμένη τοὺς ἐπιβουλεύοντας· ἡ δὲ πενία φρούριον ἀσφαλὲς, χαλκῷ περιβεβλημένον πολλῷ, καὶ δύσκολον ἔχον τὴν ἄνοδον. Καὶ μὴν τοὐναντίον, φησὶν, ἐστίν· οὗτοι γάρ εἰσιν οἱ εἰς δικαστήριον πολλάκις ἑλκόμενοι· οὗτοί εἰσιν οἱ ἐπηρεαζόμενοι καὶ κακῶς πάσχοντες. Οὐχ οἱ πένητες ἁπλῶς, ἀλλ᾽ οἱ πένητες μὲν, βουλόμενοι δὲ πλουτεῖν. Ἐγὼ δὲ οὐ περὶ ἐκείνων φημὶ, ἀλλὰ περὶ τῶν σπουδαζόντων ἐν πενίᾳ διάγειν. Εἰπὲ γάρ μοι, διὰ τί μηδεὶς τοὺς ἐν τοῖς ὄρεσιν ἕλκει εἰς δικαστήριον; καίτοι γε εἰ ἡ πενία εὐχείρωτον, ἐκείνους μάλιστα πάντων ἕλκεσθαι ἔδει, ὅσῳ πάντων εἰσὶ πενέστεροι. Διὰ τί τοὺς προσαιτοῦντας οὐδεὶς ἕλκει εἰς δικαστήριον; διὰ τί μηδεὶς βιάζεται μηδὲ συκοφαντεῖ; ἆρ᾽ οὐ διότι ἐν ἀσφαλεστέρῳ χωρίῳ μένουσι; Πόσοις τὸ πρᾶγμα καὶ δυσοιώνιστον εἶναι δοκεῖ, ἡ πενία λέγω, καὶ τὸ προσαιτεῖν;

Τί οὖν, εἰπέ μοι, καλὸν τὸ ἐπαιτεῖν; Καλὸν, ἐὰν ᾖ ὁ παραμυθούμενος καὶ ἐλεῶν, ἐὰν ᾖ ὁ παρέχων· οὕτω βίον ἀπράγμονα καὶ ἀσφαλῆ τοῦτον πᾶς οἶδεν. Ἐγὼ δὲ οὐ τοῦτο παραινῶ· μὴ γένοιτο· ἀλλ᾽ ὥστε μὴ πλούτου ἐφίεσθαι. Εἰπὲ γάρ μοι, τίνας ἂν εἴπω μᾶλλον μακαρίους, τοὺς ἐπιτηδείους πρὸς ἀρετὴν, ἢ τοὺς ταύτης πόῤῥω καθεστηκότας; Εὔδηλον, ὅτι τοὺς ἐπιτηδείους. Τίς οὖν ἐπιτήδειος πρὸς τὸ μαθεῖν τι τῶν χρησίμων, καὶ λάμπειν ἐν φιλοσοφίᾳ, οὗτος ἢ ἐκεῖνος; Παντί που δῆλον, ὅτι οὗτος. Εἰ δὲ ἀπιστεῖς, μάνθανε· Ἀγέσθω τις ἀπὸ τῆς ἀγορᾶς τῶν προσαιτούντων, καὶ αὐτὸς μὲν ἔστω πηρὸς, χωλὸς, κυλλός· ἕτερος δέ τις καλὸς μὲν ἰδεῖν, ἰσχυρὸς τῷ σώματι, πάντοθεν σφριγῶν, τοῖς χρήμασι περιῤῥεόμενος· γένος ἐχέτω λαμπρὸν, καὶ δυναστείαν μεγάλην.

Οὐκοῦν ἀγάγωμεν τούτους εἰς τὸ τῆς φιλοσοφίας παιδευτήριον, καὶ ἴδωμεν, τίς αὐτῶν μᾶλλον δέξεται τὰ τῆς διδασκαλίας. Ἔστω γοῦν τὸ πρῶτον παράγγελμα, Ταπεινὸς ἔσο καὶ μέτριος· τοῦτο γὰρ ὁ Χριστὸς προσέταξε· τίς μᾶλλον αὐτὸ κατορθῶσαι δυνήσεται, οὗτος ἢ ἐκεῖνος; Μακάριοι οἱ πενθοῦντες· τίς μᾶλλον προσέξει τῷ εἰρημένῳ; Μακάριοι οἱ ταπεινοί· τίς μᾶλλον ἀκούσεται; Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ· μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην· μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης· τίς εὐκόλως ταῦτα καταδέξεται;

Καὶ εἰ βούλει, πᾶσιν αὐτοῖς ἐφαρμόσωμεν ἑκατέρους. Οὐχ ὁ μὲν φλεγμαίνει καὶ οἰδεῖ πάντοθεν· ὁ δὲ ταπεινοφρονεῖ ἀεὶ καὶ συνέσταλται διαπαντός; Εὔδηλον ὅτι. Ἔστι μὲν οὖν δή τι καὶ ἔπος τοιοῦτο τοῖς ἔξωθεν εἰρημένον· Δοῦλος μὲν Ἐπίκτητος, σῶμα ἀνάπηρος· πενίην Ἶρος, καὶ φίλος ἀθανάτων. Ἀλλὰ τοῦτο μὲν ὁ πένης. Ἡ δὲ τοῦ πλουσίου ψυχὴ πάντων γέμει τῶν κακῶν, ἀπονοίας, κενοδοξίας, ἐπιθυμιῶν μυρίων, ὀργῆς καὶ θυμοῦ, πλεονεξίας, ἀδικίας, καὶ εἴ τινος ἑτέρου. Ἄρα φανερὸν, ὅτι πρὸς φιλοσοφίαν αὕτη ἐπιτηδεία, ἢ ἐκείνη. Πάντως ζητεῖτε μαθεῖν, τί μᾶλλον ἥδιον· τοῦτο γὰρ παρὰ πολλοῖς ζητούμενον ὁρῶ, εἴ γε αὕτη ἡδίων ἡ διαγωγή. Καὶ μὴν οὐδὲ ὑπὲρ τούτου ἀμφιβάλλειν χρή· ὁ γὰρ ἐγγὺς τῆς ὑγείας, οὗτος καὶ ἐν ἡδονῇ πολλῇ. Τίς δὲ, εἰπέ μοι, πρὸς τὸ προκείμενον, ὅπερ βουλόμεθα, κατορθῶσαι, τὸν νόμον τοῦτον λέγω, ἐπιτήδειος, ὁ πένης ἢ ὁ πλουτῶν; τίς εὐκόλως ὀμεῖται, ὁ πρὸς παῖδας παροξυνόμενος, ὁ πρὸς μυρίους ἔχων συναλλάγματα, ἢ ὁ προσιὼν ὑπὲρ ἄρτου ἢ ἱματίου ἑνός; Οὗτος οὐδὲ ἀνάγκην ὅρκων ἔχει, ἐὰν θέλῃ, ἀλλ᾽ ἀεὶ ἐν ἀπραγμοσύνῃ διάγει· μᾶλλον δὲ ὁ παιδευόμενος μὴ ὀμνύναι, καὶ χρημάτων καταφρονήσει πολλάκις, καὶ πανταχοῦ τῆς ἀρετῆς τὰς ὁδοὺς τεμνομένας ἀπὸ τούτου τοῦ καλοῦ ἴδοι τις ἂν, καὶ πάσας φερούσας πρὸς ἐπιείκειαν, πρὸς χρημάτων ὑπεροψίαν, πρὸς εὐλάβειαν, πρὸς κατάστασιν ψυχῆς, πρὸς κατάνυξιν.

Μὴ δὴ ῥᾳθυμῶμεν, ἀγαπητοὶ, ἀλλὰ πάλιν πολλὴν ποιησώμεθα τὴν σπουδήν· οἱ μὲν κατωρθωκότες, ὥστε φυλάξαι τὸ κατορθωθὲν, ὥστε μὴ εὐκόλως ἀποῤῥοήν τινα γενέσθαι καὶ παλίῤῥοιαν εἰς τοὐπίσω· οἱ δὲ ἔτι λειπόμενοι, ὥστε διαναστῆναι, ὥστε σπουδάσαι τὸ λεῖπον πληρῶσαι.

