Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν ἁγίαν Θέκλαν τὴν μάρτυρα

Ἰωάννης ὁ Χρυσόστομος

Εισαγωγή στο εγκώμιο και το νοητό μαρτύριο της παρθενίας

Ο ιερός συγγραφέας εγκωμιάζει την αγία Θέκλα, παρουσιάζοντας τον ασκητικό αγώνα της παρθενίας ως ένα πρώτο και διαρκές μαρτύριο απέναντι στις σαρκικές ηδονές.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 3

ΕΙΣ ΤΗΝ ΑΓΙΑΝ ΠΡΩΤΟΜΑΡΤΥΡΑ Καὶ ἀπόστολον Θέκλαν ἐγκώμιον. Καλὰς ἡμῖν ἡ τοῦ Πνεύματος χάρις τῶν ἁγίων εἰκόνας τὰς ἐτησίους αὐτῶν ἀνεστήσατο μνήμας, καὶ χρόνῳ τὰς πράξεις ἐρχομένας εἰς λήθην νεαρὰς διηνεκῶς διασώζει. Ἕκαστος γὰρ ὥσπερ εἰκόνι τινὶ ἐντυγχάνων τῇ μνήμῃ, τὸ τῶν πράξεων κατοπτρίζεται κάλλος, καὶ θεωρεῖ τὰς πράξεις τῇ τῆς μνήμης ἐγκειμένας εἰκόνι. Καί μοι δοκῶ σήμερον τὴν μακαρίαν ἐκείνην κατοπτρίζεσθαι κόρην, καθάπερ ἐπ᾽ εἰκόνος ἑστηκυῖαν τῆς μνήμης, καὶ τῇ μὲν τὸν καθ᾽ ἡδονῶν, τῇ δὲ τὸν κατὰ κινδύνων ἀνατείνουσαν στέφανον· καὶ τῇ μὲν τὴν παρθενίαν, τῇ δὲ τὸ μαρτύριον τῷ τῶν ὅλων Δεσπότῃ προσφέρουσαν. Ἦν μὲν οὖν αὐτῇ καὶ τὰ τῆς παρθενίας, ἃ τοῖς ἀκριβῶς σκοπουμένοις μέγα τι πρὸ μαρτυρίου μαρτύριον. Αἱ γὰρ ἡδοναὶ δεινοί τινες τοῦ σώματος δήμιοι· μᾶλλον δὲ δημίων δεινότεροι· κατατείνουσι γὰρ ἀχειροποιήτοις δεσμοῖς· ξέουσι τὴν ψυχὴν δι᾽ ὀμμάτων· προσφέρουσι δι᾽ ἀκοῶν τῷ τῆς γνώμης ἀνενδότῳ φιληδονίας λαμπάδα, μαστιγοῦσι δριμείᾳ τὴν διάνοιαν μάστιγι, ἄλλας ἐπ᾽ ἄλλαις κυκῶσι καθ᾽ ἡμῶν παρατάξεις.

Ὅταν τις τοῖς ὀφθαλμοῖς παραγγείλῃ τετυφλῶσθαι πρὸς κάλλη, παρανοίγουσι τὸ κλεισθὲν ἡδοναὶ δι᾽ ὤτων ἀσελγέσιν ἐκλυόμενον ᾠδαῖς· ὅταν ἐντύχωσιν ὠσὶ πρὸς ᾠδὰς πορνικὰς κεκλεισμένοις, προσπαίζουσι τοῖς λογισμοῖς ἀσελγῶς κοσμηθεῖσαι· ὅταν αὐτὰς διὰ πάντων, συντόμως εἰπεῖν, ἐγρηγορότες νικήσωμεν, κοιμωμένοις σκιαμαχοῦσι· καὶ τῆς παρατάξεως οὗτος αὐταῖς ὁ κύκλος ἀΐδιος, οὐχ ἡλίῳ συνεξιστάμενος, οὐ συνησυχάζων νυκτί. Ἂν δὲ δὴ καὶ νεότητος λάβωνται, πυρὸς γέγονε πρὸς πῦρ συμπλοκὴ, καμίνου πρὸς καλάμην συνάφεια. Εὐκατάπρηστος γὰρ ἡδοναῖς ἡ νεότης, ὡς ἐλαιωδεστέρα πρὸς ἔξαψιν, ὡς πρὸς πόνους σωφροσύνης τρυφερωτέρα. Ἃ δὴ πάντα τῇ μακαρίᾳ παρθένῳ μακρόν τι μαρτύριον τὴν παρθενίαν εἰργάζετο· πυκτευούσῃ ταῖς ἡδοναῖς, ὡς ὁ μάρτυς θηρίοις· παλαιούσῃ τοῖς λογισμοῖς, ὡς ἐκεῖνος βασάνοις· συμβαλλούσῃ φιληδονίας ἐννοίαις, ὡς ἀνάγκαις δημίων· νικώσῃ δὲ ὅμως τὸν πολύτροπον οὕτω καὶ σύνοικον πόλεμον· τοῦ γὰρ τῆς φύσεως πυρὸς τὸ τῆς γνώμης αὐτῇ πυρωδέστερον, καὶ ἅγιον.