Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν αἱμορροοῦσαν

Ἰωάννης ὁ Χρυσόστομος

Το αίτημα του Ιαείρου και η προσέγγιση της αιμορροούσης

Η παράκληση του αρχισυναγώγου Ιαείρου για την κόρη του και η απρόσμενη εμφάνιση της γυναίκας που έπασχε από ρύση αίματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 4

Εἶπε τῷ λεπρῷ, Θέλω καθαρίσθητι, καὶ μετὰ τὴν φωνὴν τὸ πάθος οὐκ ἦν· Ἔγειρε, λέγει τῷ παραλυτικῷ· ὁ λόγος δὲ ἀντὶ ποδῶν ἐγίνετο, καὶ τὸ πρόσταγμα βάδισμα θᾶττον ὁ πάσχων ἐλάμβανεν· ἔφθασε τὸ Ἰαείρου δωμάτιον, καὶ τὸ πένθος ἀθρόον εἰς χαρὰν μετεβάλλετο. Ἰδοὺ καὶ τήμερον ὄχλῳ περισφιγγόμενος ἐκλάμπει τὸ κράσπεδον, καὶ τῷ ὄμβρῳ τῆς πίστεως τὴν ῥύσιν κατέκλυσε. Τί γὰρ ἡμῖν ἀρτίως ὁ εὐαγγελιστὴς εἰσηγήσατο, τὰ κέρδη τῆς πίστεως εἰσφέρων πολύτροπα; Ἦν γάρ τις ἀρχισυνάγωγος, τῶν Μωϋσέως νόμων θεραπευτὴς, καὶ τοῦ λαοῦ παιδευτὴς, τὴν δὲ κλῆσιν Ἰάειρος. Τούτῳ μίαν χάριν ἡ φύσις δέδωκε, μονογενῆ θυγατέρα, εἰς ἣν ὄχλος ἠσχόλητο ἀναγκαῖος, ὡς ἔθος ὑπάρχει γενέτῃ φιλόπαιδι. Ἀλλ᾽, ὡς ἔοικεν, ἐλάνθανεν, οὐκ εἰς διαδοχὴν, ἀλλ᾽ εἰς πρόωρον ταφὴν ταύτης ἐπιμελούμενος. Νόσημα γὰρ αὐτῇ τι χαλεπὸν ἐπελθὸν, γείτονα μὲν ταύτην τοῦ θανάτου ποιεῖ, τὸν δὲ πατέρα τῆς ἐπ᾽ αὐτῇ χρηστῆς ἐξέκοψεν ἐλπίδος.

Ἀλλ᾽ οὐκ ἐνίκησε τὴν πίστιν τὸ πάθος· εὐθὺς γὰρ ἐπὶ τὸν Σωτῆρα χωρεῖ ὁ Ἰάειρος, καὶ παρακαλεῖ φθάσαι τὸ δωμάτιον. Προφθάνει δὲ τὸν καλοῦντα τῇ προθυμίᾳ ὁ Κύριος· Ἐγερθεὶς γὰρ, ἠκολούθησεν αὐτῷ. Ἀλλ᾽ ὅρα, πιστὲ, οἵα παρὰ γυναικὸς δικαία καινοτομεῖται βία, οἵα σοφὴ οἰκονομεῖται κλοπὴ, οἵα παρὰ θήλεος ἐπινοεῖται ἀκίνδυνος ἁρπαγή· δεῖ γὰρ αὐτῷ πρὸς τὴν κίνησιν ἐπειγομένῳ καὶ τὴν ὁδὸν ἐκείνην ἀνύειν συντόμως. Γυνὴ, φησὶν, αἱμοῤῥοοῦσα δέκα δύο ἔτη, προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· ἔλεγε γὰρ ἐν ἑαυτῇ, ὅτι Ἐὰν μόνον ἅψωμαι, σωθήσομαι.