Καὶ τέως οἱ κατορθώσαντες τοὺς μήπω δυνηθέντας, καθάπερ ἐν πελάγει νηχομένοις τὰς χεῖρας ἐκτείνοντες, ἐν τῷ λιμένι τῆς ἀνωμοσίας δεχέσθωσαν. Λιμὴν γὰρ ὄντως ἀσφαλὴς, τὸ μὴ ὀμνύναι· λιμὴν, πρὸς τὸ μὴ καταποντίζεσθαι ὑπὸ τῶν προσπιπτόντων πνευμάτων.

Κἂν γὰρ ὀργὴ, κἂν ἐπήρεια, κἂν θυμὸς ὑπερζέσῃ, κἂν ὁτιοῦν, ἡ ψυχὴ ἐν ἀσφαλείᾳ καθέστηκεν, ὥστε οὐδ᾽ ἂν ἐκβάλῃ τι τῶν οὐκ ὀφειλόντων εἰρῆσθαι· οὐ γὰρ εἰς ἀνάγκην κατέστησεν ἑαυτὴν, οὐδὲ νόμον. Ὅρα τί διὰ τὸν ὅρκον ἐποίησεν Ἡρώδης· τὴν κεφαλὴν ἀπέτεμε τοῦ Προδρόμου. Διὰ τοὺς ὅρκους γὰρ, φησὶ, καὶ τοὺς συνανακειμένους οὐκ ἠθέλησεν αὐτὴν ἀθετῆσαι. Τί δι᾽ ὅρκον πεπόνθασιν αἱ φυλαὶ ἐπὶ τῆς Βενιαμὶν φυλῆς; τί δι᾽ ὅρκον πέπονθεν ὁ Σαούλ; Ὁ μὲν γὰρ ἐπιώρκησεν, ὁ δὲ Ἡρώδης καὶ τῆς ἐπιορκίας χεῖρον εἰργάσατο, τὸν φόνον. Πάλιν ὁ Ἰησοῦς διὰ τὸν ὅρκον ἐπὶ τῶν Γαβαωνιτῶν οἷα πέπονθεν ἔγνως. Σατανικὴ γὰρ ὄντως ἐστὶ παγὶς τὸ ὀμνύναι. Διαῤῥήξωμεν τοίνυν τὰ σχοινία, καὶ ἐν εὐκολίᾳ καταστήσομεν ἑαυτοὺς πάσης φυλακῆς.

Ἀπαλλαγῶμεν τῆς σατανικῆς παγίδος· φοβηθῶμεν τὴν ἐντολὴν τὴν Δεσποτικήν· εἰς συνήθειαν ἀρίστην ἑαυτοὺς ἐμβάλωμεν· ἵνα ὁδῷ προβαίνοντες, καὶ ταύτην καὶ τὰς λοιπὰς ἐντολὰς κατορθώσαντες, τῶν ἐπηγγελμένων ἐπιτύχωμεν ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτὸν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΙΔʹ. Ἀναστὰς δέ τις ἐν τῷ συνεδρίῳ Φαρισαῖος, ὀνόματι Γαμαλιὴλ, νομοδιδάσκαλος, τίμιος παντὶ τῷ λαῷ, ἐκέλευσεν ἔξω βραχὺ τοὺς ἀνθρώπους γενέσθαι. αʹ. Οὗτος ὁ Γαμαλιὴλ, Παύλου διδάσκαλος ἦν. Καὶ θαυμάσαι ἄξιον, πῶς καὶ τὰς κατὰ νοῦν κρίσεις ἔχων καὶ νομομαθὴς ὢν, οὐδέπω ἐπίστευσεν. Οὐκ ἔστι δὲ αὐτὸν μεῖναι μὴ πιστεύσαντα δι᾽ ὅλου. Καὶ δῆλον ἐκ τῶν ῥημάτων αὐτοῦ, δι᾽ ὧν συμβουλεύει. Ἐκέλευσε γὰρ, φησὶν, ἔξω βραχὺ τοὺς ἀνθρώπους ποιῆσαι. Ὅρα τὴν σύνεσιν τῆς δημηγορίας, καὶ πῶς αὐτοὺς εὐθέως εἰς φόβον ἐσέβαλεν. Ὥστε δὲ μὴ ὑποπτευθῆναι αὐτὸν ὡς τὰ ἐκείνων φρονοῦντα, ὡς πρὸς ὁμογνώμονας διαλέγεται, καὶ οὐ πολλῇ τῇ σφοδρότητι κέχρηται, ἀλλ᾽ ὡς ὑπὸ τοῦ θυμοῦ μεθύουσιν, οὕτω φησίν· Ἄνδρες Ἰσραηλῖται, προσέχετε ἑαυτοῖς, ἐπὶ τοῖς ἀνθρώποις τούτοις τί μέλλετε πράσσειν. Μὴ ἁπλῶς, φησὶ, μηδὲ ὡς ἔτυχε φέρεσθε. Πρὸ γὰρ τούτων τῶν ἡμερῶν ἀνέστη Θευδᾶς, λέγων, εἶναί τινα ἑαυτὸν, ᾧ προσεκολλήθη ἀριθμὸς ἀνδρῶν ὡς τετρακοσίων· ὃς ἀνῃρέθη· καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ, διελύθησαν καὶ ἐγένοντο εἰς οὐδέν. Ἀπὸ παραδειγμάτων αὐτοὺς σωφρονίζει, καὶ τὸν πλείονας ἀποστήσαντα ὕστερον τίθησι παραμυθούμενος αὐτούς. Πρὸ μὲν οὖν τοῦ τὰ παραδείγματα εἰπεῖν, λέγει, Προσέχετε ἑαυτοῖς· ἐπειδὴ δὲ ἔδειξεν, ἀποφαίνεται λέγων· Καὶ τὰ νῦν λέγω ὑμῖν, Ἀπόστητε ἀπὸ τῶν ἀνθρώπων τούτων.

Μετὰ τοῦτον ἀνέστη Ἰούδας ὁ Γαλιλαῖος ἐν ταῖς ἡμέραις τῆς ἀπογραφῆς, καὶ ἀπέστησεν ἱκανὸν λαὸν ὀπίσω αὐτοῦ· κἀκεῖνος ἀπώλετο, καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ, διεσκορπίσθησαν. Καὶ τανῦν λέγω ὑμῖν, Ἀπόστητε ἀπὸ τῶν ἀνθρώπων τούτων, καὶ ἐάσατε αὐτούς· ὅτι, ἐὰν ᾖ ἐξ ἀνθρώπων ἡ βουλὴ αὕτη ἢ τὸ ἔργον τοῦτο, καταλυθήσεται· εἰ δὲ ἐκ Θεοῦ ἐστιν, οὐ δυνήσεσθε καταλῦσαι αὐτό.

Ὡσεὶ ἔλεγεν· Ἀνάσχεσθε, καὶ ἐὰν ἐξ ἑαυτῶν καὶ οὗτοι συνέστησαν, οὐδὲν κωλύσει καὶ αὐτοὺς καταλυθῆναι. Μήποτε καὶ Θεομάχοι εὑρεθῆτε. Καὶ διὰ τοῦ ἀδυνάτου, καὶ διὰ τοῦ ἀσυμφόρου ἀποτρέπει αὐτούς. Οὐκ εἶπε δὲ ὑπὸ τίνος ἀνῃρέθησαν, ἀλλ᾽ ἁπλῶς, ὅτι διελύθησαν, τάχα ὡς παρέλκον. Δι᾽ ὧν δὲ ὑποτίθησι, διδάσκει, ὅτι Εἰ μὲν ἀνθρώπινον τὸ ἔργον, οὐδὲν δεήσει πραγμάτων ὑμῖν· εἰ δὲ θεῖόν ἐστιν, οὐδὲ μετὰ πραγμάτων δυνήσεσθε περιγενέσθαι.

