Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν ἁγίαν Πελαγίαν τὴν παρθένον καὶ μάρτυρα

Ἰωάννης ὁ Χρυσόστομος

Ποιμαντικές νουθεσίες για την εορτή και την πανήγυρη

Συστάσεις του ιερού συγγραφέα για την αποφυγή της αταξίας μετά την πανήγυρη, την κόσμια συμπεριφορά, την αμοιβαία διόρθωση και τη μετάδοση της πνευματικής ωφέλειας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 4

Μιμησώμεθα τοίνυν αὐτὴν κατὰ δύναμιν τὴν ἡμετέραν· κατεφρόνησεν ἐκείνη ζωῆς, καταφρονήσωμεν ἡμεῖς τρυφῆς, καταγελάσωμεν πολυτελείας, ἀποστῶμεν μέθης, ἀδηφαγίαν φύγωμεν. Οὐχ ἁπλῶς ταῦτα λέγω νῦν, ἀλλ᾽ ἐπειδὴ πολλοὺς ὁρῶ, μετὰ τὸ λυθῆναι τὸ πνευματικὸν τοῦτο θέατρον ἐπὶ μέθην καὶ καπηλείαν, καὶ τὰς ἐν πανδοχείοις τραπέζας, καὶ τὴν ἄλλην ἀσχημοσύνην τρέχοντας. Διὰ τοῦτο δέομαι καὶ παρακαλῶ διὰ παντὸς ἐν μνήμῃ καὶ διανοίᾳ τὴν ἁγίαν ταύτην ἔχειν, καὶ μὴ καταισχῦναι τὴν πανήγυριν, μηδὲ τὴν ἐκ τῆς ἑορτῆς ταύτης ἐγγινομένην ἡμῖν παῤῥησίαν ἀφελέσθαι.

Καὶ γὰρ οὐχ ὡς ἔτυχε πρὸς Ἕλληνας διαλεγόμενοι καλλωπιζόμεθα τῷ πλήθει τῆς ἑορτῆς, καταισχύνοντες αὐτοὺς καὶ λέγοντες, ὅτι πόλιν ὁλόκληρον καὶ δῆμον τοσοῦτον κόρη μία τελευτήσασα πρὸς ἑαυτὴν ἐπισπᾶται καθ᾽ ἕκαστον ἐνιαυτὸν, καὶ μετὰ τοσαῦτα ἔτη, καὶ χρόνος οὐδεὶς τὴν ἀκολουθίαν τῆς τιμῆς διέκοψε ταύτης· ἀλλ᾽ ἐὰν αἴσθωνται τῶν ἐν τῇ πανηγύρει γινομένων, τὸ πλέον ἀφῃρήμεθα τῶν ἐγκωμίων. Τὸ γὰρ πλῆθος τοῦτο τὸ παραγενόμενον νῦν, ἂν μὲν μετ᾽ εὐταξίας παραγίνηται, κόσμος ἡμῖν μέγιστος· ἂν δὲ μετὰ ῥᾳθυμίας, καὶ ὀλιγωρίας πολλῆς, ὄνειδος καὶ κατηγορία.

δʹ. Ἵνα οὖν ἐναβρυνώμεθα τῷ πλήθει τῆς ὑμετέρας ἀγάπης, μετὰ τῆς αὐτῆς οἴκαδε εὐταξίας ἀναχωρῶμεν, μεθ᾽ ὅσης εἰκὸς μάρτυρι τοιαύτῃ συγγινομένους ἀπιέναι. Εἰ γάρ τις μὴ οὕτως οἴκαδε ἀπέλθοι, οὐ μόνον οὐδὲν ὤνησεν, ἀλλὰ καὶ κίνδυνον καθ᾽ ἑαυτοῦ μέγιστον ἐπεσπάσατο.

Οἶδα ὅτι καθαροὶ τῶν νοσημάτων τούτων ὑμεῖς, ἀλλ᾽ οὐκ ἀρκεῖ τοῦτο εἰς ἀπολογίαν ὑμῖν· ἀλλὰ δεῖ καὶ τοὺς ἀδελφοὺς ἀκοσμοῦντας εἰς εὐταξίαν μεγίστην ἄγειν καὶ καθιστᾷν ἐν τῷ πρέποντι σχήματι. Ἐτίμησας τὴν μάρτυρα τῇ παρουσίᾳ; τίμησον αὐτὴν καὶ τῇ διορθώσει τῶν οἰκείων μελῶν· ἂν ἴδῃς γέλωτα ἄτακτον, καὶ δρόμον ἀσχήμονα, καὶ βάδισιν ἀνελεύθερον, καὶ σχῆμα ἀπρεπὲς, πρόσελθε, καὶ βλέψον εἰς τοὺς ταῦτα ποιοῦντας δριμὺ καὶ φοβερόν. Ἀλλὰ καταφρονοῦσι καὶ καταγελῶσι μειζόνως; Λαβὲ μετὰ σοῦ δύο καὶ τρεῖς ἀδελφοὺς, ἢ καὶ πλείους, ὥστε καὶ ἀπὸ τοῦ πλήθους γενέσθαι αἰδεσιμωτέρους· εἰ δὲ μηδὲ οὕτω καθίκοιο τῆς ἀνοίας ἐκείνων, τοῖς ἱερεῦσι τούτους ποίησον φανερούς· μᾶλλον δὲ ἀμήχανον εἰς τοσαύτην ἐλθεῖν ἀναισχυντίαν αὐτοὺς, ὥστε ἐπιτιμωμένους, παρακαλουμένους μὴ εἶξαι καὶ ἐντραπῆναι καὶ καθυφῆναι τῆς ἀτάκτου καὶ παιδικῆς χορείας. Κἂν δέκα, κἂν τρεῖς, κἂν δύο, κἂν ἕνα κερδάνῃς μόνον, πολλὴν λαβὼν εἰσελεύσῃ τὴν ἐμπορίαν.

