Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν αἱμορροοῦσαν
Η φανέρωση του θαύματος, η εκκλησιολογική προτύπωση και ο επίλογος
Η δημόσια επιβεβαίωση της ίασης, ο έπαινος της πίστεως της γυναίκας ως τύπου της εξ εθνών Εκκλησίας και η καταληκτική δοξολογία.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η φανέρωση του θαύματος, η εκκλησιολογική προτύπωση και ο επίλογος
Η δημόσια επιβεβαίωση της ίασης, ο έπαινος της πίστεως της γυναίκας ως τύπου της εξ εθνών Εκκλησίας και η καταληκτική δοξολογία.
Τούτῳ συντυχοῦσα, καὶ τὸ μέλλον πιστεύσασα, ἔλαβεν ὅπερ ἤθελεν· ἀλλ᾽ ἔτρεμεν εἰδυῖα ὅτιπερ οὐκ ἔλαθεν. Τί γάρ φησιν ὁ Σωτήρ; Τίς ὁ ἁψάμενός μου; ἐγὼ γὰρ ἔγνων δύναμιν ἐξελθοῦσαν ἀπ᾽ ἐμοῦ. Οὐκ εἶπε, Τίς ἡ ἁψαμένη μου; ἵνα μή πως οἱ παρόντες εἰς ἀμφίβολον ζήτησιν γυναίου ἑαυτοὺς ἀπασχολήσωσιν· ἀλλ᾽ εἶπε, Τίς ὁ ἁψάμενός μου, ἐν μετεώρῳ καταλείπων τὴν φωνὴν, ἵνα ἕκαστος ἀκούων, ἀνδρὸς εἶναι νομίσῃ τὴν τοιαύτην ἐπιχείρησιν· Τίς ὁ ἁψάμενός μου; ἐγὼ γὰρ δύναμιν ἔγνων ἐξελθοῦσαν ἀπ᾽ ἐμοῦ. Τί λέγεις, ὦ Δέσποτα; εἰς τὸ συλᾶσθαι τὰ σὰ παραγέγονας; εἰς ἁρπαγὴν θέλων τοῖς πιστοῖς τὴν βασιλείαν προέθηκας; καὶ πῶς ἐρωτᾷς ὃ οἶδας, καὶ ζητεῖς ὃ οὐκ ἀγνοεῖς; Εἰ μὴ θέλων ἐκλάπης τὴν ἐξελθοῦσαν δύναμιν, ὤφειλες ἐπισχεῖν· εἰ δὲ βουληθεὶς ἐσυλήθης, τί δυσχεραίνεις διδοὺς ἅπερ ἡ πίστις παρὰ σοῦ λαμβάνειν βιάζεται; Ἐχαρίσω μὴ αἰτηθεὶς, καὶ μετὰ τὸ δοῦναι ἐγκαλεῖς; ἀοράτως ἐθεράπευσας, καὶ μετὰ τὴν ἴασιν δικαστήριον συγκροτεῖς; Ναὶ, φησίν· οἶδα τήν με συλήσασαν, οὐκ ἀγνοῶ τὴν εὐδοκίμως λῃστεύσασαν, βούλομαι δὲ ταύτην εἰς μέσον ἐλθεῖν, ἵνα γένηται κήρυξ ἧς ἐπέτυχε χάριτος. Παρ᾽ αὐτῆς γὰρ οὕτως ἡδέως συληθεὶς, τὴν αὐτῆς δωρεὰν ἐπὶ πάντων κυρῶσαι προῄρημαι· Θάρσει, θύγατερ, ἡ πίστις σου σέσωκέ σε.
Ἔχε, φησὶν, ὅπερ ἔκλεψας εὐφυῶς· κράτει, γύναι, ὅπερ ἥρπασας ἀφανῶς· κτῆσαι κτῆσιν γνησίαν, ἥν σοι παρέσχεν ἡ πίστις· ἀντὶ γὰρ δούλης θυγάτηρ, ἀντὶ μεμιαμμένης ἠλειμμένη σήμερον ὠνομάσθης· Ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου. Ὁρᾷς, ἀγαπητὲ, πόσα δύναται πίστις, πῶς ἐν μιᾷ ῥοπῇ θαύματα ἤνυσεν; σιωπῇ τὴν τρέμουσαν παραθαρσύνουσα, τὸν ἰατρὸν ἐκδυσωπήσασα. Οὕτως ἡ ἐξ ἐθνῶν Ἐκκλησία, τὴν αἱμόῤῥουν ζηλώσασα, καὶ πίστει τῷ Δεσπότῃ σιωπῇ προσπελάσασα, τὴν μυσαρὰν τῶν νομικῶν αἱμάτων ἀνεστόμωσε πηγὴν, καὶ θυγάτηρ κληθεῖσα πολλῶν ὑπάρχει μήτηρ, μάρτυρα κεκτημένη τὸν πάλαι βοήσαντα· Ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα· λέγω δὴ τῆς συναγωγῆς, ἧς ἀνὴρ ὁ νόμος, ἀρχισυνάγωγος, Δεσπότην σήμερον εἰς τὴν ἔγερσιν καλῶν τῆς τελευτησάσης παιδός. Ἀλλὰ τῆς ὥρας ὠθούσης τοῦ κατ᾽ αὐτὴν θαύματος χρεώστην ἐπαγγέλλομαι, τὸν πλουτοδότην Κύριον προσκαθιστῶν ὑμῖν ἔγγυον· ᾧ ἡ δόξα πρέπει εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.