Οὕτω γοῦν καὶ ὁ λόγος συνετὸς ἔδοξεν, ὅτι καὶ ἐπείσθησαν ὥστε μὴ ἀνελεῖν αὐτοὺς, ἀλλὰ μαστίξαι μόνον. Ἐπείσθησαν γὰρ αὐτῷ, φησί· καὶ προσκαλεσάμενοι τοὺς ἀποστόλους, δείραντες παρήγγειλαν μὴ λαλεῖν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ, καὶ ἀπέλυσαν αὐτούς. Ὅρα, μετὰ πόσα μαστίζονται θαύματα. Καὶ ὅμως πάλιν ἡ διδασκαλία ἐπετείνετο· καὶ γὰρ καὶ ἐν οἰκίᾳ καὶ ἐν τῷ ἱερῷ ἐδίδασκον. Οἱ μὲν οὖν ἐπορεύοντο χαίροντες ἀπὸ προσώπου τοῦ συνεδρίου, ὅτι ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ κατηξιώθησαν ἀτιμασθῆναι, πᾶσάν τε ἡμέραν ἐν τῷ ἱερῷ καὶ κατ᾽ οἶκον οὐκ ἐπαύοντο διδάσκοντες καὶ εὐαγγελιζόμενοι Ἰησοῦν Χριστόν. Ἐν δὲ ταῖς ἡμέραις ταύταις πληθυνόντων τῶν μαθητῶν, ἐγένετο γογγυσμὸς τῶν Ἑλληνιστῶν πρὸς τοὺς Ἑβραίους, ὅτι παρεθεωροῦντο ἐν τῇ διακονίᾳ τῇ καθημερινῇ αἱ χῆραι αὐτῶν.

Οὐκ ἐν ἐκείναις πάντως λέγει ταῖς ἡμέραις· ἀλλ᾽ ἐπεὶ συνήθεια τοιαύτη ἐστὶ τῇ Γραφῇ, καὶ τὰ μέλλοντα συμβαίνειν ὡς ἐφεξῆς γινόμενα λέγει, διὰ τοῦτο οὕτως εἶπεν. Ἑλληνιστὰς δὲ οἶμαι καλεῖν, τοὺς Ἑλληνιστὶ φθεγγομένους· οὗτοι γὰρ Ἑλληνιστὶ διελέγοντο Ἑβραῖοι ὄντες. Ἰδοὺ καὶ ἄλλος πειρασμός· μᾶλλον δὲ καὶ σὺ, εἰ βούλει σκοπεῖν, ὄψει καὶ ἔσωθεν καὶ ἔξωθεν τοὺς πολέμους ὄντας ἐξ ἀρχῆς. Προσκαλεσάμενοι δὲ, φησὶ, οἱ δώδεκα τὸ πλῆθος τῶν μαθητῶν, εἶπον· Οὐκ ἀρεστόν ἐστι καταλιπόντας ἡμᾶς τὸν λόγον τοῦ Θεοῦ, διακονεῖν τραπέζαις.

Καλῶς· τῶν γὰρ ἀναγκαίων τὰ ἀναγκαιότερα προτιμότερα. Ὅρα δὲ, πῶς εὐθέως καὶ τούτων πρόνοιαν ποιοῦνται, καὶ τοῦ κηρύγματος οὐκ ἀμελοῦσιν. Ὡς αἰδεσιμώτεροι δὲ ἐκεῖνοι ἦσαν, διὸ καὶ προκρίνονται. Ἐπισκέψασθε οὖν, ἀδελφοὶ, ἄνδρας ἐξ ὑμῶν μαρτυρουμένους ἑπτὰ, πλήρεις Πνεύματος καὶ σοφίας, οὓς καταστήσομεν ἐπὶ τῆς χρείας ταύτης. Ἡμεῖς δὲ τῇ προσευχῇ καὶ τῇ διακονίᾳ τοῦ λόγου προσκαρτερήσομεν. Καὶ ἤρεσεν ὁ λόγος ἐνώπιον παντὸς τοῦ πλήθους. Καὶ ἐξελέξαντο Στέφανον ἄνδρα πλήρη πίστεως καὶ Πνεύματος ἁγίου. Ἄρα καὶ ἐκεῖνοι πλήρεις πίστεως ἦσαν, οὓς καὶ ἐξελέξαντο, ἵνα μὴ τὰ αὐτὰ γένηται, οἷα ἐπὶ Ἰούδα, οἷα ἐπὶ Ἀνανίου καὶ Σαπφείρας.

Καὶ Φίλιππον, καὶ Πρόχορον καὶ Νικάνορα, καὶ Τίμωνα, καὶ Παρμενᾶν, καὶ Νικόλαον προσήλυτον Ἀντιοχέα, οὓς ἔστησαν ἐνώπιον τῶν ἀποστόλων, καὶ προσευξάμενοι, ἐπέθηκαν αὐτοῖς τὰς χεῖρας. Καὶ ὁ λόγος τοῦ Κυρίου ηὔξανε, καὶ ἐπληθύνετο ὁ ἀριθμὸς τῶν μαθητῶν ἐν Ἱερουσαλὴμ σφόδρα· πολύς τε ὄχλος τῶν ἱερέων ὑπήκουε τῇ πίστει. Ἀλλ᾽ ἴδωμεν ἄνωθεν τὰ εἰρημένα.

Ἄνδρες, προσέχετε ἑαυτοῖς. Ὅρα δή μοι τὸν Γαμαλιῆλον ἐνταῦθα πῶς μετ᾽ ἐπιεικείας διαλέγεται καὶ βραχέα διέξεισι πρὸς αὐτοὺς, καὶ οὐ λέγει παλαιὰ διηγήματα, καίτοι γε ἔχων, ἀλλὰ νεώτερα, ἃ μάλιστα πρὸς πίστιν ἦσαν ἰσχυρά. Διὸ καὶ μετ᾽ ἐπικρύψεως αἰνίττεται λέγων· Πρὸ γὰρ τούτων τῶν ἡμερῶν· μονονουχὶ δηλῶν, ὡς οὐ πρὸ πολλῶν.

Εἰ μὲν οὖν εὐθέως εἶπεν, Ἄφετε τοὺς ἄνδρας, καὶ αὐτὸς ἔδοξεν ὕποπτος ἂν, καὶ ὁ λόγος οὕτως οὐκ ἦν ἰσχυρός· μετὰ δὲ τῶν παραδειγμάτων τὴν οἰκείαν ἰσχὺν ἐλάμβανε. Διὰ τοῦτο οὐδὲ ἑνὸς μέμνηται, ἀλλὰ καὶ δευτέρου, καίτοι εἶχεν εἰπεῖν καὶ τρίτον, ἐκ περιουσίας καὶ ἑαυτὸν καλῶς λέγοντα δεικνὺς, κἀκείνους ἀπάγων τῆς φονικῆς προαιρέσεως. Ἀπόστητε ἀπὸ τῶν ἀνθρώπων.

βʹ. Ὅρα, πῶς τὸ ἦθος ἐπιεικής. Καὶ οὔτε μακρὸν τὸν λόγον, ἀλλὰ σύντομον ποιεῖ· οὔτε ἐκείνων μετὰ θυμοῦ μέμνηται. Καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ, διεσκορπίσθησαν. Τοῦτο λέγων, οὐδὲν εἰς Χριστὸν βλασφημεῖ, ἀλλ᾽ ὃ βούλεται μάλιστα, κατορθοῖ. Ἐὰν ᾖ, φησὶν, ἐξ ἀνθρώπων, καταλυθήσεται. Ἐνταῦθα καὶ συλλογίζεσθαί μοι αὐτοὺς δοκεῖ, καὶ λέγειν· Οὐκοῦν ἐπεὶ οὐ κατελύθη, οὐκ ἔστιν ἀνθρώπινον.