Πολὺ τῆς ὁδοῦ τὸ μῆκος· τῷ μήκει τοίνυν τούτῳ πρὸς συλλογὴν τῶν εἰρημένων ἀποχρησώμεθα· θυμιαμάτων ἐμπλήσωμεν τὴν λεωφόρον. Οὐδὲ γὰρ οὕτω σεμνὴ φανεῖται ἡ ὁδὸς, εἰ διὰ πάσης αὐτῆς θυμιατήριά τις τιθεὶς τῆς εὐωδίας ἀναχρώσειε τὸν ἀέρα, ὡς σεμνὴ φανεῖται νῦν, εἰ πάντες οἱ τήμερον αὐτὴν ὁδεύοντες τοὺς ἄθλους τῆς μάρτυρος πρὸς ἑαυτοὺς διηγούμενοι, βαδίζοιεν οἴκαδε, θυμιατήριον τὴν ἑαυτοῦ γλῶτταν ἕκαστος ποιῶν. Οὐχ ὁρᾶτε βασιλέως εἰσιόντος εἰς πόλιν, μεθ᾽ ὅσης εὐταξίας οἱ στρατιῶται στοιχηδὸν ἑκατέρωθεν καθωπλισμένοι βαδίζουσιν, ἀλλήλους παρακελευόμενοι ἠρέμα, καὶ μετὰ φόβου πολλοῦ χωρεῖν, ὥστε τοῖς θεωροῦσιν αὐτοὺς ἀξιοθέατοι φαίνεσθαι; Ἐκείνους γοῦν μιμησώμεθα· καὶ γὰρ καὶ ἡμεῖς βασιλέως προηγούμεθα, βασιλέως οὐκ αἰσθητοῦ, οὐκ ἐπιγείου, ἀλλὰ τοῦ τῶν ἀγγέλων Δεσπότου. Οὕτω τοίνυν εἰσέλθωμεν καὶ ἡμεῖς, μετ᾽ εὐταξίας ἀλλήλους παρακελευόμενοι ῥυθμῷ καὶ τάξει προβαίνειν, ἵνα μὴ τῷ πλήθει μόνον, ἀλλὰ καὶ τῷ κόσμῳ τοὺς θεωμένους ἐκπλήξωμεν. Μάλιστα μὲν γὰρ εἰ καὶ μηδεὶς ἄλλος παρῆν, ἀλλὰ μόνοι κατὰ τὴν ὁδὸν ἐβαδίζομεν, οὐδὲ οὕτως ἀσχημονεῖν ἐχρῆν, διὰ τὸν ἀκοίμητον ὀφθαλμὸν τὸν πανταχοῦ παρόντα καὶ πάντα βλέποντα· νῦν δὲ ἐννοήσατε ὅτι πολλοὶ τῶν αἱρετικῶν εἰσιν ἡμῖν ἀναμεμιγμένοι· κἂν ἴδωσιν ἡμᾶς οὕτω χορεύοντας, γελῶντας, βοῶντας, μεθύοντας, τὰ ἔσχατα καταγνόντες ἡμῶν ἀπελεύσονται.

Εἰ δὲ ἕνα τις σκανδαλίζων ἀπαραίτητον ὑπομένει κόλασιν, οἱ τοσούτους σκανδαλίζοντες, ποίαν δώσομεν δίκην; ἀλλὰ μὴ γένοιτο μετὰ τοὺς λόγους τούτους καὶ τὴν παραίνεσιν ταύτην εὑρεθῆναί τινα ὑπεύθυνον ὄντα τοῖς εἰρημένοις. Εἰ γὰρ καὶ πρὸ τούτου ταῦτα τολμώμενα ἀσύγγνωστα ἦν, μετὰ τὴν συμβουλὴν ταύτην καὶ τὴν ἐπίπληξιν πολλῷ πλέον ἀπαραίτητον ποιεῖ τὴν τιμωρίαν, καὶ τοῖς αὐτὰ ποιοῦσι, καὶ τοῖς περιορῶσι γιγνόμενα. Ἵνα οὖν κἀκείνους τῆς κολάσεως ἀπαλλάξητε, καὶ ὑμῖν πλείονα προξενήσητε τὸν μισθὸν, ἀντιλάβεσθε τῆς τῶν ἀδελφῶν τῶν ἡμετέρων κηδεμονίας, εἰς τὴν συλλογὴν αὐτοὺς καὶ τὴν διήγησιν τῶν εἰρημένων ἐμβάλλετε, ἵνα διὰ τῆς ὁδοῦ πάσης μελετήσαντες ταῦτα, καὶ τοῖς οἴκοι μείνασι καὶ ἀπολειφθεῖσι λείψανα τῆς τραπέζης ταύτης ἀπενεγκόντες, λαμπρὰν κἀκεῖ ποιήσητε τὴν εὐωχίαν. Οὕτω γὰρ καὶ τῆς ἑορτῆς ταύτης μεγίστην αἴσθησιν ληψόμεθα, καὶ τὴν μάρτυρα τὴν ἁγίαν εἰς πλείονα ἐπισπασόμεθα εὔνοιαν, τιμὴν τὴν ἀληθῆ τιμῶντες αὐτήν. Τοῦ γὰρ ἐνταῦθα παραγενέσθαι καὶ θορυβῆσαι πολλῷ μείζω αὐτῇ τὴν ἡδονὴν οἴσει τὸ καρπωσαμένους καὶ ὠφεληθέντας πνευματικήν τινα ὠφέλειαν ἀπελθεῖν.