Οὐ πατὴρ ἔνδον, οὐ μήτηρ παρῆν, οὐ τροφὸς, οὐ θεραπαινὶς, οὐ γείτων, οὐ φίλη, ἀλλὰ μόνη μεταξὺ τῶν δημίων ἐκείνων ἀπείληπτο. Ὅτι γὰρ ἐξελθεῖν καὶ ἀποκρίνασθαι τοῖς δημίοις ἐκείνοις τοῖς στρατιώταις ἴσχυσεν, ὅτι διᾶραι στόμα, καὶ φωνὴν ἀφεῖναι, ὅτι γὰρ ἰδεῖν, ὅτι στῆναι καὶ ἀναπνεῦσαι, πῶς οὐκ ἄξιον ἐκπλήττεσθαι καὶ θαυμάζειν; Οὐκ ἦν ταῦτα ἀνθρωπίνης φύσεως· τὸ μὲν γὰρ πλέον εἰσήνεγκεν ἡ τοῦ Θεοῦ ῥοπή. Οὐ μὴν οὐδὲ αὕτη τότε ἀργοῦσα εἱστήκει, ἀλλὰ τὰ παρ᾽ ἑαυτῆς πάντα ἐπεδείκνυτο, τὴν προθυμίαν, τὸ φρόνημα, τὸ γενναῖον, τὸ βουληθῆναι, τὸ προελέσθαι, τὸ σπεῦσαι, τὸ ἐπειχθῆναι· τὸ δὲ εἰς πέρας ἅπαντα ταῦτα ἐλθεῖν, τῆς τοῦ Θεοῦ βοηθείας ἐγίγνετο καὶ τῆς ἄνωθεν εὐνοίας· ὥστε καὶ θαυμάζειν αὐτὴν καὶ μακαρίζειν ἄξιον· μακαρίζειν μὲν ὑπὲρ τῆς τοῦ Θεοῦ συμμαχίας, θαυμάζειν δὲ ὑπὲρ τῆς οἰκείας προθυμίας. Τίς γὰρ οὐκ ἂν ἐκπλαγείη δικαίως ἀκούσας, ὅτι ἐν μιᾷ καιροῦ ῥοπῇ γνώμην τοσαύτην καὶ ἐβουλεύσατο καὶ ἐκύρωσε, καὶ εἰς ἔργον ἐξήγαγεν; Ἵστε γὰρ δήπου, πάντες, ὅτι τὰ πολλάκις ἡμῖν ἐν μακρῷ μελετηθέντα χρόνῳ, παρόντος τοῦ καιροῦ τοῦ τὴν πεῖραν ἀπαιτοῦντος ἡμᾶς, καὶ φόβου μικροῦ τὴν διάνοιαν καταλαβόντος ἅπαντα ἐξεχέαμεν τὰ βουλεύματα ὑπὸ τῆς ἀγωνίας ἀθρόον πτοηθέντες.