Μήποτε καὶ Θεομάχοι εὑρεθῆτε. Τοῦτο εἶπε, τῷ ἀδυνάτῳ καὶ ἀσυμφόρῳ καταστέλλων αὐτούς. Εἰ δὲ ἐκ Θεοῦ ἐστιν, οὐ δυνήσεσθε. Οὐκ εἶπεν, Ἐὰν ᾖ Θεὸς ὁ Χριστός· τὸ γὰρ ἔργον τοῦτο ἐδήλου· οὐδ᾽ ἀπεφήνατο, ὅτι οὐκ ἀνθρώπινόν ἐστιν, οὔτε ὅτι θεῖον, ἀλλὰ τῷ μέλλοντι καιρῷ τὴν πίστιν ἐπέτρεψεν, ὥστε πεῖσαι. Καὶ εἰ ἔπεισε, τίνος ἕνεκεν, φησὶν, ἐμάστιξαν; Τῇ μὲν ἀναμφισβητήτῳ δικαιολογίᾳ ἀντιβλέψαι οὐκ εἶχον· ὅμως δὲ τὸν θυμὸν ἐπλήρουν τὸν οἰκεῖον· ἄλλως δὲ καὶ πάλιν ταύτῃ φοβήσειν προσεδόκησαν.

Καὶ τῷ μὴ παρόντων δὲ αὐτῶν ταῦτα λέγειν, ἐπεσπάσατο μᾶλλον αὐτούς· καὶ ἡ γλυκύτης δὲ τῶν λόγων, καὶ τὸ δίκαιον τῶν λεγομένων ἔπειθε. Μόνον γὰρ οὐχὶ ἐκήρυττε καὶ οὗτος τὸ Εὐαγγέλιον· μᾶλλον δὲ μονονουχὶ τοιαῦτα δικαιολογούμενος πρὸς αὐτοὺς ἀποτείνεται· Ἐπείσθητε, ὅτι οὐκ ἰσχύσατε καταλῦσαι. Διὰ τί οὐκ ἐπιστεύσατε; Οὕτω μέγα τὸ κήρυγμα, ὅτι καὶ παρὰ τῶν ἐχθρῶν ἡ μαρτυρία.

Ἐκεῖ τετρακόσιοι ἀνέστησαν, καὶ μετὰ τοῦτο ἱκανὸς ὄχλος· ὧδε δώδεκα ἦσαν οἱ πρῶτοι. Μὴ οὖν ὑμᾶς πτοείτω τὸ πλῆθος τὸ προσγενόμενον. Ἐὰν γὰρ ᾖ ἐξ ἀνθρώπων τὸ ἔργον τοῦτο, καταλυθήσεται. Εἶχε καὶ Αἰγύπτιον εἰπεῖν ἕτερον, ἀλλὰ περιττὸς λοιπὸν ἦν ὁ λόγος αὐτοῦ. Εἶδες, πῶς τῷ φοβερῷ τὸν λόγον κατέκλεισε; Διὸ καὶ οὐκ ἀποφαίνεται ἁπλῶς, ἵνα μὴ δόξῃ ὑπὲρ αὐτῶν λέγειν· ἀλλ᾽ ἀπὸ τῆς τοῦ πράγματος ἐκβάσεως συλλογίζεται. Οὐκ ἐτόλμησε δὲ ἀποφήνασθαι, ὅτι οὐκ ἀνθρώπινόν ἐστιν, οὐδὲ ὅτι ἐκ Θεοῦ· ἐπειδὴ εἰ εἶπεν, ὅτι ἐκ Θεοῦ, ἀντέλεγον ἄν· εἰ δὲ ἐξ ἀνθρώπων, πρόχειροι πάλιν εἰς τὸ ἐπαναστῆναι ἐγίνοντο. Διὰ τοῦτο αὐτοὺς περιμεῖναι τὸ τέλος κελεύει, εἰπών· Ἀπόστητε. Οἱ δὲ ἀπειλοῦσι πάλιν, εἰδότες μὲν, ὅτι οὐδὲν ἀνύουσι, ποιοῦντες δὲ τὸ αὑτῶν. Τοιοῦτον γὰρ ἡ κακία, ἀδυνάτοις πολλάκις ἐπιχειρεῖ. Μετὰ δὲ τοῦτον ἀνέστη Ἰούδας.

Ταῦτα τοῖς τοῦ Ἰωσήπου βιβλίοις ἐγκύψαντες μαθήσεσθε ἀκριβέστερον· ἐκεῖνος γὰρ τὴν τούτων ἱστορίαν συντάττων ἀκριβῶς ἱστορεῖ. Εἶδες, ἡλίκον ἐτόλμησεν εἰπεῖν, ὅτι Ἐκ Θεοῦ, ὅτε λοιπὸν ἀπὸ τῶν πραγμάτων τὴν πίστιν ἔλαβεν. Ὄντως πολλὴ ἡ παῤῥησία, πολὺ τὸ ἀπροσωπόληπτον. Ἐπείσθησαν δὲ αὐτῷ, φησί. Καὶ προσκαλεσάμενοι τοὺς ἀποστόλους, δείραντες ἀπέλυσαν αὐτούς. ᾘδέσθησαν τὴν δόξαν τοῦ ἀνδρός· διὸ καὶ τοῦ ἀνελεῖν μὲν τοὺς ἀποστόλους ἀφίστανται· μαστίξαντες δὲ μόνον αὐτοὺς ἀπολύουσιν. Οἱ μὲν οὖν ἐπορεύοντο χαίροντες ἀπὸ προσώπου τοῦ συνεδρίου, ὅτι ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ κατηξιώθησαν ἀτιμασθῆναι.

Πόσων σημείων τοῦτο οὐ θαυμασιώτερον! Οὐδαμοῦ γέγονεν ἐπὶ τῶν παλαιῶν τοῦτο· ἐπεὶ καὶ Ἱερεμίας ἐμαστίχθη διὰ τὸν λόγον τοῦ Θεοῦ, καὶ τῷ Ἠλίᾳ ἠπείλησαν, καὶ τοῖς ἄλλοις· ἀλλ᾽ ἐνταῦθα καὶ ἀπὸ τούτου, οὐκ ἀπὸ τῶν σημείων μόνον, τὴν δύναμιν ἐπεδείκνυντο τοῦ Θεοῦ. Οὐκ εἶπεν, ὅτι οὐκ ἤλγουν, ἀλλ᾽ ὅτι καὶ ἀλγοῦντες ἔχαιρον. Πόθεν δῆλον;

Ἐκ τῆς μετὰ ταῦτα παῤῥησίας· οὕτως ἐνεστήκεσαν ἀεὶ καὶ μετὰ τὰς πληγὰς κηρύττοντες. Διὸ καὶ τοῦτο δηλῶν, Ἐν τῷ ἱερῷ, φησὶ, καὶ κατ᾽ οἶκον οὐκ ἐπαύοντο διδάσκοντες καὶ εὐαγγελιζόμενοι Ἰησοῦν Χριστόν. Ἐν δὲ ταῖς ἡμέραις ταύταις.

Ποίαις ἡμέραις; Ὅτε ταῦτα ἐγίνετο, ὅτε μάστιγες, ὅτε ἀπειλαὶ, ὅτε ἐπληθύνοντο οἱ μαθηταὶ, τότε Γογγυσμὸς γίνεται. Ἀπὸ τοῦ πλήθους δὲ τάχα συνέβη· οὐ γὰρ ἔστιν ἀκρίβειαν ἐν πλήθει εἶναι. Καὶ πολὺς ὄχλος τῶν ἱερέων ὑπήκουε τῇ πίστει.

Τοῦτο αἰνιττομένου ἐστὶ καὶ δεικνύντος, ὅτι ἀφ᾽ ὧν ὁ κατὰ Χριστοῦ θάνατος ἐσκευάσθη, πολλοὶ ἀπὸ τούτων πιστεύουσιν. Ἐγένετο, φησὶ, γογγυσμὸς, ὅτι παρεθεωροῦντο ἐν τῇ διακονίᾳ τῇ καθημερινῇ αἱ χῆραι αὐτῶν.

