Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν αἱμορροοῦσαν

Ἰωάννης ὁ Χρυσόστομος

Η δωρεά του Πνεύματος και οι ενέργειες του σαρκωθέντος Λόγου

Εισαγωγικές σκέψεις για τη χάρη του Αγίου Πνεύματος, τη δύναμη της πίστεως και το θεραπευτικό έργο του σαρκωθέντος Λόγου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 4

Εʹ. Τοῦ αὐτοῦ εἰς τὴν αἱμοῤῥοοῦσαν, ἐκ τοῦ κατὰ Λουκᾶν Εὐαγγελίου. Ἄλλοις μὲν ἄλλας ὁ τοῦ βίου σκοπὸς ἐμπορίας ἐμέρισε, διαιρῶν ἑκάστῳ τὴν δοκοῦσαν εἶναι χρειώδη καὶ συμφέρουσαν· ἡμῖν δὲ μίαν ἀπένειμεν ὁ Θεὸς τὴν ἐμπορίαν τοῦ Πνεύματος, πολλαπλῆν οὖσαν διὰ πίστεως, καὶ κατορθοῦσαν τὰ μέγιστα κατὰ τὸ γεγραμμένον· Τὸ δὲ αὐτὸ Πνεῦμα διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται.

Μόνη γὰρ πίστις παραμένει τοῖς ἔχουσιν· οὐ ψεύδεται τὸν λαμβάνοντα, οὐκ ἀθετεῖ τὸν κτησάμενον, οὐκ εὐλαβεῖται τοὺς κλέπτας, οὐχ ὑφορᾶται τοὺς ἅρπαγας, οὐ χρῄζει σφραγίδων, οὐ ζητεῖ τοὺς φυλάττοντας· Θεὸν γὰρ ἔχει φύλακα τὸν πάντα τοῖς πᾶσι διὰ ταύτης ἑτοίμως παρέχοντα. Ταύτην ἐπιθυμοῦσιν ἔχειν βασιλεῖς, ἀλλ᾽ ἰδιῶται κέκτηνται· ζητοῦσι δυνάσται, αὐτὴ δὲ ταπεινοῖς προστρέχει, καὶ τοὺς εὐτελεῖς περιπτύσσεται· ἔρχεται πρὸς τοὺς ἀῤῥώστους, καὶ τούτους παρακρατοῦσα χειραγωγεῖ, ἀμισθὶ τὰς ἰάσεις δωρουμένη. Ὅταν οὖν ἴδῃς, ἀγαπητὲ, τὸν Χριστὸν ἐξ ὄρους κατερχόμενον, καὶ πάλιν εἰς ὄρος ἀναβαίνοντα, περῶντα λίμνην, διαπλέοντα θάλασσαν, ἀγροῖς ἐπιδημοῦντα καὶ πόλεσι καὶ κώμαις, μετὰ τῆς κάτω πορείας μέμνησο καὶ τῆς ἄνω· μὴ ἐπιλάθῃ τῆς τῶν Χερουβὶμ καθέδρας, μὴ παρέλθῃς τὰ θεῖα διὰ τὰ ἀνθρώπινα, μὴ λήθῃ παραδῷς τὸν οὐρανὸν, μὴ ἀμνημονήσῃς ὅτι σὰρξ ὁ Λόγος γέγονεν, ὡς ἠθέλησεν. Ἡ γὰρ σὰρξ ὁ Λόγος ἐγένετο· ὡς σὰρξ περιπατεῖ, ὡς λόγος παραχωρεῖ· ὡς σὰρξ εἰς ὄρος ἀναβαίνει, ὡς Λόγος ἐπάνω τῶν Χερουβὶμ καθέζεται· ὡς σὰρξ ὑπομένει δι᾽ ἐμὲ τὰ ἐμὰ, ὡς Λόγος τὰ τοῦ Πατρὸς ἀκαμάτως ἐργάζεται, ἐξ ὕδατος ἐν Κανᾷ παραστήσας· φωτὸς ἀνοίγει θυρίδας, πηλῷ καὶ δακτύλῳ καινουργῶν τὰς ὁράσεις.