Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν ἁγίαν Δροσίδα μάρτυρα

Ἰωάννης ὁ Χρυσόστομος

Επίλογος και δοξολογία

Καταληκτήρια ευχή για την αξίωση των αιωνίων αγαθών με τις πρεσβείες της αγίας Δροσίδος και τελική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 6 από 6

Ἡ μὲν γὰρ καὶ ζῶντας καὶ ἀπελθόντας ὠφελεῖ, αὕτη δὲ ἑκατέρωθεν παραβλάπτει, καταισχύνουσά τε τούτους καὶ εἰς τιμωρίας ἀπάγουσα ἀθανάτους. Ὁ δὲ Θεὸς ὁ καὶ τὴν μακαρίαν ταύτην τὴν σήμερον ἡμᾶς συναγαγοῦσαν καὶ ἀποδύσασθαι καὶ παλαῖσαι καὶ νικῆσαι καὶ στεφανωθῆναι καταξιώσας, καταξιώσειε καὶ ἡμᾶς κοινῇ πάντας καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ τὸν παρόντα βίον ἐξανύσαντας μετὰ τῶν αὐτοῦ προσταγμάτων καὶ νόμων δυνηθῆναι παρὰ τὰς σκηνὰς τῆς ἁγίας ταύτης ἐλθεῖν, καὶ τῶν ἀθανάτων ἀγαθῶν ἀπολαῦσαι· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας. Ἀμήν.