Ἄρα καθημερινὴ διακονία ἦν ταῖς χήραις. Καὶ ὅρα, πῶς καὶ οὗτος διακονίαν καλεῖ, καὶ οὐ ταχέως ἐλεημοσύνην· ἅμα καὶ τοὺς διδόντας, καὶ τοὺς λαμβάνοντας διὰ τούτου ἐπαίρων. Τοῦτο οὐ κακίας ἦν, ἀλλὰ τοῦ πλήθους ἴσως ῥᾳθυμία. Διὰ τοῦτο καὶ προὔθηκεν αὐτὸ εἰς μέσον (οὐ μικρὸν γὰρ κακὸν ἦν), ἵνα ταχέως καὶ διορθωθῇ. Ὁρᾷς, πῶς καὶ ἐν ἀρχῇ τὰ κακὰ οὐχὶ ἔξωθεν μόνον ἦν, ἀλλὰ καὶ ἔσωθεν; Σὺ δὲ μὴ τοῦτο μόνον ἴδῃς, ὅτι διωρθώθη, ἀλλ᾽ ὅτι μέγα κακὸν ὄν. Ἐπισκέψασθε, ἀδελφοὶ, ἄνδρας ἐξ ὑμῶν ἑπτά. Οὐκ οἰκείᾳ γνώμῃ πράττουσιν, ἀλλὰ πρότερον ἀπολογοῦνται τῷ πλήθει.

Οὕτω καὶ νῦν γίνεσθαι ἔδει. Οὐκ ἔστι, φησὶν, ἀρεστὸν καταλιπόντας ἡμᾶς τὸν λόγον τοῦ Θεοῦ, διακονεῖν τραπέζαις. Πρῶτον τὸ ἄτοπον τίθησι, δεικνὺς, ὡς οὐκ ἐνὸν μετὰ σπουδῆς ἀμφότερα γίνεσθαι· ἐπεὶ καὶ ὅτε τὸν Ματθίαν χειροτονεῖν ἔμελλον, πρῶτον τὴν χρείαν δεικνύουσι τοῦ πράγματος, ὅτι τε ἔλιπεν εἷς, καὶ ἔδει γενέσθαι δώδεκα. Καὶ ἐνταῦθα τὴν χρείαν ἐδήλωσαν· καὶ οὔτε πρότερον ἐποίησαν, ἀλλὰ περιέμειναν γενέσθαι τὸν γογγυσμὸν, οὔτε μὴν ἠνέσχοντο ἐπὶ πολὺ τοῦτο συμβῆναι.

γʹ. Καὶ ὅρα, τὴν κρίσιν αὐτοῖς ἐπιτρέπουσι, καὶ τοῖς πᾶσιν ἀρέσκοντας καὶ ὑπὸ πάντων μαρτυρουμένους ἐκείνους προβάλλονται. Ὅτε μὲν οὖν τὸν Ματθίαν ἔδει προβάλλεσθαι, Δεῖ, ἔλεγον, τῶν συνελθόντων ἡμῖν ἀνδρῶν ἐν παντὶ τῷ χρόνῳ· ἐνταῦθα δὲ οὐχ οὕτως· οὐ γὰρ τοιοῦτον ἦν τὸ πρᾶγμα. Διὸ καὶ οὐ κλήρῳ αὐτὸ ἐπέτρεψαν, οὔτε πάλιν, δυνάμενοι αὐτοὶ ἐκλέξαι Πνεύματι κινούμενοι, τοῦτο ποιοῦσιν· ἀπὸ τῆς τῶν πολλῶν μαρτυρίας τὸ δοκοῦν μᾶλλον ἱστῶσιν.

Ἄλλως δὲ τὸ μὲν ὁρίσαι τὸν ἀριθμὸν, καὶ χειροτονῆσαι, καὶ τὸ ἐν χρείᾳ τοιαύτῃ, αὐτῶν ἦν· τὸ δὲ ἑλέσθαι τοὺς ἄνδρας ἐκείνοις ἐπιτρέπουσιν, ἵνα μὴ δόξωσιν αὐτοὶ χαρίζεσθαι· ἐπεὶ καὶ ὁ Θεὸς Μωσῇ ἐπιτρέπει ἑλέσθαι πρεσβυτέρους, οὓς οἶδε. Καὶ γὰρ σοφίας πολλῆς δεῖ ἐν ταῖς τοιαύταις οἰκονομίαις. Μὴ γὰρ δὴ νομίσητε, ἐπειδὴ λόγον οὐκ ἐγκεχείρισται, ὅτι οὐ χρείαν ἔχει σοφίας ὁ τοιοῦτος· χρῄζει γὰρ, καὶ πολλῆς. Ἡμεῖς δὲ, φησὶ, τῇ προσευχῇ καὶ τῇ διακονίᾳ τοῦ λόγου προσκαρτερήσομεν. Καὶ ἀρχόμενοι καὶ τελευτῶντες ἀπολογοῦνται. Προσκαρτερήσομεν, φασίν. Οὕτω γὰρ ἔδει, οὐχ ἁπλῶς οὐδ᾽ ὡς ἔτυχεν, ἀλλὰ προσκαρτερεῖν. Καὶ ἤρεσε, φησὶν, ὁ λόγος ἐνώπιον παντὸς τοῦ πλήθους. Καὶ τοῦτο τῆς αὐτῶν σοφίας ἄξιον. Πάντες ἐπῄνεσαν τὸ λεχθέν· οὕτως ἦν συνετόν. Καὶ ἐξελέξαντο, φησὶ (πάλιν αὐτοὶ ἐκλέγονται), Στέφανον, ἄνδρα πλήρη πίστεως καὶ Πνεύματος ἁγίου, καὶ Φίλιππον καὶ Πρόχορον, καὶ Νικάνορα, καὶ Τίμωνα, καὶ Παρμενᾶν, καὶ Νικόλαον προσήλυτον Ἀντιοχέα· οὓς ἔστησαν ἐνώπιον τῶν ἀποστόλων. Καὶ προσευξάμενοι ἐπέθηκαν αὐτοῖς τὰς χεῖρας. Ἐκ τούτου δῆλον, ὅτι ἀφώρισαν αὐτοὺς τοῦ πλήθους, καὶ αὐτοὶ ἕλκουσιν, οὐχ οἱ ἀπόστολοι ἄγουσιν. Ὅρα, πῶς οὐκ ἔστι περιττὸς ὁ συγγραφεύς· οὐ γὰρ λέγει πῶς, ἀλλ᾽ ἁπλῶς, ὅτι ἐχειροτονήθησαν διὰ προσευχῆς· τοῦτο γὰρ ἡ χειροτονία ἐστίν.

Ἡ χεὶρ ἐπίκειται τοῦ ἀνδρὸς, τὸ δὲ πᾶν ὁ Θεὸς ἐργάζεται, καὶ ἡ αὐτοῦ χείρ ἐστιν ἡ ἁπτομένη τῆς κεφαλῆς τοῦ χειροτονουμένου, ἐὰν ὡς δεῖ χειροτονῆται. Καὶ ὁ λόγος, φησὶ, τοῦ Θεοῦ ηὔξανε, καὶ ἐπληθύνετο ὁ ἀριθμὸς τῶν μαθητῶν. Οὐχ ἁπλῶς εἶπε τοῦτο, ἀλλ᾽ ἵνα δείξῃ, ὅση τῆς ἐλεημοσύνης ἡ ἰσχὺς καὶ τῆς διατάξεως.

Καὶ μέλλει λοιπὸν διηγεῖσθαι τὰ κατὰ Στέφανον· διὸ καὶ τὰς αἰτίας αὐτῶν προτίθησι· Καὶ πολλοὶ, φησὶ, τῶν ἱερέων ὑπήκουον τῇ πίστει. Ἐπειδὴ γὰρ εἶδον τὸν ἄρχοντα καὶ διδάσκαλον ταῦτα ἀποφηνάμενον, ἀπὸ τῶν ἔργων λοιπὸν τὴν πεῖραν ἐλάμβανον.

