Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν ἁγίαν Θέκλαν τὴν μάρτυρα

Ἰωάννης ὁ Χρυσόστομος

Η ομολογία της αγίας Θέκλας και οι διωγμοί της

Αναδεικνύεται η ιερότητα της παρθενίας και περιγράφεται η σταθερή άρνηση της μάρτυρος στις πιέσεις των οικείων και των αρχόντων. Παράλληλα, εξιστορείται η αναζήτηση του αποστόλου Παύλου στην έρημο και η θεία προστασία από τις δαιμονικές επιθέσεις.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 3

Διὰ τοῦτο καὶ τὸ πτῶμα τοῦ πράγματος πάμμεγα, ἐπειδήπερ καὶ τὸ κατόρθωμα· διὰ τοῦτο τῆς πορνευομένης ἡ τῆς παρθενευομένης ἀσέλγεια μιαρωτέρα· οὐ γὰρ ἴσον παρθενευομένης καὶ πορνευομένης φθορά· οὐκ ἴσον ἰδιώτιδος καὶ βασιλίδος φθορά· οὐκ ἴσον σκεύους ἱερατικοῦ καὶ ἀγοραίου κλοπή.

Σκεῦος γὰρ ἱερατικὸν ἡ παρθένος, πορφυρὶς, ἣν οὐκ ἔξεστιν ἄλλῳ πλὴν τῷ τῶν ὅλων βασιλεῖ προσηρμόσθαι, νύμφη γάμον ἀεὶ κεκτημένη παρθένον. Ὢ μακαρίων γάμων, ὧν ἡ στρωμνὴ παρθενία. Ὑπὲρ τούτων τῆς μακαρίας οἱ κίνδυνοι μάρτυρος· εἶδε γὰρ τοῦ νυμφίου τὸ κάλλος, καὶ τῆς θέας οὐκ ἀπεσπᾶτο· ἐπέκειτο μήτηρ πρὸς γάμον ἐπείγουσα, ἡ δὲ πρὸς τὸν ἐν τοῖς οὐρανοῖς διεβόα νυμφίον· Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ· ἐπεφοίτα μνηστὴρ διαλέξει γαμικῇ γαργαλίζων, ἡ δὲ τῷ Χριστῷ καθ᾽ ἑαυτὴν συνετάττετο, Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, λέγουσα· συνέῤῥεον συγγενεῖς κολακεύοντες, ἡ δὲ διαμαρτυρόμενον ἐφαντάζετο Παῦλον· Ἡρμοσάμην σε ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ· ἱκέτευον οἰκέται σὺν δάκρυσιν, ἡ δὲ προσῇδεν ἐρωτικῶς τῷ νυμφίῳ· Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; ἐφόβουν δικασταὶ τιμωρίαις, ἡ δὲ φρονήματι πάσας κατεπάτει βοῶντι· Οἱ ἄρχοντες οὐκ εἰσὶ φόβος τῶν ἀγαθῶν ἔργων, ἀλλὰ τῶν κακῶν.

Ὡς δὲ ἔδει κἂν ταῖς ὁδοῖς παρθενίας ἀνδριάντας ἀναστῆναι τῇ μάρτυρι, γίνεταί τι τοιοῦτον τῇ παιδὶ πειρατήριον. Ἀφεμένη τῆς κρίσεως τὴν Παύλου μετεδίωκε θήραν, καὶ ταῖς φήμαις ὁδηγουμένη κατεθάῤῥει καὶ ὁδῶν ἀγουσῶν ἐπὶ Παῦλον. Ἐτήρει δὲ ἄρα τὴν κόρην διάβολος, καὶ τηρήσας ὁδοιποροῦσαν ἐπιστρατεύει τὸν μνηστῆρα τῇ κόρῃ, τῆς παρθενίας ὡς ἐν ἐρημίᾳ λῃστήν. Καὶ δὴ πληρούσῃ τὴν ὁδὸν τῇ γενναίᾳ ἱππόπορνος κατόπιν ὁ μνηστὴρ ὀπιπεύων ἐπωλόλυζε σύλληψιν· ἄπορος πανταχόθεν στενοχωρία· ὁ πολεμῶν ἰσχυρὸς, ἡ πολεμουμένη σαθρά. Ποῦ τις ἐν ἐρημίᾳ καταφυγῆς καταφυγή; Στραφεῖσα δὲ πρὸς οὐρανὸν ἡ παρθένος, πρὸς τὸν πᾶσι πανταχοῦ τοῖς καλοῦσι παρόντα σὺν οἰμωγαῖς ἀνωλόλυζε· Κύριε ὁ Θεός μου, ἐπὶ σοὶ ἤλπισα. ***