Καὶ θαυμάσαι ἄξιον, πῶς οὐκ ἐσχίσθη τὸ πλῆθος ἐν τῇ αἱρέσει τῶν ἀνδρῶν, πῶς οὐκ ἀπεδοκιμάσθησαν ὑπ᾽ αὐτῶν οἱ ἀπόστολοι. Ὁποῖον δὲ ἄρα ἀξίωμα εἶχον οὗτοι, καὶ ποίαν ἐδέξαντο χειροτονίαν, ἀναγκαῖον μαθεῖν. Ἆρα τὴν τῶν διακόνων; Καὶ μὴν τοῦτο ἐν ταῖς Ἐκκλησίαις οὐκ ἔστιν, ἀλλὰ τῶν πρεσβυτέρων ἐστὶν ἡ οἰκονομία· καίτοι οὐδέπω οὐδεὶς ἐπίσκοπος ἦν, ἀλλ᾽ οἱ ἀπόστολοι μόνον. Ὅθεν οὔτε διακόνων, οὔτε πρεσβυτέρων οἶμαι τὸ ὄνομα εἶναι δῆλον καὶ φανερόν· ἀλλὰ τέως εἰς τοῦτο ἐχειροτονήθησαν. Καὶ οὐχ ἁπλῶς ἐνεχειρίσθησαν, ἀλλ᾽ ἐπεύξαντο αὐτοῖς γενέσθαι δύναμιν. Ὅρα δέ μοι, εἰ ἑπτὰ ἀνδρῶν ἐδέησεν εἰς τοῦτο, τοσαῦτα ἴσως ἐπέῤῥει χρήματα, τοσούτων χηρῶν πλῆθος ἦν. Ἄρα οὐχ ἁπλῶς αἱ εὐχαὶ ἐγίνοντο, ἀλλὰ μετὰ πολλῆς τῆς σχολῆς· καὶ τοῦτο, ὥσπερ τὸ κήρυγμα, οὕτως ἠνύετο· τὰ γὰρ πλείω ταύταις ἤνυον. Οὕτω τὰ πνευματικὰ ἐπελέγοντο, οὕτω καὶ πρὸς ἀποδημίας ἐστέλλοντο, οὕτως ἐνεχειρίσθησαν οὗτοι τὸν λόγον. Καὶ οὐ λέγει, οὐδὲ ἐπαίρει αὐτοὺς, ἀλλ᾽ ὅτι τὸ δοθὲν ἀφεῖναι ἔργον, οὐκ ἀρεστόν. Οὕτως ἦσαν ἀπὸ Μωσέως παιδευθέντες μὴ πάντα αὐτοὶ μεταχειρίζειν. Διὰ τοῦτο καὶ ὁ Παῦλος, Μόνον τῶν πτωχῶν, φησὶν, ἵνα μνημονεύωμεν. Πῶς δὲ καὶ προῆγον τούτους, μάνθανε· Ἐνήστευον, προσεκαρτέρουν εὐχῇ. Τοῦτο καὶ νῦν γίνεσθαι ἔδει.

Οὐχ ἁπλῶς δὲ πνευματικοὺς, ἀλλὰ Πνεύματος πλήρεις καὶ σοφίας εἶπε, δηλῶν, ὅτι μεγάλης φιλοσοφίας ἦν φέρειν κατηγορίας χηρῶν. Τί γὰρ ὄφελος, ὅταν μὴ κλέπτῃ μὲν, ἀπολλύῃ δὲ πάντα; ἢ θρασὺς ᾖ καὶ παροξύνηται; Καὶ ταύτῃ δὲ θαυμαστὸς ἦν ὁ Φίλιππος.

Περὶ γὰρ αὐτοῦ φησι· Καὶ εἰσελθόντες εἰς τὸν οἶκον Φιλίππου τοῦ εὐαγγελιστοῦ, ὄντος ἐκ τῶν ἑπτὰ, ἐμείναμεν παρ᾽ αὐτῷ. Ὁρᾷς οὐδὲν ἀνθρωπίνως διοικούμενον; Καὶ ἐπληθύνετο ὁ ἀριθμὸς τῶν μαθητῶν ἐν Ἱερουσαλήμ. Ἐν Ἱεροσολύμοις ἐπεδίδου τὸ πλῆθος. Τὸ θαυμαστὸν, ἔνθα ἐσφάγη ὁ Χριστὸς, ἐκεῖ ηὔξετο τὸ κήρυγμα. Καὶ οὐ μόνον οὐκ ἐσκανδαλίσθησάν τινες τῶν μαθητῶν, ὁρῶντες τοὺς μὲν ἀποστόλους μαστιζομένους, τοὺς δὲ ἀπειλοῦντας, ἄλλους τὸ Πνεῦμα πειράζοντας, ἑτέρους δὲ γογγύζοντας· ἀλλὰ μάλιστα καὶ προσετίθετο τῶν πιστευσάντων ὁ ἀριθμός· οὕτως ἀπὸ τοῦ περὶ Ἀνανίαν συμβάντος ἐσωφρονίσθησαν, καὶ πλείων ὁ φόβος αὐτοῖς γέγονεν.

Ὅρα δέ μοι, πῶς ἐπεδίδου τὸ πλῆθος. Μετὰ τοὺς πειρασμοὺς, τότε ἐπέδωκεν, οὐχὶ πρὸ τούτου. Σκόπει δὲ καὶ πόση φιλανθρωπία τοῦ Θεοῦ. Ἐξ ἐκείνων γὰρ τῶν ἀρχιερέων τῶν πρὸς φόνον τοὺς ὄχλους παροξυνόντων, τῶν τοιαῦτα βοώντων καὶ λεγόντων· Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι· ἐκ τούτων Πολλοὶ, φησὶν, ὑπήκουον τῇ πίστει.

δʹ. Αὐτοῦ τοίνυν καὶ ἡμεῖς γενώμεθα μιμηταί. Προσεδέξατο αὐτοὺς, καὶ οὐκ ἐξέβαλεν. Οὕτω τοὺς ἐχθροὺς ἀμειβώμεθα τοὺς τὰ μυρία ἡμᾶς ἐργασαμένους δεινά. Ὅπερ ἂν ἔχωμεν ἀγαθὸν, αὐτοῖς παρέχωμεν· μὴ παρέλθωμεν αὐτοὺς εὐποιοῦντες. Εἰ γὰρ τῷ παθεῖν κακῶς, ἐμπλῆσαι δεῖ τὸν θυμὸν αὐτῶν, πολλῷ μᾶλλον τῷ εὐποιῆσαι· τοῦτο γὰρ ἔλαττον ἐκείνου. Οὐκ ἔστι γὰρ ἴσον εὐποιῆσαι ἐχθρὸν, καὶ μείζονα θελῆσαι παθεῖν ἢ βούλεσθαι· ἀπὸ τούτου καὶ ἐπ᾽ ἐκεῖνα ἥξομεν. Τοῦτο ἀξίωμα τῶν τοῦ Χριστοῦ μαθητῶν. Ἐσταύρωσαν αὐτὸν ἐλθόντα ἐπὶ εὐεργεσίᾳ τῇ αὐτῶν, τοὺς μαθητὰς αὐτοῦ ἐμάστιξαν, καὶ μετὰ ταῦτα εἰς τὴν αὐτὴν αὐτοὺς ἄγει τοῖς μαθηταῖς τιμὴν, ὁμοίως αὐτοῖς μεταδιδοὺς τῶν αὐτοῦ. Μιμηταὶ γενώμεθα, παρακαλῶ, τοῦ Χριστοῦ· κατὰ τοῦτο ἔστι μιμήσασθαι αὐτόν· τοῦτο ἴσον ποιεῖ τῷ Θεῷ, τοῦτο μεῖζον ἢ κατὰ ἄνθρωπόν ἐστιν. Ἐχώμεθα τῆς ἐλεημοσύνης· αὕτη παιδαγωγὸς καὶ διδάσκαλος ἐκείνης τῆς φιλοσοφίας ἐστίν. Ὁ μαθὼν ἐλεεῖν τὸν ἐν συμφορᾷ, μαθήσεται καὶ μὴ μνησικακεῖν· ὁ μαθὼν τοῦτο, καὶ ἐχθροὺς εὐεργετεῖν δυνήσεται. Μάθωμεν κατακλᾶσθαι τοῖς τῶν πλησίον κακοῖς, καὶ μαθησόμεθα καὶ τὰ κακὰ αὐτῶν φέρειν.

Αὐτὸν ἐρωτήσωμεν τὸν κακῶς ἡμᾶς διατιθέντα, εἰ μὴ καταγινώσκει ἑαυτοῦ, εἰ μὴ ἐθέλοι φιλοσοφεῖν, εἰ μὴ θυμοῦ τὸ πᾶν εἶναί φησιν, εἰ μὴ μικροψυχίας, εἰ μὴ ταλαιπωρίας, εἰ μὴ βούλοιτο τῶν ὑβριζομένων εἶναι καὶ σιγώντων, ἀλλὰ μὴ τῶν ὑβριζόντων καὶ μαινομένων, εἰ μὴ θαυμάσας ἄπεισι τὸν παθόντα. Μὴ δὴ νομίσῃς, ὅτι τοῦτο εὐκαταφρονήτους ποιεῖ. Οὐδὲν οὕτως εὐκαταφρονήτους ποιεῖ, ὡς τὸ ὑβρίζειν· οὐδὲν οὕτως αἰδεσίμους, ὡς τὸ ὑβριζομένους φέρειν. Ὁ μὲν γάρ ἐστιν ὑβριστὴς, ὁ δὲ φιλόσοφος· καὶ ὁ μὲν ἀνθρώπου χείρων, ὁ δὲ ἀγγέλων ἴσος. Κἄν τε γὰρ ἐλάττων ἦν τοῦ ὑβρίζοντος, καὶ οὕτως, εἰ βούλοιτο, δυνατὸς ὑπῆρχεν ἀμύνασθαι.

Ἄλλως δὲ καὶ ἐλεεῖται μὲν παρὰ πάντων οὗτος, ἐκεῖνος δὲ μισεῖται. Τί οὖν; οὐκ ἐντεῦθεν ἄρα πολλῷ βελτίων ἔσται οὗτος; Τῷ μὲν γὰρ ὡς μαινομένῳ, τούτῳ δὲ ὡς νοῦν ἔχοντι προσέξουσιν ἅπαντες. Ὅταν οὖν κακηγορῆσαί τινα ὑπό τινος ἀναγκάζῃ, εἰπὲ πρὸς αὐτόν· Οὐ δύναμαι αὐτὸν εἰπεῖν κακῶς· δέδοικα γὰρ μή πως οὐκ ἦν τοιοῦτος. Μάλιστα μὲν ἐν διανοίᾳ μὴ εἴπῃς· ἀλλὰ μηδὲ πρὸς ἄλλον. Μὴ ἐντύχῃς κατὰ τούτου τῷ Θεῷ· ἂν ἴδῃς κακῶς ἀκούοντα, ἄμυνον· εἰπὲ, τοῦ πάθους ἐστὶ τὰ ῥήματα, οὐ τοῦ ἀνδρός· εἰπὲ, τῆς ὀργῆς, οὐ τοῦ φίλου· τῆς μανίας, οὐ τῆς ψυχῆς. Ταῦτα λογιζώμεθα ἐφ᾽ ἑκάστῳ τῶν ἁμαρτημάτων.

Μὴ περιμείνῃς ἀναφθῆναι τὸ πῦρ, ἀλλὰ πρὸ τούτου κάτασχε· μὴ παροξύνῃς τὸ θηρίον, ἀλλὰ μηδὲ παροξυνθῆναι συγχωρήσῃς· οὐκ ἔτι γὰρ κύριος εἶ κατασχεῖν, ἂν ἡ φλὸξ ἀναφθῇ. Τί γὰρ εἶπεν; ἀνόητε καὶ μωρέ; Τίς οὖν ὑπεύθυνος τῷ ῥήματι, ὁ ἀκούων, ἢ ὁ λέγων; Ὁ μὲν γὰρ κἂν σφόδρα σοφὸς ᾖ, μωροῦ δόξαν ἔλαβεν· ὁ δὲ κἂν ἀνόητος ᾖ, σοφοῦ καὶ φιλοσόφου.

Τίς ἀνόητος, εἰπέ μοι, ὁ ἑτέρῳ προφέρων τὰ οὐκ ὄντα, ἢ ὁ μηδὲ οὕτω κινηθείς; Εἰ γὰρ τὸ μηδὲ κινηθέντα κινεῖσθαι, φιλοσοφίας· τὸ μηδὲ κινοῦντος πλήττεσθαι, πόσης ἀνοίας! Οὔπω λέγω ποῖος ἀπόκειται τιμωρίας τόπος τοῖς τὰ τοιαῦτα ὀνειδίζουσι καὶ βλασφημοῦσι τὸν πλησίον. Ἀλλὰ τί; ἄτιμον καὶ ἐξ ἀτίμων, καὶ εὐτελῆ καὶ ἐξ εὐτελῶν εἶπεν;

Πάλιν εἰς ἑαυτὸν τὸ ὄνειδος περιέτρεψεν. Ὁ μὲν γὰρ τίμιος φανεῖται καὶ αἰδέσιμος, ὁ δὲ εὐτελὴς ὄντως· τὸ γὰρ τὰ τοιαῦτα εἰς τάξιν ὀνείδους προφέρειν, γένους εὐτέλειαν λέγω, μικρᾶς ὄντως ψυχῆς· ὁ δὲ μέγας καὶ θαυμαστὸς ἔσται, ἅτε οὐδὲν ἡγούμενος τὸ τοιοῦτον, ἀλλ᾽ οὕτω διακείμενος, ὡς ἂν εἰ ἤκουεν, ὅτι ἔχοι τι τῶν ἄλλων διαφέρον. Ἀλλὰ μοιχὸν καὶ τὰ ἄλλα ἐρεῖ; Ἐνταῦθα καὶ γελᾷν χρή· ὅταν γὰρ τὸ συνειδὸς μὴ βάλληται, οὐδὲ καιρὸν ἂν ἔχοι ὁ θυμός. Ἐννοήσαντας δὲ καὶ τίνα ἐξάγει εἰς μέσον πονηρὰ καὶ μιαρὰ ῥήματα, οὐδὲ οὕτως ἀλγεῖν χρή. Ὅπερ γὰρ ἔμελλε μετὰ ταῦτα ἕκαστος μαθήσεσθαι, τοῦτο ἤδη ἐξεκάλυψεν· ἑαυτὸν λοιπὸν ἄπιστον πᾶσι κατέστησεν, ἅτε οὐκ εἰδότα συγκαλύπτειν τὰ τοῦ πλησίον κακὰ, καὶ ἑαυτὸν μᾶλλον ᾔσχυνεν ἢ ἕτερον, καὶ πάντα λιμένα προσέχωσε, τὰς εὐθύνας ἐποίησεν ἑαυτῷ φοβερὰς τοῦ μέλλοντος κριτηρίου. Οὐ γὰρ οὕτω τοῦτον, ὡς ἐκεῖνον ἀποστραφήσονται πάντες, ἅπερ ἐκκαλύψαι οὐκ ἐχρῆν ἀπαμφιάσαντα. Σὺ δὲ μηδὲν εἴπῃς ὧν σύνοιδας, ἀλλὰ σίγησον, εἰ βούλει τὴν λαμπρὰν δόξαν λαβεῖν. Οὐ γὰρ μόνον ἀνατρέψεις τὰ λεχθέντα, οὐδὲ καλύψεις, ἀλλὰ καὶ ἕτερον ἐργάσῃ καλόν· οὐκέτι ποιήσεις γὰρ κατὰ σαυτοῦ τὴν ψῆφον ἐνεχθῆναι. Ὁ δεῖνά σε κακῶς λέγει;

Εἰπὲ σύ· Εἰ πάντα ᾔδει, οὐκ ἂν τοσαῦτα εἶπε μόνα. Ἐθαυμάσατε καὶ ἐξεπλάγητε τὸ λεχθέν; Ἀλλὰ μιμεῖσθαι χρή. Διὰ γὰρ τοῦτο πάντα ὑμῖν τὰ ἔξωθεν εἰρημένα λέγομεν, οὐχ ὡς οὐκ ἐχουσῶν μυρία τοιαῦτα τῶν Γραφῶν, ἀλλ᾽ ὡς μᾶλλον ἐντρέψαι δυναμένων τούτων· ἐπεὶ καὶ ἡ Γραφὴ οἶδε πρὸς ἐντροπὴν λέγειν, ὡς ὅταν λέγῃ· Οὐχὶ καὶ οἱ ἐθνικοὶ τὸ αὐτὸ ποιοῦσιν;

Ὁ δὲ προφήτης Ἱερεμίας τοὺς τοῦ Ῥηχὰβ υἱοὺς παρήγαγεν εἰς μέσον τὴν πατρικὴν ἐντολὴν παραβῆναι μὴ καταδεξαμένους. Εἶπον κακῶς οἱ περὶ Μαρίαν τὸν Μωσέα, καὶ τῆς κολάσεως αὐτοὺς εὐθέως ἐξῄτησε, καὶ οὐδὲ ὅσον μαθεῖν τινας, ὅτι ἐκδικίας ἔτυχε, συνεχώρησεν. Ἀλλ᾽ οὐχ ἡμεῖς οὕτως· ἀλλὰ τοῦτο μάλιστα βουλόμεθα πάντας μαθεῖν, ὅτι οὐκ ἀτιμωρητὶ παρῆλθον. Μέχρι τίνος ἀπὸ γῆς πνέομεν; Οὐκ ἔνι μάχην ἐξ ἑνὸς συστῆναι μέρους. Τοὺς μαινομένους ἂν ἐξ ἑκατέρων τῶν μερῶν ἑλκύσῃς, μᾶλλον παροξυνεῖς· ἂν δὲ ἐκ δεξιᾶς ἢ ἐξ ἀριστερᾶς, ἔσβεσας τὸν θυμόν. Ὁ πλήττων ἂν μὲν ἔχῃ τὸν μὴ δεχόμενον, μᾶλλον ἐπαίρεται· ἂν δὲ εἴκοντα, μᾶλλον ἐκλύεται, καὶ εἰς αὐτὸν ἡ πληγὴ περιτρέπεται. Οὐ γὰρ οὕτως ἐκλύει τὴν δύναμιν τοῦ ἀνταγωνιστοῦ ἄνθρωπος παγκρατιάζειν εἰδὼς, ὡς ἄνθρωπος ὑβριζόμενος καὶ μὴ ἀνθυβρίζων. Αἰσχυνθεὶς γὰρ ἐκεῖνος λοιπὸν ἄπεισι καὶ καταγνωσθεὶς, πρῶτον μὲν ἐκ τοῦ συνειδότος, δεύτερον δὲ παρὰ τῶν ὁρώντων ἁπάντων. Καὶ παροιμία δέ τίς ἐστιν, ὅτι δὴ Ὁ τιμῶν, ἑαυτὸν τιμᾷ. Ἄρα καὶ ὁ ὑβρίζων, ἑαυτὸν ὑβρίζει.

Οὐδεὶς ἡμᾶς ἀδικῆσαι δυνήσεται, πάλιν ἐρῶ, ἐὰν μὴ ἡμεῖς ἑαυτούς· οὔτε πένητά μέ τις ἐργάσεται, ἐὰν μὴ ἐγὼ ἐμαυτόν. Φέρε γὰρ, οὕτω σκεψώμεθα· Ἔστω μοι ψυχὴ πενιχρὰ, καὶ πάντες κενούτωσαν εἰς ἐμὲ τὰ χρήματα· τί τοῦτο; Ἕως ἂν ἐκείνη μὴ μεταβάληται, πάντα μάτην. Ἔστω μοι ψυχὴ μεγάλη, καὶ πάντες λαμβανέτωσαν τὰ χρήματα· τί τοῦτο; Ἕως ἂν ἐκείνην μὴ ποιήσῃς πενιχρὰν, οὐδὲν βλάβος.

Ἔστω μοι βίος ἀκάθαρτος, καὶ πάντες τἀναντία λεγέτωσαν περὶ ἐμοῦ· τί τοῦτο; Κἂν γὰρ λέγωσιν, ἀλλ᾽ οὐχὶ καὶ ἐν διανοίᾳ ταῦτα ψηφίζονται. Πάλιν ἔστω μοι βίος καθαρὸς, καὶ πάντες τἀναντία λεγέτωσαν· καὶ τί τοῦτο; Ἐν γὰρ τῷ συνειδότι ἑαυτῶν καταγνώσονται· οὐ γὰρ δὴ πεπεισμένοι λέγουσιν.

Ὥσπερ γὰρ τὰς εὐφημίας οὐ δεῖ προσίεσθαι, οὕτως οὐδὲ τὰς κατηγορίας. Καὶ τί λέγω ταῦτα; Οὐδεὶς ἡμῖν ἐπιβουλεῦσαί ποτε δυνήσεται, οὐδὲ κατηγορίᾳ τινὶ περιβαλεῖν, ἐὰν βουλώμεθα. Ἴδωμεν δὲ καὶ οὕτως· Ἑλκέτω τις εἰς δικαστήριον, συκοφαντείτω, εἰ βούλει, καὶ τὴν ψυχὴν ἐκφερέτω· καὶ τί τοῦτο, πρὸς μικρὸν παρ᾽ ἀξίαν ταῦτα παθεῖν; Τοῦτο μὲν οὖν αὐτὸ κακὸν, φησίν. Αὐτὸ μὲν οὖν τοῦτο καλὸν τὸ μὴ κατ᾽ ἀξίαν παθεῖν. Ἀλλὰ τί; κατ᾽ ἀξίαν ἔδει; Εἴπω τι πάλιν· Φιλόσοφός τις τῶν ἔξωθεν ὡς ἤκουσεν, ὅτι ὁ δεῖνα ἀπέθανε, καί τις εἶπεν αὐτῷ τῶν μαθητῶν· Οἴμοι, ὅτι ἀδίκως· ἐκεῖνος ἐπιστραφεὶς, Ἀλλὰ τί, ἔφη, δικαίως ἤθελες; Καὶ Ἰωάννης δὲ οὐχὶ ἀδίκως ἀπέθανε; Τίνα οὖν μᾶλλον ἐλεεῖς, τὸν δικαίως ἀποθανόντα, ἢ τὸν οὐχ οὕτως; οὐχὶ τοῦτον μὲν ταλανίζεις, ἐκεῖνον δὲ καὶ θαυμάζεις; Τί οὖν ἠδίκηται ἄνθρωπος καὶ ἀπ᾽ αὐτοῦ τοῦ θανάτου κερδάνας μεγάλα, οὐ μόνον οὐδὲν βλαβείς; Εἰ μὲν γὰρ ἀθάνατον ὄντα θνητὸν ἐποίει, ἴσως ἂν βλάβη ἦν· εἰ δὲ θνητὸν ὄντα, καὶ ἀπὸ τῆς φύσεως μικρὸν ὕστερον τὸν θάνατον ἐκδέχεσθαι μέλλοντα, ἔσπευσεν οὗτος μετὰ δόξης τοῦτον ἐπαγαγεῖν, τί βλάβος; Ἔστω ἡμῖν ἡ ψυχὴ ῥυθμιζομένη καλῶς, καὶ βλάβος οὐδὲν ἔσται ἔξωθεν. Ἀλλ᾽ οὐκ εἶ ἐν δόξῃ; Καὶ τί τοῦτο;

Ὅπερ γὰρ ἐπὶ τῶν χρημάτων ἐστὶ, τοῦτο καὶ ἐπὶ τῆς δόξης. Ἂν γὰρ ὦ μεγαλοπρεπὴς, οὐ δεήσομαι οὐδενός· ἂν δὲ κενόδοξος, ὅσῳ ἂν ἐπιτύχω, τοσούτῳ μείζονος δεήσομαι. Τότε δὲ μάλιστα λαμπρὸς ἔσομαι, καὶ μείζονος ἀπολαύσομαι δόξης, εἰ καταφρονήσω δόξης. Ταῦτα οὖν εἰδότες, καὶ χάριν ἔχωμεν τῷ τοιαύτην ἡμῖν χαρισαμένῳ ζωὴν Χριστῷ τῷ Θεῷ ἡμῶν, καὶ μετίωμεν αὐτὴν εἰς δόξαν αὐτοῦ, ὅτι αὐτῷ πρέπει ἡ δόξα σὺν τῷ ἀνάρχῳ Πατρὶ καὶ τῷ ἁγίῳ αὐτοῦ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.